Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio et eversio definitionis synodalis anni
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-patriarch-of-constantinople" aria-label="More works by Nicephorus Patriarch of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
139.1.1
τοῦτο δὲ σαφέστερον δείκνυται εἴ τις ἐμμελέστερον ἐπιστήσειεν κἂν τῷ πρώτῳ τῶν ἐπῶν λόγῳ· ἔχει γὰρ οὕτως· Τοῖς δ' ἄλλοις κεν ἔοιμι γέλως ἐμὰ κήδεα βάζων, ὧν πίστις κραδίην ἄκρην ἐχάραξεν ἐλαφρή, οὐδὲ διὰ σπλάγχνων ἦλθ' ἵμερος ὀξὺς ἄνακτος, ζῶσιν δὲ ἐνθάδε μοῦνον ἐφημέρια φρονέοντες. 140 δῆλον δὲ ἐπειδή, καθ' οὓς χρόνους ὁ λαμπτὴρ οὗτος τῆς ἐκκλησίας διηύγαζεν, ἡ τῶν Ἀρειομανιτῶν ἐπεκράτει λύσσα, πᾶσαν σχεδὸν τὴν ὑπὸ Ῥωμαίοις ἐπινεμομένη ἀρχήν, ἐν οἷς ἡ εὐχέρεια πολλή, βεβαίως περὶ τὴν πίστιν οὐκ ἐρηρεισμένοις· τὸ δ' αὐτὸ ἐναργέστερον καὶ ἐν ἑτέροις λόγοις διδασκαλικῶς διαλεγόμενος ποιεῖ· δεῖ γὰρ ἐκ τῶν ὁμολογουμένων τὰ δοκοῦντα ἀμφίβολα λύεσθαι. ἐν μὲν γὰρ τῷ εἰς τὰ ἐγκαίνια λόγῳ φησίν· Χθὲς πίστιν εἶχες τὴν τῶν καιρῶν, σήμερον τὴν τοῦ θεοῦ γνώρισον. 141 ἐν δὲ τῷ εἰς τὸ βάπτισμα, αὐτῇ λέξει κέχρηται καὶ διανοίᾳ λέγων· Δεῖ δὲ μὴ σοφισθῆναι τὸν καθαρμὸν ἀλλ' ἐνσημανθῆναι, λαμπρυνθῆναι τελείως ἀλλὰ μὴ χρωσθῆναι, μὴ δὲ ἐπικάλυψιν τῶν ἁμαρτιῶν ἀλλ' ἀπαλλαγὴν ἔχειν τὸ χάρισμα. ἐν ᾧ πάλιν παρεγγυᾷ· Φύλασσέ μοι τὰ γεγραμμένα, ἐν καιροῖς τρεπτοῖς ἄτρεπτος μένων περὶ ἀτρέπτου πράγματος. ὡς οὖν ἐνταῦθα ἀπὸ τοῦ τρεπτοῦ τῶν καιρῶν τοὺς ἀστηρίκτους καὶ ἀπαγεῖς πρὸς εὐσέβειαν, εὐπαρακόμιστον δὲ τὴν γνώμην ἐφ' οἷς ἡ τῶν καιρῶν βραβεύει ῥοπὴ κεκτημένους καταιδεῖ, οὕτω καὶ ἐν τοῖς προκειμένοις ῥητοῖς ἀπὸ τοῦ ἀλλοιωτοῦ τῶν χρωμάτων αὖθις κατονειδίζει, τὸ τῆς ὕβρεως αἶσχος ἐπιγράφων αὐτοῖς. τί οὖν φησιν ἐπίμωμον καὶ ἐφύβριστον καὶ τοῦ κράτους τῆς καθ' ἡμᾶς εὐσεβείας ἀλλότριον; ὥσπερ τὰ χρώματα εὐαπόβλητά γε ὄντα καὶ εὐαλλοίωτα ῥᾳδίως ἐκπλύνεται καὶ ἐκκρούεται, οὕτω καὶ ὑμᾶς εὐχερῶς πρὸς τοὺς καιροὺς περὶ τὴν πίστιν μετασχηματίζεσθαι καὶ οἷον μεταχρώννυσθαι καὶ περιτρέπεσθαι, προσῆκον ἐγκαθιδρύσθαι καὶ βεβηκέναι ὡς ἀσφαλέστατα καὶ κατὰ τὰ ἀποστολικῶς εἰρημένα ἐγγεγραμμένην ἔχειν οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ' ἐν πλαξὶν καρδίαις σαρκίναις. καρδίᾳ μὲν γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 142 πῶς δὲ οὐκ ἤγαγεν εἰς ἔννοιαν τοὺς παχεῖς τὴν διάνοιαν ἐκεῖνο δὴ τὸ ἀγχίθυρον κείμενον ὅτι οὐ περὶ χρωμάτων, οἵων αὐτοὶ ᾔδεσαν, ὁ λόγος τῷ πατρί; ἐπιφέρει γάρ· Βένθος ἐμοὶ φίλον (ὅπερ αὐτοὶ ἔφασαν· ἡ ἐν βάθει τοῦ νοός, ἐκείνη μοι προσφιλής) πρὸς ἀντιδιαστολὴν ἐκείνης τῆς οἷον ἐξ ἐπιπολῆς κεχρωσμένης καὶ ταχέως διαρρεούσης, λεγόμενον, καθάπερ τὰ χρώματα τοῦ ὑποκειμένου μόνον περιχρῴζει τὴν ἐπιφάνειαν· ἀνόητον οὖν ἐκεῖνα καὶ ἀνάξιον περὶ τῆς θεολογικῆς οἴεσθαι ῥήσεως. οὗτοι δὲ ἤτοι ταῖς ἁπλαῖς τῶν λόγων ἐπιβολαῖς τῷ προφανεῖ καταπιστεύοντες τῆς αἰσθήσεως καὶ ψιλῇ τῇ προφορᾷ τοῦ λόγου παριστάμενοι διαμαρτάνουσιν περὶ τὰ ἐκ τῆς διανοίας δηλούμενα, ἢ τὰ εὖ καὶ ὀρθῶς εἰρημένα παραχαράσσοντες (ἐπεὶ τοῦτο αὐτῶν τοῦ τρόπου τὸ ἰδιαίτατον) πρὸς τὸ οἰκεῖον περιέλκουσιν βούλημα. ὡς γὰρ τὰ παρὰ τοῦ ἱεροῦ Γρηγορίου τοῦ Νυσαέως ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον ἐπιταφίῳ κατὰ Ἀρειανῶν εἰρημένα, κτίσμα τὸν συμφυᾶ υἱὸν τοῦ θεοῦ καὶ πατρὸς βλασφημούντων κατὰ τῆς ἐκκλησίας, ὡς ἀθέως καὶ πονηρῶς ἔδοξαν εἰδωλολατρίας χάριν παρήγαγον, οὕτω κἀνταῦθα ἑαυτοῖς ὁμοιούμενοι τὰ περὶ πί στεως τῷ πατρὶ λεγόμενα ἐπὶ χρώματα καὶ ὕλας μετήγαγον· καὶ ἅπερ ἐκεῖνος ἐν παραδείγματος τρόπῳ παρέλαβεν, οὗτοι εἰς πίστεως λόγον κακῶς παρανοοῦντες ἐκδέχονται. εἰ δὲ δὴ περὶ χρωμάτων εἰρῆσθαι ταῦτα τὶς δοίη, τῇ ἀνοίᾳ τούτων συγκαθιστάμενος, τίς ὤφθη ποτὲ Χριστιανῶν πίστιν εἰς χρώματα θέμενος ἢ τὴν ἐλπίδα εἰς ὕλην τὴν φαινομένην κτησάμενος; οὐχ' ὕβρις οὖν Χριστιανοῖς ἐντεῦθεν προσφύεται, ἡ παράνοια δὲ τῶν κατηγορούντων καὶ τὸ ἀβέλτερον περιφανῶς διαδείκνυται. καὶ ὅσον μὲν εἰς λόγον ἧκεν τῆς πίστεως, ταῦτα· ὃ δὲ περὶ τοῦ θεοσόφου πατρὸς τῶν ἱερῶν εἰκονισμάτων χάριν λέγειν πάρεστιν, ἐκ τῶν ἰδίων αὐτοῦ δογμάτων λαβόντες τὰς ἀφορμὰς διαλεξόμεθα. νόμος αὐτοῖς ἐκ τῆς τοῦ ἀπεριγράφου φωνῆς ἀναιρεῖν τὸν Χριστὸν εἰκονίζεσθαι· ὥστε ἐκ τοῦ" 3περιγραπτοῦ" 3 πάντως εἰκονισθήσεται. εἰ οὖν ὁ διδάσκαλος οὗτος πανταχοῦ περιγραπτὸν τὸν Χριστὸν κηρύσσει τῷ σώματι, ὡς ἤδη καὶ παρεθέμεθα, οἶδεν ἄρα αὐτὸν καὶ εἰκονιζόμενον, καὶ μάτην ἐκ τῶν λόγων αὐτοῦ τοῖς εὐσεβοῦσιν ἐπηρεάζειν οἱ τάλανες οἴονται. ἐλέγξει τοὺς ἄφρονας ἡ παρ' αὐτοῦ εἰς τὸν μέγαν Βασίλειον ἀνατεθεῖσα εἰκών, ἔτι καὶ τὰ κατὰ Πολέμωνα συγγεγραμμένα, ὡς προδέδεικται. 143 ἐντεῦθεν ἐπ' ἄλλην ματαιοπονίαν μεταρυθμίζονται φάσκοντες· Ἰωάννης δὲ ὁ Χρυσόστομος ἐν τῷ εἰς Ῥωμανὸν τὸν μάρτυρα· Μὴ γὰρ τοίχοις ὁ Χριστὸς περιγράφεται; μὴ γὰρ ὀφθαλμοῖς ὁ ἡμέτερος δεσπότης ὁρᾶται; ὁ ἐμὸς δεσπότης, μᾶλλον δὲ ὁ τῶν ὅλων δεσπότης Χριστός, οὐρανὸν οἰκεῖ καὶ κόσμον ἡνιοχεῖ· καὶ θυσία τούτῳ ψυχὴ πρὸς αὐτὸν ἀνανεύουσα, καὶ μία τούτῳ τροφή, τῶν πιστευόντων ἡ σωτηρία. ἴδωμεν δὲ ὅ, τι αὐτοῖς ἀπόνασθαι καὶ ἐνθένδε συμβήσεται. τὸ τοῦ ἀπεριγράπτου πρόσρημα, πρόβλημα τῆς αἱρέσεως τῆς αὐτῶν, πανταχοῦ περιφέρουσιν· ὅπερ ἐνταῦθα ἐκ πολλῆς περιχαρείας περιπτυξάμενοι καὶ ὥσπερ ἥδιστον θήραμα τὴν λέξιν περιχαίνοντες, περὶ δὲ τὸ σημαινόμενον τῆς φωνῆς ἀπονυστάξαντες, κεναῖς ἐλπίσιν φυσηθέντες ᾤχοντο. ἑαυτοῖς δὲ μᾶλλον ἢ ἑτέροις μαχόμενοι ἁλίσκονται, ὥσπερ οἰκείοις ὅπλοις βαλλόμενοι καὶ τοῖς ἐξευρημένοις καταβαλλόμενοι μηχανήμασιν· λέληθεν γὰρ αὐτούς, σοφούς τε ἄγαν οἰομένους εἶναι καὶ ἀμαθίαν τῶν διδασκάλων καταγράφοντας, ὡς οὐ τὸ γράφεσθαι ἤτοι τὸ εἰκονίζεσθαι ἡ περιγραφὴ δηλοῖ· οἷς γὰρ ἀλλήλοις ταῦτα διαφέρουσιν, καὶ ἐνταῦθα μὲν εἴρηται, πλατύτερον δὲ ἐν ἑτέροις διείληπται. 144 σαφὲς δ' ἂν τοῦτο κἀκ τῶν προκεχειρισμένων τῷ μάρτυρι πρὸς τὸν διώκοντα γένοιτο λόγων· Ὁ ἐμὸς Χριστός, φησίν, ὃν σὺ διώκεις, ὦ τύραννε, ἐν τοίχοις οὐ περιγράφεται οὐδὲ κρατεῖται ἢ περιέχεται τοίχοις ἵνα σοι καὶ καταληπτὸς γένηται, κἂν πλείονα λυττᾷς, τὸν πέλεκυν ᾑμαγμένον ἐπιφερόμενος. πῶς καὶ τίνι τρόπῳ; ὅτι οὐδὲ πάρεστιν ἐπὶ γῆς νῦν σωματικῶς. καὶ τοῦτο ἐκδηλότερον ἔτι δείκνυσιν τά τε προηγούμενα τῆς χρήσεως καὶ τὰ ἑπόμενα. τίνα ταῦτα; ἐν οἷς μὲν γὰρ λέγεται πρὸς τὸν τύραννον· Αἰδέσθητι τοῦ σταυρωθέντος τοὺς ὅρους. ὅροι δὲ τοῦ σταυρωθέντος οὐ τῆς ἐκκλησίας οἱ τοῖχοι, ἀλλὰ τῆς οἰκουμένης τὰ πέρατα. ἐκ δὴ τούτων μανθανέτωσαν τί ποτέ ἐστιν περιγραφή, ὅτι οὐδὲν ὅρου ἀπέοικεν, εἴ γε πολλάκις ὑπογραφαὶ ἀντὶ ὅρων ἐν οἷς χρὴ παραλαμβάνονται καὶ ὅροι ὑπογραφικοὶ προσαγορεύονται· οὕτω γὰρ ποικίλως τὸ τῆς γραφῆς ὄνομα συντιθέμενον μεταλαμβάνεται. καὶ γινωσκέτωσαν ὅτι τὸ λεγόμενον μὴ περιγράφεσθαι τοίχοις τὸν Χριστόν, οὐχὶ τὸ μὴ εἰκονίζεσθαι αὐτὸν τοίχοις ἐπαγγέλλεται (οὐδὲ γὰρ εἰκόνος μνήμην ὅλως ὧδε ὁ λόγος αἰνίττεται), ἀλλ' αὐτὸν τὸν σταυρωθέντα Χριστόν, τοίχοις μὴ περιορίζεσθαι ἤτοι μὴ περιγράφεσθαι· ταυτὸν γὰρ σημαίνει ἀμφότερα. ὡς γὰρ ἐν τοῖς ἐπάνω εἴρηται μὴ εἶναι ὅρους τοῦ σταυρωθέντος τῆς ἐκκλησίας τοὺς τοίχους, οὕτως ἐνταῦθα μὴ εἶναι περιγραφὴν καὶ ὅρον τοὺς τοίχους, περιγράφοντας καὶ περιορίζοντας τὸν Χριστόν. τὰ δὲ ἑπόμενα, ὁποῖα; ὅτι Οὐδὲ ὀφθαλμοῖς ὁρᾶται οὐδὲ λίθον καὶ ξύλον οἰκεῖ, πιπράσκων ἀντὶ βοῶν καὶ προβάτων τὴν πρόνοιαν. μὴ γὰρ βωμὸς αὐτοῦ τοῖς συναλλάγμασιν μεσιτεύει; αὕτη τῶν σῶν δαιμόνων ἡ λίχνη προσαίτησις. ἆρ' οὖν τὸ εἰρῆσθαι μὴ ὁρᾶσθαι Χριστὸν ὀφθαλμοῖς ἀνθρωπίνοις, ἢ λίθον καὶ ξύλον μὴ οἰκεῖν, εἰκόνος Χριστοῦ μνήμην ἡμῖν ἐμποιεῖ; ἢ οὐχὶ προδήλως τὸν Χριστὸν αὐτὸν μήτε ὁρώμενον σωματικῶς μήτε λίθον καὶ ξύλον οἰκεῖν παρίστησιν; τὸ δ' οὖν μὴ πιπράσκειν ἀντὶ βοῶν καὶ προβάτων τὴν πρόνοιαν, μὴ δὲ βωμὸν αὐτοῦ τοῖς συναλλάγμασιν μεσιτεύειν πρὸς εἰκόνας ἁρμόσασθαι, τῆς τῶν ἀνοσίων ἂν εἴη ἀναισθησίας καὶ κτηνωδίας· παρὰ γὰρ τοῖς ἐχέφροσιν καὶ τὰ τῆς ψυχῆς ὑγιαίνουσιν αἰσθητήρια οὔτε νοηθείη οὔτε λεχθείη ἄν ποτε. εἰ οὖν τὰ εἰρημένα τὸν Χριστὸν αὐτόν, οὐ τὴν εἰκόνα τοῦ Χριστοῦ μηνύει, πῶς οὐχὶ καὶ τὸ ἐν τοίχοις μὴ περιγράφεσθαι εἰρημένον, αὐτὸν τὸν Χριστὸν ἡμῖν, οὐ τὴν Χριστοῦ εἰκόνα πληροφορήσει νοεῖν; δεῖ γὰρ ἐκ τῶν συντεταγμένων πολλῶν καὶ φανερῶν ὄντων καὶ τὸ ἓν καὶ δοκοῦν ἀμφίβολον δοκιμάζεσθαι. 145 ποῖος οὖν αὐτοῖς ἐνταῦθα τρόπος ἀπάτης λελείψεται καὶ δολιότητος, ματαίαις καὶ πονηραῖς ἐπινοίαις κατὰ τῆς ἀληθείας ὁπλίσασθαι; ὃ δὲ μάλιστα διδάξαι καὶ πεῖσαι τοὺς ἀπειθεῖς ἐχρῆν, ἡ ὁρμὴ τοῦ διώκοντος. ὁ γὰρ διώκων ἐνταῦθα τὸν μάρτυρα τύραννος, τίνος ἐκόλαζεν ἕνεκεν; ἆρα εἰκόνων; ἢ αὐτοῦ Χριστοῦ χάριν; τί οὖν ἀποφανοῦνται πρὸς τὸ ἑξῆς ἐπαγόμενον· ὁ ἐμὸς δεσπότης, φησίν, μᾶλλον δὲ ὁ τῶν ὅλων δεσπότης, οὐρανὸν οἰκεῖ; μήποτε ἆρα καὶ εἰκόνα Χριστοῦ οὐρανὸν οἰκεῖν δώσουσιν, ἵνα καὶ ἐξ οὐρανῶν τὴν εἰκόνα Χριστοῦ καταγαγεῖν σπουδάσωσιν; καὶ πῶς οὐ φανερὸν ἐντεῦθεν ὅτι τὸ ἐν τοίχοις μὴ περιγράφεσθαι τὸ ἐν τοίχοις μὴ οἰκεῖν τὸν Χριστὸν λέγεται μὴ δὲ σωματικῶς ἐν αὐτοῖς περιείργεσθαι καὶ ὁρίζεσθαι ἅπερ ὁ τῆς περιγραφῆς λόγος παρίστησιν; ἀνάλογον γὰρ καὶ ὅμοιον ἐνταῦθα τῷ οἰκεῖν τὸ περιγράφεσθαι. ἐπεὶ οὖν ἡ τοπικὴ περιγραφὴ σαφῶς ἡμῖν ὧδε ἀναφαίνεται (οὐ γὰρ γραφῆς καὶ εἰκόνος λόγος), πόθεν πρὸς τὰ κακῶς αὐτοῖς ὑπονενοημένα οὕτως ἀπαντησόμεθα; τί οὖν φημι; εἰ οὐ λίθον οὐδὲ ξύλον, ἃ τοὺς τοίχους συνίστησιν, ὁ Χριστὸς οἰκεῖἵνα ἐξ ὧν καὶ αὐτοὶ συνομολογοῦσιν ληψώμεθα, δῆλον δὲ δήπου ὡς τὸ οἰκεῖν που, σώματος, οὐκ εἰκόνος λέγεται εἶναιοὐδὲ πάρεστιν ἐν αὐτοῖς, ἄρα διατοῦτο οὐδὲ ἐν τοίχοις περιγραφήσεται. πῶς γὰρ ἐν ᾧ τόπῳ τίς μὴ πάρεστιν περιγραφήσεται; εἰ δὲ ἐν τούτοις οὐκ οἰκεῖ, κατ' οὐρανοὺς πάντως οἰκεῖ, κατ' οὐρανοὺς δηλαδὴ καὶ περιγραφήσεται, δῆλον δὲ σωματικῶς, ἐπεὶ καὶ οὐρανὸς τοῦ παντὸς περιγραφὴ καὶ ὅρος ἐστίν τε καὶ λέγεται. ὅλως δὲ τὸ ἐν τῷδε μὲν εἶναι τῷ τόπῳ καὶ ἐν τῷδε οἰκεῖν, ἐν τῷδε δὲ μὴ δὲ εἶναι μὴ δὲ οἰκεῖν, οὐδὲν ἕτερον ἢ περιγραφῆς ἡμῖν πάντῃ τε καὶ πάντως ἔννοιαν ὑποτίθεται. εἰ δὲ σεσωματωμένος καὶ νῦν ὁ Χριστός ἐστιν, καθὰ οἱ ἀληθινοὶ προσκυνηταὶ αὐτοῦ πιστεύομεν, ἴδιον δὲ σώματος τὸ τόπῳ περιγράφεσθαι, περιγραπτὸς ὁ Χριστὸς ἄρα, κἂν οἱ φιλαπερίγραπτοι μὴ πείθωνται, καὶ περιπείρονται ῥᾳδίως ἐξ ἀπιστίας καὶ ἀμαθίας ἐξ ὧν διαδιδράσκειν ᾤοντο. ὃ δὲ πλέον αὐτοὺς παρεκρούσατο ἡ τῶν τοίχων ὀνομασία ἐστίν· καὶ γεγόνασιν τῶν τοίχων ἀναισθητότεροι καὶ τῶν λίθων ἀκινητότεροι, σκληρὰν καὶ ἀτεράμονα τὴν καρδίαν πρὸς τὴν σύνεσιν τῶν ἀληθῶν θέμενοι καὶ μηδὲν πλέον τῶν λεγομένων ἢ ἀκουομένων καὶ τοῖς αἰσθητοῖς προσπιπτόντων ὄμμασιν ἐννοεῖν δυνάμενοι. οἱ γὰρ τοῖχοι οὐκ εἰκονογραφίας χάριν παρελήφθησαν, ἀλλὰ τοῦ ἐμπεριέχειν καὶ ἐμπερικλείειν ἅπερ ἐν τοίχοις περιέχεσθαι πέφυκεν καὶ ἐντὸς καθορίζεσθαι. καὶ οὐ συνῆκαν οἱ δείλαιοι ὅτι τὰ εἰρημένα ἅπαντα πρὸς ἀντιδιαστολὴν τῶν παρ' Ἕλλησιν μυσαρῶν σεβασμάτων προενήνεκται. Ἕλληνες γὰρ τὰ ἑαυτῶν ξόανα τοίχοις καὶ ἀδύτοις καὶ σκοτεινοῖς τόποις ἐγκατακλείοντες (ἐπεὶ τῷ ὄντι σκότους εἰσὶν ἄξια) αὐτοῦ μόνον τοὺς ἐνῳκισμένους περιγράφεσθαι νομίζουσιν ἀνοηταίνοντες, ξύλα γε ὄντας καὶ λίθους καὶ ὁποίας ἂν εἶεν ὕλης. ὁ δὲ Χριστὸς καὶ θεὸς ἡμῶν, ὡς ἀληθῶς εἰπεῖν, σωματικῶς νῦν ἐπὶ γῆς οὐκ ἐνδημῶν (ὡς θεὸς γὰρ πανταχοῦ καὶ ὑπὲρ τὸ πᾶν ἐστιν) οὐδὲ τοίχοις καὶ δόμοις τισὶν περιειργόμενος πιστεύεται· εἰς οὐρανοὺς γὰρ μετὰ τοῦ προσλήμματος ἀνιών, συμπάρεδρον τῷ θρόνῳ τῷ πατρικῷ τὴν ἀπαρχὴν τοῦ καθ' ἡμᾶς φυράματος ἀπειργάσατο· καὶ θώκοις ἐγκαθίδρυται τοῖς ἐκ δεξιῶν τοῦ θεοῦ καὶ πατρός, ᾧ οἶδεν αὐτὸς θεϊκῷ τρόπῳ. οὐκοῦν περιγραπτὸν ἐκ παντὸς τὸ Χριστοῦ σῶμα καὶ οὐκ ἐκείνοις μᾶλλον ἢ τῷ ἐκκλησιαστικῷ φρονήματι συνηχήσει τε καὶ συλλήψεται τὰ εἰρημένα· εἰ δὲ ταῦτα οὕτως ἔχει, καὶ γράφεται δήπου καὶ εἰκονίζεται. οἱ δὲ περὶ τὴν λέξιν τῆς γραφῆς σκοτισθέντες καὶ ταυτὸν εἶναι οἰόμενοι γραφήν τε καὶ περιγραφὴν εὐκαίρως τοὺς ἐλέγχους τῆς ἀμαθίας ἐκ περιτροπῆς ὑποδέχονται. πάντα γὰρ πρὸς τὸ οἰκεῖον βούλημα θηρεύειν ἀβούλως καὶ σφαλερῶς διαγωνίζονται ἵνα ὅτῳ δὴ τρόπῳ τὴν Χριστοῦ μνήμην ἀφέλοιντο· βαρὺς γάρ ἐστιν αὐτοῖς καὶ ἐν εἰκόνι βλεπόμενος καὶ εἰς μνήμην ἐρχόμενος. 146 τοῖς προηγουμένοις τὰ ἑπόμενα καὶ παρ' αὐτοῖς ἐκτεθέντα, τοιαῦτα· Καὶ πάλιν ὁ αὐτός, φασίν, ἐν τῷ λόγῳ αὐτοῦ τῷ εἰς τὸν Ἀβραὰμ φάσκει·" Οἱ δὲ τρεῖς ἄγγελοι ὅτι ἦλθον πρὸς τὸν Ἀβραὰμ καὶ ταῦτα ἐποίησαν, ὑπὸ Ἑλλήνων ἀκόντων μαρτυροῦνται. οἱ γὰρ τὴν τῶν Παλαιστινῶν οἰκοῦντες γῆν καὶ εἰκόνας γράφοντες τῶν σεβασμάτων αὐτῶν τρεῖς γράφουσιν ἀγγέλους καὶ τὸν Ἀβραὰμ μετ' αὐτῶν καὶ τὴν Σάρραν καὶ μόσχον καὶ ἄλευρον· καὶ πάντα ὅσα λέγει ἡ γραφὴ διὰ μέλανος, λέγουσιν ἐκεῖνοι δι' ἀγαλμάτων. ταῦτα δὲ εἴρηται ἵνα οὐ τοῖς πιστοῖς δι' Ἑλληνικῶν γένηται ἡ πίστις· ἡμεῖς γὰρ παρὰ τῶν ἔξωθεν οὐ δεχόμεθα τὰς ἀποδείξεις." ὢ βυθὸς ἀνοίας. ὅπως τὸ ἀνελεύθερον καὶ ἀνεπιστάτητον τῆς γνώμης τῶν νεογνῶν εἰς πίστιν ἀπογυμνοῦται. ἄξιον γὰρ ὧδε εἰπεῖν ὅτι οὔτε ἃ λέγουσιν οἴδασιν οὔτε περὶ τίνων διαβεβαιοῦνται. ποίαν γὰρ ταῦτα τοῖς λόγοις αὐτῶν συνηγορίαν ἔχει, ὁπότε οὐδὲ τῷ σκοπῷ τοῦ συγγραφέως παρακολουθῆσαι αὐτοῖς ἐξεγένετο; οὐδὲ γὰρ περὶ ἀγαλμάτων τινῶν ἐβούλετο διαλέγεσθαι, πότερον φευκτὰ ἢ οὐ φευκτά, ἀλλὰ τὰ κατὰ τὸν Ἀβραὰμ διεξιὼν ἀπάγει καὶ πρὸς Ἕλληνας τὸν λόγον, ἐπαγαγέσθαι πειρώμενος πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν καὶ αὐτούς, ὡς εἰ μὴ τοῖς παρὰ τοῦ πνεύματος γεγραμμένοις προσέχοιεν, τοῖς γοῦν φαινομένοις πεισθεῖεν. καὶ γὰρ τὰ Σοδόμων εἰς προῦπτον ἔκειτο· τοιαῦτα γὰρ μικρὸν πρόσθεν ἔλεγεν· Εἰ δέ τις Ἑλλήνων ἀπιστεῖ ἢ τοῖς δι' Ἀβραὰμ εἰρημένοις ὅτι τρεῖς ἦλθον πρὸς αὐτὸν καὶ ὑπεδέχθησαν ἢ τοῖς διὰ τὸν Λὼτ καὶ τὰ Σόδομα, βλεπέτω ὀφθαλμοῖς ἃ λέγει τὰ ῥήματα· Σόδομα γὰρ ἔτι καὶ νῦν κατέστραπται, δείκνυσιν δὲ τὸν Λὼτ ζῶντα. ταῦτα προθέμενος ἐπάγει εὐθύς· Οἱ δὲ τρεῖς ἄγγελοι ὅτι ἦλθον πρὸς τὸν Ἀβραὰμ καὶ τἄλλα ὅσα κατὰ τὴν ἀρίστην ἐκείνην ὑποδεξίαν πέπρακται καὶ ἡ προκειμένη περιέχει χρῆσις. ἐν ᾧ τοίνυν τῶν ῥημάτων ἀμφισβητοῖεν Ἕλληνες, τοῖς γοῦν παρὰ τῶν οἰκείων καὶ γένει καὶ θρησκείᾳ προσηκόντων ἐξευρημένοις τὰ κατὰ τὸν Ἀβραὰμ εἰρημένα δεχέσθωσαν. οὐκοῦν οὐ περὶ ἀγαλμάτων τῶν καθ' Ἕλληνας ὁ λόγος, ὅπως ἔχουσιν βδελυρίας ἢ μή (τοῦτο γὰρ περιττὸν ζητεῖν καὶ ἀνόνητον, ὡμολογημένου ἤδη καὶ πεφανερωμένου βδελυκτὰ εἶναι τὰ Ἑλλήνων παρὰ Χριστιανοῖς), ἀλλ' ὅτι τὰ κατὰ τοὺς ἀγγέλους καὶ τὸν Ἀβραὰμ καὶ Ἕλληνας δέχεσθαι δίκαιον παρ' Ἑλλήνων δι' ἀγαλμάτων δεικνύμενα. ποία οὖν τοῖς ἀσεβέσιν πρόφασις τὰ κατὰ τὴν ἐκκλησίαν κακίζειν; ἢ ποῖος μῶμος αὐτῇ προσπλεκήσεται παρὰ τὸ πειρᾶσθαι δι' ἀγαλμάτων τὰ κατὰ τὸν Ἀβραὰμ δεικνύειν τοὺς Ἕλληνας; ἢ οὐχὶ δὴ μᾶλλον μέμψεως οὗτοι καὶ κατηγορίας ἄξιοι; εἰ γὰρ Ἕλληνες τὰ θεῖα ἁρπάσαντες καὶ ἡμέτερα, σπουδὴν περὶ τὴν ἀλήθειαν ἔθεντο, πόσον ἔδει τοὺς πιστοὺς σπουδαιότερον περὶ ταῦτα διανίστασθαι; οὐδὲ γὰρ ἐπειδὴ Ἕλληνες τἀληθῆ γράφουσιν, ἡμᾶς χρὴ παραγράφεσθαι τὴν ἀλήθειαν πρὸς τὴν τῶν πραγμάτων ἀποβλέποντας φύσιν. διατοῦτο γὰρ καὶ Ἰουδαῖοι κατάκριτοι, ὅτι ἃ πάλαι αὐτοῖς προσῆκεν νῦν ἡμέτερα γέγονεν. τὸν γὰρ πλοῦτον τὸν ἐκείνων ληϊσάμενοι σφετεριζόμεθα, ὅτι τὸν ἐλθόντα εἰς τὰ ἴδια οἱ ἴδιοι οὐ παρέλαβον· ὥστε τὰ παρ' ἀπίστοις στηλογραφούμενα εὐγνωμόνως πιστοῖς προσίεσθαι δίκαιον, ἐπεὶ καὶ τοῖς γεγραμμένοις οἰκεῖα καὶ ὁμόλογα. 147 ἔτι τοῖς εἰρημένοις προστίθησιν ὁ διδάσκαλος· ταῦτα δὲ εἴρηται ἵνα οὐ τοῖς πιστοῖς δι' Ἑλληνικῶν γένηται ἡ πίστις· ἡμεῖς γὰρ παρὰ τῶν ἔξωθεν οὐ δεχόμεθα τὰς ἀποδείξεις. ἡμῖν γὰρ ὡς ἀληθῶς οὐδεὶς λόγος παρὰ τῶν ἔξωθεν τὰς πίστεις δέχεσθαι τῶν κατὰ τὸν Ἀβραὰμ πρὸς τὴν τῶν ἀγγέλων φιλοφρόνως πεπραγμένην δεξίωσιν, οὐδὲ ἄλλου ὅτου χάριν, τοῖς ἱεροῖς ἤδη ἐντεθραμμένοις λόγοις τε καὶ παιδεύμασιν. καὶ γὰρ ὁ κύριος, φησίν, τῶν δαιμονίων βοώντων·" Σὺ εἶ ὁ Χριστός", ἐπετίμα καὶ οὐκ εἴα λαλῆσαι, ἀπαξιῶν παρὰ δαιμόνων μαρτυρεῖσθαι. ἀλλ' οὐ παρὰ τοῦτο καὶ ἡμεῖς Χριστὸν ὁμολογεῖν παραιτησόμεθα. οὐδὲ Παῦλον δυσφημήσομεν ἐπειδὴ ἀκούομεν εὐφημοῦσαν αὐτὸν τὴν Πυθόληπτον. μὴ δὲ γὰρ τοῖς προσώποις προσεκτέον, ἀλλὰ ταῖς ἀληθείαις αὐταῖς ἐπικριτέον τὰ πράγματα· καίτοι παρὰ τῶν ἐναντίων πρὸς πίστιν ἡ ἀλήθεια τὸ ἐπαγωγὸν μᾶλλον καὶ πιθανὸν κέκτηται. ἤδη δὲ ἔγωγε καί τινος ἐπυθόμην λέγοντος θεολόγων ἑτέρωθεν· Πάλιν Βαλαὰμ προφητεύει καὶ Σαμουὴλ ἕλκεται, εἰ δοκεῖ, δι' ἐγγαστριμύθου, καὶ δαίμονες ὁμολογοῦσιν τὸν Ἰησοῦν ἄκοντες καὶ διὰ τῶν ἐναντίων, ἵνα καὶ πιστευθῇ μᾶλλον ἡ ἀλήθεια· καὶ ἀποστόλων τοῦ μεγαλόφρονος, ὡς ἤδη ἀνέχεταί τινων κηρυσσόντων τὸ εὐαγγέλιον, καὶ τούτων ἀπίστων καὶ οὐ μικρὸν αὐτῷ ἐπισωρευόντων ἐντεῦθεν τὸν κίνδυνον, ἵνα ὅτῳ τρόπῳ, προφάσει τε καὶ ἀληθείᾳ, Χριστὸς καταγγέλληται. 148 ἐοίκασιν δέ μοι παραπλήσιόν τι πεπονθέναι τῶν Ἰουδαίων· ὥσπερ γὰρ ἐκεῖνοι τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ' ὑπετάγησαν, οὕτω καὶ οὗτοι τῷ ἰδίῳ σκοπῷ πανταχοῦ ἑπόμενοι, τῷ σκοπῷ τοῦ δι δασκάλου οὐκ ἠκολούθησαν. πρὸς γὰρ τὸ λέγον ῥητὸν μόνον ὅτι ἡμεῖς ἐκ τῶν ἔξωθεν πίστιν οὐ δεχόμεθα βουκολούμενοι καὶ τῇ ἐννοίᾳ τοῦ συγγεγραφότος οὐ προσχόντες, πρὸς τὴν ἰδίαν φαυλότητα τὸν νοῦν ᾐχμαλώτευσαν καὶ κατὰ τῶν ἱερῶν συμβόλων τῆς θείας οἰκονομίας οὐδὲν προσῆκον κακῶς ἐξειλήφασιν. καίτοι εἰ καὶ πρὸς εἰκόνας ὁ λόγος ἀπέβλεπεν, ἀκούσαντας τὸ μηδὲν παρὰ τῶν ἔξωθεν ἡμᾶς δέχεσθαι ἀπολήγειν ἐχρῆν τῆς ἀλόγου ὁρμῆς καὶ μὴ προσάγειν ἐπ' αἰσχύνῃ καὶ κατακρίσει αὐτῶν εἰς μαρτύριον. καὶ οὕτως ἂν τὸ κλέος ἡ ἐκκλησία ἠνέγκατο· ἡμῖν γὰρ οὐ παρὰ τῶν ἔξωθεν τὰ ἡμέτερα ἀλλὰ παρὰ τῶν ἡμετέρων πιστῶν καὶ θεοσεβῶν ζήλῳ θερμῷ πρὸς τὴν εὐσέβειαν ἠγμένων τὸ ἐξ ἀρχῆς παραδίδοται. μάτην λοιπὸν ἐπ' ἐκείνοις αὐχοῦσιν τοῖς λόγοις· ἃ γὰρ οὐδὲ παρὰ μεμηνότων ἤκουσται πρὸς ἱερὰ ἀπεικάσματα μεθαρμοζόμενα, πρὸς κατηγορίαν, οὐ σύστασιν ἑαυτῶν προηγάγοντο. 149 ἔτι φασὶν ὅτι Εἶθ' οὕτως καὶ ἐν ἑτέρῳ λόγῳ τῷ εἰς τὸν δεσμοφύλακα ἐπιγραφομένῳ λέγει·" Εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου, πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν γραφῶν τῆς τῶν ἁγίων ἀπολαύομεν παρουσίας, οὐχὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχοντες ἀλλὰ τῶν ψυχῶν· τὰ γὰρ παρ' αὐτῶν εἰρημένα τῶν ψυχῶν αὐτῶν εἰκόνες εἰσίν." 0 ὡς ἐκπλήξεως ταῦτα γέμει καὶ ἀμηχανίας πολλῆς καὶ θάμβος καὶ ἀπορία οὐ μικρὰ τοῖς ἐντυγχάνουσιν ὡς τὸ εἰκὸς περιχυθήσεται· πότερον, ὅπως εἰς ἄκρον ἠλιθιότητος καὶ ἀναισθησίας οἱ κεχρημένοι παραλόγως ἵκοντο, θαυμάσεταί τις, ἢ καταπλαγείη ὅσον τῶν πρὶν ἀσεβῶν ὑπερηκόντισαν εἰς παράνοιαν. ἀφ' ὧν γὰρ ἔδει καταδύεσθαι καὶ αἰσχύνεσθαι, ἀπὸ τούτων οἵ γε παρρησιάζονται καὶ τὴν ὀφρῦν κατὰ τῆς εὐαγοῦς ἡμῶν δόξης οὐκ εὐαγῶς ἀνασπῶσιν. ὅπως γὰρ ἐπὶ κατηγορίᾳ, οὐ συνηγορίᾳ αὐτοῖς συμπεπόρισται, οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν οἱ δείλαιοι, ἐπειδὴ ἐν σκότει τῆς ἀπιστίας ὁμοῦ καὶ ἀμαθίας διαπορεύονται, οὐδ' αὐτῶν ὧν προάγουσιν λόγων ἐν περινοίᾳ γενέσθαι ἰσχύσαντες. οἶμαι γὰρ οὐδὲ τοὺς πάθει μανίας ἑαλωκότας διαμφισβητεῖν ὡς τὰ τῶν εἰκόνων ἀναθήματα τῶν εἰκονιζομένων προσώπων εἰς μνήμην καὶ φαντασίαν τοὺς ὁρῶντας ἐνάγουσιν· καὶ συλλήψεταί γε, εὖ οἶδα, μᾶλλον ταῦτα τοῖς ἤδη τὰ τῶν ἁγίων πρεσβεύουσιν. τί γὰρ τὸ ἐμποδὼν στήσεται ἐκ τῆς αὐτῆς τῷ λογογράφῳ ὑποθέσεως ἀφορμηθέντας καὶ τῷ αὐτῷ τοῦ λόγου σχήματι χρησαμένους φάναι ὅτι δὴ τὰς τῶν ἁγίων ἀνατιθέντες εἰκόνας αὐτοὺς ἐκείνους διὰ τούτων κατοπτριζόμεθα, καὶ ἀναθεωροῦμεν αὐτῶν τὴν γενναιότητα καὶ τοὺς ἄθλους καὶ τὴν πρὸς θεὸν ἀγάπην τε καὶ οἰκείωσιν; ἐξ ὧν δὴ καὶ ὠφέλειαν καρποῦσθαι πάρεστιν, εἰς μίμησίν τε τῆς πρὸς θεὸν αὐτῶν διαθέσεως καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας ἀγώνων διανίστασθαι. 150 καὶ ταῦτα μὲν τῆς τῶν ἀγνωμόνων εἰκαιοβουλίας καὶ παρανοίας. ὁ δ' οὖν τούτους τοὺς λόγους πρῶτος ἐρανισάμενος, καίτοι θερμὸς τυγχάνων τῆς ἀποστασίας προστάτης, ὁ Μαμωνᾶς φημι Κωσταντῖνος, ἐπὶ πλεῖστον βακχείας καὶ ἐμπληξίας κατολισθήσας καὶ τὴν ἀχλὺν τῆς ἀθεΐας περικεχυμένος, ὅμως μικρὸν γοῦν τῆς ἀβουλίας ἐπῃσθημένος ἤδη ἠπείγετο τῶν ἐν τῇ κοπροφόρῳ κοιτίδι συντεθέντων τῆς βλασφημίας τινὰς χρήσεις ὑποσπάσαι. τάχα δ' ἂν καὶ πρὸ τῶν ἄλλων ταύτην ὑφείλετο οἷα δὴ τὸ ἠλίθιον αὐτῶν ἐμφανέστερον θριαμβεύουσαν· κἂν τὸ νοηθὲν ἐπετέλεσεν, εἰ μὴ ὁ κατὰ τὴν ἱερωσύνην ἐπὶ κακῷ τῷ ἑαυτοῦ τὸ τηνικαῦτα προὔχων, ἐλεεινῶς καὶ ἀθλίως φρονῶν, παραινέσεσιν πλείσταις χρησάμενος διεκώλυσεν, εὐπρόσωπον ἀφορμὴν προϊσχόμενος καὶ πιθανὸς πρὸς τὸν λόγον ὀφθείς, ὡς οἷα ὑπ' εὐνοίας ἠγμένος, φάσκων ὡς εἰ ταῦτα περιέλοι τῶν συγγεγραμμένων, χώραν δοίη τοῖς ὑπεναντίοις τοιαῦτα λέγειν, ὅτι γε τὰ μέν, ἐν οἷς ἀρέσκονται τοῖς ἐγκρίτοις πατράσιν, ἀνατιθέασιν, ἃ δὲ οὐκ ἀρέσκει αὐτοῖς, ἀποβάλλονται, ἐξουσίᾳ μᾶλλον ἢ ἀληθείᾳ δογμάτων πράσσοντες. ἐναργοῦς δὲ οὔσης αὐτῶν τῆς ματαιότητος, περιττὸν ἦν που ἐπὶ πλέον ἀντιλέγοντας ταῦτα εὐθύνειν, ὡς ἂν μὴ τῆς ἴσης ἐκείνοις νομισθῶμεν παραφροσύνης. πλὴν ἵνα μή τινες τῶν ἀφελεστέρων τὴν ἐπὶ τοῖς ἑπομένοις λόγοις δύναμιν ἀγνοοῦντες καὶ τῇ παρεξηγήσει τῶν ἀπατεώνων δελεαζόμενοι παραβλάπτοιντο, ταύτῃ τοι τὸν προκείμενον τῷ διδασκάλῳ νοῦν ἀναπτύξαι εἰς δέον κεκρίκαμεν, ὡς ἂν εὐκάτοπτα τὰ τοῦ λόγου καὶ σαφῆ παραστήσωμεν. σκοπὸς γὰρ τῷ πατρὶ οὐκ εἰκόνας ἁγίων καὶ τοὺς περὶ αὐτῶν λόγους συμβάλλειν, ὁποῖόν τι τούτων αἱρετέον, ὁποῖόν τε παρετέον, ἀλλὰ δεικνύειν προηγουμένως ὡς οἱ ἅγιοι καὶ διὰ τῶν λόγων αὐτῶν καὶ τῶν γεγραμμένων περὶ αὐτῶν μεθ' ἡμῶν εἰσιν. 151 λοιπὸν μεθ' οὓς προεξύφηνε λόγους, κατὰ τοῦτο δὴ τὸ χωρίον γενόμενος, προτίθησιν ῥητόν τι ψαλμικόν, ἐκεῖνο δὴ τὸ Αἴνει ἡ ψυχή μου τὸν κύριον, καὶ ἐπάγει ὁ αὐτός· Ταῦτα ὁ Δαυῒδ εἶπεν τότε· ταῦτα καὶ ἡμεῖς μετὰ τοῦ Δαυῒδ ψάλλομεν σήμερον. εἰ γὰρ καὶ μὴ τῷ σώματι πάρεστιν, ἀλλὰ τῷ πνεύματι πάρεστιν. καὶ ὅτι πάρεισιν ἡμῖν οἱ δίκαιοι καὶ μεθ' ἡμῶν ψάλλουσιν, ἄκουσον τί φησιν ὁ Ἀβραὰμ πρὸς τὸν πλούσιον. λέγοντος γὰρ ἐκείνου· Πέμψον Λάζαρον, ἵνα οἱ ἀδελφοὶ αὐτοῦ μαθόντες τὰ ἐν Ἅιδου διορθώσωνται τὰ καθ' ἑαυτούς, λέγει πρὸς αὐτόν· Ἔχουσιν Μωσέα καὶ τοὺς προφήτας. καὶ μὴν καὶ Μωσῆς καὶ οἱ προφῆται πάλαι τεθνήκασιν· ἀλλ' εἰ καὶ τεθνήκασιν τῷ σώματι, διὰ τῶν γραμμάτων εἶχον αὐτούς. ταῦτα εἰπὼν καὶ βουλόμενος κατασκευάσαι καὶ πιστώσασθαι εἶναι μεθ' ἡμῶν τοὺς ἁγίους, λαμβάνει παραδείγματος τρόπῳ τὰ ἐπαγόμενα καὶ φησίν· εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου. ἴσμεν δὲ δήπου ὅτι οὐδὲν παράδειγμα ἀμφισβητήσιμον, ἐπεὶ δεήσεται καὶ ἑτέρας κατασκευῆς καὶ οὐκ ἂν εἴη ἔτι παράδειγμα. ὡς οὖν παρὰ πᾶσιν καὶ σοφοῖς καὶ ἰδιώταις ὁμολογούμενα ταῦτα προθείς, συλλογίζεται καὶ ἐπάγει ὅτι πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν γραφῶν τῆς τῶν ἁγίων ἀπολαύομεν παρουσίας, οὐχὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχοντες ἀλλὰ τῶν ψυχῶν· τὰ γὰρ παρ' αὐτῶν εἰρημένα τῶν ψυχῶν αὐτῶν εἰκόνες εἰσίν. ἐν τούτοις βούλεται λέγειν ὁ συγγραφεὺς ὅτι αἱ μὲν τῶν σωμάτων εἰκόνες τὰ σώματα, ὁποῖα ἦν, εἰκονίζουσίν τε καὶ ἐμφανίζουσιν, τὰ δὲ παρὰ τῶν ἁγίων εἰρημένα τὸ γενναῖον καὶ ἀήττητον τῶν ψυχῶν αὐτῶν παράστημα εἰκονίζουσιν καὶ κηρύσσουσιν, καὶ διὰ τῶν γεγραμμένων περὶ αὐτῶν τῆς παρουσίας αὐτῶν ἀπολαύομεν. ταῦτα δὲ οὐ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχειν ἡμῖν προξενεῖ, αὐτοὺς δὲ τοὺς ἁγίους μεθ' ἡμῶν εἶναι παρασκευάζει· Εἰ γὰρ καὶ μὴ πάρεισιν, φησίν, τῷ σώματι, ἀλλὰ τῷ γε πνεύματι πάρεισιν. καὶ ταύτῃ γοῦν οὐ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχειν ἔλεγεν, οὐχ' ὅτι οὐκ εἶχεν (εἶχεν γάρ· καὶ τοῦτο φανερὸν διὰ τῶν ἔργων ἐποίει), ἀλλ' ὅτι ἐν τῇ ἀναλήψει τῶν περὶ τῶν ἁγίων λόγων, οὓς διὰ γλώσσης φέρομεν, τῶν ψυχῶν αὐτῶν οἱονεὶ τὰς εἰκόνας ὑφηγουμένους βλέπομεν. οὐχ' εὑρίσκομεν δὲ οὐδὲ ὁρῶμεν ἐνταῦθα σωματικῶν αὐτῶν εἰκόνων λόγον, ἐπεὶ οὐδὲ συναναφαίνονται τοῖς λόγοις αἱ εἰκόνες. καὶ διατοῦτο λέγομεν ὅτι οὐκ ἔχομεν· οὐδὲ γὰρ σώματι αὐτοὺς βλέπομεν ἀλλὰ πνεύματι. δῆλον δ' ἂν τοῦτο κἀντεῦθεν γένοιτο· οἱ γὰρ λόγοι, ἐπειδὴ νοῦ γέννημα, οὐ σώματος, ὑπάρχουσιν, κἂν διὰ τῶν φωνητικῶν τοῦ σώματος ὀργάνων προφέρωνται, οὐ σωμάτων ἡμῖν ἕξιν ἐκτυποῦσιν καὶ εἶδος, ἀλλὰ ψυχῆς καὶ νοῦ τοῦ γεννήσαντος χαρακτηρίζουσιν τὴν διάθεσιν. οὐκοῦν τοὺς λόγους τοὺς τῶν ἁγίων διὰ τῶν γεγραμμένων μεταχειριζόμενοι, τῶν ψυχῶν αὐτῶν ὁρῶμεν τὰ ἀνδραγαθήματα ἡμῖν διαμορφούμενα· καὶ οὐ σωματικῶς ἀλλὰ πνευματικῶς παρεῖναι πεπείσμεθα. διὸ οὐδὲ σωματικῶς ἐν τοῖς κατ' αὐτοὺς λόγοις ἐξετάζομεν, ἵνα καὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχειν λέγωμεν· ἄλλως τε δὲ ἕτερος ψυχῆς λόγος καὶ ἄλλος σώματος, καὶ οὐκ ἐνὸν ἐπ' ἀμφοῖν καὶ κατὰ ταυτὸν τοὺς αὐτοὺς λόγους ποιεῖσθαι ἢ τὰς εἰκόνας αὐτῶν ὁμοῦ παραλαμβάνειν. πῶς γὰρ ὧν ὁ λόγος διάφορος, ὁ τρόπος ὁμοῦ συμπαραληφθήσεται; ὁπηνίκα τοίνυν περὶ ψυχῆς τις καὶ τῶν κατὰ ψυχὴν διαλαμβάνει, οὐκ ἔστιν κατὰ ταυτὸν καὶ περὶ σώματος καὶ τῶν κατὰ σῶμα συνδιεξέρχεσθαι, ἵνα καὶ τὸν περὶ σωματικῆς εἰκόνος ἀνέλοιτο λόγον. ἀλλ' οὐδὲ ὁμοία ἡ περὶ ἑκατέρου τούτων ἐπιχείρησις. ἡ μὲν γὰρ εὐκολία τοῦ παραλαμβανομένου λόγου τῆς τῶν ψυχῶν ἁπλότητος ἕνεκεν ἀθρόον καὶ ὡς ἐν ἀκαρεῖ τῷ χρόνῳ τὴν μνήμην ἀνακινοῦσα καὶ τὴν ἑκάστης ἰδιότητα ῥᾳδίως ἐν τῷ νοῒ ἀνεζωγράφησεν. ἡ δὲ δυσχέρεια τοῦ ἐπιτηδευομένου τρόπου τῆς παχύτητος τῶν σωμάτων χάριν οὐχ' ὧδέ πως ἔχει· οὐδὲ γὰρ ἂν οὕτως εὐπετῶς τὰ σωματικὰ γνωρίσματα καταχαράξαι σχοίη· δεήσεται γὰρ καὶ τέχνης καὶ ὕλης καὶ τοῦ μετιόντος τὴν τέχνην γραφέως. ὥστε ὁ περὶ τῶν ψυχῶν τῶν ἁγίων τὸν λόγον ποιούμενος οὐχ' οἷός τέ ἐστιν καὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας κατὰ ταυτὸν πάντως ἔχειν. 152 ἀλλ' οὐ παρὰ τοῦτο ἀπαγορεύειν αὐτὰς τὸν διδάσκαλον ὑποληπτέον. ἀλλ' ὅποι αὐτῷ τὰ τοῦ σκοποῦ καὶ τοῦ καιροῦ φέρει, ἐστοχασμένως ἐξετάζειν χρεών· πάντων γὰρ μάλιστα, καὶ καιρὸν καὶ μέτρα ἑκάστῳ ᾔδει τιθέναι πράγματι. διὰ πάντων οὖν δηλοῦται ὡς οὐκ ἀναιρεῖ τῶν ἁγίων εἰκόνων τὸ χρῆμα, ἀλλ' ὅτι οὐ συνυπάρχουσιν οὐδὲ ἐξ ἀνάγκης ἐν τοῖς περὶ τῶν ἁγίων προαγομένοις ἕπονται λόγοις, ταῦτα διέξεισιν. ἡμεῖς δὲ καθάπερ καὶ τὸ ἐκείνου ἔχει φρόνημα γινώσκομεν, καὶ τὰ συζυγῆ τῶν τιμίων ψυχῶν σώματα τίμια ἡγούμεθα· ὧν γὰρ αἱ ψυχαὶ τίμιαι, δῆλον δήπου καὶ τὰ σώματα καὶ τοῦ παντὸς λόγου ἄξια ὡς ὄργανα τοῖς ἁγίοις ὑπηρετησάμενα, ἐν οἷς τὸ γενναῖον καὶ στερρὸν καὶ ἀδάμαστον ἐν ταῖς βασάνοις ἐπεδείξαντο· μεθ' ὧν ὡς συνάθλοις καὶ συστεφθήσονται, ἡνίκα κατὰ τὴν μέλλουσαν κοινὴν πάντων ἀνάστασιν ταῦτα ἀπολήψονται ἄφθαρτα. οἱ τοίνυν διὰ τῶν γραφῶν τὰς εἰκόνας τῶν ψυχῶν τῶν ἁγίων ἔχοντες ἀναγκαίως καὶ ἀκολούθως διὰ τῶν χρωμάτων ἢ ὁπωσοῦν ἑτέρως καὶ τὰς τῶν σωμάτων αὐτῶν εἰκόνας ἕξουσιν· ὅθεν οὐ περιοπτέαι οὐδὲ ἀτιμαστέαι. προσεκτέον δὲ ὡς οὐ πρὸς εἰκόνας ἁγίων τοὺς λόγους τῶν ἁγίων συνέκρινεν ἀλλὰ πρὸς ἀνθρώπων τῶν τυχόντων καὶ ὁπωσοῦν ἐχόντων. ἦ γὰρ ἂν οὐ καταδεέστερον τὸν λόγον ἐτίθετο· σεμνῶς γὰρ ὅπως αὐτὸς τὴν τοῦ μεγάλου Παύλου εἰκόνα περιέπων καὶ τιμῶν διετέλει καὶ ὡς περὶ τῶν λοιπῶν διέκειτο, ἤδη προδέδεικται. 153 καὶ τὰ μὲν ἡμέτερα ἐπὶ τοσοῦτον· ὁ δὲ διδάσκαλος ἔτι βεβαιοῦν τὰ προκεχειρισμένα αὐτῷ βουλόμενος, ἄγχιστά που τῆς προγεγραμμένης χρήσεως ἐπιφέρει τοιαῦτα· Βούλει μαθεῖν ὅτι ζῶσιν οἱ δίκαιοι καὶ πάρεισιν; οὐδεὶς τοὺς τεθνεῶτας μάρτυρας καλεῖ, ὁ δὲ θεὸς μάρτυρας αὐτοὺς ἐκάλεσεν τῆς οἰκείας θεότητος καὶ πρῶτον αὐτὸν τὸν Δαυΐδ, ἵνα σε διδάξῃ ὅτι ζῇ. τῶν γὰρ Ἰουδαίων ἀμφισβητούντων περὶ αὐτοῦ, λέγει πρὸς αὐτούς· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός; λέγουσιν αὐτῷ· Τοῦ Δαυΐδ. λέγει αὐτοῖς· Πῶς οὖν ὁ Δαυῒδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. εἶδες πῶς ζῇ ὁ Δαυΐδ; εἰ γὰρ μὴ ἔζη, οὐκ ἂν ἐκάλεσεν αὐτὸν μάρτυρα τῆς θεότητος αὐτοῦ· καὶ οὐκ εἶπεν· πῶς ἐκάλεσεν, ἀλλὰ καλεῖ, ἵνα διδάξῃ ὅτι πάρεστιν ἔτι διὰ τῶν γραμμάτων καὶ φθέγγεται. τὰ τοῦ πατρὸς τοιαῦτα· ἐκ τούτων δὲ καὶ τῶν προρρηθέντων εὐχερῶς τις τὸν τρόπον οὗ εἵνεκεν ἔφη μὴ ἔχειν εἰκόνας τῶν ἁγίων σωματικὰς καταλήψεται. 154 κατοκνήσειέν τις τάχα τοῖς προσαπαντῶσιν ἑξῆς ἐπιβάλλειν· θρήνων γὰρ καὶ ὀδυρμῶν καὶ δακρύων πολλῶν, οὐκ ἐλέγχων ἄξια. καί μοι τὸν λόγον ἡ ἔκπληξις ἐπικόπτει καὶ σύγχυσίς πως καὶ ἀκηδία πνεύματος ἀλύοντι ἔπεισιν. ἀπορήσειεν γὰρ ἀνθρώπων γλῶσσα ἐκτραγῳδοῦσα οἷα τοῖς ἀθλίοις συνήνεκται. πότερον γάρ τις τὴν ἀλογίαν κατοικτειρήσειεν ἢ καταπλαγείη τὴν ἀσέβειαν; πρὸς δὲ τῆς ἀναισχυντίας τὸ μέγεθος πῶς οὐκ ἄν τις ἀπαυδήσειεν; τριάκοντα γάρ που σχεδὸν διαγεγόνασιν ἐνιαυτοὶ ἐξ οὗ ἡ πονηρὰ ταύτη ἐπίνοια ἡ κατὰ τῶν ὀρθῶν λόγων ἐξευρεθεῖσα πεφώραται δημοσιευομένη καὶ θριαμβευομένη. καὶ πᾶς τις, ᾧ λόγου ποσῶς μετῆν, ἀνὰ στόμα ἔχων ἠγόρευεν, ἵνα καὶ τῶν οὐχ' ἡμετέρων τι φθέγξωμαι. τίς οὐκ οἶδεν οἷα κατὰ τῆς ἐπιστολῆς τοῦ ὁσίου ἀνδρὸς Νείλου τῆς πρὸς Ὀλυμπιόδωρον γραφείσης τὸν ἔπαρχον, παρὰ τοῖς πάλαι κατὰ Χριστοῦ μανεῖσιν ἐπινενόηται καὶ τετόλμηται, ὅπως τὴν ἐγγεγραμμένην ἐν αὐτῇ τοῦ συντεταχότος διάνοιαν παρέφθειράν τε καὶ παρεποίησαν, τὴν ἀλλοτρίαν δὲ αὐτῷ προσοικείωσαν; ὃ τοῖς αἱρετίζουσιν σύνηθες. ἀλλ' ἐκεῖνοι μὲν οὕτως διακενῆς ἀνομήσαντες ᾤχοντο. τούτων δὲ τίς οἴσει τὸ κατὰ τῆς εὐσεβείας τολμηρὸν καὶ παράνομον, πῶς ἦρται ὁ τοῦ θεοῦ φόβος ἐξ ὀφθαλμῶν αὐτῶν; ὅτι ἐδόλωσαν ἐν γλώσσῃ αὐτῶν καὶ οὐκ ἠβουλήθησαν συνιέναι τοῦ ἀγαθῦναι· καὶ τὴν αὐτὴν ἐκείνοις ἀνομίαν ἐλάλησαν καὶ παρέστησαν πάσῃ ὁδῷ οὐκ ἀγαθῇ· κακίᾳ δὲ οὐ προσώχθισαν. αἰδὼς ἀνθρώπων ἐλήλαται, τῆς ἀληθείας τὸ ἀγαθὸν περιῄρηται, τὸ τῆς πίστεως κράτος ἐξουθένηται, τῆς ἐλπίδος καταπεφρόνηται τὸ ἑδραίωμα. τί ἔτι λέγειν, ἐξὸν παραθεμένους τῶν νενοθευμένων καὶ διεφθαρμένων τὸ ψεῦδος, ἔπειτα τὴν τοῦ θεοφόρου ἀνδρὸς ἐκείνου ἀληθῆ καὶ οἰκείαν δόξαν, ὡς ἔχει εὐσεβείας καὶ δογμάτων εὐθύτητος, ἀφεῖναι τοῖς ἐντυγχάνουσιν, ὅπως αὐτοὶ ἔχοιεν τοὺς τῶν ἀσεβῶν ἐπιγνόντες δόλους καὶ τὰ ἐπιτηδεύματα ἀποθαυμάζειν τε καὶ ἀποδύρεσθαι, οὐ μᾶλλον τῆς ἀσεβείας ἢ τῆς ἀναισχυντίας αὐτοὺς καὶ αὐθαδείας ὑπερεκπληττόμενοι; ἔχει δὲ τὰ παρὰ τῶν ὑπεναντίων ῥᾳδιουργηθέντα οὕτως· Νηπιῶδες καὶ βρεφοπρεπὲς ἡ τοιαύτη ἐρώτησις· περιπλανήσεως τῶν ὀφθαλμῶν τοῦτο γινόμενον, ἀνδρὸς δὲ φρονίμου τοῦτο μακρὰν ἀπέχει· ἐν γὰρ τῷ ἱερατείῳ κατὰ τὸ πρόσταγμα τῆς ἐκκλησιαστικῆς παραδόσεως σταυρὸν ἐγχαράξας ἀρκέσθητι· δι' οὗ σταυροῦ ἐσώθη πᾶν τὸ ἀνθρώπινον γένος· καὶ τὸ λοιπὸν τοῦ οἴκου λεύκανον. 155 ἔχει δὲ καὶ τἀληθῆ καὶ γνήσια τοῦ ὁσίου οὕτως· Ἐπιστολὴ τοῦ ἁγίου Νείλου πρὸς Ὀλυμπιόδωρον ἔπαρχον· Γράφεις μοι, εἰ ἄρα πρεπωδέστατον εἴη μέλλοντί σοι κατασκευάζειν σηκὸν μέγιστον πρὸς τιμὴν τῶν ἁγίων μαρτύρων καὶ τοῦ ὑπ' αὐτῶν διὰ μαρτυρίου ἄθλων καὶ πόνων καὶ ἱδρώτων μαρτυρηθέντος Χριστοῦ, εἰκόνας τε ἀναθεῖναι καὶ ἐν τῷ ἱερατείῳ θήρας ζῴων παντοίας τοὺς τοίχους πλῆσαι τούς τε ἐκ δεξιῶν τούς τε ἐξ εὐωνύμων, ὥστε βλέπεσθαι κατὰ μὲν τὴν χέρσον ἐκτεινόμενα λίνα καὶ λαγωοὺς καὶ τὰ ἑξῆς φεύγοντα ζῷα τοὺς δὲ θηρᾶσαι σπεύδοντας σὺν τοῖς κυνιδίοις ἐκθύμως διώκοντας, κατὰ δὲ τὴν θάλατταν χαλώμενα δίκτυα καὶ πᾶν γένος ἰχθύων ἁλιευόμενον καὶ εἰς τὴν ξηρὰν ἀγόμενον χερσὶν ἁλιευτικαῖς· καὶ προσέτι γυψοπλασίαις πᾶν εἶδος ἐκφάναι δεικνύμενον πρὸς ἡδονὴν ὀφθαλμῶν ἐν τῷ οἴκῳ τοῦ θεοῦ· οὐ μὴν ἀλλὰ καὶ ἐν κοινῷ οἴκῳ χιλίους πήξασθαι σταυροὺς καὶ ἱστορίας πτηνῶν καὶ κτηνῶν καὶ ἑρπετῶν καὶ βλαστημάτων παντοδαπῶν. ἐγὼ δὲ πρὸς τὰ γραφέντα λέξαιμι ὅτιπερ νηπιῶδες ἂν εἴη καὶ βρεφοπρεπὲς τὸ τοῖς λεχθεῖσιν περιπλανῆσαι τὸν ὀφθαλμὸν τῶν πιστῶν· στερροῦ δὲ καὶ ἀνδρώδους φρονήματος οἰκεῖον, τὸ ἐν τῷ ἱερατείῳ μὲν κατὰ ἀνατολὰς τοῦ θειοτάτου τεμένους ἕνα καὶ μόνον τυπῶσαι σταυρόν (δι' ἑνὸς γὰρ σωτηριώδους σταυροῦ τὸ τῶν ἀνθρώπων διασῴζεται γένος καὶ τοῖς ἀπηλπισμένοις ἐλπὶς πανταχοῦ κηρύττεται), ἱστοριῶν δὲ παλαιᾶς καὶ νέας διαθήκης πληρῶσαι ἔνθεν καὶ ἔνθεν χειρὶ καλλίστου ζωγράφου τὸν ναὸν τῶν ἁγίων, ὅπως ἂν οἱ μὴ εἰδότες γράμματα μὴ δὲ δυνάμενοι τὰς θείας ἀναγινώσκειν γραφὰς μνήμην τε λάβωσιν τῆς τῶν γνησίως τῷ ἀληθινῷ θεῷ δεδουλευκότων ἀνδραγαθίας καὶ πρὸς ἅμιλλαν διεγείροιντο τῶν εὐκλεῶν καὶ ἀοιδίμων ἀριστευμάτων, δι' ὧν τῆς γῆς τὸν οὐρανὸν ἀντηλλάξαντο, τῶν βλεπομένων τὰ μὴ ὁρώμενα προτιμήσαντες· ἐν δὲ τῷ κοινῷ οἴκῳ πολλοῖς καὶ διαφόροις οἰκίσκοις διειλημμένῳ ἀρκεῖσθαι καθ' ἕκαστον οἰκίσκον πεπηγμένῳ τιμίῳ σταυρῷ, τὰ δὲ περιττὰ καταλιμπάνειν ἀναγκαῖον νομίζω. 156 γράφει δὲ ὁ αὐτὸς καὶ ἐν τῇ πρὸς Ἡλιόδωρον τὸν σιλεντιάριον ἐπιγεγραμμένῃ ἐπιστολῇ οἷα περὶ τὴν ἐλευθερίαν τοῦ αἰχμαλώτου παιδὸς μοναχοῦ, συνευχομένου αὐτῷ τοῦ πατρός, παρὰ τοῦ μεγάλου μάρτυρος Πλάτωνος τεθαυματούργηται, λέγων· Ἰδοὺ ἐξαίφνης ὁ ἡμέτερος μάρτυς Πλάτων ἐπιστὰς ἔφιππος φαινόμενος, ἕλκων τε καὶ ἄλλον ἵππον εὔκαιρον, ἐμφανίζεται τῷ παιδὶ γρηγοροῦντι καὶ γνωρίζοντι τοῦτον ἐκ τοῦ πολλάκις τὸν χαρακτῆρα τοῦ ἁγίου ἐπὶ τῶν εἰκόνων τεθεᾶσθαι. οἷς ἐφεξῆς προστίθησιν ὅπως δεσμώτην ὁ θεῖος μάρτυς τῶν δεσμῶν λύσας τὸν παῖδα τῷ πατρὶ ἀποδίδωσιν. οὕτως ὁ ἱερὸς Νεῖλος διὰ τῶν οἰκείων καὶ γνησίων λόγων τὴν μὲν ἑαυτοῦ δόξαν οἵαν περὶ τῶν σεπτῶν εἰκόνων κέκτηται ἀποχρώντως παρίστησιν, τῶν δὲ νενοθευκότων καὶ παραφθειράντων αὐτοῦ τὸ γράμμα τὸ κακοῦργον ἐξελέγχει μηχάνημα· ὥσπερ δὲ ἄλλος ἡμῖν νοητὸς Χρυσορρόας τὰ τῆς εὐσεβείας πελαγίζων πάγχρυσα ῥεῖθρα, τῶν πιστῶν μὲν κατευφραίνει καὶ κατάρδει μυστικῶς τὴν διάνοιαν, τῶν ἀπίστων δὲ κατακλύζει καὶ ἀποπνίγει ἐμφανῶς τὴν κακόνοιαν. 157 κενοῖς δὲ κενότερα καὶ ματαιότερα ἐπινοοῦντες καὶ χείρους ἑαυτῶν ἀεὶ φαινόμενοι καὶ οὔποτε Χριστῷ σπείσασθαι ἐθελήσαντες οὐδὲ τὸν κατὰ τῶν ἁγίων καταθέσθαι πό λεμον, τοῖς φθάσασιν ψευδολογήμασιν καὶ μυθεύμασιν τὰ μυθικώτερα ἔτι καὶ ἀπιστότερα προστιθέασιν. καὶ τελευταίας τῆς ἐπιτεχνηθείσης αὐτοῖς τερατείας οἱονεὶ σφραγῖδα ἐπιτιθέντες, συμπλάσσουσιν χρήσεις, εἰς μὲν Ἐπιφάνιον τὸν θεοφόρον τὸν τῆς Κυπρίων κατὰ τὴν ἱερωσύνην ἐξηγησάμενον ψευδῶς καὶ ἀλλοκότως ἀναφέροντες καὶ εἰς τὴν ὁσίαν μνήμην τοῦ ἀνδρὸς ἐξυβρίζοντες, τῷ ἀξιοπίστῳ τοῦ προσώπου τὴν οἰκείαν ἀσέβειαν βεβαιοῦν ἐκμηχανώμενοι. εἴ τις γὰρ ἐκ παραλλήλου τοῖς γνησίοις αὐτοῦ συγγράμμασιν ταῦτα θείη, εὐπετῶς μάλα κατόψεται τῶν ἐξ ἀρχῆς καττυθέντων τὸν τρόπον· Ἐπιφανίδην γάρ τινα τῆς τῶν Δοκητῶν ἀπιστίας καὶ τοῦ Μανιχαίων σκότους ὑπασπιστὴν ταῖς ἀληθείαις διὰ τῶν λόγων αὐτῶν ἐμφανίζουσιν. πρὸς δὲ καὶ παρά τινος ἀνδρὸς ἔκ τε τῆς ἱερωσύνης καὶ τοῦ αἰδεσίμου τῆς πολιᾶς κεκτημένου τὸ ἀξιόχρεων, τὴν πληροφορίαν πρὸς τοῖς ἄλλοις παρεδεξάμεθα, ἐκ τῆς νοθευθείσης ἐπιγραφῆς τῆς παλαιᾶς βίβλου οὐκ ὀλίγοις πρότερον ἔτεσιν τὸν δόλον ἐν τῇ κατὰ Νακόλειαν τῆς Φρυγῶν ἐπεγνωκότος πολίχνῃ· ἔνθα τὸ πρὶν ἡ πονηρὰ καὶ πικρὰ τῆς ἀποστασίας ταύτης φυεῖσα ἄκανθα πανταχῇ τῆς κακίας καὶ ἀσεβείας τὴν βλάστην ἐξέτεινεν. ὡς δὲ πόρρω ταῦτα τῆς Ἐπιφανίου δόξης κεῖται, ἤδη μὲν διὰ πλειόνων ἐπιχειρημέτων καὶ ἐν ἄλλοις ἡμῖν ἱκανῶς ἐπιδέδεικται, ἀλλ' οὖν κἀνταῦθα ἐν τῷ ἰδίῳ ἑκάστου λόγῳ συνοπτικώτερον εἰρήσεται, θεοῦ συναιρομένου καὶ ἐπισχύοντος. πῶς γὰρ δυνατὸν Ἐπιφάνιον πλεῖστα κατὰ τῶν ἀμφὶ Βαλεντῖνον, Μαρκίωνά τε καὶ Μάνεντα καὶ τοὺς τῆς δοκήσεως πονηρᾶς νόσου μετεσχηκότας διεσπουδακότα καὶ συγγεγραφότα, ὥσπερ δὴ καὶ κατὰ πασῶν τῶν ἄλλων αἱρέσεων, πάλιν τοῖς αὐτοῖς περιπίπτειν καὶ χραίνεσθαι καὶ ἃ κατέστρεψεν πάλιν οἰκοδομεῖν αἱρεῖσθαι; μακρὰν ταῦτα τῆς Ἐπιφανίου ἁγιότητος, καθὰ καὶ τῆς δόξης ἀνάξια καὶ ἀλλότρια. διὰ δὴ ταῦτα οἱ δοκοῦντες, ὡς Ἐπιφανίου, τοῖς λόγοις ἐπερείδεσθαι, πλεῖστον αὐτῷ τὸ αἶσχος καὶ ἀδοξίαν ἐξ ἀπροσεξίας περιτιθέασιν. 158 προχειρίζονται οὖν ὡς δῆθεν Ἐπιφανίου Διαθήκην πρὸς τοὺς τῆς ἐκκλησίας αὐτοῦ τετυπωμένην, ὧδέ πως ἔχουσαν· Προσέχετε ἑαυτοῖς καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς παρελάβετε· μὴ ἐκκλίνητε δεξιὰ ἢ ἀριστερά. οἷς ἐπιφέρει· Καὶ ἐν τούτῳ μνήμην ἔχετε, τέκνα ἀγαπητά, τοῦ μὴ ἀναφέρειν εἰκόνας ἐπ' ἐκκλησίας μήτε ἐν τοῖς κοιμητηρίοις τῶν ἁγίων, ἀλλ' ἀεὶ διὰ μνήμης ἔχετε τὸν θεὸν ἐν ταῖς καρδίαις ὑμῶν· ἀλλ' οὔτε κατ' οἶκον κοινόν· οὐκ ἔξεστιν γὰρ Χριστιανῷ δι' ὀφθαλμῶν μετεωρίζεσθαι καὶ ῥεμβασμῷ τοῦ νοός. ὡς δὲ οὐκ ἔστιν ταῦτα Ἐπιφανίου, δῆλον. πρῶτον μὲν ὅτι, ὡς τὰ κατὰ τὸν βίον αὐτοῦ συγγεγραμμένα διδάσκει, ἐκ Βύζαντος ἐπὶ τὴν ἑαυτοῦ καταίρων ἐτελεύτα τὸν βίον. τηνικαῦτα τοίνυν πλωϊζόμενος τοῖς μαθηταῖς ἐπέσκηπτε (καὶ ταῦτα διὰ βραχυλογίας), τὰ τῆς ἀρίστης αὐτοῖς πολιτείας ὑποτιθέμενος· ἐν οἷς οὐδὲν πρὸς τοὺς πολίτας αὐτοῦ ἢ ἕτερόν τι τῶν ἀπειρημένων τῇ ἐκκλησίᾳ διατιθέμενος δείκνυται. καὶ ἐπεὶ ὡμολόγηται ἐξαίρετον τοῖς ἁγίοις εἶναι παρὰ θεοῦ δεδωρημένον χάρισμα, τοῦ βίου τὸ τέρμα προϊδέσθαι, ταῦτα ἡμῖν ἔσται δεκτά. εἰ δὲ ἄλλοτε διετίθετο, διημάρτηκε τοῦ χαρίσματος· ὅπερ λέγειν οὐκ εὐαγές, εἴ γε καὶ ἄλλοις τὸ πέρας τὸ τοῦ θανάτου προαπαγγέλλειν οἱ θεοφόροι ἐνελάμποντο ἄνωθεν. ἔπειτα δ' ὅτι οὐδαμοῦ ἐν τοῖς ἀληθῶς παραδεδομένοις αὐτοῦ ἐν τῇ ἐκκλησίᾳ γνησίοις λόγοις τοιοῦτόν τι παραθέμενος φαίνεται, καίτοι περί τε εἰκόνων περί τε εἰδώλων τῶν παλαιῶν καὶ ἐν ἔθνεσιν, ὅπως τὸ ἐξ ἀρχῆς εὕρηνται καὶ παρὰ τίνων ἐθρησκεύθησαν, ἔτι μὴν καὶ τῶν ἄλλων αἱρέσεων μυριολέκτους βίβλους συντέταχεν· ὡς εἴπερ οὕτως εἶχε φρονήματος, ἑώρα δὲ κατά τι γοῦν περὶ τὸ θεῖον σέβας τὴν Χριστοῦ ἀποσφαλλομένην ἐκκλησίαν ἐπὶ τῷ τῶν ἱερῶν ὁμοιωμάτων σεβάσματι, σπουδὴν ἂν ὡς πλείστην καὶ πρό γε τῶν ἄλλων ἐν ἐκείνοις, ὥστε διορθωθῆναι, γράφειν ἔθετο, μακροὺς καὶ ἀπείρους εἰς τοῦτο συνείρων λόγους· κάκιστον γὰρ καὶ πασῶν αἱρέσεων εἰς κακίαν τὸ ἔσχατον. ἀλλ' οὔτε, ὡς ὁ ἀληθὴς πρεσβεύει λόγος, ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία διέσφαλται, καὶ αὐτὸς ᾔδει ἁπάντων μάλιστα ὡς οὐκ ἐνῆν ψευδοεπῆσαι τὸ πνεῦμα τὸ ἅγιον, ὃ διὰ προφητῶν ἁγίων προεπήγγελται, τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ τοῖς ἐπὶ γῆς διὰ σαρκὸς ἐπιφανέντος, μηκέτι προσκύνησιν καὶ σέβας εἰδώλων ἔσεσθαι, ἀλλὰ καὶ τὰ ὀνόματα αὐτῶν ἀπὸ τῆς γῆς ἐξαλειφθήσεσθαι. ἄλλως τε δὲ οὐδαμοῦ μέχρι καὶ σήμερον ἐν τῇ κατ' Ἐπιφάνιον παροικίᾳ τὰ τῆς ἀνοσίου Διαθήκης ἐκείνης ἐμφανίζεται ἢ ὁ τοιοῦτος παραδέδεκται λόγος. πρὸς δέ γε, οὐδὲ τελευτῶν διαθήκης ἑτέρας εἰς μνήμην ὅλως ἦκται, ὅπερ εἰκὸς ἦν ποιεῖν, εἴπερ προεγεγόνει, καθὰ τοῖς εἰς δευτέραν ἰοῦσιν διάταξιν ἀναγκαῖον πάντως καὶ σύνηθες ἢ κυροῦν τὰ προδιατεταγμένα ἢ ἕτερα ἀντὶ τούτων διατίθεσθαι. ὃ δὲ μάλιστα εἰς βεβαίωσιν πάντων τυγχάνει, ὅτι ἐκ τῶν ἀνέκαθεν χρόνων, καὶ αὐτοῦ ἔτι κατὰ τὸν τῇδε περιόντος βίον Ἐπιφανίου, καὶ μέχρι τοῦ δεῦρο πάντες οἱ ἐν Κύπρῳ τῷ θεῷ ἱερωμένοι οἶκοι τῷ κόσμῳ τῆς ἱερογραφίας ταύτης λαμπρύνονται· οὔτ' οὖν ἱερέων οὔτε οὐδεὶς ὅστις ἄλλος ἀνθρώπων τὸ τοιοῦτον ἐκεῖσε λεχθὲν ἢ πραχθὲν συνεπίσταται κήρυγμα. οὗτος δὲ φθονῶν Χριστιανοῖς τῆς ἀπὸ τῶν ἁγίων μνήμης γεγενημένης ὠφελείας καὶ πάντας καθ' ἑαυτὸν ὑπάρχειν ἀξιῶν, ὡς ἂν μὴ μόνος τῆς ἐντεῦθεν εὐεργεσίας ἀλλὰ καὶ οἱ τῇ ἐκείνου ὑπαγόμενοι ἀποστεροῖντο πλάνῃ, κρατεῖν τὰς παραδόσεις ἃς παρέλαβον διακελεύεται· ἐν ποίᾳ δὲ παραδόσει ἢ πόθεν Χριστιανοὶ παρειλήφασιν μήτε ποιεῖν μήτε προσκυνεῖν εἰκόνι Χριστοῦ καὶ ἁγίων, ὀνομασίᾳ δὲ προσαγορεύειν εἰδώλων, ἐκείνου ἂν εἰδείη ἡ ἀθεωτάτη ψυχή. παρὰ Χριστιανοῖς γὰρ τοῦτο οὔτε εὕρηται οὔτε παραδέδοται πώποτε, ἀλλ' αὐτοῦ γε, ὡς ἀληθῶς κἀνταῦθα εἰπεῖν, ἔστιν σκοτεινὸν ἐφεύρεμα καὶ διανοίας ἀνάπλασμα κακοδαίμονος, μήτε χρόνῳ βοηθεῖσθαι δυνάμενον μήτε τοῖς πλαττομένοις μύθοις κλεπτόμενον, τῆς ἀληθείας προλαμπούσης ἐν ἅπασιν. ἐκ τοῦ ἐναντίου δὲ μᾶλλον καὶ ἄκων συνίστησιν μαρτυρῶν τῇ ἀληθείᾳ ὅτι καὶ πρότερον τὰ τῶν ἁγίων ὁμοιώματα παρεδίδοτο καὶ διετυποῦτο, ἐν ἐκκλησίαις τε καὶ ἑτέροις πλείοσι τόποις τιμώμενα ἀνεφέρετο. οὐ γὰρ περὶ τῶν μήποτε γεγενημένων προσέταττεν (ἄλογον γὰρ παντελῶς τοῦτο καὶ μάταιον), ἀλλὰ περὶ ὧν ἑώρα καὶ ἃ γινόμενα ἤδη ἐγίνωσκεν, κἂν μὴ βούλωνται τοῖς ἑαυτῶν διδασκάλοις κατ' αὐτὸ δὴ τοῦτο πείθεσθαι οἱ τὴν ἀρχαιότητα τούτων δυσσεβῶς ἀθετοῦντες. 159 καὶ δεικνύουσιν τὰ δι' ὧν παραινεῖ λέγων· καὶ ἐν τούτῳ μνήμην ἔχετε μὴ ἀναφέρειν εἰκόνας ἐπ' ἐκκλησίας μήτε ἐν τοῖς κοιμητηρίοις τῶν ἁγίων. δῆλον οὖν ὡς τοῖς ἀναφέρουσιν μὴ ἀναφέρειν παρεγγυᾷ. ἀλλὰ κἀνταῦθα σαφῶς ἐνορᾶν πάρεστιν τοῦ εἰκαιόφρονος τὸ ἀλλόκοτον καὶ σκαιόν· τί γὰρ ἕτερον λέγων διὰ τούτων φωρᾶται ἢ τὴν μνήμην τὴν τῶν ἁγίων ἐπ' ἐκκλησίας μὴ ἀναφέρεσθαι; εἰς ταυτὸν γὰρ καταστρέφει ἀμφότερα· καὶ ὅπως, σκεπτέον ὧδε. εἰ γὰρ αἱ τῶν ἁγίων εἰκόνες εἰς μνήμην αὐτῶν παρὰ πιστοῖς ἀναστηλοῦνται, καὶ μνήμη αὐτῶν οὖσαι τυγχάνουσιν· τίνα γὰρ ἕτερον ἡ τοῦ τινὸς ἐμφανιεῖ εἰκὼν πλὴν τοῦ εἰκονιζομένου; ἅμα γὰρ τῇ θέᾳ ὡς ἐν ἀκαρεῖ τῷ χρόνῳ καὶ ἡ μνήμη τοῦ ἀρχετύπου συνεισέρχεται, οὐδενὸς διαμέσου κωλύματος παρεμπίπτοντος· καὶ οὐδεὶς τῶν λελογισμένων τούτοις ἀντερεῖ. ἀμέλει καὶ ἡ ὁμωνυμία παρέξει τὸ ἀσφαλές. εἴποι γὰρ καὶ ἡ βασιλέως εἰκών·" Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν· καὶ ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν βασιλέα". συνηχήσουσι τούτοις καὶ ἃς αὐτοὶ προφέρονται φωνάς, κἂν παραφρονοῦντες οὐ δέχονται προβαλλόμενοι, ἔχουσαι οὕτως· εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα καὶ διὰ τῆς εἰκόνος φαντάζεται τῆς ἀψύχου. εἰ τοίνυν ταῦτα ἀληθῆ (ὥσπερ οὖν ἐστιν ἀληθῆ καὶ τοῖς νήφουσιν συνωμολόγηται), ὁ τοῦ κυρίου ἤ τινος τῶν ἁγίων εἰκόνα ἐπ' ἐκκλησίας κωλύων ἀναφέρεσθαι, ταυτὸν νομοθετεῖ, τὴν μνήμην αὐτῶν ἐκεῖθεν ἐξείργεσθαι· ὁ δὲ προστάττων τινὶ ἐν μνήμῃ ἔχειν τὸ τινὸς μὴ ποιεῖσθαι μνήμην οὐδὲν ἕτερον προστάττει ἢ ὧν μνημονεύει μὴ μνημονεύειν. τούτου δὲ τί ἂν γένοιτο εὐηθέστερον ἦ ἀνοητότερον; παραπλήσιον γάρ τι ποιεῖ ὡς εἰ καί τις νόμον τιθείη νόμῳ μὴ πείθεσθαι· ἐξ ὧν αὐτὸς ἑαυτῷ ἐναντίος ταῦτα ἐπαγγελλόμενος φαίνεται. ἀλύων δὲ ὁ ἔμπληκτος ἐπὶ τῇ τῶν ἁγίων μνήμῃ, ἀπεῖρξεν ἂν ὡς τὸ εἰκὸς δι' αὐτό γε τοῦτο καὶ ἐπ' ὀνόματι τῶν ἁγίων ἐκκλησίας δομεῖσθαι, καθ' ἃς μάλιστα καὶ τὰ ὁμοιώματα αὐτῶν ἀναφέρεται, ἵνα ταῖς εἰκόσιν ὁμοῦ, ἐν αἷς μάλιστα ὁ αὐτὸς κατὰ τὴν μνήμην λόγος ἐμφαίνεται, συνοιχήσωνται καὶ ἀφανισθήσωνται. ῥεμβασμὸν δὲ νοὸς τὴν τῶν ἁγίων μνήμην ὁ ἐναγὴς ὁριζόμενος, πῶς οὐχὶ τῶν ἁγίων κριθείη ἂν ἀλλοτριώτατος; τοῦτο δὲ ὅτι μὴ Ἐπιφάνιος ἀλλ' οὐδὲ ἄλλος τῶν εὐσεβούντων τὶς ὑπολήψεται· παρ' οἷς ταῦτα σεμνὰ καὶ ἅγια οὐδ' ἐρεύνης δεόμενα, πίστει προσιοῦσι καὶ πόθῳ, εὖ εἰδόσιν ὅτι πᾶν ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν· δι' ὧν αἵ τε ἀρεταὶ καὶ οἱ ἆθλοι αὐτῶν δημοσιεύονται ἥ τε πρὸς ἡμᾶς ἐπιδημία Χριστοῦ κηρύσσεται· οἷς τὸ σεπτὸν καὶ ὁσίων ἀνδρῶν σύνοδοι καθοριζόμεναι εὐσεβῶς ἔνειμαν καὶ ἡ ἀρχαιότης ἐπιμαρτύρεται. τί γὰρ ἂν εἴη τῶν τῇ ἐκκλησίᾳ θεοῦ ἀνακειμένων ἠτιμωμένον, ὁπότε καὶ τὰ ἐλάχιστα τιμῆς καὶ φυλακῆς ἠξίωται; κηρόν τις εἴποι καὶ ἔλαιον; ἃ μὴ δὲ κοινοῦσθαι ἐξόν, καὶ τῷ τολμῶντι ἐγχειρεῖν ἀφορισμὸς ἐκεῖθεν ἡ ζημία ὁρίζεται. καὶ ὁ μὲν μετριώτερόν πως τίθεται, πλὴν ἀπεναντίας τῶν ἀποστολικῶν καὶ πατρικῶν διαταγμάτων ἰών, καθὰ πρόσθεν εὐκαίρως ἐρρήθη· οἱ φοιτηταὶ δὲ τὸν διδάσκαλον περὶ τὸ χριστομαχεῖν ὑπερβαλέσθαι φιλοτιμοῦνται, ἵνα ὡς ἀληθῶς υἱοὶ γεέννης διπλότερον γένωνται, ὅπερ ἐπὶ τῶν παρὰ τοῖς Φαρισαίοις προσηλύτων ἐν τῷ εὐαγγελίῳ λέγεται. οὐ γὰρ τὸ μὴ ἀναφέρειν στέργουσιν, ἀλλὰ τὰ καλῶς ἀνηγμένα καθαιροῦσιν αἰσχρῶς, αὐτούς τε τοὺς ἱεροὺς οἴκους καὶ τὰ θεῖα θυσιαστήρια διορύσσοντες, καὶ πᾶν ἱερὸν καὶ ἅγιον καταπιμπράντες καὶ διαφθείροντες. ἀλλ' ὥσπερ ὁ τοῦ σταυροῦ λόγος τοῖς μὲν ἀπολλυμένοις ἐστὶν μωρία, ἡμῖν δὲ τοῖς σῳζομένοις θεοῦ δύναμις, καὶ Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησιν δὲ μωρία, οὕτω καὶ τούτῳ δὴ τῷ ματαιόφρονι καὶ Ἕλληνι τῷ τῶν βλασφήμων τούτων λόγων πατρὶ τὸ τοῦ εὐαγγελίου κήρυγμα ἤτοι τὰ ἅγια σκάνδαλον εἶναι ὑπείληπτο, ἐπειδὴ βαρὺς ἦν αὐτῷ ὁ Χριστὸς καὶ οἱ ἅγιοι, καὶ ἐν εἰκόσι βλεπόμενοι. 160 τούτοις ἕτερον αὐτῷ ἐφαρμόζουσι λόγον, οὗ ἡ ἐπιγραφή· Κατὰ τῶν ἐπιτηδευόντων εἰδωλικῷ θεσμῷ εἰκόνας εἰς ἀφομοίωσιν Χριστοῦ καὶ τῆς θεοτόκου, μαρτύρων καὶ ἀγγέλων καὶ προφητῶν. καὶ τὸ μὲν τοῦ λόγου δυσσεβὲς ἐξ ἀρχῆς ἐκ τῶν ἐπιγεγραμμένων γνωρίζεται. εἰ γὰρ τὰ προσκήνια τοιαῦτα, τὰ ἐντὸς καὶ ἄδυτα πόσον ἂν εἴη δυσσεβέστερα καὶ ἐναγέστερα; ἀλλ' οὗτοι πάλιν ὑπὸ τοῦ κρατοῦντος τῆς πλάνης περιτρέπονται πνεύματος· τὸ δυσώνυμον γὰρ τῆς εἰδωλικῆς βδελυρίας ὑποκλέπτειν πειρώμενοι, οἱ εἴδωλα κατονομάζειν φειδόμενοι ἑτέρῳ δυσφημοτέρῳ ὀνόματι ἀπεχρήσαντο, τὸ ψευδώνυμον χριστομαχοῦντες ἐφ' ὕβρει τῆς τοῦ Χριστοῦ εἰκόνος καὶ τῶν ἁγίων ἀντιτιθέντες· περὶ οὗ καὶ οὐ πολλῷ ὕστερον εἰρήσεται. καὶ αὖθις οὐδὲν ἧττον ὗς τῷ βορβόρῳ κυλίνδεται καὶ κύων ἐπὶ τὸ ἴδιον ἐξέραμα, γραφικῶς εἰπεῖν, ἐπανέρχεται· εἰς ταυτὸν γὰρ τῆς βλασφημίας δι' ἀμφοῖν τῶν ὀνομάτων τοῦ ὀλίσθου φέρονται. τὸ γοῦν ψεῦδος τῇ εἰκόνι ἐπιφημιζόμενον τοῦ ἀρχετύπου τὴν ἀναίρεσιν ἐπαγγέλλεται, ἵνα ὅτῳ δὴ οὖν τρόπῳ τοῦ ἐξαμαρτάνειν πάντως εἰς τὰ ἅγια μὴ ἀπόσχοιντο, ἑαυτοὺς μᾶλλον ἢ οὓς λανθάνειν οἰόμενοι ἐξαπατῶντες· ὡσαύτως γὰρ ἐπὶ τὴν εἰδωλικὴν μανίαν ἐπιστρεφόμενοι ἐμμολύνονται. 161 καὶ ταῦτα μὲν ὧδε. γράφει δὲ ἑξῆς ὁ τούτων διδάσκαλος ταῦτα· Ἴδωμεν τοὺς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτευσαμένους πατριάρχας καὶ προφήτας καὶ μιμησώμεθα αὐτούς, ἵνα ὄντως καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας υἱοὶ ὀνομασθῶμεν. εἰδόσιν οὖν νόμον λαλῶ. τὴν φαντασιώδη καὶ Μανιχαϊκὴν ἀθεΐαν ἐν τούτοις ἐκ τῆς Ἰουδαϊκῆς πολιτείας βεβαιοῦν ἀγωνίζεται, ἵνα καὶ Ἰουδαῖος ὀφθῇ καὶ συμμιγής τις καὶ κίβδηλος ἡ δόξα αὐτοῦ ᾖ, ἐκ Μανιχαϊκῆς τερθρείας καὶ νομικῆς τερατείας συντεθειμένη. διὸ πατριάρχας τε καὶ προφήτας εἰς μέσον παράγει, τὴν πολιτείαν αὐτῶν ἀπὸ μόνου τοῦ ἀπέχεσθαι προσκυνεῖν χειροποιήτοις χαρακτηρίζων, ὡς τὰ ἑπόμενα δηλώσει· χάριτος δὲ εἰς μνήμην ὅλως ἐλθεῖν οὐκ ἀξιοῖ· κἂν οὐκ οἶδα ἡστινοσοῦν ἐκκλησίας υἱοθεσίαν ὀνόματι ψιλῷ μόνῳ ὑποπλάττεται, ἀλλ' οὐ πράγματι ἐκκλησιαστικῷ ἐνιδρύεται, τῶν ἐκ τοῦ νόμου εὐσθενῶς ἀντεχόμενος· βούλεται δὲ καὶ τοὺς ἀκροωμένους εἰς τὸ ἀκριβῶς ἰουδαΐζειν ἐπάγεσθαι, καὶ δῆλον ἐξ ὧν ὑποτίθεται τὴν πολιτείαν τὴν ἐκείνων μιμεῖσθαι, ἵνα χειροποιήτων μόνον ἀπέχοιντο καὶ τῇ σκιᾷ προσκαθεζόμενοι καὶ τῷ γράμματι ταῖς νομικαῖς προσέχοιεν παρατηρήσεσιν, ὡς ἐξεῖναι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι, εἰς δὲ τὸν τῆς Χριστοῦ οἰκονομίας λόγον ἱκέσθαι μηδαμῶς ἕλοιντο. διατοῦτο γὰρ καὶ τῆς οἰκονομίας ἀπαγορεύει τὰ σύμβολα. ὅτι δὲ ταῦτα οὕτως ἔχει, φανερὸν ἐξ ὧν τὸν νόμον αὐτοῖς εὐθὺς ἐφίστησιν λέγων· εἰδόσιν οὖν νόμον λαλῶ, τοῦτ' ἔστιν·" τοῖς τὸν νόμον τὸν παλαιὸν ἐκμεμελετηκόσιν καὶ ἐν νόμῳ πολιτεύεσθαι ἐπανῃρημένοις τέως λαλῶ", ὥστε μηδὲν μεθέξειν τῆς εὐαγγελικῆς πολιτείας καὶ χάριτος. 162 οὕτω ταῦτα παρῳδήσας καὶ ὡς ἐν νόμῳ τῷ παλαιῷ τοὺς ἀκροωμένους βιοῦν ῥυθμίσας καὶ καταρτίσας, τῇ καινῇ λοιπὸν νομοθεσίᾳ ἐφάλλεται καὶ φησίν· Εἰπάτωσαν δὲ καὶ οἱ ἀδήλως τρέχοντες· τίς τῶν ἁγίων πατέρων χειροποίητον προσεκύνησεν ἢ τίς τοῖς ἰδίοις σέβειν παρέδωκεν; τίς τῶν ἁγίων καταλιπὼν τὸν ἀνεκλιπῆ πλοῦτον, τὴν εἰς θεὸν ἐλπίδα, ἐν γνώσει αὐτὸν ζωγραφήσας προσκυνεῖσθαι ἐκέλευσεν; ὁ ἡγούμενος τῶν ἐν πίστει Ἀβραὰμ οὐχὶ φεύγων τὰ νεκρὰ φίλος ζῶντος θεοῦ ἐκλήθη; ἢ Μωσῆς οὐχὶ φεύγων τὴν τοιαύτην πλάνην ἠρνήσατο τὴν παροῦσαν ἀπόλαυσιν; ἀδήλως τρέχοντας τίνας καλεῖ, ἢ πάντῃ καὶ πάντως τοὺς ἐν χάριτι δεδικαιωμένους διὰ τῆς πίστεως καὶ τὸν εὐαγγελικὸν χαρακτῆρα μεταδιώκοντας; οἷς διαλοιδορούμενος ἐκεῖνα καταφλυαρεῖν ἔοικεν, ὡς ἐπ' ἀδήλοις καὶ ἑώλοις τὸν ἀγῶνα διατίθενται, οὐ πρός τινα σκοπὸν ἑδραῖον καὶ ἐμφανῆ τὸν δρόμον ἀπευθύνουσιν, διεψευσμένη αὐτῶν ἡ πίστις, ἀνόνητον καὶ ἀκερδῆ τῆς ἐλπίδος τὸν δίαυλον ἐξανύουσιν· μάτην ἄρα εἰς Χριστὸν πεπιστεύκασιν μηδὲν ἐκ τῆς πίστεως ἀπονάμενοι, εἰκῇ δεδεγμένοι τὸ εὐαγγέλιον, ἐπὶ κεναῖς ἐλπίσιν προσκεχηνότες τῆς χάριτος, ἐν ᾗ οὐδὲν ἱδρυμένον καὶ βέβαιον, εἰκαῖον αὐχοῦσι τὸ βάπτισμα καὶ τὴν τῆς τριάδος ἔχειν ἐπίγνωσιν. ἀδήλως οὖν τρέχουσιν, παραβεβηκότες τὸν νόμον καὶ τὴν εἰς θεὸν ἐλπίδα καταλελοιπότες καὶ τὴν τῶν πατέρων πολιτείαν ὑπεριδόντες καὶ εἰς εἰδώλων ἀπονενευκότες προσκύνησιν. πῶς καὶ τίνα τρόπον; νέαν ὁδὸν καὶ καινὴν πολιτείαν τέμνουσιν, χειροποιήτοις προσερχόμενοι καὶ ἐπ' αὐτοῖς τὴν ἐλπίδα τιθέμενοι. Πῶς σύ, φησίν, εἰκόνι Χριστοῦ προσέρχῃ, ἣν οὐδεὶς τῶν πατέρων οὔτε εἶδεν οὔτε προσεκύνησεν, καὶ σοὶ θεὸς τὸ ὁρώμενον, ἀλλ' οὐκ ἐκείνοις; θεὸν γὰρ οὐδεὶς ἑώρακεν πώποτε. τίς λοιπὸν ἀνθρωπισθέντα θεὸν πιστεύσειεν; τίς τόκον ἀκούων παρθενικὸν γεγενῆσθαι προσήσεται; τίς ὁρώμενον θεὸν ἢ καταληφθέντα ἢ γραφόμενον ἀνέξεται, παθόντα δὲ καὶ τῶν καθ' ἡμᾶς τινα τάχα οἴεσθαι οὐ παρῄτηται; λῆρος δὲ αὐτῷ τηνάλλως καὶ μεμυθευμένον νενόμισται ἡ ἀνάστασις. ὅλον οὖν αὐτῷ τῆς Χριστοῦ οἰκονομίας ἀνατέτραπται καὶ διέρριπται τὸ μυστήριον. εἶτα πάλιν τὸν Ἀβραὰμ καὶ Μωσέα εἰς πίστωσιν τῶν ἑαυτοῦ λόγων παραλαμβάνει, καὶ τὴν πίστιν αὐτῶν ἀπὸ τοῦ παραιτεῖσθαι χειροποίητον ὑπεραγάμενος ἀνακηρύσσει, καὶ ταύτην ζηλοῦν διακελεύεται, ὅτι γε ὁ μὲν θεοκλυτήσας τὴν πατρῴαν γῆν καὶ δυσσέβειαν διαπέφευγεν, ὁ δὲ τὴν ἐπ' Αἴγυπτον δεισιδαιμονίαν βδελυξάμενος ἀπεδίδρασκεν. Πῶς οὖν ὃν Μωσῆς οὐκ εἶδεν, Ἀβραὰμ οὐ τεθέαται, σὺ κατεπαγγέλλῃ τεθεᾶσθαι; ἆρα σὺ τούτων σεμνότερος; ἆρα δικαιότερος ἢ πιστότερος; καὶ πῶς ἂν τοῦτό γε λόγον ἕξει; ἐκεῖνοι χειροποίητον, τὰ νεκρὰ φεύγοντες, οὐ προσεκύνησαν καὶ διατοῦτο φίλοι θεοῦ ἐκλήθησαν, σὺ δὲ τὰ χειρότευκτα ἐργαζόμενος σέβῃ; τὰ παρ' ἐκείνοις φευκτά, παρὰ σοὶ αἱρετά. οὐκοῦν οὐδὲ φίλος θεοῦ κατ' ἐκείνους κεκλήσῃ. καθάπαξ γοῦν Χριστοῦ καὶ τῆς ἐκκλησίας καταγορεύειν κατάρξας, εἰδώλων μνήμης ὁ χριστομάχος οὐκ ἀφίσταται. φεῦ τῆς τοῦ ἀθέου καὶ μιαροῦ βδελυρίας καὶ παρανοίας. τί τούτῳ ἐγκλητέον; ὡς ἀναμέσον ἁγίου καὶ βεβήλου διαστεῖλαι οὐκ ᾤετο δεῖν, τῶν λυσσώντων καὶ ἐξεστηκότων μανικώτερον κριτέον· ᾧ γε οὐκ οἶδα ἢ ἀλογία τὴν ἀσέβειαν ἀπεγέννησεν ἢ ἔμπαλιν ἡ ἀσέβεια τὴν ἀλογίαν ἐξέτεκεν. τί γὰρ τῶν λόγων τούτων δυσσεβέστερον ἢ κτηνοπρεπέστερον, εἰκόνος τοῦ ἐνανθρωπήσαντος λόγου προκειμένης, Ἀβραὰμ καὶ Μωσέα καὶ προφήτας παράγειν, παρ' ὧν μὴ δὲ τεθεᾶσθαι ἢ πεποιῆσθαι ἢ προσκεκυνῆσθαι εἰκόνα διϊσχυρίζεσθαι καὶ ταύτῃ εἰδώλων σεβάσματος ἀπηλλάχθαι; ὅσῳ οὖν χρόνῳ τὰ κατὰ Ἀβραὰμ καὶ Μωσέα πρὸς τὴν τοῦ σωτῆρος ἡμῶν διέστηκε σάρκωσιν, τοσούτῳ καὶ πολλῷ πλέον τῆς τε ἀληθείας καὶ νοῦ τοῦ προσήκοντος ὁ τρισάθλιος ἀποπέπτωκεν. 163 καὶ τὰ μὲν τοῦ ματαιόφρονος τοιαῦτα, οἱ δὲ τῆς εὐαγγελικῆς πολιτείας ἀντεχόμενοι τὴν πίστιν τοῦ Ἀβραὰμ ζηλοῦσιν· οὐχ' ᾗ τῆς Χαλδαίων ἐκπεφοίτηκεν, ἀλλ' ᾗ διὰ πάντων θεῷ πεπιστευκὼς εὐηρέστησεν· Ἐπίστευσεν γὰρ Ἀβραὰμ τῷ θεῷ, φησίν, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. καὶ τέκνα οὐκ ἐκ συγγενείας σαρκὸς καὶ αἵματος ἀλλὰ τῆς κατ' ἐπαγγελίαν υἱοθεσίας αὐτοῦ χρηματίζουσιν, καθ' ἣν ἐθνῶν πολλῶν πατὴρ ἀναδέδεικται. κατ' ἴχνος τῆς ἐκείνου φιλοθεΐας βαίνοντες καὶ Μωσέα προφήτην ἴσμεν καὶ θεοῦ θεράποντα· καὶ διατοῦτο παρ' ἡμῖν τιμιώτατος, οὐ καθὸ τῆς Αἰγυπτίων ἀπέδρα. καὶ τὸν Μωσέως νόμον παιδευόμεθα, οὐ σαρκικῶς ἀλλὰ πνευματικῶς ἐκδεχόμενοι, καὶ πνεύματι στοιχοῦντες, οὐ δουλεύοντες γράμματι· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. καὶ προφητῶν ἁγίων τὰ θεῖα κηρύγματα περιέπομεν καὶ ὡς λόγια θεοῦ τὰ παρ' αὐτῶν διακονούμενα προσιέμεθα, αὐτούς τε ἐκείνους διὰ τιμῆς ἔχομεν, οὐ τῷ μὴ σέβειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ἀλλ' ἀξίους θεοῦ κεκλῆσθαι καὶ χάριτος μεταλαχόντας τῆς ἐκεῖθεν καὶ οἰκειότητος διὰ καθαρότητα ψυχῆς τε καὶ σώματος· αὐτίκα γοῦν, ἐπεὶ ταύτης δόξης ἠξίωνται, καὶ τὰ ἱερὰ αὐτῶν τιμῶμεν μετὰ τῶν ἄλλων ἁγίων εἰκονίσματα. ἐξ ὧν δείκνυται σαφῶς ὡς ἡμῖν μᾶλλον τὰ προφητῶν καὶ πατέρων ἢ τοῖς εἰς αὐτοὺς καὶ εἰς θεὸν ἐξυβρίζουσιν διαφέρουσιν. ἐπεὶ οὖν πάλαι φυγοῦσιν ἡμῖν τὴν δεισιδαίμονα πλάνην κεχάρισταί τε καὶ ἐν ἐξουσίᾳ δέδοται τέκνα θεοῦ γενέσθαι οὐκ ἐξ αἵματος καὶ σαρκός, ἀλλ' ἐκ θεοῦ γεννηθῆναι καὶ θείαν ἐπίγνωσιν δεξαμένους προσκυνεῖν καὶ λατρεύειν ἐν ἀληθείᾳ καὶ εἰλικρινείᾳ θεῷ ζῶντι καὶ ἀληθινῷ ἐν τριάδι γνωριζομένῳ καὶ προσκυνου μένῳ, πῶς θεσμοὺς εἰδώλων καὶ ἐπιτηδεύματα Χριστιανοῖς ἐπικαλεῖν καὶ ἐπιφημίζειν ἀποτολμᾷ ὁ βέβηλος καὶ ἀκάθαρτος; οὗ τῆς πλάνης οὐδεὶς λόγος παραστήσει τὸ ὑπέρογκον. αὔξει δὲ αὐτοῦ μάλιστα τῆς μανίας τὸ μέγεθος, ὅτι εἰδόσιν νόμον λαλῶν τὰ ἐν νόμῳ οὐ προσίεται, ἵνα ὀφθῇ καὶ Ἰουδαίων ἀπειθέστερος καὶ ἀγνωμονέστερος. πλεῖστα γὰρ τῶν ἐν τῷ νόμῳ χειροποίητα τίμια καὶ σεβάσμια παρὰ τοῖς ἐν νόμῳ βιοῦν ᾑρημένοις ἐῶμεν λέγειν νῦν, ὡς ὁ Ἰακὼβ τὸ πρὶν ὁ πατριάρχης μὴ δὲ τοῦ προστάττοντος δεηθείς, εὔνους δὲ καὶ πιστὸς τῷ ἐπιτροπεύοντι φανείς, στήλην ἀλείφει καὶ εἶδος θεοῦ τόπῳ τινὶ προσηγορίαν τίθησιν εἰς τιμὴν τοῦ ὀφθέντος θεοῦ, καὶ ὅ, τι τοῖς ἐκγόνοις τοῖς ἐκείνου μεταταῦτα προστέτακται· μετὰ τὴν Ἰορδάνου διάβασιν δύο λίθους μεγάλους ἑαυτοῖς ἀνιστᾶν καὶ κονιάσαντας γράφειν ἐπ' αὐτῶν τοὺς λόγους τοῦ νόμου, ἔτι μὴν καὶ θυσιαστήριον ἐκ λίθων οἰκοδομεῖν, ἐφ' ᾧ ἀναφέρειν κυρίῳ τὰ ὁλοκαυτώματα, καὶ εἴ τι προσόμοιον γέγραπται· ἃ οὐ πρὸς ἀτιμίας ἀλλὰ πρὸς δόξης θεοῦ ἀνεστηλῶσθαι νενομοθέτηται. ἀλλ' οἷα τὰ κατὰ τὴν σκηνήν, ἡ κιβωτὸς ἐκείνη τά τε ἐν αὐτῇ ἐντεθησαυρισμένα καὶ τὰ καθύπερθεν ἱδρυμένα χρυσήλατα Χερουβίμ· ἃ δὴ οὐ παρ' Ἰουδαίοις μόνον δεδόξαστο, ἀλλὰ καὶ τῆς χάριτος ὁ κῆρυξ Χερουβὶμ δόξης καλεῖ ἤτοι τὰ δεδοξασμένα. καὶ τὰ μὲν περὶ τὴν σκηνὴν τιμᾶσθαι οὐ κεκώλυται, ἀλλὰ καὶ τοῦ λαοῦ ἕκαστος ἐκ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ πρὸς αὐτὴν ἀφορῶν προσεκύνει, καθάπερ καὶ ὕστερον κατὰ τὸν Σολομῶντος ναὸν κύκλῳ περιεστῶτες προσεκύνουν καὶ οὐκ ἀπείργοντο. 164 τὸ μὲν οὖν ποιεῖν παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ γῇ καὶ τοῖς ὕδασιν, ὡς οἷα πόρρω θεοῦ ἀπάγον, ἤδη διὰ τῶν νομοθετουμένων εἰκότως ἂν τοῖς παλαιοῖς ἀπείρητο, ὡς ἂν μὴ τῇ κτίσει δι' αὐτῶν προσκυνεῖν καὶ λατρεύειν παρὰ τὸν κτίσαντα μάθοιεν. ἄρτι τῶν εἰδώλων καὶ τῆς εἰδωλικῆς μανίας μετὰ τῆς Αἰγυπτιακῆς δουλείας λελυτρωμένοι, καὶ δεσμοῖς τοῖς ἐκ τοῦ νόμου κατεζεύγνυντο, ἵνα μὴ πρὸς τὴν παρ' Αἰγυπτίοις εἰδωλομανίαν παλινοστήσωσιν. ἃ δὲ θεῷ γενέσθαι βουλομένῳ ἦν, ταῦτα δὴ καὶ ποιεῖσθαι προστέτακται, οἰκειοῦντα θεῷ μᾶλλον ἢ ἀπάγοντα, ὧν τινα καὶ τίμια εἶναι καὶ σεβάσμια· καὶ ἅγια ἁγίων κέκληται καὶ οὐδὲ πᾶσιν εἰσιτητὰ καὶ βάσιμα. καὶ γὰρ οὖν εἰς τὰ μετὰ τὸ δεύτερον καταπέτασμα μόνῳ τῷ ἀρχιερεῖ ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσιέναι καὶ προσψαύειν ἐφεῖτο τὰς νενομισμένας θυσίας ἐπιτελέσοντι· τοῖς δ' ἄλλοις ἄψαυστα καὶ ἀστιβῆ ὄντα ἐτύγχανεν καὶ τοσούτῳ τίμια ὥστε τοὺς μὲν αἰδοῖ καὶ εὐλαβείᾳ τῶν ἁγίων προσψαύοντας ἁγιάζεσθαι, τοὺς δὲ θράσει καὶ προπετείᾳ προσαπτομένους κολάζεσθαι. καὶ ταῦτα ἡμᾶς ἐμπεδοῖ τὸ γράμμα τὸ ἱερόν. φησὶ γοῦν τῷ Μωσεῖ χρηματίζων ὁ τῶν ὅλων θεός, ὁπηνίκα τὸ χρῖσμα τὸ ἅγιον τελεῖσθαι διέταττεν· Καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τὴν τράπεζαν καὶ τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ· καὶ ἁγιάσεις αὐτὰ καὶ ἔσται ἅγια τῶν ἁγίων· καὶ πᾶς ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται. καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι. οὕτω μὲν ἐκεῖνα ἅγια καὶ οἱ σεμνότητι προσιέντες ἡγιασμένοι καὶ ἱεροί· ὁποῖα δὲ τοῖς ἀπαυθαδιζομένοις καὶ καταφρονητικῶς διατεθεῖ σιν ἀπήντηκε πρὸς τὰ ἅγια, πάλιν ἐκ τῶν αὐτῶν γραμμάτων εἰσόμεθα· ὡς Ναβὰδ καὶ Ἀβιοὺδ ξένῳ πυρὶ θυμιάσαντες ξένῳ καὶ ἀνηλώθησαν, δι' ὧν ἠσέβησαν κολασθέντες καὶ τὸν αὐτὸν εὑρόντες τῆς ἀπωλείας ὃν καὶ τῆς ἀσεβείας καιρὸν καὶ τόπον. καὶ μὴν καὶ Ἠλεὶ ὁ ἱερεὺς ὕστερον δίκας ὑπὲρ τῆς τῶν παίδων παρανομίας εἰσπράττεται, ὧν εἵνεκεν κατὰ τῶν θυσιῶν ἀπετόλμων, καίτοι οὐκ ἀποδεχόμενος τὴν ἀσέβειαν ἀλλὰ καὶ πολλὰ πολλάκις καὶ ἐπιτιμήσας καὶ νουθετήσας. καὶ Ὀζὰν ἐκεῖνος ὁ τολμητίας ψαύσας τῆς κιβωτοῦ μόνον περισπασθείσης ὑπὸ τοῦ μόσχου, καὶ τῆσδε περισωθείσης, αὐτίκα ὅ γε ἀπώλετο, φυλάσσοντος τῇ κιβωτῷ τοῦ θεοῦ τὸ σεβάσμιον.

Intertext edge

Open linked passage

Note