Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio et eversio definitionis synodalis anni
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-patriarch-of-constantinople" aria-label="More works by Nicephorus Patriarch of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
165.1.1
τοσούτου δὴ τετίμηνται τὰ παλαιὰ ἐκεῖνα καὶ οὕτω σεβάσμια τὰ χειροποίητα, καὶ ἅγια ἁγίων γνωρίζεται. ἀλλ' οὗτος ὁ ἐξάγιστος οὐδὲ τοῖς ἐν νόμῳ παραμετρεῖσθαι τὰ τῆς χάριτος βούλεται. καὶ τί δεῖ τὰ τῆς χάριτος λέγειν, ὁπότε καὶ εἰς τὸν νόμον αὐτὸν παρανομῶν δείκνυται; μανθανέτωσαν οἱ τούτου νῦν φοιτηταί, οἱ ἐκ τοῦ χριστιανίζειν ἐπὶ τὸ ἰουδαΐζειν μεταταξάμενοι, ὅτι εἰ ὁ νόμος οὐδὲν ἐτελείωσεν, ἐπ' εἰσαγωγῇ δὲ κρείττονος ἐλπίδος, ᾗ φησιν ὁ θεῖος ἀπόστολος· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα. τοσαύτης δὲ ἔλαχεν τὰ ἐν νόμῳ τῆς σεβασμιότητος. πῶς οὐχὶ πολλῷ τὰ τῆς χάριτος, ἣ καὶ τὸν νόμον τετελείωκεν, ὑψηλότερα τε καὶ σεβασμιώτερα; εἰκότως οὖν ὁ πιστὸς τὸ τέλειόν τε καὶ ἄρτιον καταπλουτήσας ἐν χάριτι, τὰ τῆς χάριτος τιμᾷ σύμβολα. ποῖος οὖν τὸ λοιπὸν νόμος ἐπὶ τὸν νόμον καὶ πρὸ τοῦ νόμου ἀνάγεσθαι κἀκεῖθεν ἡμῖν πάλιν πίστιν ἐπικηρύσσεσθαι; ταῦτα πόσην κατηγορίαν οὐ καταχέει τῆς ἀλογίας καὶ ἀπιστίας τοῦ ἄφρονος; τί οὖν ἐδόκει φάσκειν ὁ ἄθλιος πρὸς τὸν εἰρηκότα· Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου; εἰ μὲν κἀκεῖνος ἐν ναῷ χειροποιήτῳ προσεκύνει, οὐκ ἐνδοιαστὸν οἶμαι· ἡμεῖς δὲ τί ποτε ἄλλο μετά γε τὴν εἰς θεὸν προσκύνησιν προσκυνοῦμεν; ἢ οὐχὶ τὸ ζωοποιὸν τοῦ Χριστοῦ μνημεῖον χειροποίητον, ὁ τοῦ τιμίου σταυροῦ τύπος, ἥ τε ἱερὰ τοῦ εὐαγγελίου βίβλος, αὐτά τε τὰ θεῖα καὶ ζωοποιὰ μυστήρια, καὶ ὡς συνελόντα εἰπεῖν, οἱ σεπτοὶ τοῦ θεοῦ ναοὶ καὶ τὰ ἐν αὐτοῖς ἅπαντα; καὶ ἐπεὶ πατέρες καὶ προφῆται οὐ προσεκύνησαν χειροποίητα, τί δοκεῖ τοῖς ἄφροσιν; πάντως που καὶ ταῦτα ἠτιμωμένα καὶ ἀπροσκύνητα ἀποφανοῦσιν. 166 μάταιον οὖν πόνον ἐν τοῖς προειρημένοις αὐτῷ ἐξαναλώσας, ἐπισυνάπτει τοιαῦτα· Ἀλλ' ἐρεῖς μοι ὅτι" Οἱ πατέρες εἴδωλα ἐθνῶν ἐβδελύξαντο, ἡμεῖς δὲ τὰς εἰκόνας τῶν ἁγίων ποιοῦμεν εἰς μνημόσυνον αὐτῶν, καὶ εἰς τιμὴν ἐκείνων ταύτας προσκυνοῦμεν." καὶ πάντως γὰρ ταύτῃ τῇ ὑποθέσει ἐτόλμησάν τινες ὑμῶν ἔνδον τοῦ ἁγίου οἴκου τὸν τοῖχον κονιάσαντες χρώμασιν διηλλαγμένοις, εἰκόνας ἀνατυπώσαντες Πέτρου καὶ Ἰωάννου καὶ Παύλου, ὡς ὁρῶ κατὰ τὴν ἐπιγραφὴν ἑκάστης τῶν ψευδωνύμων εἰκόνων ὑπὸ τῆς μωρίας τοῦ ζωγράφου κατὰ τὸν νοῦν αὐτοῦ τυπωθεῖσαν. καὶ πρῶτον μὲν οἱ νομίζοντες ἐν τούτῳ τιμᾶν τοὺς ἀποστόλους, μαθέτωσαν ὅτι ἀντὶ τῆς τιμῆς πλέον αὐτοὺς ἀτιμάζουσιν· Παῦλος γὰρ τὸν ψευδώνυμον ἱερέα ἐνυβρίσας τοῖχον κεκονιαμένον ἀπεφήνατο. οὐκοῦν εἰκόνας αὐτῶν τὰς αὐτῶν ἐντολὰς δι' ἀρετῶν στήσωμεν. ἀλλ' ἐρεῖς ὅτι" Εἰς ὑπόμνησιν τῆς ἰδέας αὐτῶν τὰς εἰκόνας αὐτῶν θεωροῦμεν." καὶ ποῦ γάρ σοι ταῦτα προενετείλαντο; προῃτιασάμεθα γὰρ τοὺς τοιούτους ὅτι ἀγνοίᾳ φερόμενοι κοπιῶσιν εἰκῇ. ὁ πανταχοῦ διεφθαρμένην τὴν γνώμην ἔχων καὶ νῦν ἐκ τῆς οἰκείας ἀπροσεξίας καὶ δυσβουλίας τὸν τοιοῦτον λογισμὸν ἐπὶ τοῖς παροῦσιν προτίθησιν. εἰ γὰρ μετῆν αὐτῷ εὐθύτητος καὶ γνώμης ὀρθῆς, ἐχρῆν ἂν ἐπιγνόντα ὡς εἰς μνήμην καὶ τιμὴν τῶν ἁγίων παρὰ τῶν πιστῶν τὰ ἀπεικάσματα αὐτῶν γίνονται παύσασθαι τῆς μωρίας καὶ τῆς κατὰ τῶν ἁγίων μανίας· ἀλλὰ πεπεισμένον ἂν εἴη ὡς ταῦτα ὁρῶν καὶ τῆς τιμῆς αὐτοῖς ἤδη βασκαίνων, πλεῖον εἰς ἔχθραν αὐτὸς ἐξεκαίετο. οἱ γὰρ ποιοῦντες καὶ τιμῶντες οὐκ ἀφ' ὧν ἐκεῖνος κακῶς ἐγίνωσκεν, ἀλλ' ἀφ' ὧν αὐτοὶ εὐγνωμόνως καὶ πιστῶς διέκειντο, ταῦτ' ἔπραττον. ἀλλ' ἅπαξ τῇ τῶν εἰδώλων προκατισχημένος προλήψει, συνιέναι οὐκ ἠβουλήθη ὅτῳ τρόπῳ καὶ διανοίᾳ καὶ ποιοῦσιν καὶ τιμῶσιν Χριστιανοί, οὐδὲ ὁπόσον εἰς ἄπειρον καὶ ἀσυγκρίτως ἔχει τὰ ἅγια τῆς τῶν στυγητῶν εἰδώλων βδελυρίας διῴκιστο. πόθεν τοῦτο πάσχων; ὅτι τῷ σκότῳ τῆς ἀπιστίας καὶ ἀμαθίας τὴν ψυχὴν περικεχυμένος, οὐκ ἔγνωκεν οὐδὲ συνῆκεν ὅτι οὐδεμία κοινωνία φωτὶ πρὸς σκότος οὐδὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων, οὐδὲ ὅτι πρὸς οἰκουμένην ὅλην καὶ ἐκκλησίαν καθολικὴν ἀπὸ περάτων γῆς εἰς πέρατα διήκουσαν εὐθυτάτῃ δόξῃ καὶ θεοπρεπεῖ κατηρτισμένην ἀντιπαρατάττεται. ἐντεῦθεν οἶμαι καὶ πρὸς ἡδονὴν τὸν λόγον καὶ χάριν οἱ τοῦ ἀνοσίου φοιτηταὶ προσδέξονται, πλείστην ὅσην κατὰ τῶν θεοφόρων πατέρων ἡμῶν τὴν διαβολὴν καὶ κατηγορίαν κατασκευάζοντα· ὅτι ὁ μὲν τὴν τοῦ μεγάλου Παύλου τοῦ ἀποστόλου εἰκόνα κατ' ὀφθαλμοὺς ἀεὶ προκειμένην ἔχων σεμνῶς τε περιέπων ἐτίμα, ὁ δὲ καὶ τοῖς ζωγράφοις παρεκελεύετο τῶν μαρτύρων ἀνιστᾶν τὰ ὁμοιώματα, καὶ ἄλλος ὁρῶν ἐν τοίχοις γεγραμμένας, κατανύξεως καὶ ὠφελείας πλήρης ἐγίνετο· περὶ ὧν διαφόρως προλέλεκται. ἄξιον δὲ τῆς ἐκείνου ἀφροσύνης καὶ τῆς τῶν παραδεδεγμένων ἀναισθησίας ὃ παρείληφεν ἐπὶ καθαιρέσει τῶν ἱερῶν ἐπιχείρημα· ὅ ἐστιν τὸ τὸν Παῦλον τοῖχον κεκονιαμένον τὸν ἀρχιερέα ἀποφῆναι. τί γὰρ τοῦτο πρὸς τὸν μάταιον αὐτοῦ συνοίσειν σκοπὸν ἠδύνατο; ἔδει γὰρ αὐτόν, εἴπερ ἀσεβεῖν ἐξῆν, τοὺς ἱεροὺς οἴκους ὅλους καὶ αὐτὰ τὰ θυσιαστήρια ἐκ τούτου καταστρέφεσθαι δογματίζειν (ὅπερ οἰκειότερόν τε καὶ ἐγγύτερον), εἴ γε ἐκ τοίχων κεκονιαμένων ἱδρυμένα συνέστηκεν, ὡς ἂν μὴ εἰκονίσματα μόνον ἀλλὰ καὶ οἱ τύποι τοῦ ζωοποιοῦ σταυροῦ καὶ πάντα τὰ ἐν αὐτοῖς, ὅσα μάλιστα διὰ χρωμάτων καὶ ὕλης ἑτέρας ὁποιασοῦν ἐμπρέποι, ῥᾳδίως μάλα συνεξαφανίζοιτο. τί οὖν ἐντεῦθεν ἀπαντήσει τῷ ἄφρονι; ἐπειδὴ καί τις τῶν ἀποστόλων ἕτερος ἀσεβεῖς τινας καὶ φαύλους ἄνδρας δένδρεσι φθινοπορινοῖς καὶ ἀκάρποις συνέβαλεν, διατοῦτο ἔτι ἆρα καὶ πᾶν δένδρον ἐκτέμνειν σπουδάσομεν; ἢ καὶ τοὺς τῶν δένδρων καρποὺς βδελυξόμεθα; ἢ ἐπειδὴ ὁ Χριστὸς ταλανίζων τοὺς Φαρισαίους τάφοις κεκονιαμένοις ἀφομοιοῖ, ταύτῃ τοὺς τῶν ἁγίων τάφους ἅπαντας ἀνορύξομεν; πόσης ταῦτα γέμει τῆς ἀλογίας καὶ τῆς τοῦ ἄφρονος ἠλιθιότητος. ἀλλ' ἐξ ὧν πλέον τὸ ἄχθος αὐτῷ περιεγίνετο, ἐπ' ἐκείνοις δὴ καὶ τὸ ἔχθος κεκτημένος τὴν γλῶσσαν τὴν μιαρὰν ἐπαφίησιν· λυσσώντων οὖν καὶ μεμηνότων οἱ λόγοι οὐδὲν ἀπεοίκασιν. τί γὰρ ἂν ἔφησεν ὁπότε τὸν Παῦλον ἀπολογούμενον πρὸς τὸν ἀρχιερέα ἐκεῖνον ἑώρα καὶ πάνυ τὴν ὕβριν τὴν εἰς αὐτὸν θεραπεύοντα; οὐκοῦν συνάγεται πάντοθεν ὡς οὐδὲν πρὸς συνηγορίαν τῆς ματαιότητος τοῦ ἄφρονος οἱ προκείμενοι λόγοι αὐτῷ χρησιμεύσοιεν. ψευδωνύμους δὲ καλεῖ τὰς ἱερὰς εἰκόνας, ἀναιρεῖν διὰ τούτου τὸν λόγον τῶν ἀρχετύπων πειρώμενοςεἰ γὰρ ψευδεῖς, ὡς ᾤετο, ὀνομάζονται, οὐκ ἔνι παράδειγμα πρὸς ὃ ἄν τις ταῖς ἀληθείαις αὐτὰς ἀπεικάσειεν, ἵνα τοῖς προσέχουσιν τῶν εἰδώλων τῇ ματαιότητι τὰ Χριστιανῶν παραθείς, φασματώδη καὶ ἀνύπαρκτα ὡσαύτως ἐκείνοις τό γε ἐπ' αὐτὸν τὰ καθ' ἡμᾶς ἀποφήνῃ μυστήρια, ὥστε καὶ τοὺς τῆς σαρκώσεως τοῦ σωτῆρος ἡμῶν Χριστοῦ λόγους καὶ τοὺς τῶν μαρτύρων ἀγῶνας σκηνὴν θεῖναι κενούς τε καὶ εἰκῇ τῷ βίῳ προσᾳδομένους καταδεῖξαι· περὶ ὧν πλατύτερον ἐν τοῖς ἐπάνω εἴρηται. 167 ἐπὶ τούτοις φησίν· ἀλλ' ἐρεῖς ὅτι" Εἰς ὑπόμνησιν τῆς ἰδέας αὐτῶν τὰς εἰκόνας αὐτῶν θεωροῦμεν." 0 ἐροῦμεν καὶ ἡμεῖς ὅτι ἐπὶ τῆς τοῦ θεοῦ λόγου ἐνανθρωπήσεως κακῶς καὶ ἀθέως τὸ ἀκατάληπτον προχειρίζῃ, τὴν σάρκα μετὰ τῆς οἰκονομίας ὅλης τέλεον παραιτούμενος· ἐπὶ δὲ τῶν ἁγίων ποῖον ἕξεις ἀκαταλήπτου ἢ ἄλλου τινὸς ἑτέρου λόγον, ὃς κωλύσει τὸ εἰκονίζεσθαι; καὶ ποῦ γάρ σοι ταῦτα προενετείλαντο; φησίν. συνιδεῖν ἔξεστιν ὡς πανταχοῦ πρὸς εἴδωλα ἀπάγεται, καὶ εἰδώλοις συμφερόμενος οὐκ ἀπολήγει, εἰκόνων ἁγίων ἕνεκεν ὑπολαμβάνων. ὧν τί ἀνοητότερον ἢ ματαιότερον, ὡς τὰ ἑξῆς δείκνυσιν; προ ητιασάμεθα γάρ, ἔφη, τοὺς τοιούτους, ὅτι ἀγνοίᾳ φερόμενοι κοπιῶσιν εἰκῇ. ἡμῖν μὲν οὖν εἰδώλων χάριν λόγος οὐδείς· εἰ δέ τις ὅποι οἱ ἅγιοι ἐνετείλαντο ἐπιζητῶν διαποροίη, ἐκ τῶν ἱστορουμένων καὶ προγεγραμμένων εἴσεται ὡς παρὰ ἀποστόλων ταῦτα ἐπιτέτραπται. εἰ δὲ καὶ περὶ ταῦτα ἀναδύεται, εὐκαίρως ἀκούσεται ὅτι οὐδὲ τὸ μὴ ποιεῖν ἢ μὴ προσκυνεῖν εἰκόνι Χριστοῦ ἢ εἰδώλων καλεῖν προσηγορίᾳ παρηγγύησαν· καὶ κρατείτω ἡ πίστις καὶ τὸ πρὸς τοὺς ἁγίους σέβας, καθὸ πιστοὶ γεραίροντες εἰκονίζουσιν. 168 ἀπέρρηκται οὖν ὁ ἀνόσιος πάντοθεν τῆς τῶν ἁγίων πατέρων δόξης καὶ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος ἠλλοτρίωται. ποῦ ποτε ἄρα εἰσὶν οἱ λέγοντες εἴδωλα φεισάμενοι τὰ ἅγια εἰπεῖν καὶ πᾶσαν τὴν κατὰ τῆς ἐκκλησίας ὁρμὴν ἐκ τῆς τῶν εἰδώλων ποιούμενοι προχειρίσεως; ἐπειδὴ δὲ ὁρῶμεν ὃν οἱ τῆς πλάνης ταύτης κατάρξαντες Θεόδοτον Ἀγκύρας ἐπίσκοπον κεχειροτονήκασιν κἀνθάδε φθεγγόμενον (ἐξ ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ βορβορώδους λάκκου τὸ δυσῶδες τῆς βδελυρίας ἐκδίδοται· ἤδη δὲ ἐν τοῖς φθάσασιν τὰ ἐκείνου ἐλήλεγκται), ὡς ἐφ' ὁμοίοις τοῖς ἀσεβήμασιν προηγμένα καὶ τὰ παρόντα συναπελέγχεται, περιττόν τι λέγειν ἀδολεσχεῖν ἡγούμεθα. διὸ ἐπὶ τοῖς προκειμένοις εὐθὺς μετοιχόμεθα. φάσκει γὰρ οὑτωσί· Οἴδαμεν γάρ φησιν Ἰωάννης, ὅτι ὅταν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα. καὶ Παῦλος δὲ τοὺς ἁγίους συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ ἐκήρυξεν. ἐκ τῆς τῶν μελλόντων δόξης καὶ τῆς πρὸς θεὸν ὁμοιότητος τὸ αἰσχρὸν ἐνταῦθα ἐπινέμει τοῖς ἁγίοις καὶ ἄδοξον, καὶ εἰδωλικοὺς ἐπεισκρίνει θεσμούς, εἰς τὰς ἱερὰς αὐτῶν ἀφυβρίζων μνήμας· ἐξ ὧν τὸ εἰς αὐτοὺς μῖσος ἐνδείκνυται. εἰ γὰρ σκιὰν γοῦν εὐνοίας τῆς πρὸς αὐτοὺς διέσῳζεν, ἐκ τῆς τῶν ὁμοιωμάτων αὐτῶν τιμῆς ἐμφανῆ ἑαυτὸν καθίστη· νῦν δὲ πρὸς τοὐναντίον ἅπαν ἵεται. ταῦτα δὲ πρὸς τῷ ἀσεβεῖ καὶ τὸ γελοῖον ἔχει. τίς γὰρ τῶν σωφρονούντων ἀφ' ὧν μέλλοι συμβήσεσθαι γράφειν ἢ ἱστορεῖν πειραθείη; οὐ γὰρ οἷοι μέλλουσιν ἔσεσθαι οἱ ἱστορούμενοι, ἀλλ' ὁποῖοι νῦν εἰσιν ἢ ὑπῆρξάν ποτε γράφονται εἶδός τε καὶ πρᾶξιν· παρά τε τῶν ἑωρακότων παρά τε τῶν ἀκηκοότων (ἐπεὶ οὕτω γε καὶ ἅπερ ἐν ταῖς βίβλοις αὐτῶν ἀναγέγραπται) διαγεγράψεται· ὅτι οὐκ ἐκ τῶν μελλόντων αὐτοῖς λαμπρῶν ἀλλ' ἐκ τῶν παρῳχηκότων ἐπιπόνων καὶ σκυθρωπῶν ἀνεγράφησαν, ἐν οἷς διὰ πάσης αἰκίας καὶ μυρίων θανάτων ἠγμένοι τὰ παρόντα κατέλυσαν· ἐξ ὧν καὶ ἡ μέλλουσα φαιδρότης αὐτοῖς καὶ δόξα παρὰ τῷ ἀθλοθέτῃ περιγενήσεται θεῷ. ἀλλὰ καὶ Παῦλος, φησίν, τοὺς ἁγίους συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ ἐκήρυξεν. ὁ τῆς ἀληθείας παραχαράκτης καὶ τοῦ ἀποστολικοῦ γράμματος ἱερόσυλος, καὶ τὸν ἦχον αὐτὸν τοῦ τῆς εἰκόνος ὀνόματος ὡς πολέμιον ἀποστρέφεται, καίτοι οὐδὲν συντεῖνον ἐνταῦθα πρὸς τὰ χειρόκμητα. οὐχ' ὧδε γὰρ ὁ Παῦλος ἔφη, ἀλλὰ συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ· οὐ μὴν οὐδέ γε περὶ τῆς μελλούσης καταστάσεως ταῦτα εἴρηται, τῶν δὲ ἐνταῦθα καὶ ἐν τῇ χάριτι πεπιστευκότων ἕνεκεν. 169 κἀντεῦθεν οὖν πάλιν ψεύστην καὶ ἀλαζόνα καὶ πάσης ἐκκλησιαστικῆς ἐπιστήμης ἀμέθεκτον καταθρήσομεν καὶ ἀλλότριον. καὶ τοῦτο πάλιν ἐκ τῶν συνηγορούντων· ὁποῖον γὰρ περί γε τούτων τῶν διδασκάλων ὑπάρχει τῆς ἐκκλησίας τὸ φρόνημα, ἀκούειν πάρεστιν. ἐρεῖ γοῦν ὁ μέγας Ἰωάννης ὁ τῆς βασιλίδος ἀρχιερεὺς ἐπ' αὐτῆς λέξεως ὧδε· Ὅπερ ὁ μονογενὴς ἦν φύσει, τοῦτο καὶ αὐτοὶ γεγόνασιν κατὰ χάριν· ὅ ἐστιν, σύμμορφοι καὶ συγγενεῖς ἀπεδείχθησαν ὡς ἀδελφοὶ τοῦ πρωτοτόκου. ταῦτα δὲ πάντα περὶ τῆς οἰκονομίας εἴρηται· καθὸ γὰρ θεός, μονογενής. οὐ μόνον δὲ ἐκ τούτων τοῦ θεοῦ τὴν κηδεμονίαν γινώσκομεν, ἀλλὰ καὶ τῷ ἄνωθεν αὐτὰ προτετυπῶσθαι οὕτως, καὶ προτοῦ δῶμεν ἑαυτῶν πεῖραν· δι' ἧς οἱ ἄνθρωποι πεῖραν λαμβάνουσιν τῆς γνώμης ἀπὸ τῶν πραγμάτων· τούτους δὲ ἐδικαίωσεν διὰ τοῦ λουτροῦ, ἐδόξασεν δὲ διὰ τῶν χαρισμάτων καὶ τῆς υἱοθεσίας. 170 συμφθεγγέσθω τούτοις καὶ ὁ ἀοίδιμος Κύριλλος ὁ τῆς μεγάλης Ἀλεξάνδρου ἱεράρχης· Οὗτοι τετίμηνται καὶ μεμενήκασιν, οἳ καὶ προεγνώσθησαν ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. ὅσοι οὖν τῶν σαρκικῶν ὑπεράνω γεγόνασιν, ἔχοντες ἐν οὐρανῷ τὸ πολίτευμα, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ, τοῦτ' ἔστιν τὴν ἐν ἁγιασμῷ ζωήν, τὴν ἀμώμητον εἰς ἅπαντα πολιτείαν. οὕτω μὲν οὖν τὰ τῆς ἀποστολικῆς διανοίας οἱ ἱεροκήρυκες ἐξηγείσθωσαν. περὶ γὰρ τῆς κατὰ τὸν μέλλοντα αἰῶνα τῶν ἁγίων λαμπρότητος ἑτέρωθί που ὁ ἀπόστολος διαλέγεται. γράφει γὰρ τοῦτο Φιλιππησίοις· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ἐστιν, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα Ἰησοῦν τὸν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. 171 ὁ δὲ τῆς ἀποστατικῆς παρανοίας εἰσηγητὴς τοῖς προηγουμένοις παρατίθεται ταῦτα· Πῶς οὖν τοὺς ἐν δόξῃ μέλλοντας φαιδρύνεσθαι ἁγίους ἐν ἀδόξῳ καὶ νεκρῷ καὶ ἀλάλῳ θέλεις ὁρᾶν, τοῦ κυρίου λέγοντος περὶ αὐτῶν· Ἔσονται γάρ φησιν, ὡς ἄγγελοι θεοῦ; πῶς οὖν καὶ ἡμεῖς τούτοις ἁρμοσόμεθα; ἐπειδὴ τοίνυν ἀπὸ τῶν μελλόντων ὁ γεννάδας οὑτοσὶ τὰ παρόντα διατίθεσθαι βούλεται, τοιαῦτα καὶ ἡμεῖς πρὸς αὐτὸν ἐροῦμεν, ὅτι οὐκ ἀφ' ὧν κακῶς καὶ δυσσεβῶς ζῶν ἔλεγες, ἐπειδὴ τεθνήξεσθαι ἔμελλες, ἤδη σοι προσέξομεν, ἀλλ' ἀφ' ὧν τεθνηξόμενος ἄφωνος μένειν ἔμελλες, νενεκρωμένον ψυχῇ τε καὶ σώματι ἀπολείπομεν μὴ φθεγγόμενον· ὅθεν ἡμῖν μὲν καὶ πᾶσιν τοῖς λόγου ζωῆς μετέχουσιν, νεκροῖς καὶ ἀζωήτοις ἀνθυποφέρειν λόγος οὐδείς. ἡνίκα δ' οὖν ὁρῶμεν ὡς ὁ ἄζως οὗτος καὶ νεκρὸς λόγος νεκροποιὸς καὶ φθοροποιὸς τοῖς προσέχουσι γίνεται, νεκροῦν εἰδὼς ψυχὴν καὶ παραπέμπειν εἰς γέενναν, ὅπως αὐτοὺς τῆς εἰς Ἅιδου φερούσης, εἰ βούλοιντο, ἀπαγάγωμεν καὶ πρὸς ζῶσαν ὁδὸν ποδηγήσωμεν, φέρε δὴ τοιαῦτα λέγωμεν, τὸ πονηρὸν ἀπογυμνοῦντες φρόνημα. τοῖς
165.2.1
Ἕλλησιν ξοάνοις καὶ ἔθνεσιν παραπλησίως τὰ καθ' ἡμᾶς ἅγια τῷ νεκρῷ καὶ ἀδόξῳ καὶ ἀλάλῳ ὁ ἐξάγιστος τίθεται, ἵνα μὴ δὲ Χριστιανισμοῦ καὶ Ἑλληνισμοῦ τὸ διηλλαγμένον δοίη, ὅτι τοι τὰ εἴδωλα τῶν ἐθνῶν στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν καὶ ὅσα ἄλλα ὁ μέγας τούτων καταψάλλει Δαυΐδ. τί οὖν ἐδόκει ταῦτα λέγοντι περί γε τῶν ἐπ' ὀνόματι τῶν ἁγίων παρ' ἡμῖν δεδομημένων ἱερῶν ναῶν; ὡς φευκτοὶ πάντως καὶ ἀπόπτυστοι, ὅτι ἄλαλοι ἤδη λοιπὸν καὶ ἄδοξοι, καὶ πολλῷ γε μᾶλλον αἱ τῶν εὐαγγελίων ἁγιόγραφοι δέλτοι αἵ τε τοὺς τῶν ἁγίων μέχρις αἵματος ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας καὶ τὴν ἀγγελικὴν πολιτείαν ὑπαγορεύουσαι· ἆρα οὖν βδελυκτότεραι καὶ ἀδοξότεραι, ὅτι τῷ ὄντι ἐκ νεκρῶν καὶ ἀψύχων σωμάτων κατεσκευάσθησαν; ἐντεῦθεν λοιπὸν καὶ τὰ ἱερὰ τούτων λείψανα ἠτιμωμένα καὶ αἱ πρεσβεῖαι παρ' αὐτοῖς ἀπόπεμπτοι. ἀλλ' οὐκ ἐφρόνησεν συνιέναι ὁ ἄφρων ὅτι καθάπερ τὰ ἐν βίβλοις γραφόμενα ταῖς ἀκοαῖς τῶν ἀκροωμένων παραναγινωσκόμενα ἐνσημαίνεται, οὕτω καὶ τὰ ἐν πίναξιν ἐντυπούμενα ταῖς τῶν ὁρώντων ὄψεσιν ἐναποτίθεται. εἰ δὲ ναοῦ λόγος οὐδεὶς ὃν οὐ στέφει ἄγαλμα (καὶ καλῶς γε τοῦτο ἱερῷ ἀνδρὶ εἴρηται), λόγοι ἄρα καὶ ταῦτα τῶν καθ' οὓς ἵδρυνται καὶ περιστέφουσι τόπων καὶ οὐκ ἄλαλα, εἰ καὶ καθ' ἑαυτὰ οὕτως ἔχει (ἐπεὶ οὕτω γε καὶ οἱ λόγοι ἄλαλοι), ἀλλὰ σιωπῶντες γίνονται κήρυκες ὧν τὴν μνήμην καὶ τὸν λόγον ἐν τῷ κρυφίῳ καὶ ἀπορρήτῳ τῆς ψυχῆς ταμιείῳ ἐγκατατίθενται, καὶ τίμιά γε καὶ ἔνδοξα διὰ τὰ ὑπ' αὐτῶν τίμιά τε καὶ ἔνδοξα σημαινόμενα. 172 ἀλλ' ἴδωμεν εἰ τοῦ ἱεροῦ Ἐπιφανίου ταῦτα σπέρματα, τοῖς γνησίοις αὐτοῦ καὶ οἰκείοις παραβάλλοντες λόγοις. φησὶν οὖν ἐν τοῖς κατὰ αἱρέσεων συντεταγμένοις βιβλίοις αὐτῷ, ἐν οἷς κατὰ Κολλυριτῶν διαλέγεται, εἰδώλων ἕνεκεν διαλαμβάνων, γυναικῶν τινων κολλυρίδα ἐπ' ὀνόματι τῆς ἁγίας θεομήτορος προσφερουσῶν· Πόθεν οὐκ εἰδωλοποιὸν τὸ ἐπιτήδευμα καὶ τὸ ἐγχείρημα διαβολικόν; προφάσει γὰρ διαβόλῳ ἀεὶ ὑπεισδύνων τὴν διάνοιαν ὁ διάβολος τῶν ἀνθρώπων, τὴν θνητὴν φύσιν θεοποιῶν εἰς ὀφθαλμοὺς ἀνθρώπων, ἀνδρείκελα ἀγάλματα διὰ ποικιλίας τεχνῶν διέγραψεν. καὶ τεθνήκασιν μὲν οἱ προσκυνούμενοι, τὰ δὲ τούτων ἀγάλματα μηδέποτε ζήσαντα (οὔτε γὰρ νεκρὰ δύνανται λέγεσθαι τὰ μηδέποτε ζήσαντα) προσκυνητὰ παρεισάγουσιν, διαμοιχευσάσης διανοίας ἀπὸ τοῦ ἑνὸς καὶ μόνου θεοῦ, ὡς ἡ πολύκοινος πόρνη ἐπὶ πολλὴν ἀτοπίαν πολυμιξίας ἐρεθισθεῖσα καὶ τὸ σωφρονεῖν ἀποτριψαμένη τῆς τοῦ ἑνὸς ἀνδρὸς εὐνομίας. ναὶ μὴν ἅγιον ἦν τὸ σῶμα τῆς Μαρίας, οὐ μὴν θεός· ναὶ δὴ θεοτόκος ἦν ἡ παρθένος καὶ τετιμημένη, ἀλλ' οὐκ εἰς προσκύνησιν ἡμῖν δοθεῖσα, ἀλλὰ προσκυνοῦσα τὸν ἐξ αὐτῆς σαρκὶ γεγεννημένον, ἀπ' οὐρανῶν δὲ ἐκ κόλπων πατρῴων παραγενόμενον. καὶ τὰ μὲν Ἐπιφανίου τοιαῦτα· ἐν οἷς τῆς μὲν γυναικείας καταγορεύει ἁπλότητος, εὐάλωτον πρὸς ἐξαπάτην ἀρχῆθεν ἐχούσης τὴν φύσιν· οὐ μὴν Χριστιανοὺς ἐκκεκλικότας καταιτιᾶται πρὸς εἴδωλα, ὥσπερ οὐδὲ ἐν ἄλλοις γνησίοις αὐτοῦ βιβλίοις τὸ τοιοῦτον καταληφθήσεται. ἀλλὰ πῶς τοῖς πανταχοῦ τὰ νεκρὰ προσφερομένοις συμφθέγγοιτο, ἐπεὶ μὴ ἀξιοῖ νεκρὰ τὰ εἴδωλα λέγεσθαι τῷ μὴ δὲ ζῆσαι ἤδη ποτέ; εἰ γοῦν κἀκεῖνα Ἐπιφανίου δοίη τις, εἰς ἀντίφασιν τὸν ἄνδρα περιαγαγεῖν ἀναγκασθήσεται καὶ τἀναντία ἑαυτῷ ἀποφαινόμενον, ὅπερ καὶ λέγειν ἄτοπον. καὶ ὃ τούτων ἀτοπώτερον· εἰ γὰρ τεθνήκασιν οἱ προσκυνούμενοι, ἐκβιασθήσεται ὅσον ἐπὶ τῷ λόγῳ τούτῳ ἐν τοῖς τεθνεῶσιν καὶ νεκροῖς ἔτι οὖσιν συγκαταριθμεῖν τὸν Χριστόν, πρὸς δέ γε καὶ τοὺς θείους ἀγγέλους, καὶ μήποτε ζῆν ἀποφαίνεσθαι, εἴπερ εἷς ἦν καὶ ὁ αὐτὸς ὁ ταῦτα κἀκεῖνα λέγων καὶ εἰδώλοις ἐν ἴσῳ τιθεὶς τὰ παρὰ Χριστιανοῖς τιμώμενα. τοῦτο δὲ οὐδ' ἂν οἱ ἀλιτήριοι προσφθέγξασθαι τολμήσειαν δαίμονες. ἐπιστατέον δὲ ὅτι ὁ ἀληθὴς Ἐπιφάνιος τὴν ἐν τοῖς ἀγάλμασιν προσκύνησιν ἐπὶ τοὺς ὧν εἰσιν ἐκτυπώματα ἀναφέρει, εἰδὼς καὶ αὐτὸς ὅτι τὸ εἰς τὴν εἰκόνα δρώμενον ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. 173 δῆλον οὖν καὶ ἐντεῦθεν ὡς οὐκ ἔστιν ὁ τὴν δυσφημίαν ταύτην κατὰ τῶν ἁγίων συντιθεὶς ὁ ἱερὸς Ἐπιφάνιος, Εὐσέβιος δὲ ἡμῖν ἄλλος παραναφαίνεται· οὗ τὴν μὲν προσηγορίαν ὑπεκράτησαν, οὐδαμοῦ μνήμης ἐν τῷ ἀξιαγάστῳ αὐτῶν τούτῳ ὅρῳ ἀξιώσαντες, καίτοι τῆς ἀποστασίας διδάσκαλον καὶ διδασκάλων τὸν ἡγεμόνα καὶ κορυφαῖον ἔχοντες, τὴν δὲ κατὰ τῆς θείας οἰκονομίας Χριστοῦ ἀπέχθειαν δημοσιεύουσιν· σύμψηφος γὰρ ἐν τούτοις καὶ ὁμογνώμων, ἐπεὶ τῆς Ἀρειανικῆς τε καὶ Ἰουδαϊκῆς φατρίας ἔτι μὴν καὶ τῆς Μανιχαϊκῆς ἀθεΐας θιασῶται τυγχάνουσιν. καὶ τοῦτο δείκνυται ἐν οἷς τὰ παραπλήσια πρὸς τὴν βασιλίδα Κωσταντίαν ἐν τῷ κατὰ τὴν μεταμόρφωσιν τοῦ σωτῆρος γενόμενος τόπῳ γράφει. προδιαλαβὼν γὰρ περὶ τῶν κατὰ Χριστὸν φύσεων, ἐφ' ὧν τὴν ἀνάκρασιν καὶ σύγχυσιν παρὰ τὸ δόγμα τῆς ἐκκλησίας κακῶς δοξάζει, ἐπάγει εὐθύς· Ὅτε τὸ μὲν πρόσωπον αὐτοῦ ἀπήστραψεν ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια ὡς τὸ φῶς. τίς οὖν τῆς τοσαύτης ἀξίας τε καὶ δόξης τὰς ἀποστιλβούσας καὶ ἀπαστραπτούσας μαρμαρυγὰς οἷός τε ἂν εἴη καταχαράξαι νεκροῖς καὶ ἀψύχοις χρώμασιν καὶ σκιογραφίαις; προϊὼν δὲ αὐτός, ἔνθα τὰ ἡμέτερα τοῖς ἀπίστοις ἔθνεσιν ὡσαύτως ἔχειν τερατολογεῖ, τοιαῦτα χριστομαχῶν διέξεισιν· Εἰ μὴ τοῖς ἀπίστοις ἔθνεσιν ὁμοίως τὰ μηδαμῇ μηδαμῶς ἐοικότα ἑαυτῷ τις ἀναζωγραφήσειεν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων· τοιαῦτα γὰρ κἀκεῖνοι ἂν εἰδωλοποιοῦντες, εἴποτε θεόν, ὡς ἡγοῦνται, ἤ τινα, ὡς ἂν φαῖεν, ἡρώων, ἤ τι τῶν τοιούτων πλάττειν καὶ ἀπεικάζειν ἐθέλοιεν, οὐδὲν ὅμοιον· οὐδὲ γὰρ οἷοί τε ὄντες γράφειν, ἀλλόκοτα σκιαγραφοῦσιν, ἀνδρείκελα σχήματα διαχαράττοντες. ὁρᾶτε τὴν συμφωνίαν; ὁρᾶτε τὴν πονηρὰν συνδρομὴν καὶ συναυλίαν περὶ τὴν τῶν νεκρῶν ὀνομασίαν; ὅπως ἀλλήλοις ὁμορροθοῦντες καὶ συμβαίνοντες; ὅπως συνέριθοι καὶ συνήγοροι τὴν κακίαν ὑπάρχοντες τὴν κατὰ τῆς Χριστοῦ ἐκκλησίας συνεσκευάσαντο κατηγορίαν; ἤδη δὲ καὶ ἐν ἑτέροις πλείοσιν, εἴ τις τῆς μοχθηρᾶς ταύτης συζυγίας τὰς θεοστυγεῖς δόξας διερευνήσοιτο, ῥᾷστα ἂν καταλήψεται οὐκ Ἐπιφανίῳ μόνῳ ἀλλὰ δὴ καὶ παντὶ τῷ τῆς ἐκκλησίας ἀντικαθισταμένους δόγματι καὶ φρονήματι. 174 ἀλλ' ἐπὶ τὰ λοιπὰ τοῦ ἄφρονος μέτειμι, ἔνθα φράζει· Πῶς δὲ καὶ ἀγγέλους πνεύματα ὑπάρχοντας καὶ ἀεὶ ζῶντας ἐν νεκροῖς γράφων προσκυνεῖς, τοῦ προφήτου λέγοντος· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα; τίς οὐ συνήσει ὡς οὐκ ἔστιν Ἐπιφανίου ταῦτα δὴ τὰ ληρήματα, ἄνπερ μὴ λίαν ἐριστικὸς ᾖ καὶ φιλόνεικος; οὐδὲ γὰρ ἀγνοεῖν φαμὲν Ἐπιφάνιον τὴν τῶν χρυσοτεύκτων Χερουβὶμ ποίησιν, πολλοῦ γε καὶ δεῖ, ἅτε ἐξ Ἰουδαίων ὄντα καὶ τὰ κατὰ τὴν παλαιὰν σκηνὴν ἀναγεγραμμένα εὖ μάλα διησκημένον, ἄνωθεν δὲ τὴν κλῆσιν καὶ αὐτὸν ἐσχηκότα ἐπὶ τὰ Χριστιανῶν μετατάξασθαι, εἴπερ μὴ ψευδοεπεῖν ὑποληπτέον τὰ κατὰ τὸν βίον αὐτοῦ συγγεγραμμένα. οὗτος δὲ ὁ τῶν πικρῶν τούτων ζιζανίων σπορεὺς δοκεῖ μὲν ἐν τοῖς περὶ ἀγγέλων αὐτῷ λεγομένοις τὸν προφήτην ἀποδέχεσθαι, κατηγορεῖ δὲ θεοῦ, κατηγορεῖ δὲ καὶ Μωσέως, τοῦ μὲν ὡς μάτην νομοθετήσαντος ἃ μὴ θεμιτὸν ᾤετο, τοῦ δὲ ὡς εἰκῇ ὑπηρετησαμένου ἐν τῇ τῶν Χερουβὶμ ποιήσει, ὅτι τε πεποίηκεν καὶ ὅτι νεκρὰ καὶ ἐκ νεκρᾶς ὕλης τοῦ χρυσοῦ ἐκτετορνευμένου τὸ ἔλασμα καὶ τἄλλα ὅσα κατὰ τὴν σκηνὴν ἐκείνην τὴν παλαιὰν διατέτακται. πολλοῦ δ' ἂν ἦν ἄξιος, εἰ τῷ γράμματι γοῦν καὶ τοῖς τηνικαῦτα νενομισμένοις ἐπεπολίτευτο· ὁ δὲ γὰρ καὶ Ἰουδαϊκῆς πολιτείας μακρὰν ἀπεκέκριτο, συνιδεῖν οὐκ ἐθελήσας ὅτι ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, οὗτος καὶ τῷ οἰκείῳ θεράποντι Μωσεῖ ἐκεῖνα πάντα κατασκευάσαι καθ' ὃν τύπον ἐν τῷ ὄρει δέδεικται παρηγγύησεν. ἃ δὴ καὶ Παῦλος ἁγίων ἅγια καλεῖ καὶ Χερουβὶμ δόξης ἤτοι δεδοξασμένα· καὶ γὰρ πολλῆς δόξης ἠξίωτο τοῖς κατὰ τὴν σκηνὴν ἐνδοτέροις μάλιστα συνοῦσιν ὁμοῦ. μάχεται δὲ ὁ δύστηνος οὗτος καὶ πάσῃ μὲν τῇ ἐκκλησίᾳ ἅμα καὶ τῇ ἀληθείᾳ, μάχεται δὲ οὐχ' ἥκιστα τῷ συμπαραληφθέντι παρὰ τῶν ματαίων συνηγόρῳ· ὃς οὐ συνήγορος, κατήγορος δὲ δεινὸς τῆς συμμορίας αὐτῶν ἐκβεβηκώς. Ἰωάννης δ' οὗτός ἐστιν ὁ κλεινὸς τῆς ἐκκλησίας καθηγεμών, ὃς ἀντὶ πολλῶν ἡμῖν ἐξαρκῶν ἐπιρραπίσει καὶ παιδεύσει τοὺς ἄφρονας, τοιάδε τινὰ ἐν τῷ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως λόγῳ διεξιών· Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων νέφη· εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυῒδ ἀληθεύοντα· Κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. 175 μόλις δὲ τῆς εἰς τοὺς ἁγίους κορεσθεὶς παροινίας κατὰ τοῦ τῶν ἁγίων θεοῦ τὴν θεομάχον γλῶσσαν ὁ θεοστυγὴς καθοπλίζει καὶ κατὰ τῆς τοῦ μονογενοῦς οἰκονομίας ἐπιλυττᾷ καὶ ὃ μεῖζον εἰς παρανομίαν ἀποτολμᾷ καὶ λέγει· Ἤκουσα δὲ ὅτι καὶ τὸν ἀκατάληπτον υἱὸν τοῦ θεοῦ τινὲς γράφειν ἐπαγγέλλονται· ὃ φρίξαί ἐστιν τὸ ἀκοῦσαι, καὶ τὸ πιστεῦσαι βλάσφημον. τί δοκεῖ ἐνταῦθα τῷ τῆς φαντασίας προστάτῃ; βουλόμενος τὸ τῆς σωτηρίου τοῦ Χριστοῦ συγκαταβάσεως τό γε ἐφ' ἑαυτὸν κατασεῖσαι μυστήριον ὡς δοκήσει καὶ οὐκ ἀληθείᾳ πεπράχθαι, τὴν τοῦ ἀκαταλήπτου φωνὴν προχειρίζεται, ὥσπερ θεμέλιον τῆς ἰδίας ἀπάτης θέμενος. διατοῦτο καὶ υἱὸν θεοῦ ψιλὸν προσαγορεύει, ἐπεὶ καὶ τὸν σταυρὸν καὶ ὅλον τὸ πάθος ἐπὶ τὴν θεότητα ἀναφέρει (καὶ τοῦτο Ἀρειομανιτῶν καὶ Θεοπασχιτῶν ἤτοι Δοκητῶν τὸ βλάσφημον δόγμα), σαρκὸς οὐδ' ὅλως εἰς μνήμην ἰών, ἵνα δὴ ἀκατάληπτος θεὸς ὢν μὴ δὲ γράφοιτο· ὡς εἴ γε κυρίως καὶ ἀληθῶς σεσάρκωται, καὶ καταληφθήσεται· καὶ εἰ καταληφθείη, καὶ γραφήσεται πάντως καὶ διέπιπτεν αὐτῷ τὰ τοῦ δόγματος. ἐπειδὴ γὰρ ᾤετο τὰ παρὰ τοῖς ἱεροῖς εὐαγγελισταῖς συγγεγραμμένα ῥᾳδίως διακρούεσθαι καὶ δὴ καὶ παρεξηγεῖσθαι τὴν ἐν αὐτοῖς ἀλήθειαν καὶ πρὸς ἀλληγορίας τὸ ἐναργὲς ἐσθ' ὅτε μεταρρυθμίζειν καὶ ἄλλως πρὸς χάριν τάχα γεγράφθαι τοῦ διδασκάλου τινά, ὡς ἤχοις ψιλοῖς μόνον καὶ λόγοις παραπεπλάσθαι τῶν πραγμάτων χηρεύοντα, ἔνθα δὲ Χριστὸς αὐτὸς ἐν εἰκόσιν ἐξιστοροῖτο καθὼς σεσάρκωται, ἐξ ἀνάγκης κατ' ὀφθαλμοὺς ἀνθρώπων κεῖσθαι μεθ' ὧν τε ἔδρασεν μεθ' ὧν τε ὑπὲρ τῆς ἐλευθερίας τῆς ἡμετέρας πέπονθεν, ἀψευδῆ τε σημαίνεσθαι τὴν σάρκωσιν, καὶ τῶν πραγμάτων αὐτῶν τὴν ἀλήθειαν διὰ τῶν εἰκονιζομένων ἐναργῶς ἐμφανίζεσθαι, κἀντεῦθεν πρὸς ἀξιοπιστίαν κεκτημένων τὸ ἀπαράγραπτον εἰς πληροφορίαν καὶ πίστωσιν τοὺς ἐνορῶντας ἄγειν τῶν δηλουμένων, ἐξελέγχειν δὲ τὴν ἀγνωμοσύνην τῶν ἀθετούντων τὸ εὐαγγέλιον, τούτου γε εἵνεκεν διὰ σπουδῆς ἁ πάσης ποιεῖται ὅτῳ τρόπῳ ἀπείργεσθαι τοῦ ἐν εἰκόσιν τὰ τῆς θεοφανείας διαχαράττεσθαι, ἵνα λοιπὸν ἡ τῆς δοκήσεως λύμη χώραν ἕξῃ παρρησιάζεσθαι. ἡμεῖς δὲ τί πρὸς ταῦτα φαμέν; ὅτι ὁμολογουμένως ὁ θεῖος λόγος, καθὸ θεός, ἄληπτός τέ ἐστιν καὶ ἀπερινόητος καὶ νῷ παντὶ καὶ λόγῳ παντί· θεὸν γὰρ νοῆσαι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον, ὥς που τῶν πάλαι τινὲς ἔφησαν· καὶ ὁ τρόπος τοῦ μυστηρίου τῆς θείας ἐνανθρωπήσεως καὶ νοῦν καὶ λόγον ὑπερβέβηκεν ἅπαντα. ἀλλ' εἰ ὁ ἄναρχος ἄρχεται καὶ ὁ ἀόρατος ὁρᾶται καὶ παράτασιν χρονικὴν εἴληφεν ὁ ὑπέρχρονος καὶ ὁ λόγος παχύνεται καὶ ὁ ἀναφὴς ψηλαφᾶται καί, τὸ ὅλον εἰπεῖν, ὁ θεὸς ἄνθρωπος γίνεται καὶ ὁ πρὸ πάντων αἰώνων ἐκ πατρὸς ἀχρόνως καὶ ἀπαθῶς ἐκλάμψας ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, νόμῳ συγκαταβάσεως φιλανθρωπίᾳ τε τῇ περὶ τὸ ἴδιον χρησάμενος ποίημα, ἐξ ἁγίας ἀχράντου ἀειπαρθένου καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ πνεύματι ἀφράστως καὶ ἀνερμηνεύτως ὡς οἶδεν αὐτὸς τίκτεται, καὶ θεὸς μετὰ σαρκὸς ἐψυχωμένης λογικῇ τε καὶ νοερᾷ ψυχῇ καὶ ἄνθρωπος τέλειος κατὰ πάντα χωρὶς ἁμαρτίας καθ' ἡμᾶς χρηματίσας, πάθος τε τὸ διὰ σταυροῦ ἑκούσιον ἀνατλὰς καὶ θανάτῳ προσομιλήσας, ἐξ Ἅιδου τε πρὸς ζωὴν παλινδρομήσας τριήμερος, πῶς οὐχὶ ὁ αὐτὸς καὶ καταληπτὸς ἐκ τοῦ ἀκολούθου ὁμολογηθήσεται καὶ πιστευθήσεται; εἰ γάρ, καθὸ λόγος θεὸς καὶ ἁπλοῦς, ἀκατάληπτος, ἀνάγκῃ δή, καθὸ συντεθεὶς ἄνθρωπος γέγονεν, καταληφθήσεται. καὶ εἰ τῷ ἀσωμάτῳ καὶ ἀοράτῳ καὶ ἀσχηματίστῳ καὶ ἀπόσῳ καὶ ἀμεγέθει καὶ εἴ τινι τοιούτῳ ἕπεται τὸ ἀκαταλήπτῳ εἶναι, πῶς οὐχὶ καὶ τῷ ἐνσωμάτῳ καὶ ὁρατῷ, ᾧ σχῆμά τε καὶ ὄγκος καὶ πηλικότης καὶ μέγεθος καὶ χρῶμα καὶ τὸ τρισσὸν ἐνυπάρχει κατὰ διάστασιν, ἐπακολουθήσει τὸ καταληπτῷ εἶναι; οὐ γὰρ θάτερον τούτων ἑνί γε τῶν ἀντικειμένων καὶ προκειμένων λόγων οἰκείως καὶ ἀφωρισμένως ἑπόμενον, καὶ ἀμφοτέροις ὑγιῶς καὶ κυρίως ἀκολουθεῖν δοθήσεται· εἰ γὰρ καὶ περὶ ταυτὸν ἄμφω, ἀλλ' οὐκ ἄμφω ταυτά. εἰ γοῦν εἷς ἐξ ἀμφοῖν προελθὼν ὁ Χριστός, θεότητός τε καὶ σαρκός, ἐναντία δὲ ταῦτα ἀλλήλοις, πῶς οὐχὶ καὶ καταληπτὸς ὁ ἀκατάληπτος ἔσται, ἵνα ἐφ' ἑνὸς καὶ τοῦ αὐτοῦ αἱ ἐναντίαι διαφοραὶ ἑκατέρας τε φύσεως ἐξ ὧν συνετέθη φυλαχθεῖεν, ἀδιάπτωτα καὶ τὰ ἰδιώματα, καὶ ἥ τε σύγχυσις, τούτων σῳζομένων, ἐκ ποδῶν γένοιτο καὶ φροῦδος ἡ διαίρεσις τοῦ ἑνιαίου τῆς ὑποστάσεως, καθ' ἣν ταῦτα συνδεδράμηκεν, δείκνυται, καθὰ λοιπὸν τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἐκδιδάσκει τὸ κήρυγμα. οὕτω τοίνυν καταληφθεὶς ὁ ἀκατάληπτος ἤδη καὶ γραφήσεται, καθὸ κατείληπται ὁ ἄγραφος, καὶ εἰκονισθήσεται καὶ διὰ τῆς ἱερᾶς ταύτης ἱστορίας κηρυχθήσεται, ὥσπερ διὰ τοῦ εὐαγγελίου, ὅτι εὐαγγέλιον· ταῦτα ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου παραδιδόασιν, οἳ δὴ καὶ ἑωράκασιν καὶ αἱ χεῖρες αὐτῶν ἐψηλάφησαν, συνέφαγόν τε τῷ ὁραθέντι καὶ συνέπιον, καὶ ταῦτα μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· καὶ μάρτυρές γε τῶν τε θαυμάτων καὶ παθημάτων αὐτοῦ εἰσβαίνουσιν ἡμῖν ἀπαράγραπτοι. 176 καὶ ταῦτα μὲν ἱκανὰ παραστῆσαι τὸ εὐθὲς τῆς ἐκκλησίας φρόνημα. ἐπειδὴ δὲ σκοπὸς πρόκειται ἀλλότρια τὰ πονηρὰ ἐκεῖνα δόγματα Ἐπιφανίου δεικνύειν, φέρε δὴ σαφῶς κατοψώμεθα ὁποίαν περί γε τοῦ κυριακοῦ σώματος ἔσχεν αὐτὸς τὴν διάληψιν, ἐκ τῶν γνησίων αὐτοῦ καὶ πρὸς πάντων ὁμολογουμένων, ὀλίγα ἐκ πολλῶν ἀναλεξάμενοι συνταγμάτων. ἐν γοῦν τῷ καλουμένῳ Ἀγκυρωτῷ αὐτοῦ βιβλίῳ διέξεισιν τοιάδε· Αὖθις ἐροῦμεν πολλὰ εἰς τὸ Θεός μου καὶ θεὸς ὑμῶν, εἰρηκότες ὡς ἔστιν τῷ τὸν νοῦν ἔχοντι γνῶναι ἀπ' αὐτῆς τῆς ἀκολουθίας εὐλόγως εἰρῆσθαι· Ἄνθρωπος γάρ ἐστιν καὶ τίς γνώσεται αὐτόν; ἐν τούτῳ τὰ δύο ὑποφαίνει τὸ θεῖον γράμμα, ὁρατόν τε καὶ ἀόρατον. διὰ μὲν γὰρ τὸ ὁρατὸν εὐλόγως τὸ Θεός μου εἰρῆσθαι, διὰ δὲ τὸ ἀόρατον, Πατήρ μου λελέχθαι, μὴ ἀντιλεγομένης μὴ δ' ὁποτέρας ποιήσεως τῶν λόγων. ἐξ ὧν δηλοῦται τὸ διπλοῦν τῶν φύσεων τῆς κατὰ Χριστὸν μιᾶς ὑποστάσεως Ἐπιφάνιος εἰδώς. πῶς οὖν ταῦτα ὁμόλογα τοῖς τὸ ἀκατάληπτον μόνον ἐπὶ Χριστοῦ κενολογοῦσιν; διὰ γὰρ τοῦ εἰπεῖν ὁρατὸν τὸ καταληπτὸν εἰσφέρεται, ὥσπερ διὰ τοῦ ἀοράτου τὸ ἀκατάληπτον· ὥστε ὡς ἔχει ἐπὶ τῆς ἑτέρας τῶν συζυγιῶν τὸ ἀντικείμενον, οὕτως ἐκ τοῦ ἀκολούθου καὶ ἐπὶ τῆς ἑτέρας ἕξει. εἰ γὰρ ἀκόλουθον τῷ ἀοράτῳ τὸ ἀκατάληπτον, λείπεται δὴ ἐξ ἀνάγκης ἀναλόγως τῷ ὁρατῷ τὸ καταληπτὸν ἕπεσθαι. δείκνυται οὖν Ἐπιφάνιος τὸ καταληπτὸν ἐπὶ Χριστοῦ μετὰ τοῦ ἀκαταλήπτου δοξάζων. καὶ μετὰ βραχέα πάλιν φησίν· Πληροῦται δὲ ἐν τῷ τοῦ θεοῦ λόγῳ καὶ υἱῷ θεοῦ ἐν τῷ εἰπεῖν· Ἄνθρωπός ἐστιν ἐν ἀληθείᾳ. τίς δὲ γνώσεται αὐτὸν ὅτι θεός ἐστιν; διὸ συμμετέχει ἄνθρωπος καὶ θεός, ἄγνωστος ἀνθρώποις διὰ τὸ ἀκατάληπτον, ἄνθρωπος δὲ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ δίχα σπέρματος ἀνδρὸς γεγεννημένος. ἐν τούτοις προθεὶς τὸ ἄγνωστον εἶναι Χριστὸν διὰ τὸ ἀκατάληπτον, δι' ὧν ἑξῆς ἐπάγει αἰνίττεται τὸ γνωστὸν εἶναι διὰ τοῦ συνεπινοουμένου καταληπτοῦ· οὐδὲν γὰρ ταῦτα διοίσει τοῦ ὁρατοῦ καὶ ἀοράτου, ἀλλ' ἀναλόγως ἕξει. τὸ γὰρ εἰρῆσθαι· ἄνθρωπος δὲ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ τοῦτο παριστάνειν ἐπίσταται. καὶ εἰ τοῦτ' ἀληθές, τὸ δὲ ὁρατὸν καὶ καταληπτὸν δείκνυται, ἀνάγκη κατ' αὐτὸ τοῦτο καὶ περιγραπτὸν τὸν Χριστὸν εἶναι· ἓν γὰρ εἶδος περιγραφῆς καὶ ἡ κατάληψις, καθὰ καὶ πρώην δεδήλωται. ὥστε ᾔδει καὶ Ἐπιφάνιος περιγραπτὸν τὸ σωματικὸν εἶδος Χριστοῦ· οὕτω γὰρ ἡμᾶς καὶ νοεῖν καὶ συλλογίζεσθαι τὰ προκείμενα αὐτῷ ἐκδιδάσκει ῥήματα. 177 μικρὸν δὲ ὕστερον διὰ μακροτέρου προστίθησιν λόγου ὅτι Καὶ ἐπείνασεν καὶ ἐδίψησεν, τὴν τῆς ἐνανθρωπήσεως χρειώδη συνήθειαν ἐν τῇ οἰκονομίᾳ ἔχων, καὶ λύπην καὶ κάματον φέρειν, καὶ δακρύειν, ἵνα τὴν σάρκα ἀληθινὴν ὑποδείξῃ, ἐλέγξῃ δὲ τὴν πλάνην Μανιχαίου, ὅτι οὐ δοκήσει ἠμφίεστο τὸ σῶμα ἀλλὰ ἀληθείᾳ. καὶ Ὅτι σῶμα καὶ ψυχὴν ἦλθεν ἔχων ὁ λόγος καὶ ὅσα ἐστὶν ὁ ἄνθρωπος, πεισάτωσαν αὐτοὺς αἱ θεῖαι γραφαὶ παλαιᾶς τε καὶ καινῆς διαθήκης. προσθεῖναι δὲ δὴ τούτοις καὶ ἑτέρους αὐτοῦ λόγους ὡσαύτως ἔχοντας, οὐκ ἄκαιρον. φάσκει γὰρ καὶ ταῦτα· Ὅσα γὰρ ἐν ἀνθρώπῳ καὶ εἴ τι ἐστὶν ἄνθρωπος, ταῦτα ἦλθεν καὶ ἔλαβεν ὁ μονογενής, ἵνα ἐν τῷ τελείῳ ἀνθρώπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας θεὸς ὢν ἀπεργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος εἰς μέρος πάλιν γένηται βρώματος διαβόλου. εἰ οὖν οὐδὲν μέρος ἀνθρώπου ἀπολέλειπται, μέρος δὲ ἀνθρώπου τὸ σῶμα (ἐπειδὴ ἐκ σώματος καὶ ψυχῆς τὸ ἀνθρώπειον σύγκριμα, καὶ τοῦτο τὸ ὅλον), τῷ δὲ σώματι ἐκ παντὸς ἕπεται τὸ καταληπτῷ εἶναι, τὸ γράφεσθαι καὶ εἰκονίζεσθαι (εἰ γὰρ μὴ γράφεται, οὐδὲ σῶμα), ὁ Χριστὸς ἄρα σῶμα φέρων τὸ ἡμέτερον ἀνάγκῃ δήπου κατ' αὐτὸ τὸ σῶμα καὶ καταληφθήσεται καὶ εἰκονισθήσεται καὶ κατὰ τοῦτον τὸν θεοφόρον διδάσκαλον, οὐδενὶ τρόπῳ ἐν τῇ κατὰ Χριστὸν μιᾷ ὑποστάσει διαιρέσεως ἐπινοουμένης. 178 οἶδεν οὖν ἄρα ὁ ἀληθὴς Ἐπιφάνιος περιγραπτὸν καὶ καταληπτὸν τὸν Χριστὸν κατὰ τὴν καθ' ἡμᾶς φύσιν εὕροι δ' ἄν τις αὐτὸν τρανέστερον οἵαν περὶ τοῦ κυριακοῦ σώματος ἐν τοῖς κατὰ Ὠριγένους αὐτῷ συγγεγραμμένοις ἐκέκτητο δόξαν διεξερχόμενον καὶ ἐν ἄλλοις πλείοσιν ἐμμελέστερον ἐφιστάνων· ἔτι ὁ αὐτὸς τὸν κατὰ αἱρέσεων λόγον ποιησάμενος, εἶτα ἐπὶ τὴν καθ' ἡμᾶς πίστιν ἐλθὼν καὶ πρὸς τῷ τέλει τοῦ συντάγματος περὶ τοῦ πάθους Χριστοῦ διαλεγόμενος, τὸ σῶμα αὐτοῦ ταφὲν ὁμολογεῖ ἐν ἀληθείᾳ, καθὰ ὁ τῆς καθ' ἡμᾶς ὁμολογίας εὐσεβὴς ἔχει λόγος, καὶ ἄψυχον μεῖναν τριήμερον καὶ ἀκίνητον καὶ ἐν μνήματι συγκλεισθὲν τῷ λίθῳ καὶ σφραγῖδα ἐπιτεθεῖσαν. πῶς οὖν ὁ ταῦτα εἰδὼς ἀκατάληπτον τὸν Χριστὸν κατὰ τὸ σῶμα δοξάσει; ἐντεῦθεν ἐπὶ τὴν ἀνάστασιν τῷ λόγῳ ἀπιὼν φάσκει ὅτι Ἀπαραλείπτως τῆς θεότητος συνηνωμένης τῷ προπεπονθότι ἁγίῳ σώματι, ἀνέστη καὶ συνήνωσεν αὐτὸ εἰς ἑαυτὸν εἰς ἓν πνεῦμα, εἰς μίαν ἑνότητα, εἰς μίαν δοξολογίαν, εἰς μίαν ἑαυτοῦ θεότητα. πέφηνεν μὲν γὰρ ἐν ἀληθείᾳ καὶ ἐψηλαφήθη ὑπὸ τοῦ Θωμᾶ, καὶ τοῖς ἀποστόλοις συνέφαγεν καὶ συνηυλίσθη μετ' αὐτῶν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἀλλ' εἰσῆλθεν, θυρῶν κεκλεισμένων, καὶ μετὰ τὸ εἰσελθεῖν ἐδείκνυεν νεῦρα καὶ ὀστέα, τύπον ἥλων καὶ τύπον λόγχης, ὅτι αὐτὸ ἦν ἀληθινὸν τὸ σῶμα. εἰ τοίνυν ταῦτα καταληπτοῦ, πῶς συνᾴσει τῷ ἀκαταλήπτῳ, εἰ μὴ καὶ ὀστέα καὶ νεῦρα καὶ τύπους ἥλων ἀκατάληπτα δώσουσιν; ἐν τούτοις ἐπιλύεται καὶ τὸ ἀποστολικὸν ῥητὸν τὸ λέγον· Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλ' οὐκέτι γινώσκομεν, οὐχ' ὅτι διεῖλεν τὴν σάρκα ἀπὸ τῆς θεότητος οὐδὲ ἀπέθετο αὐτὴν ἀνιὼν εἰς οὐρανούς, ἀλλ' αὐτὴν μὲν οὖσαν καὶ θεῷ συνηνωμένην, μηκέτι δὲ οὖσαν κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, τοῦτον ὁμοῦ θεὸν ἔχουσαν ἀπαθῆ καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα καὶ ἀνελθόντα ἐν δόξῃ, ἐρχόμενον δὲ κρῖναι ζῶντας καὶ νεκρούς, ὡς φησὶν ἐν ἀληθείᾳ· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. εἰ δὴ ταῦτα Ἐπιφανίου ὁμολογεῖται, τίς εἰς ἄκρον ἀμαθίας οὕτω καὶ φαυλότητος ἵκοιτο, ὃς οὐ συμφήσειεν ὅτι ἐκεῖνα ἀντικείμενα τούτοις; καὶ τὸ διηλλαγμένον ἐπὶ τοσοῦτον ἔχοντα, πολλῷ ἄπωθεν γνώμης καὶ δόξης Ἐπιφανίου ὄντα κέκριται, ἐπεὶ οὐδὲ σῶμα ἀληθῶς ὁ τοῦ γράμματος ἐκείνου πατὴρ τὸν Χριστὸν ἀνειληφέναι τίθεται, σχήματι δὲ μόνον καὶ δοκήσει φανῆναι· ἐξ οὗ καὶ τὸ ἀκατάληπτον καὶ ἄγραπτον πρεσβεύει. 179 ἐπεὶ οὖν μόλις ἀπήλλακται τῆς τῶν φαντασιωδῶν κοινωνίας καὶ βλασφημίας ὁ Ἐπιφάνιος, κεκλήσθω νῦν ἡμῖν οὐ μόνον μὴ συνηγορῶν μὴ δὲ παρεξεταζόμενος, ἀλλ' ἐξελέγχων αὐτῶν τὴν ἀπάτην· καὶ οἷα κατὰ Βαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνεντος, οἳ τῆς μανίας ταύτης κατῆρξαν, γράφει, ἐπισκεψώμεθα. καὶ ἐξ ὧν πλεῖστα κατ' αὐτῶν διηγώνισται, ἀρκέσει ταῦτα παρατεθέντα. φάσκει γὰρ κατὰ τῆς τῶν Διμοιριτῶν καλουμένης διαλαμβάνων αἱρέσεως οὕτως· Ἄλλοι δὲ εἰς ἡμῶν ὦτα εἰρήκασιν ὅτι οὐ ταύτην τὴν ἡμετέραν σάρκα οὐδὲ ὁμοίαν ἡμῶν ἐλθὼν ἔλαβεν ὁ κύριος, ἀλλὰ ἄλλην παρὰ τὴν ἡμῶν· καὶ εἴθε κατὰ δοξολογίαν ἔλεγον καὶ κατὰ ἔπαινον. καὶ αὐτοὶ γὰρ φαμὲν ἅγιον εἶναι τὸ σῶμα καὶ ἄχραντον· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. καὶ παντί τῳ δῆλόν ἐστιν τοῦτο τῷ εὐσεβῶς περὶ Χριστοῦ ἔχοντι καὶ νοοῦντι· ἡμεῖς δέ, εἰ καὶ αὐτὸ τὸ σῶμα, λέγομεν, ὅπερ καὶ αὐτὸ τὸ ἡμῶν εἴληφεν, παρ' αὐτῷ ἄχραντον τὸ αὐτοῦ σῶμα· ἐν ἡμῖν δὲ τοῖς πεπλημμεληκόσιν, οὐ διὰ τὸ ἀλλότριον εἶναι τὸ σῶμα καὶ ἀλλόκοτον, τὸ ὑποδεὲς καὶ ἠλαττωμένον, ἀλλὰ διὰ τὰ ἡμῶν ἁμαρτήματα καὶ παραπτώματα, τούτου ἕνεκα. οὐ γὰρ ἄλλο σῶμα ὁ κύριος ἔλαβεν καὶ ἄλλο ἡμεῖς ἔχομεν, ἀλλ' αὐτὸ τὸ σῶμα ἐν αὐτῷ πεφυλαγμένον καὶ ἄχραντον διατετηρημένον. ἄλλοι δὲ ἐξ αὐτῶν καὶ ἄχρι τῆς δεῦρο φιλονεικίᾳ τινὶ φερόμενοι, ὑπονοίαις ἀλλοτρίαις προαχθέντες, οὐ κατὰ τὴν διδαχὴν τῶν πατέρων οὐδὲ κατέχοντες τὴν κεφαλὴν τῆς πίστεως, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ, ὡς ὁ ἀπόστολος λέγει, ἀλλὰ τάχα ὑπὸ ἀλλοτρίων τινῶν θολωθέντες τὰς ἀκοάς, πλησιαιτέρως Βαλεντίνῳ καὶ Μαρκίωνι καὶ Μανιχαίῳ καὶ αὐτοὶ δῆθεν εἰς τιμὴν Χριστοῦ φαντάζονται μᾶλλον ἤπερ ἀληθεύουσιν. ἐπὰν ἀκούσωσιν παρ' ἡμῶν ὅτι ἔσχεν Χριστὸς σῶμα τὸ ἡμέτερον, εὐθὺς εἰς τοὺς μύθους τρέπονται τοὺς ἰδίους τῆς φιλονεικίας, λέγοντες ὄνυχας αὐτὸν ἐσχηκέναι καὶ σάρκα καὶ τρίχας καὶ εἴ τι ἕτερον, οὐ τοιούτους δὲ ὁποίους ἡμεῖς ἔχομεν, ἀλλὰ ἄλλους ὄνυχας ἐσχηκέναι καὶ σάρκας ἄλλας καὶ τἄλλα πάντα οὐχ' ὁποῖα ἡμεῖς ἔχομεν, ἀλλὰ ἀλλοῖα παρὰ τὰ ἡμέτερα δῆθεν, πάλιν βουλόμενοι σοφιστικῶς τῷ Χριστῷ χαρίσασθαι κατὰ τὸν Βαλεντῖνον καὶ τὰς εἰρημένας αἱρέσεις τοὺς ματαίους λόγους. λέγουσιν γάρ·" Ὅταν Χριστοῦ ὁμο λογήσωμεν τελείως τὰ πάντα, περιέργως, ὡς γέγραπται περὶ τῶν τοιούτων τῶν περιεργαζομένων καὶ μηδὲν ἐργαζομένων." πτύροντες γὰρ τὴν διάνοιαν τῶν ἀκεραιοτέρων εὐθὺς λέγουσιν·" Οὐκοῦν χρείαν ἔσχεν τῶν κατὰ τὴν τῆς σαρκὸς συνήθειαν ἢ τὰ πρὸς ἐκτοπισμὸν ἢ τὰ πρὸς ἀφεδρῶνα", ἢ τὰ ἄλλα ὅσαπερ δοκεῖ εἶναι σοφά, δεινὰ δὲ τυγχάνοντα καὶ ληρώδη μᾶλλον, ὡς φησὶν ὁ προφήτης· Τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; 180 καὶ ταῦτα μὲν προκείσθω τῆς συμμορίας τῶν ὀνειροπολούντων περὶ τὴν τοῦ Χριστοῦ ἐνσωμάτωσιν θρίαμβος, ἵνα ἐξ ὧν συνιστάνειν ἑαυτοὺς οἴονται, ἐκεῖθεν τὸ πτῶμα ἐξαίσιον ὑπομείνωσιν. οὐ μὴν δέ γε ἀλλ' οἶδεν ὁ ἱερὸς οὗτος ἀνὴρ καὶ τοῦ κτιστοῦ ὁμοιώματος διττὸν τὸν λόγον ἀποδιδόμενον χάριτί τε καὶ ἀπεικασμῷ καὶ μιμήματι· ὅπερ οὐκ Ἐπιφανίου μόνον λέγειν, ἤδη δὲ καὶ εἴ τις νοῦ καὶ φρενῶν οὐκ ἔξω γεγένηται. καὶ τοῦτο παρίστησιν ἐν τοῖς λεγομένοις Παναρίοις αὐτοῦ βιβλίοις, ἐν οἷς κατὰ Ἀνομοίων τὸν λόγον ποιεῖται, οὕτω πως λέγων· Πᾶν γὰρ τὸ κτιστὸν ἀνόμοιον τυγχάνει τῷ κεκτικότι, κἄν τε κατὰ χάριν ἀφομοιοῖτο· καὶ ὁ κτίσας τῷ κεκτισμένῳ ἀνόμοιος ὑπάρχει, εἰ καὶ χρώμασιν διαφόροις αὐτὸ κοσμεῖν πειράσοιτο, εἰ μή τι ἂν πρὸς ἀπεικασμὸν καὶ ἀπεικόνισμα κατὰ μίμησιν μόνον θεωρίας ἔσται τὸ ἐκτυπούμενον. ἡμᾶς μὲν οὖν ἐντεῦθεν ἱκανῶς παραθαρρύνει καὶ διανίστησιν Ἐπιφάνιος τὸν Χριστὸν εἰκονίζειν ἐν χρώμασιν· ἐπειδή γε σύμμορφοι τῇ εἰκόνι αὐτοῦ, ἀποστολικῶς εἰπεῖν, ἐν χάριτι διὰ πίστεως καὶ ἡμεῖς χρηματίζομεν, ὡς κτίσμα τὸν κεκτικότα κατὰ ἀπεικασμὸν ἐκτυποῦμεν καὶ ἀπεικόνισμα· τοὺς δι' ἐναντίας δὲ εὐλόγως ἐπιστομίσει. ὡς γὰρ ὅμοιος ὢν ὁ υἱὸς κατ' οὐσίαν τῷ θεῷ καὶ πατρὶ κατὰ πάντα οἷα θεὸς λόγος, εἰκὼν αὐτοῦ ἐστιν καὶ λέγεται, καὶ διατοῦτο ἀπερίγραπτος καὶ ἄγραπτος, ἐπεὶ καὶ ὁ πατήρ, οὕτως ὅμοιος κατὰ φύσιν ὑπάρχων τῇ μητρί, καθὸ τέλειος ἄνθρωπος, εἰκὼν ἀνθρώπου ἐστὶν καὶ λέγεται· ταύτῃ γοῦν καὶ περιγραπτὸς καὶ γραπτός, ἐπεὶ καὶ ἡ μήτηρ· ἄμφω γὰρ θεὸς καὶ ἄνθρωπος ὁ αὐτός. ταῦτα πειθέτωσαν ἡμᾶς ὅτι δὴ οὕτω καὶ Ἐπιφανίῳ ἐδόκει, ἐν πᾶσιν τοῖς ἐκκλησιαστικοῖς ἑπομένῳ δόγμασιν. εἰ γὰρ ἐναντίως εἶχεν, παρέσχεν ἂν ὁ τόπος ὅσα καὶ ἦν βουλομένῳ λέγειν αὐτῷ· νῦν δὲ ἐκτυπώματα καὶ ἀπεικάσματα σαφῶς εἰσφέρων, οὐκ ἂν ἐναντίον τι ἑαυτῷ πεφρόνηκεν. 181 καὶ τὰ μὲν οἰκεῖα καὶ παρὰ πᾶσιν συμπεφωνημένα τοῦ ἀληθοῦς Ἐπιφανίου ὄντα δόγματα καὶ συγγράμματα, ταῦτα· τὰ δὲ παρὰ τοῦ ψευδοῦς καὶ πεπλασμένου Ἐπιφανίου τηρεῖν ἀναγκαῖον, ὅπως πρὸς τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ δόξαν ἀντικειμένως ἔχοντα, εἰ ἄρα πρὸς ἑαυτὰ συμβαίνουσιν. ἐν μὲν οὖν τῇ ἀνὰ χεῖρα συγγραφῇ ὀλίγῳ πρότερον ἔλεγεν ἑωρακέναι τῶν ἀποστόλων εἰκόνας, ἡνίκα ἔγραφεν ὅτι ἐτόλμησάν τινες τὸν τοῖχον κονιάσαντες εἰκόνας αὐτῶν τὰς ψευδωνύμους γράφειν. ἐνταῦθα δὲ ἀκοὴν καὶ ἐπαγγελίας προβάλλεται· ἤκουσα, λέγων, ὅτι τὸν ἀκατάληπτον υἱὸν τοῦ θεοῦ γράφειν τινὲς ἐπαγγέλλονται, οὐδ' ὅτι ἔγραψάν τινες οὐδ' ὅτι πεπραγμένον πω τεθέαται, ἐν δὲ τῇ θρυλουμένῃ πρὸς Θεοδόσιον τὸν βασιλέα ἐπιστολῇ· οὐ πρέπον ἐστὶν ἡμῖν θεὸν ἔχειν ζωγραφητόν, ὥσπερ χαλεπαίνων κατεγκαλεῖ, ὡς τοῦτο τεθεα μένος. ὅτι δὴ ἀνατυποῦσιν διὰ χρωμάτων φησίν, καὶ ἐν τοίχοις ζωγραφοῦσιν καὶ ἐν βήλοις πρὸς ἡμετέρας ἀφροσύνης παρηγορίαν, καὶ ὅτι κόμην ἔχοντα τὸν σωτῆρα γράφουσιν, προστιθεὶς καὶ τὸ τοῦ σχήματος αἴτιον ὅτι ὡς Ναζωραῖον, εἴπερ οἱ Ναζωραῖοι κόμας ἔχουσιν. ἐν δὲ τῇ πρὸς Ἰωάννην τὸν Αἰλίας ἐπίσκοπον γράφει ὅτι παριών που εἶδεν ἐν ἐκκλησίᾳ βῆλον, ἐν ᾧ τὸ ἀνδρείκελον ἐζωγράφητο, καὶ ὡς οὐ μεμνημένος τεθεᾶσθαι, παρ' ἄλλων ἤκουεν, ὁποῖόν τι τὸ ἑωραμένον διδασκόμενος. εἰ γοῦν ἑαυτῷ ἀσύμφωνος δεικνύμενος μάχεται, σχολῇ γε ἂν τῷ εὐσεβεῖ λόγῳ καὶ τῇ ἐκκλησίᾳ ἐσπείσατο. τὴν οὖν τοιαύτην κουφότητα καὶ τοῦ νοὸς τὸ ἀλλόκοτον καὶ ἀστάθμητον ἐπιγράφειν Ἐπιφανίῳ τῷ ἱερῷ, ἄτοπον καὶ σκαιόν. 182 πέφρικεν δὲ καὶ δέδοικεν ἐπὶ τῇ ἀκοῇ καὶ τὸ πιστεῦσαι ἡγεῖται βλάσφημον. τίνος ἕνεκεν; οὐ τοῦ γράφεσθαι Χριστόν, ἀλλὰ τοῦ σεσαρκῶσθαι· βαρὺς γὰρ ἦν αὐτῷ ὁ Χριστὸς καὶ σωματούμενος καὶ ἐν εἰκόνι βλεπόμενος· εἰ γὰρ τὸ ἕτερον ἐδέδεκτο, καὶ θάτερον ἂν ὡμολόγησεν. τούτων οὕτως ἡμῖν εἰρημένων, ἄξιον μὴ δὲ τὰ ἐν μέσῳ παρεθέντα παραδραμεῖν ἀνεξέταστα, ἃ δὴ διὰ τὸ ὑπέρογκον τῆς βλασφημίας καταλελοίπασιν, καὶ οὕτω τὰ μεταταῦτα ἐπισυνάψαι. τοιαῦτα γὰρ τὰ παρειμένα· Πῶς γὰρ τὸν ἀκατάληπτον καὶ ἀνεκδιήγητον καὶ ἀπερινόητον ἀπερίγραφόν τε γράφειν λέγει τις, ὃν οὐκ ἴσχυσεν Μωσῆς ἀτενίσαι; εἴ τις οὐκ ἀνόητος οὐδὲ ἐσκοτισμένος περὶ τὸ φῶς ἢ περὶ τὴν σοφίαν ἀπαιδεύτως καὶ ἀμαθῶς ἔχων, εἴ τις τὴν ψυχὴν οὐ πεπώρωται καὶ τὰ τῆς καρδίας ὄμματα πρὸς τὴν αἴγλην οὐκ ἀποτυφλώττει τῆς ὀρθῆς πίστεως, πρεσβεύει δὲ τὸν λόγον τῆς ἀληθείας καὶ ὑπεραθλεῖν βούλεται τῆς εὐσεβείας, ἐνταῦθα καταλήψεται ἀσφαλέστερον τοῦ ἐξαγίστου τὸ βλάσφημον, ἐν οἷς σαφῶς ἐκκαλύπτει τὴν φαντασιώδη καὶ ἀπατηλὴν αὐτοῦ δόξαν· ὅθεν πᾶσα ἡ τῶν νῦν δογματιστῶν ἰσχὺς καὶ τὸ κλέος ἐξῄρηται. ἀκατάληπτον καὶ ἀνεκδιήγητον τίθεται καὶ ἀπερίγραφον. σαρκώσεως δὲ ἢ ἐνσωματώσεως ἕνεκεν, τί χρὴ λέγειν; οὐδ' ὅτι ὤφθη ἢ πέπρακται ἀξιοῖ πώποτε. διὰ τούτων γὰρ τιμᾶν οἴεται θεὸν δι' ὧν ἀναιρεῖ τὴν φιλάνθρωπον αὐτοῦ συγκατάβασιν. καὶ βεβαιοῖ ταῦτα ἡνίκα Μωσέα μὲν ὡς οὐκ ἰσχύσαντα πρὸς αὐτὸν ἀτενίσαι εἰσφέρει, τῶν λεγόντων δὲ ὅτι Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν καὶ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς καὶ ὅτι Ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν καὶ ὅτι Συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ καὶ ὅσα ἄλλα διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος καταγγέλλεται, ὑφ' ὧν κατὰ ἀλήθειαν καὶ οὐ δοκήσει καὶ φαντασίᾳ κατὰ τοὺς ἐκείνου λήρους ἡ μετὰ ἀνθρώπων ἀναστροφὴ καὶ ἐμπολίτευσις τοῦ κυρίου δείκνυται καὶ παρ' ἡμῶν πιστεύεται, οὐδὲ εἰς μνήμην ὁπωσοῦν ἵεται. ὅστις δὲ ἦν ὁ ἐν τοῖς κατὰ Μωσέα χρόνοις ἐνηνθρωπηκὼς καὶ φαινόμενος Χριστός, εἰς ὃν Μωσῆς ἀτενίσαι οὐκ ἴσχυσεν, εἰδείη ἂν ἡ τοῦ ἐμπλήκτου καὶ μανιώδους ψυχὴ καὶ οἱ ἐκείνου ἀρτιγενεῖς φοιτηταί· Χριστιανοὶ γὰρ οὐκ ἴσμεν.

Intertext edge

Open linked passage

Note