Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio et eversio definitionis synodalis anni
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-patriarch-of-constantinople" aria-label="More works by Nicephorus Patriarch of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
183.1.1
οὕτω διαφανῶς κατήρνηται τῆς τοῦ λόγου σαρκώσεως τὸ μυστήριον. καὶ τὰ ἐπὶ τούτοις, ἔτι διαφανέστερα. τί γὰρ προστίθησιν; ὅτι Φασὶν τινὲς ὅτι ἐπειδὴ τέλειος ἄνθρωπος ἐγένετο ἐκ Μαρίας τῆς ἀειπαρθένου, διατοῦτο ἄνθρωπον αὐτὸν ποιοῦμεν. Βαλεντῖνον ἐνταῦθα καὶ Μαρκίωνα φθεγγομένους ὁρῶμεν καὶ Μάνεντα. τί γὰρ τούτων τῆς Μανιχαϊκῆς λύσσης ἐνδεικτικώτερον; φασίν τινες· αὐτὸς γὰρ οὐ λέγει οὐδὲ ὁμολογεῖν ἀνέχεται. εἶτα· Καὶ διατοῦτο ἐνηνθρώπησεν, ἵνα σὺ τὸν ἀκατάληπτον, δι' οὗ τὰ πάντα ἐγένετο, διὰ χειρός σου γράψαι δυνηθῇς; τὸ διατοῦτο ἐνηνθρώπησεν καταχλευάζων ὥσπερ καὶ εἰρωνευόμενος προτείνει. καὶ τῷ οὕτω φρονοῦντι κατεγκαλεῖ ὡς· Σὺ μέν, ὁ Χριστιανός, ὅτι ἄνθρωπος ἐγένετο λέγεις. ἐγὼ γάρ φησιν, οὐ λέγω. ἐπεὶ πῶς ἀκατάληπτος, καί σοι καὶ κατ' ἰσχὺν διὰ χειρὸς αὐτὸν γράφειν περιγενήσεται; τῇ γὰρ τοῦ ἀγράφου φωνῇ παριστάμενοι, οὗτός τε καὶ ἄλλοι τῆς φαντασίας οἱ ἐξηγούμενοι ἄνω καὶ κάτω τὸν τῆς σαρκώσεως τοῦ σωτῆρος λόγον διασαλεύειν ἐκμηχανῶνται. ἔπειτα, ὥσπερ συμπεραίνων ἃ κακῶς καὶ ἀθέως συνελογίσατο, ἐπιφέρει· Οὐκοῦν οὐκ ἔστιν ὅμοιος τοῦ πατρὸς οὐδὲ ζωοποιεῖ τοὺς νεκρούς. τί ταῦτα λέγων; ὅτι εἰ γράφεται, καταληπτός ἐστιν· εἰ καταληπτός ἐστιν, ἐνηνθρώπησεν· εἰ ἐνηνθρώπησεν, οὐκ ἔστιν ὅμοιος τῷ πατρί. καὶ πῶς οὐχὶ τοῦτο ἄτοπον; ὅμοιος γὰρ ὁ υἱὸς τῷ πατρί· καὶ ἐπεὶ ὁ πατὴρ ἀκατάληπτος καὶ ἄγραφος, καὶ διατοῦτο καὶ ὁ υἱὸς ταῦτα· οὐκ ἄρα ὁ υἱὸς ἐνηνθρώπησεν, ἵνα μὴ καταληφθῇ· οὐ καταληφθήσεται δέ, ἵνα μὴ γραφῇ· οὐ γρα φήσεται δέ, ἵνα ᾖ ὅμοιος τῷ πατρί. οὕτως ἐκ τοῦ ἀγράφου δι' ἀναλύσεως φωράσει τις ἐκτυπώτερον τὴν βλασφημίαν. οὐκ ἔστιν οὖν, φησίν, ὅμοιος τῷ πατρί. οὐκοῦν ἐπειδή σοι οὐ κατείληπται, οὐ δύνῃ διὰ χειρῶν σου γράψαι, καὶ διατοῦτο οὐκ ἐνηνθρώπησεν. οὐκ ἄρα ὅμοιος μητρί. ἢ μὴ δὲ μήτηρ παρὰ σοί; ἀλλὰ μὴν ἔστιν αὐτῷ μήτηρ. πῶς γὰρ οὔ; ἐνηνθρώπησεν ἄρα, διατοῦτο καὶ κατείληπται. οὐκοῦν ἐκ παντὸς καὶ γράφεται, ἐπεὶ καὶ ἡ μήτηρ. οὕτως ἄν τις ἀνθυπενεγκὼν εἴποι. δικαιότερον δ' ἂν μᾶλλον ῥηθείη ὅτι ἡ ἄμετρος τοῦ λόγου αὐτοῦ βλασφημία εἴη εἰς ἐκεῖνον, ἐπεὶ οὐδὲ μητέρα τῷ Χριστῷ διδόναι βούλεται. ἀλλ' ὡς φατὲ ὑμεῖς, ἔπειτα οὐδὲ ζωοποιεῖ τοὺς νεκροὺς εἰ γράφεται, φησίν, ταυτὸν δέ, εἰ ἐνηνθρώπησεν, ὡς ὁ λόγος συνήγαγεν· ὡς εἰ ζωοποιεῖ, οὐκ ἐνηνθρώπησεν κατ' αὐτόν. πῶς δὲ ζωοποιεῖ, ἴδωμεν. ἆρα οὐκ ἐπειδὴ νενέκρωται σώματι, καὶ ἀνιστάμενος ἐξ Ἅιδου, τοὺς ἀπ' αἰῶνος τοῖς τοῦ θανάτου βρόχοις κατειλημμένους συνεξανίστησιν; εἰ τοίνυν νενέκρωται, πῶς οὐκ ἐνηνθρώπησεν; πῶς οὐ καταληπτὸς κατ' αὐτό γε τὸ ἐνηνθρωπηκέναι; πῶς οὐ γράφεται; ζωοποιὸν δὲ τὸ σῶμα Χριστοῦ· θεοῦ γὰρ σὰρξ καὶ ζωῆς σῶμα, ὅπερ ἐκεῖνος ἀθετῶν, τῆς ὄντως ζωῆς διημάρτηκεν καὶ ζῶν ἔτι τέθνηκεν. πρὸς τί οὖν ἔρχεται ὁ λόγος αὐτῷ; ἢ μὴ πιστευθῆναι ἀληθῶς καὶ κυρίως σεσωματῶσθαι τὸν λόγον, τῇ τῆς δοκήσεως ὑπαγομένῳ ἐξαπάτῃ, ἤ, εἰ τοῦτο δοθείη, ἠλλοτριῶσθαι τῆς τοῦ πατρὸς ὁμοιότητος. 184 τούτων μὲν οὖν ἅλις. ἑξῆς δ' ἂν εἴη τὰ ὑπερτεθέντα τῆς χρήσεως τούτοις ἐπισυνάπτειν, ἐν οἷς ἰουδαΐζων φάσκει τοιάδε· Ποῦ γάρ σοι διέταξεν ταῦτα ἐλθὼν ἐπὶ γῆς, ποιῆσαι ὅμοιον αὐτοῦ καὶ προσκυνεῖν ἢ ὁρᾶν; αὕτη ἡ διάταξις, τοῦ πονηροῦ, δῆλον, ἵνα καταφρονήσῃς θεοῦ. εἴ σοι πεπίστευται ὅτι ἦλθεν θεὸς ἐπὶ γῆς ἐπιφανεὶς τοῖς ἀνθρώποις ὡς ἄνθρωπος, ἐγνώρισας ἂν αὐτὸν ὡς ἦλθεν, ὅ ἐστιν θεὸς μετὰ σαρκός· καὶ τὸ μὲν κεκρυμμένον καὶ νοούμενον, ὡς ἄληπτον καὶ ἀόριστον, ἄγραφον ἤδη ἐγίνωσκες, ἔγραφες δ' ἂν τὸ φαινόμενον ὀρθῶς ὡς ὁριζόμενόν τε καὶ καταλαμβανόμενον· νῦν δὲ φαντασιούμενος, τῷ φαινομένῳ καὶ τὸ νοούμενον δυσσεβῶς καὶ ἀθέως συμπαραγράφῃ. ἀντιπυθέσθαι δέ σου καιρός. σοὶ γὰρ ποῦ διέταξεν ἐλθὼν ἐπὶ γῆς καὶ ἄνθρωπος ὀφθεὶς ἀληθῶς μετὰ τοῦ εἶναι θεός, ὅμοιον αὐτῷ μὴ ποιεῖν κατὰ τὸ ἀνθρώπινον ἢ τοὺς εὐσεβῶς καὶ θεοπρεπῶς ποιοῦντας καὶ προσκυνοῦντας ἐξείργειν, λόγοις ἐγγράφοις νομοθετοῦντι; εἰ γοῦν οὐδὲν τούτων πρὸς διάταξιν προὔκειτο, νικᾶν οἶδεν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τὸ εὐσεβέστερον, καὶ πολλοῖς ἄνωθεν χρόνοις κρατούμενον. εἶτα ποῦ σοι διατέτακται θεῖα ἀνορύττειν θυσιαστήρια καὶ ἱερὰ καθαιρεῖν τεμένη διὰ πυρός τε ἄγειν καὶ κατῃθαλωμένα δεικνύειν τὰ εἰς τὴν ὑπηρεσίαν τῶν θείων μυστηρίων κατηρτισμένα τίμια σκεύη; ἃ δὴ πάντα Χριστιανῶν πίστις ἡ εἰς θεὸν καὶ πόθος ἔνθεος καὶ περὶ τὰ ἅγια καὶ ἱερὰ σπουδὴ κατεσκεύασεν. ταῦτα οὐ θεοῦ διάταξις, τὰ θεῖα διαφθείρεσθαι καὶ ἀπόλλυσθαι. ἀλλ' ὅπέρ σοι ἀκούειν ἄξιον, ἄκουε· αὕτη ἡ διάταξις, τοῦ ἐν σοὶ ἐνοικοῦντος καὶ διὰ σοῦ φθεγγομένου πονηροῦ πνεύματός ἐστιν. ἡμῖν δὲ τοῖς τὸ θεῖον καὶ σωτήριον κήρυγμα δεξαμένοις διάταξις πάσης τῆς ὁπωσοῦν προστάξεως ἀμείνων πολλῷ καὶ ἰσχυροτέρα ἡ πρὸς τὸν κηρυσσόμενον ἀκλινὴς πίστις καὶ ὀρθὴ ὁμολογία καὶ ἀληθινὴ ἀγάπη καὶ ὁ θεῖος ἔρως καὶ ὁ ἔμφυτος πόθος καὶ ὁ θερμὸς ζῆλος, ἐπεγνωκόσιν τὴν χάριν δημοσιεύειν καὶ διὰ τῆς γραφῆς ταύτης τοῦ σεσωκότος τὴν μεγάλην καὶ ἀνέκφραστον εὐεργεσίαν. οὐ γὰρ πάντα τῇ προστάξει τοὺς πιστοὺς προσανέχειν χρεών, λογικούς τε ὄντας καὶ τὴν ἐκλογὴν τοῦ κρείττονος παρὰ θεοῦ ποιεῖσθαι πεπιστευμένους, ἐπεὶ οὐδὲ πίστεως τοῦτο καὶ ἀγάπης εἰλικρινοῦς καὶ τελείας· δεῖ γὰρ καὶ παρ' ἑαυτοῖς εἰσφέρειν ὑπ' εὐγνωμοσύνης ὁρμωμένους τὰ εἰς σύμβολον πίστεώς τε καὶ πόθου προσήκοντα. ἔνθα τοίνυν τὸν σταυρὸν τοῦ σωτῆρος καὶ τἄλλα ἅγια ποιεῖν καὶ προσκυνεῖν διετάχθημεν, ἐνταῦθα καὶ τὰ τῆς σωτηρίου οἰκονομίας αὐτοῦ σύμβολα, ἔνθα σὺ οὐδὲ πεπίστευκας οὐδὲ κηρύσσειν τοῦ διὰ σὲ πεπονθότος τὴν εὐεργεσίαν ἀνέχῃ, ὁ τοῦ προσκυνεῖν ταύτην ἀνάξιος. ποίας οὖν μωρίας καὶ κακίας ὑπερβολὴν ἀπολείπει, τῷ τὰ θεῖα σεμνῶς καὶ πιστῶς περιέποντι θεοῦ καταφρόνησιν ἐπικαλεῖν; εἰ δὲ καὶ πρόσταξιν ἐπιζητοίης, μάνθανε ὅτι τὸ δρώμενον τοῦ λεγομένου πολὺ μᾶλλον ἰσχυρότερον καὶ πιστότερον, καὶ τὸ ποιεῖν τι αὐτόν τινα τοῦ προστάττειν ἄλλῳ ἀξιολογώτερον. εἰ οὖν ἤκουσάς ποτε εὐαγγελιστοῦ γράφοντος λόγον πεποιῆσθαι περὶ πάντων ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, πείθου τοῖς ἀληθῶς πραχθεῖσιν καὶ εἰσέτι καὶ νῦν σῳζομένοις καὶ παρὰ Χριστιανοῖς ὁμολογουμένοις καὶ τιμωμένοις, ἄνπερ μὴ πάντῃ τὴν ἀκοὴν κατεφθαρμένος ᾗς, τά τε νοητὰ καὶ αἰσθητὰ ὄμματα μὴ κεκαλυμμένος ἐξ ἀπιστίας, ὅπως αὐτὸς ὁ Χριστὸς καὶ θεὸς ἡμῶν ἔτι ἀνθρώποις ἐπὶ τῆς γῆς συναναστρεφόμενος ἐν ὀθόνῃ λαμπρᾷ τὸ πάνσεπτον καὶ ὑπερκόσμιον ἑαυτοῦ ἐντυπώσας ὁμοίωμα τῷ πίστει αἰτήσαντι ἐξέπεμψεν, ἐκεῖνο δὴ ὃ λέγεται τὸ φρικτὸν εἶδος τῆς γραφῆς τῆς ἀγράφου. ὡς δὲ ἀρχαῖον καὶ ἀποστολικὸν τὸ ἐπιχείρημα καὶ πατέρων τὸ ἐπισφράγισμα καὶ διατοῦτο αἰδέσιμον παρὰ Χριστιανοῖς καὶ ὁμολογεῖται καὶ διαμένει τιμώμενον, τὰ παρὰ τῶν ἐναντίων εἰς αὐτὰ πραττόμενα ἄτοπα παρίστησιν ἐμφανέστερον. 185 ἐπιβάλλειν λοιπὸν καὶ τοῖς ἀκολουθοῦσιν, ἀκόλουθον· ἐν οἷς ταῦτα παρεγγυᾶται ὁ κενὸς οὗτος διδάσκαλος ὑποτιθέμενος· Δεῖ οὖν αὐτῷ ζῶντι προσκυνεῖν, ὡς εἶπεν, ἐν πνεύματι καὶ ἀληθείᾳ. πρόεισι νῦν ὁ λόγος αὐτῷ περί γε τῶν ἑτέρῳ τινὶ καὶ οὐ θεῷ προσκυνεῖν εἰρημένων· τοῦτο δὲ τί ἂν εἴη ἄλλο ἢ κτίσμα; μέσον γὰρ οὐδὲν θεοῦ καὶ κτίσματος. τί οὖν φασιν οἱ τὴν κενὴν ταύτην δεδεγμένοι διδασκαλίαν καὶ ὡς θεόθεν ἥκουσαν περιέποντες; τί ποτε ἦν αὐτοῖς τὸ προσκυνούμενον, πρότερον ἄγνοιαν θεοῦ νοσήσασιν καὶ λόγου τοῦ καθ' ἡμᾶς ἠμοιρηκόσιν παντάπασιν; κτίσμα δήπου πάντως ἐροῦσιν. καὶ πῶς οὐχὶ πλανῶντες ἁλώσονται καὶ πλανώμενοι, ἐν τοῖς κατόπιν εἰρημένοις εἴδωλα εἰπεῖν τὰ προσκυνούμενα παρ' αὐτοῖς φειδόμενοι, καίτοι ἐν ἱερεῦσιν θεοῦ τελεῖν νομιζόμενοι καὶ νόμον θεῖον διεκδικεῖν καὶ θεοῦ πιστευθῆναι μυστήρια, εἶτα τῇ παρούσῃ διδασκαλίᾳ προσχόντες οἱ ἄρτι τῶν εἰδώλων ἀνακύψαντες καὶ Ἑλληνικῆς θρησκείας καὶ δεισιδαίμονος πλάνης ἀπαλλαγέντες, ἐπειδὴ θεῷ προσκυνεῖν ζῶντι ἐν πνεύματι καὶ ἀληθείᾳ νῦν κατήχηνται; εἰ μὲν δεῖ καὶ βαπτίσματος αὐτοῖς, οἷα νεαρὰν παραλαβοῦσιν τὴν πίστιν, ἀκόλουθον καὶ ὅ, τι ἂν ἄλλο ἐπέοικεν τοῖς φωτιζομένοις καὶ νέον ποδηγουμένοις πρὸς τὴν εὐσέβειαν, θρόνοις δὲ ἱερατικοῖς ἐπιπηδᾶν καὶ ἱερουργίας ἅπτεσθαι ἥκιστα ἂν δεήσειεν. πῶς γὰρ θαρσήσουσιν ἱερᾶσθαι θεῷ οἱ ἔναγχος τῶν βωμῶν καὶ τῆς κνίσης ἀναρπασθέντες; προσῆκον γὰρ ἐπὶ τοὺς τῇ πρὶν δυσσεβείᾳ καὶ ἀπιστίᾳ προαναλωθέντας χρόνους σκυθρωπάζειν καὶ ἀποδύ ρεσθαι, ἵλεών τε ἔσεσθαι θεὸν ἐπὶ τοῖς προημαρτημένοις κατὰ τοὺς καιροὺς τῆς ἀγνοίας ἐπικαλεῖσθαι, συλλήπτοράς τε αἱρεῖσθαι ἐπὶ τούτοις καὶ συνεργοὺς καὶ διδασκαλίας δεῖσθαι τῆς χρηστοτέρας χειραγωγούσης πρὸς θεοσέβειαν καὶ σωτηρίας ὁδὸν ὑποδεικνύσης. οἱ δὲ ἀθρόον ἑαυτοῖς τάς τε χειροτονίας ἐπιτρέπουσιν καὶ ἱερεῦσιν θεοῦ ἐγκαταλέγεσθαι· τολμῶσιν γοῦν καὶ κατὰ συνόδους ἀθροίζεσθαι καὶ διδασκάλους ἑαυτοὺς ἀνακηρύσσειν· καὶ προκάθηνταί γε μετὰ σοβαροῦ καὶ σεμνοῦ τοῦ φρονήματος καὶ τὴν ὀφρῦν ἀνασπῶσιν καὶ Χριστιανῶν κατεπαίρονται τῶν ἐξ ὀνύχων τῷ θεῷ ἀνακειμένων καὶ ἐκ βρέφους τὴν καθ' ἡμᾶς θεοσοφίαν μεμυημένων καὶ τοῖς Χριστιανῶν ἔθεσιν ἐνασκηθέντων καὶ τεθραμμένων· καὶ κρίνουσιν ὑφ' ὧν κατακρίνεσθαι ἄξιοι. διδάσκουσιν δὲ οὐ πίστιν ἀλλ' ἀπιστίαν, οὐ περὶ τὰ θεῖα εὐλάβειαν ἀλλ' ἀναισχυντίαν, οὐκ οἰκοδομεῖν ἀλλὰ καταστρέφειν καὶ κατασκάπτειν. οὐκ εἰρήνην κηρύσσουσιν ἀλλὰ μάχαιραν, καὶ μῖσος ἀντὶ ἀγάπης· καὶ ἐπήγειραν τὸν υἱὸν κατὰ τοῦ πατρὸς καὶ κατὰ τοῦ παιδὸς πατέρα καὶ νύμφην κατὰ τῆς πενθερᾶς, καὶ ἀδελφὸν πρὸς ἀδελφὸν καὶ γείτονα πρὸς γείτονα ἐξεπολέμωσαν, οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἔμιξαν οὐκ εὐαγγελικῶς ἀλλὰ λῃστρικῶς, οὐχ' ἵνα πιστὸν ἐξ ἀπίστου ἀλλ' ἵνα πιστοὺς πρὸς ἀπιστίαν ἐκκαλέσωνται. ἐντεῦθεν ὁ ἐπὶ τῇ ἀρχῇ ταύτῃ ἐπαναστὰς τῷ κοινῷ τῶν ἀνθρώπων σάλος, καὶ τῶν διωγμῶν ἡ καταιγίς, καὶ τῶν βασάνων τὰ νέφη· πάσης γὰρ κακουργίας καὶ λύμης ψυχῶν τε καὶ σωμάτων παραίτιοι γεγόνασιν, ταῖς καινοτομίαις ἐπιθέμενοι καὶ τὸν θεῖον φόβον ἐξ ὀφθαλμῶν διωσάμενοι καὶ τῶν νενομισμένων καὶ παραδεδομένων Χριστιανοῖς ἐπιλελησμένοι, ἐπεὶ πᾶσα ἐπιστήμη κανονικὴ καὶ εὐταξία καταπεπάτηται παρ' αὐτοῖς καὶ διέρριπται. 186 ἆρ' οὖν τῶν προσκυνούντων ζῶντι θεῷ ἐν πνεύματι καὶ ἀληθείᾳ ταῦτα ἐπιτηδεύματα; ἆρα πίστεως ὀρθῆς βλαστήματα καὶ μυήσεως εὐσεβοῦς γεννήματα; οὕτω κηρύσσων Χριστὸς ἐπὶ γῆς ἐλήλυθεν; οὕτω διδάσκει τὰ εὐαγγέλια; τοιαῦτα τῶν τῆς ἐκκλησίας καθηγεμόνων τὰ δόγματα; καὶ τίς φάναι ταῦτα τολμήσειεν; ἀλλ' ἐκ πίστεως εἰς ἀπιστίαν μετέθεντο, καὶ ἀπὸ τῆς εἰς Χριστὸν ἐλπίδος ἐκπεπτωκότες πρὸς ἀνθρωπίνην ἀπεῖδον, καὶ ἀπὸ τῆς ὀρθῆς δόξης καὶ τοῦ ἀποστολικοῦ φρονήματος ἐπὶ τὴν σκολιὰν τρίβον καὶ τὸ ἀποστατικὸν μετετάξαντο οἴημα. βαβαὶ ὁπόσον ἀγχινοίας περίεστιν αὐτοῖς καὶ τῆς νήψεως. ἡλίκον ὑπῆρξε τὸ κατορθούμενον. τί γὰρ αὐτοῖς συμβέβηκεν; ὥσπερ διακορεῖς περὶ τὴν πατρῴαν καὶ ὀρθοτάτην πίστιν γενόμενοι καὶ οἷα γεγηρακυῖαν ἀποτεμόμενοι, τὴν νῦν ἐπακμάσασαν καὶ νέον αὐτοῖς ἐπικεκηρυγμένην ἀνθῃρημένοι ἠσπάσαντο, παραπλήσιόν τι ποιοῦντες καθάπερ τῶν φυτηκόμων οἱ ἐπιμελέστεροι· τὰ καταγηράσαντα τῶν πρέμνων πρόρριζον ἀνασπῶντες, νεοθαλεῖς φυτουργοῦσιν τοὺς ὅρπηκας. ἥκουσιν γὰρ ὥσπερ μισθαρνοῦντες καὶ ψυχὰς αὐτὰς καταπροέμενοι, ἵνα τὰ παρόντα κερδήσωσιν, τὴν ῥέουσαν καὶ οὐχ' ἑστῶσαν δόξαν ἀντὶ τῆς θείας καὶ μενούσης δόξης ἀνταλλαξάμενοι, καὶ ἀνθρώποις ὑποκύψαντες σαρκὶ καὶ ὕλῃ προσδεδεμένοις, καὶ τοῖς βλεπομένοις μόνον τὴν ἐλπίδα τιθεμένοις, καὶ οὐδὲν προϊδέσθαι τῶν μελλόντων τοῖς τῆς καρδίας ὀφθαλμοῖς αἱρουμένοις, ἐπ' ἀπωλείᾳ δὲ καὶ φθορᾷ τοῦ κοινοῦ παντὸς ἄρχειν συγκεχωρημένοις, μᾶλλον δὲ ἐπὶ τῷ ἑαυτῶν ὀλέθρῳ καὶ πτώματι ἐξαισίῳ διὰ σπουδῆς ἁπάσης ἐρχομένοις. ἐπεὶ οὖν ἐκεῖνα καὶ παιδευθῆναι καὶ μυηθῆναι ἄξιοι, ἀκούσονται ὅπερ ἀκούειν αὐτοὺς δίκαιον· ὅτι ταῖς ἀληθείαις ἀσύνετοι οὐ συνίεσαν, οὐ τὸ δέον ἐφρόνησαν οὐδὲ ἐπέστησαν οἱ παράπαιστοι καὶ τὸν νοῦν παρενηνεγμένοι ὅτι οὗτος αὐτῶν ὁ δι δάσκαλος, σκότους καὶ ἀπιστίας πλήρης τυγχάνων, τοῦ μυστηρίου τῆς Χριστιανῶν θεοσοφίας πάμπαν ὑπῆρξεν ἀμύητος, ἁγίου δὲ καὶ βεβήλου ἀναμέσον οὐδ' ὅλως κρίνειν εἰδὼς οὐδὲ διαφορὰν προσκυνήσεως συνιδεῖν ἐθελήσας. καθάπερ γὰρ τοὺς τῶν εἰδώλων θεραπευτὰς μηδὲν πλέον τοῦ παρ' αὐτοῖς σεβομένου μιάσματος φαντάζεσθαι ᾤετο, οὕτω καὶ τοὺς τῆς τριάδος προσκυνητὰς δρᾶν σεσυκοφάντηκεν· πήρωσιν γὰρ τῶν νοητῶν ὀμμάτων νοσῶν ἀναβλέψαι πρὸς τὸ φῶς τῆς ἀληθείας οὐ δεδύνηται. οὐδὲ ἐπέγνω ὁ ἄθλιος ὅτι ἡ ἀληθινὴ καὶ ἐν λατρείᾳ προσκύνησις ἡμῶν τῶν Χριστιανῶν τῷ ζῶντι καὶ ἀληθινῷ μόνῳ θεῷ καθαρῶς καὶ εἰλικρινῶς καὶ ἀνεπιλήπτως προσφέρεται, τοῖς δὲ τῆς οἰκονομίας τῆς σωτηρίου συμβόλοις ἡ προσήκουσα τιμὴ ἐκνέμεται, καὶ αὐτὴ ἐπὶ τὸ πρωτότυπον διὰ τῆς εἰκόνος ἀναγομένη· ὃ δὴ καὶ γεωργοῖς καὶ ἐμπόροις καὶ βαναύσοις καὶ πᾶσιν ἀνθρώποις μικροῖς τε καὶ μεγάλοις τοῖς γε ὡς ἀληθῶς λόγον θεοῦ πεπιστευμένοις καὶ μὴ τὸ ὀπτικὸν τῆς καρδίας ἀμβλυώττουσιν ἀπλανῶς γνωρίζεται καὶ ἐξαγγέλλεται. 187 τοῖς δὲ ἑξῆς προκειμένοις τῆς παρούσης χρήσεως καὶ ἐπιβάλλειν αἰσχρὸν καὶ σιωπᾶν οὐκ ἀνεκτόν· ἔχει γὰρ οὕτως· Μὴ οὖν ἡ γάγγραινα νομὴν ἕξῃ· ὁ θεὸς γὰρ ἐν πάσῃ τῇ παλαιᾷ καὶ καινῇ ταῦτα ἀναιρεῖ ἀκριβῶς λέγων· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, λέγων· Ζῶ ἐγώ, λέγει κύριος, καὶ ἐμοὶ κάμψει πᾶν γόνυ. οὐ δυνάμεθα οὖν δυσὶν κυρίοις δουλεύειν, ζῶντι καὶ νεκρῷ· ἐπικατάρατος γάρ φησιν, ὃς κτίσμα παρὰ τὸν κτίσαντα προσκυνήσει. πάντα γὰρ ταῦτα περιέχει αὐτὸς καὶ οὐ περιέχεται ὑπό τινος. εἰ μὲν οὖν ἁπλῶς περὶ εἰδώλων ὁ λόγος ἦν αὐτῷ, πᾶς τις ἂν Χριστιανῶν συνηγόρει καὶ συνεφθέγγετο· ἐπειδὴ δὲ τῶν ἱερῶν συμβόλων τῆς θείας οἰκονομίας καταφλυαρεῖ, δι' ἧς πᾶν εἴδωλον ἐξηφάνισται καὶ πᾶσα τοῦ ἐπικρατοῦντος πάλαι διαβόλου ἡ δύναμις καὶ λατρεία κατήργηται, καὶ πάντα παρ' αὐτῷ συγκέχυται καὶ οὐδεμία διάκρισις ἁγίου καὶ ἐναγοῦς κατ' ὀφθαλμοὺς τοῦ ἄφρονος, ὡς μεθυόντων, ὡς μεμηνότων, ὡς λυσσώντων, ὡς βακχευόντων, ὡς ἐξεστηκότων καὶ δαιμονώντων ἀσήμους καὶ ἀνάρθρους φωνὰς ταῦτα κρίνοντες, πλεῖόν τι λέγειν καταλείψομεν. ποῦ γὰρ ἤκουσται ἢ γέγραπται ἐν παλαιᾷ καὶ νέᾳ διαθήκῃ εἰκόνα Χριστοῦ ἢ τῶν ἁγίων ἀναιρεῖσθαι; πρὸς τούτοις γὰρ ἠγνόηται τῷ ἄφρονι καὶ τῆς προσκυνήσεως τὸ διάφορον. 188 φέρε δὴ λοιπὸν καὶ τὰ ἐπὶ τούτοις τῶν δυσφημημάτων καὶ ληρημάτων κατοπτεύσωμεν. ἐπακολουθεῖ γὰρ ἐκ τῆς πρὸς Θεοδόσιον τὸν βασιλέα Ἐπιφανίου δῆθεν ἐπιστολῆς χρῆσις. ἀλλ' ἡμῖν γε πάλιν τὰ παρεθέντα αὐτοῖς ἐκ τοῦ κατὰ τὴν ἐπιστολὴν ταύτην τόπου, καθ' ὃν ἡ κατὰ εἰδώλων ἦρκται αὐτῷ ὑπόθεσις καὶ ἀφ' ὧν ἐπὶ τὰ καθ' ἡμᾶς ἱερὰ ἡ τοῦ χριστομάχου βλασφημία μετῆκται, ἐν τάξει πρῶτον ἐκθέσθαι καλῶς ἔχειν δοκεῖ, ἵνα οἱ λέγοντες εἴδωλα ὅλως τὰ ἅγια φείδεσθαι κατονομάζειν καὶ ἐνταῦθα στηλιτεύωνται ἔνδηλοί τε γίγνοιντο ὅθεν τε καὶ ἐξ ὁποίων βλασφήμων δογμάτων ὥρμηνται καὶ προέρχονται, ἔπειτα τοῖς αἱρεθεῖσιν αὐτοῖς ἐφιστάνειν εὐθυ βόλως ὡς οἷόν τε. ὧδε γάρ πως ἐκεῖνα κατάρχεται· Τὴν εἰδωλολατρίαν ἐν τῷ κόσμῳ τῇ ἑαυτοῦ κακοτεχνίᾳ ὁ διάβολος ἐμηχανήσατο· καὶ ἐν τῷ κόσμῳ ἔσπειρεν τοῦτο καὶ ἐθεμελίωσεν καὶ τοὺς ἀνθρώπους ἀπὸ τοῦ θεοῦ ἀπέστρεψεν· νῦν δὲ πάλιν μετὰ τὰς αἱρέσεις, καὶ τὰ εἴδωλα· εἰς ἀρχαίαν εἰδωλολατρίαν τοὺς πιστοὺς καθείλκυσεν καὶ ἠπάτησεν. νοήσει γὰρ ἡ σὴ εὐσέβεια καὶ ἡ ἐκ θεοῦ σοι δοθεῖσα σοφία καὶ ἐν βάθει νοημάτων ἐρευνήσει, εἰ πρέπον ἐστὶν θεὸν ἔχειν ἡμᾶς ζωγραφητὸν διὰ χρωμάτων. τίς ἤκουσεν τοῦτο ποτέ; οἶμαι ἄξιον πρῶτον ἐκ τῶν προκειμένων προσώπων τε καὶ πραγμάτων, ὅθεν τε καὶ πρὸς τίνα τὸ γράμμα καὶ ὅτου δὴ χάριν, καὶ εἰ τὸ ἀληθὲς ὁ λόγος τοῖς χρησαμένοις ἔχει διατεκμήρασθαι. ὁ ἱερὸς Ἐπιφάνιος, ὁ τῆς Κυπρίων κατὰ τὴν ἱερωσύνην ἡγεῖσθαι λαχών, ἀρχιερεὺς ἦν καὶ ἀρχιερέων ὁ ἐπισημότατός τε καὶ τιμιώτατος, βίου λαμπρότητι καὶ ψυχῆς καθαρότητι τῆς πρὸς θεὸν παρρησίας ἠξιωμένος καὶ σημείοις πλείστοις καὶ μεγίστοις ἐμπρέπων τῷ βίῳ· Θεοδόσιος δὲ τὰ Ῥωμαίων σκῆπτρα ἰθύνειν διεκεκλήρωτο, ὃς οὐ μικρὸν κλέος ἐν βασιλεῦσιν ἠνέγκατο, εὐσεβείᾳ τε καὶ ὀρθῇ πίστει κοσμούμενος καὶ τὴν περὶ τὰ θεῖα σπουδὴν εὐσθενῶς μάλα ἐπιδεικνύμενος. τί δὲ τὸ ἐν τῇ γραφῇ δηλούμενον; εἰδωλολατρίας ὑπόθεσις καὶ ἀνθρώπων εἰδωλολατρούντων ἔγκλημα, αἴτησίς τε καθαίρεσιν εἰδώλων καὶ ἀφανισμὸν μηνύουσα ὥστε ἀνθρώπους μύσους εἰδώλων καὶ πλάνης ἀπαλλάττεσθαι καὶ εἰδωλικῆς ἐλευθεροῦσθαι θρησκείας καὶ ἀθεότητος. τί οὖν ἱερωσύνης καὶ βασιλείας ὑψηλότερόν τε καὶ ἐπικλεέστερον; οὐδέν, εἴποι τις ἄν· θεοῦ γὰρ δῶρον ἀμφότερα. τί δὲ εἰδωλολατρίας χεῖρον, οὐδεὶς ἂν τῆς κακίας ἐφίκοιτο λόγος, ὅτι τε θεοῦ τοῦ πάντων κατεξουσιάζοντος ἀπάγει καὶ δαίμοσιν προσάγει μιαροῖς καὶ ἀλάστορσιν καὶ ψυχὰς ἀνθρώπων ἀπόλλυσιν, εἰς γέενναν καὶ ἀΐδιον κόλασιν παραπέμπουσα, ὧν τί βλαβερώτερον ἢ ἀθλιώτερον; ἆρ' οὖν ἔδει παρὰ τοιούτου ἀρχιερέως λόγον κινούμενον ἀπρακτεῖν καὶ τοσούτου γε πονηροῦ καὶ ὀλεθρίου πράγματος ἕνεκεν ἢ παρὰ βασιλέως τηλικούτου ἐνηχούμενον ἐφ' ἡσυχίας μένοντα σιωπῇ παραδίδοσθαι; οὔμενουν. μὴ δὲ γὰρ ἂν καταρραθυμήσαι τὸ παράπαν ἐν οὐδενὶ λόγῳ τὴν τοῦ κακοῦ ποιούμενον ἔφοδον ἐπ' ἀπωλείᾳ καὶ βλάβῃ τῶν ὑπὸ χεῖρα. πῶς γάρ, ὅς γε παρὰ τοῦ γεγραφότος ἱκανῶς μεμαρτύρηται εὐσθενῶς ἄγαν κατὰ τῆς πρὶν εἰδωλολατρίας διηγωνίσθαι, ἠδύνατο κατηρεμεῖν τὸ βραχύτατον ἕως ἀπόλοιτο αὐτῶν μετ' ἤχους τὸ μνημόσυνον καὶ ἀνὰ πᾶσαν τὴν γῆν τῆς τοῦ πονηροῦ καθαιρέσεως ὁ φθόγγος ἐξελήλυθεν; 189 πῶς οὖν ἔδει ταῦτα ἐξανύεσθαι καὶ περαίνεσθαι; διὰ πλείστων ὅσων θορύβων καὶ πόνων ἦχθαι, παντί που δῆλον, δι' ἁπάσης τῆς ἀρχῆς φοιτώσης καὶ διαθεούσης τῆς ἐπὶ τούτῳ ἐρεύνης τε καὶ βασάνου. ποῦ τοίνυν τὰ βασιλικὰ προγράμματα καὶ προθέματα; ποῦ τὰ δημόσια διατάγματα καὶ κηρύγματα, ἃ τοῖς εἰς τοῦτο πλάνης καὶ δυσσεβείας διολισθήσασιν ἠπείληται καὶ προέρχεται; ποῦ οἱ προτρέχοντες καὶ παραπέμποντες; ποῦ τὰ πολιτικὰ καὶ στρατιωτικὰ ἀθροίσματά τε καὶ συγκροτήματα; ποῦ οἱ νόμοι ὅσοι θεῖοι, πολιτικοί τε αὖ καὶ ἀνθρώπειοι, οἱ μὲν τὸ πρᾶον καὶ οἰκονομικὸν πραγματευόμενοι, οἱ δὲ τὸ αὐστηρὸν ἀπειλοῦντες καὶ ἀπότομον; ποῦ οἱ τοὺς νόμους ἐγκεχειρισμένοι καὶ οὓς μὲν νουθετοῦντες τῶν ὑπευθύνων καὶ ἐπιστρέφοντες, οὓς δὲ ἐπιτιμῶντές τε καὶ ἐν δίκῃ κολάζοντες; καὶ ὅποι τὰ δεσμωτήρια καὶ τίνα τὰ δικαστήρια καὶ βασανιστήρια; τίνες οἱ κατηγοροῦντες; τίνες οἱ συνηγοροῦντες καὶ τῶν κατηγορουμένων ἐγκλημάτων οἱ ὑπαίτιοι; ἢ τάχα βούλεται αὐτῷ ὁ λόγος μὴ δὲ ὁρᾶσθαί τινα τῶν ἐγκλημάτων ἀκαταιτίατον πώποτε, ὡς εἶναι τούς τε κρίνοντας τούς τε κρινομένους ὑποδίκους κολάσεως, καὶ ἢ ἐπιλείπειν τὸν κρίνοντα ἢ μηδένα εἶναι κρινόμενον, ἐπίσης ἐν ἅπασιν ἐκκεχυμένης τῆς ἀθεότητος; ποῦ δὲ τῶν εἰδώλοις ἀνακειμένων τεμενῶν αἱ καθαιρέσεις, ἐν οἷς αἵ τε σπονδαὶ καὶ θυσίαι ἐπετελοῦντο καὶ κνίσαι καὶ καπνοί, ἃ τὸν ἀέρα ἀναδιδόμενα κατεμόλυνεν, καὶ τὸ ἐπιβώμιον λύθρον, οἷς ὁ πονηρὸς ἔχαιρε δαίμων, ταῖς τῶν προσεδρευόντων νεωκόρων τελεταῖς θεραπευόμενος; ποῦ τῶν μολυσμῶν τούτων αἱ καθάρσεις καὶ τῶν τελετῶν αἱ ἀφαγνίσεις καὶ τἄλλα ἃ ποιεῖν Χριστιανοὺς ἐχρῆν, συνιστῶντα μὲν τῆς καθ' ἡμᾶς πίστεως τὴν καθαρότητα, κατασοβοῦντα δὲ τῶν βδελυρῶν εἰδώλων τὴν μυσαρότητα; τοσούτου πράγματος τοσαύτης ἔδει τῆς σπουδῆς, παραμετρουμένης τῷ μεγέθει τοῦ κακοῦ καὶ τῶν πόνων καὶ τῶν φροντίδων εἰς ὅσον ἀνάλογον, ὥστε στῆσαι τὴν φορὰν τοῦ δεινοῦ, καὶ τὸ εἰσφθαρὲν κατὰ τὴν τοιαύτην ἀρχὴν λοιμῶδες νόσημα καὶ πολιτείαν ὅλην διαλαβὸν ἀνακόψαι, ψυχὰς ἀθλίων ἀνθρώπων καταβοσκόμενον καὶ πυρὸς δραστικώτερον καὶ ὀξύτερον κατανεμόμενον, τά τε τῆς θρησκείας ἀνασώσασθαι δίκαια καὶ ἀνθρώποις τὴν ἐλευθερίαν χαρίσασθαι· πανταχοῦ γὰρ γῆς τὰ παρ' αὐτοῖς ὑβριζόμενα καὶ καθαιρούμενα ἅγια παρὰ Χριστιανοῖς τιμώμενα ὑπῆρχε καὶ προσκυνούμενα. πῶς οὖν καὶ πόθεν ἡμῖν ταῦτα πάντα ἐμφανῆ κατασταθήσεται, εἰ πᾶσαν συγγραφὴν καὶ ἱστορίαν ὑπερπλήρη τούτων ἑωρῶμεν τυγχάνουσαν; οὐδὲ γὰρ ἐνὸν τοσοῦτον κακὸν λήθῃ παραδραμεῖν, ᾄδεσθαι δὲ εἰς δεῦρο κατὰ δήμους καὶ ἀγορὰς καὶ πόλεις καὶ ἀγροὺς παρὰ πάσης ἡλικίας καὶ παντὸς ἐπιτηδεύματος καὶ ἀξιώματος. πῶς οὖν καίτοι τοιαῦτα ὄντα ἀμνημονεῖται καὶ σεσιώπηται καὶ οὐδεὶς οὐδέπω τῶν πάντων εἰς μνήμην ἦκται; κεναὶ τούτων αἱ βίβλοι συγγραφέων καὶ ἱστοριογράφων, ἀργεῖ σπούδασμα, καὶ νόμοι ἐσχόλαζον καὶ ἠρεμεῖ κριτήρια καὶ οὐδὲν ὅ, τι τῶν πρὸς τὸ τοιοῦτον ἀσέβημα εὐτρεπισμένων ἐστὶ φαινόμενον. ποῦ γῆς ἢ θαλάσσης ἢ ἐφ' ὅλην ὅσην ἐφορᾷ ἥλιος χθόνα ταῦτα ἤκουσται πώποτε; ἀντερωτάσθω γὰρ καὶ αὐτὸς εἰ πραττόμενα παρὰ Χριστιανοῖς δέδεικται. ἀλλ' οὔτε ἤκουσεν οὐδὲ τεθέαται ὁ ἐξάγιστος. οὐκοῦν πλάσματα πάντα. οὐκοῦν ἀπάτη καὶ πλάνη καὶ τῷ ὄντι διαβολικῆς μεθοδείας εὕρεμα· πάντα φασμάτων πλήρη καὶ δόξης ἀπατηλῆς ἐπίμεστα. οὐκοῦν οὐδὲ παρὰ Ἐπιφανίῳ τῷ θεοφόρῳ γέγραπται οὐδὲ Θεοδοσίῳ κατ' ὀνείρους γοῦν ποτε παραπλασθέντα ἐλήλυθεν· πολλῷ μᾶλλον, οὐδὲ εἰδωλολατρίᾳ Χριστιανοὶ ἑάλωσαν πώποτε· προσκυνηταὶ δ' οὖν τῆς τριάδος ἀληθινοὶ ὑπάρχοντες, τῆς θείας οἰκονομίας τιμῶσι τὰ σύμβολα. 190 ἀλλὰ τί γὰρ δράσειν οὐκ ἤμελλον οἳ δι' ὧν ἐπλάσαντο φωνῶν, τοῦ ἀκαταλήπτου λέγω καὶ ἀπεριγράπτου, τὸ μέγα τῆς σωτηρίας ἡμῶν μυστήριον ἐν φάσματι καὶ δοκήσει γεγενῆσθαι οὐ καταπεφρίκασιν φθέγξασθαι καὶ ἀνθρώποις Χριστιανοῖς εἰδωλολατρίαν ἐπιγράψαι; σπουδὴ γὰρ αὐτοῖς ὡς τὴν ἱερὰν τοῦ εὐαγγελίου εἰσήγησιν ἐκ μέσου ποιήσοιντο καὶ παρείσδυσιν εὕροι τὸ παρ' αὐτοῖς τῆς δοκήσεως μιαρώτατον δόγμα, οἷα πράγμασιν μᾶλλον αὐτοῖς παρὰ τῆς ἱστορίας ταύτης ἢ λόγοις τοῖς κατὰ τὰς ἱερὰς τοῦ εὐαγγελίου βίβλους ἐγγεγραμμένοις ἐξελεγχόμενοι. προφῆται μὲν οὖν ἄνδρες θεόληπτοι τὴν τοῦ θείου λόγου πρὸς ἀνθρώπους κοινωνίαν τε καὶ ἐπιφάνειαν ἄνωθεν προεκήρυξαν κἀντεῦθεν κατεστράφθαι καὶ ἠφανίσθαι εἰδωλικὴν ἅπασαν πλάνην καὶ ἀνθρώπους ταύτης λελυτρῶσθαι τὸν θεῖον δεδεγμένους λόγον καὶ τὸ σωτήριον κήρυγμα. ὁ μὲν γάρ τις προανακεκράγει πάντας εἰδήσειν ἀπὸ μικροῦ ἕως μεγάλου τὸν κύριον· ὁ δὲ καὶ τὰ ὀνόματα τῶν εἰδώλων μετὰ τῆς μνήμης αὐτῶν ἀπὸ τῆς γῆς ἐξαλειφθήσεσθαι· αὐτὸς δὲ ὁ σωτὴρ ἀνθρωπισθεὶς μὴ κατισχῦσαι πύλας Ἅιδου τῆς ἐκκλησίας τοῖς φοιτηταῖς ἐπήγγελται, ὁ τοῦ εὐαγγελίου δὲ κῆρυξ ἄμωμον καὶ ἄσπιλον καὶ ἀρρυτίδωτον ἑαυτῷ τὸν σωτῆρα παραστῆσαι διϊσχυρίσατο. ἄλλοι τε πλεῖστοι τούτοις ἐμβοῶσι τὰ παραπλήσια· οὐ μὴν ὅτι γε κενὸν ὀφθῆναι τὸ κήρυγμα καὶ τὸ ἐνανθρωπῆσαι τὸν λόγον μάταιον, οὐδ' ὅτι εἰδωλολατρίαν ἐν κόσμῳ πάλιν ἐναυλισθήσεσθαι καὶ προσκυνηθήσεσθαι δαίμονας, οὐδ' αὖ γε ὅτι Χριστιανούς, ὑπερεμπιπλαμένους τῆς πίστεως καὶ ἀχθοφορεῖν οἰομένους, ὡς δύσοιστον ἄχθος ἀποφορτίζεσθαι καὶ ἑτέρας θρησκείας γλίχεσθαι καὶ παλινοστεῖν ἐπὶ τὰ κωφὰ καὶ ἀναίσθητα εἴδωλα, ὥστε καὶ ἄλλου Χριστοῦ θειοτέρου τε καὶ φιλανθρωποτέρου δεήσεσθαι τοῦ πρὶν ἐληλυθότος ἀσθενοῦς νομισθέντος, καὶ ἑτέρας οἰκονομίας καὶ πάθους καὶ σταυροῦ καὶ κηρύγματος. 191 ἀλλ' εἰ χρὴ τοῖς παρ' Ἐπιφανίου τοῦ θεοφόρου πρὸς Θεοδόσιον γεγραμμένοις προσεσχηκέναι, τὰ σκευωρηθέντα καταλιπόντες, ἐκ τῶν κατὰ τὸν βίον αὐτοῦ ἀναγεγραμμένων ἀναλεξάμενοι τἀληθὲς εἰσόμεθα. καὶ γὰρ τῶν φυεισῶν κατὰ τὴν Κυπρίων νῆσον αἱρέσεων χάριν, Θεοδόσιον δι' ἐπιστολῆς ᾔτησεν ὥστε βασιλικοῖς διατάγμασιν τυπώσαντα ἐκεῖθεν ἐξελαύνειν ὅτι τάχιστα. καὶ δὴ αὐτίκα Θεοδόσιος εἴξας ἐπλήρου τὰ αἰτηθέντα· Σιμωνιανῶν δὲ ἦσαν καὶ Βαλεντίνων, Σαβελλιανῶν τε αὖ καὶ Νικολαϊτῶν, Ὀφιτῶν τε καὶ Βασιλειδιανῶν καὶ Καρποκρατιτῶν. πῶς οὖν ταῦτα τοῖς ἐν τῇ ψευδῶς ἀναφερομένῃ εἰς Ἐπιφάνιον ἐπιστολῇ συμβήσεται; ἐκεῖ μὲν γὰρ οὐδεμίαν τούτων εὕροι τις ἂν τῶν αἱρέσεων ἐγγεγραμμένην ὅτι μὴ μόνον τὴν Βαλεντίνων· τὰς γὰρ ἀπηριθμημένας αὐτῷ εἶναι κατὰ τὴν Κυπρίων νῆσον, Μανιχαίων φησὶν εἶναι καὶ Βαλεντίνων Ἐβιωναίων τε καὶ Μαρκιωνιστῶν καὶ Ἀπολιναριδῶν, ἐνταῦθα δὲ ἐν τοῖς αἰτηθεῖσιν οὐχ' οὕτως ἔχει. οὐδὲ γὰρ εἰδώλων ἕνεκεν τὸ εἰτιοῦν ἐνσημαίνεται, καίτοι γε ἐχρῆν πολὺ μᾶλλον καὶ πρὸ τῶν ἄλλων ἐντετάχθαι. τί γὰρ τούτου, εἴπερ εἰδωλολατρία ἐδόκει Ἐπιφανίῳ, ἀτοπώτερον ἢ ἀθεώτερον; καὶ τίνι λόγῳ τῶν ἡττόνων κατανδριζόμενος κακῶν, τῶν μειζόνων κατωλιγώρησεν; τοῦτο οὐ τὸ τυχὸν Ἐπιφανίου τὸ ἔγκλημα· ἀβελτηρίας γὰρ καὶ ἀσυνεσίας οἴσει γραφήν. ὃ δὲ μάλιστα ταύτην ἐλέγχει τὴν πλάνην, εἰπεῖν καὶ ἐν τῷ παρόντι ἀναγκαῖον. πρῶτος, ὡς μεμαθήκαμεν, ἐπ' ἀνατροπῇ τῆς τοῦ θεοῦ λόγου σαρκώσεως τὴν δόκησιν καὶ φαντασίαν ὁ θεομισὴς εἰσηγήσατο Βαλεντῖνος· ὃς περὶ ὀλίγας τοῦ ἀποστόλου κακουργήσας ῥήσεις, τὸ οἰκεῖον δυσσεβὲς κατεσκεύασεν δόγμα, μορφὴν δούλου ἀνειληφέναι λέγων τὸν κύριον, οὐκ αὐτὸν τὸν δοῦλον, καὶ ἐν σχήματι εὑρῆσθαι ἀνθρώπου, οὐκ αὐτὸν ἀνειληφέναι τὸν ἄνθρωπον, καὶ ἐν ὁμοιώματι σαρκός, οὐ σαρκὸς ἁμαρτίας προστιθείς. καὶ ὃ τούτου χαλεπώτερον· παθητὴν ᾤετο τὴν θεότητα καὶ ἐπ' αὐτὴν τὰ πάθη ἀνέφερεν. ἐξ οὗ εἰς τοὺς ἀθέους τοὺς περὶ Μαρκίωνά τε καὶ Μάνεντα καὶ τὸν δυσσεβέστατον Ἄρειον ὥσπέρ τι ψυχοφθόρον τὸ ἄθεσμον τοῦτο ἐγκατέσκηψε πάθος. ἐκ δὴ τούτων τῶν φασματωδῶν ἐμπεφορημένοι, τὸ μὴ δεῖν εἰκονίζεσθαι Χριστὸν ὠνειροπόλουν, ἐπεὶ μὴ δὲ σεσῶσθαι ἐν αὐτῷ τέλεον τὸ ἀνθρώπειον ᾔδεσαν εἶδος. ὡς οὖν ἀσύμβατα ταῦτα τῇ Ἐπιφανίου δόξῃ, ἣν περὶ τὸ κυριακὸν ἔσχε σῶμα, ἐκ τῶν πρώην λεχθέντων λόγων αὐτοῦ, οὐκ ἀσυμφανές· ἐς ὅσον δὲ τῶν ἄλλων μάλιστα ἡ Βαλεντίνου ἀσέβεια ἀπηχθημένη Ἐπιφανίῳ ἐτύγχανεν, ἐν τοῖς συγγεγραμμένοις αὐτῷ κατὰ αἱρέσεων διὰ μακροτέρων ἐπιγνωσθήσεται λόγων. ὅμως δ' οὖν καὶ αὐτὸς πάλιν ἡμᾶς ὁ συγγραφεὺς τοῦ βίου πληροφορείτω, γεγραφὼς ὡς συμβαλόντι αὐτῷ ποτὲ τῷ ἐκ τῆς Βαλεντίνου αἱρέσεως ἐπισκόπῳ καὶ τοῖς ὀρθοῖς τῆς ἀληθείας ἀντεπεξάγοντι δόγμασιν (Ἀέτιος δ' ἦν αὐτῷ ὄνομα) ἐπιτετιμηκὼς θανάτῳ πικρῷ κατεδίκασεν· δεσμοῖς γὰρ τοῖς παρὰ τοῦ ὁσίου τὴν γλῶσσαν πεδηθεὶς καὶ ἀφθεγξίᾳ ἐφ' ὅλαις ἓξ ἡμέραις συσχεθεὶς ἑβδομαῖος κακῶς τέθνηκεν. οὐκοῦν καὶ ἐντεῦθεν τῶν πλαστογραφούντων καὶ Ἐπιφανίῳ ἐκεῖνα ἀνατιθέντων ἡ κενοφωνία καὶ τὸ κακούργημα στηλιτεύεται· ὧν οὐκ ἄν τις τοσοῦτον ἐκπλαγείη τὸ ἀνόσιον ἢ ὅσον γε τῶν ἀναλεξαμένων καὶ εἰς συνηγορίαν παραγαγόντων τὸ ἀναίσθητον· οὓς οὐδὲ ἡ Θεοδοσίου εὐσέβεια δεδυσώπηκεν καὶ ὅσα αὐτῷ περὶ τοὺς θείους ναοὺς καὶ τὰ ἱερὰ κατασκευάσματα διεσπούδασται, ἐν οἷς ἡ τῆς εὐαγγελικῆς ἱστορίας εὐκοσμία τε καὶ λαμπρότης ἐμπρέπει. 192 ἀλλὰ φησὶν οὐκ Ἐπιφάνιος, ἀλλ' ὁ τῆς τοῦ θεοῦ λόγου καταγορεύων πρὸς ἀνθρώπους γεγενημένης ἐπιφανείας, ὅτι μετὰ τὰ εἴδωλα καὶ τὰς αἱρέσεις πάλιν εἰς εἰδωλολατρίαν τοὺς ἀνθρώπους ὁ Σατανᾶς καθείλκυσεν. ὢ τῆς βλασφημίας καὶ ἀτοπίας. τί τῆς ἀθεΐας ταύτης ἀτοπώτερον καὶ πρὸς ὕβριν τῆς τοῦ μονογενοῦς συγκαταβάσεως ἀνομώτερον; ποῖος Ἅιδης ταῦτα ἐφθέγξατο, ποῖος τάφος ἠρεύξατο ταῦτα; οἱ τῆς πασῶν κακίστης αἱρέσεως ὑπασπισταί, οὓς τῷ ὄντι εἰς τὸ τῆς ἀπωλείας βάραθρον καθείλκυσεν ὁ διάβολος. Χριστοῦ μνήμη καὶ ὄνομα, ὃ καὶ δαιμόνια φρίσσουσιν, καὶ δυσφημία εἰδώλων αὐτοῖς ἀντιπαραλαμβάνεται· καὶ ὅθεν τὸ πονηρὸν ἐπαύξεται, ἐπειδὴ γὰρ ἐναντία τῇ δοκήσει ἡ ἐνάργεια, ἣ τὸ ἀψευδὲς τῆς τοῦ λόγου σαρκώσεως διὰ τῶν ἱερῶν τύπων παρίστησιν, ὡς ἂν οὖν τὸ πρὸς αὐτὴν ἔχθος, οἷα φευκτέαν ἡγούμενοι, ἀποπλήσωσιν καὶ ἅμα τὸ βλάσφημον ἐκκλίνειν δόξωσιν, τῇ μεταθέσει τῆς προσηγορίας καθυβρίζουσιν καὶ τῷ τῶν εἰδώλων μύσει τὰς ἐναγεστάτας γλώσσας μαινόμενοι καταχραίνουσιν. εἰς τοῦτο αὐτοὺς ἀσεβείας, τοῦ ἀγράφου καὶ ἀκαταλήπτου τὸ πρόσρημα κατολισθῆσαι παρεσκεύασεν· ὅπερ ἐπὶ τῆς τοῦ λόγου ἐνσωματώσεως ἀπορρίπτοντες, τὸ ὁρώμενον αὐτοῦ κατὰ τὴν ἀνθρωπείαν ἣν ἀνείληφεν μορφὴν ἀπεικόνισμα, ὡς οὐδαμῶς τὸ ἐμφερὲς καὶ ὅμοιον πρὸς αὐτὸν ἔχειν οἰόμενοι οὐδὲ τὴν ὁπωσοῦν ἀναφορὰν ἢ σχέσιν διασῷζον ἀλλ' ὡς ἀλλότριον αὐτοῦ τυγχάνον, χριστομαχοῦντες φλυαροῦσιν, εἴδωλον κατονομάσαι κατὰ τὴν παρ' ἕλλησιν τετολμήκασιν δόξαν. ἐξ οὗ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ τὸ εἰδωλολατρεῖν ἀθέως προσάπτουσιν, καὶ ταύτῃ πείθειν τοὺς τῇ ἐκείνων ὑπαγομένους ἀθεότητι ἀγῶνα τίθενται, ὅπως τὸν φωτισμὸν καὶ τὴν λάμψιν τοῦ καθ' ἡμᾶς κηρύγματος ἐξαμαυρώσωσιν καὶ τὸ σκότος τῆς φαντασίας παρρησιάσωνται. οὐδὲν οὖν θαυμαστὸν τοὺς οὕτως ἀνοσίως διακειμένους τοιαῦτα καὶ διδάσκειν καὶ γράφειν. ἀλλὰ δὴ παρ' ἡμῶν καὶ πάλιν ἀκουέτω ὁ μανικός τε καὶ ἔμπληκτος ὅτι ἐσκοτίσθη τοῖς διαλογισμοῖς καὶ ἀναμέσον ἁγίου καὶ βεβήλου καὶ καθαροῦ καὶ ἀκαθάρτου διαστεῖλαι οὐκ ἔκρινεν. ἔστιν γὰρ ἐν αὐτῷ κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν διὰ τὴν ἀπιστίαν αὐτοῦ, καὶ τετύφλωται ὑπὸ τοῦ θεοῦ τοῦ αἰῶνος τούτου τὰ διανοήματα, ὥστε μὴ ἐναυγασθῆναι αὐτῷ τὸν φωτισμὸν τοῦ εὐαγγελίου. ληρῶν γὰρ τῷ ὄντι καὶ ἀνοηταίνων ὁ τῆς κακίας ταύτης πρόμαχος, Χριστοῦ μὲν ἀσθένειαν καταψηφίζεσθαι οὐ δέδιεν, ἀφῃρῆσθαι δέ γε αὐτοῦ τὴν κληρονομίαν ἡρπασμένην ὑπὸ τοῦ διαβόλου καὶ δευτέραν εἰδωλολατρίαν ἐν τῇ ἐκκλησίᾳ Χριστοῦ εἰσῆχθαι διϊσχυρίζεται· καὶ ταύτην ἐπιπλέκειν ἀνθρώποις πιστοῖς καὶ ἐξ εἰδώλων λελυτρωμένοις οὐ κατερυθριᾷ, τὴν ἐπὶ τοῖς ἱεροῖς συμβόλοις τῆς σωτηρίου Χριστοῦ οἰκονομίας καὶ δὴ καὶ τοῖς τῶν ἁγίων ἀφομοιώμασιν παρὰ Χριστιανοῖς εὐσεβοῦσιν προσαγομένην τιμὴν καὶ προσκύνησιν οὕτω καλῶν. ἣν δὴ Θεοδόσιος διαφερόντως ἠσπάσατο φιλοθεΐᾳ καὶ πίστει εὐθυτάτῃ κοσμούμενος· ναοὺς γὰρ οὐκ ὀλίγους ἐδείματο, ὡς πολλοῖς καθίστατο γνώριμον· οὓς ἀνιστῶν τῷ θεῷ καὶ καλλωπίζων, ἑαυτὸν ᾔδει καλλωπιζόμενον. ἱεράν τε γὰρ εἰς κόσμον αὐτῶν ἐσθῆτα καὶ κειμήλια κατεσκεύασεν καὶ πεπίστευται ταῦτα ἀνὰ τὴν ἕω τε καὶ ἑσπερίαν εἰργασμένα φαινόμενα· ἐν οἷς τὴν σεπτὴν τοῦ εὐαγγελίου ἱστορίαν ἐξύφηνεν, ἁγίων ἐντυπώσας μορφώματα τίμια, χρώμασίν τε καὶ ὑφάσμασιν σηρικοῖς καὶ διαχρύσοις διαποικίλας φιλοτίμως ὡς ἄριστα. πρὸς ὃν ἄν τις οὕτως ἐνστήσεται καὶ δὴ καὶ λέξει·" Τί δρᾷς, ὦ Θεοδόσιε; ἃ κατέλυσας πρότερον παντὶ σθένει χρώμενος, νῦν πάλιν καινίζεις; καὶ ἃ κατέστρεψας οἰκοδομεῖς; καὶ ἅπερ ἡγήσω ποτὲ εἰς βδέλυγμα, τούτοις τιμὴν καὶ δόξαν περιποιῇ;"," καὶ τίς οὕτω," φησίν," τῶν νοῦν ἐχόντων καὶ φρενὸς οὐκ ἔξω κειμένων ἐννοήσειεν; οὐδὲ γὰρ εἰς τοῦτο μανίας ἀφῖγμαι καὶ παρανοίας, ὥστε ἐφ' οἷς πρὶν καλῶς καὶ αἰσίως βεβούλευμαι καὶ διαπεπραγμάτευμαι, νῦν ἀβούλως καὶ σφαλερῶς διατεθῆναι καὶ διαπράξασθαι. εἰ μὲν γὰρ ἑλληνίζων καὶ ἃ παρ' Ἕλλησιν οἰκοδόμηται καὶ τετίμηται, δαίμοσιν ὀλεθρίοις τὴν λατρείαν προσφέρουσιν, τιμῶν ἔπραττον, εἶχεν ἂν ὁ λόγος τὸ εὔοδον· εἰ δὲ χριστιανίζων καὶ ὅσα εἰς δόξαν Χριστοῦ καὶ τιμὴν τῆς ἀφάτου αὐτοῦ συγκαταβάσεως, καθὰ παρὰ Χριστιανοῖς τὸ ἐξ ἀρχῆς διαπέπρακται, κατορθῶν διηγώνισμαι, τίς ἐπὶ τοσοῦτον ἠλιθιότητος καὶ ἀφροσύνης ἐξώλισθεν, ὃς ἐγκαλεῖν ἐπὶ τούτοις τολμήσειεν; οὐδὲ γὰρ ἂν ἐπιγνοίη ὅσον ἐν τούτοις τὸ διηλλαγμένον, ὅτι καθόσον φῶς πρὸς σκότος διενήνοχεν, οὐδ' ὅτι οὐ κοινωνία ναῷ θεοῦ μετὰ εἰδώλων ἢ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ." 193 πῶς οὖν τοιαῦτα εἰργασμένον ἀναθεωρῶν Θεοδόσιον ὁ λεγόμενος παρ' αὐτοῖς Ἐπιφάνιος καὶ περὶ ταῦτα ἀναστρεφόμενον ἤνεγκεν; πῶς οὐκ εἰδωλολατρίαν ἐνεκάλεσεν οὐδὲ ἐξήλεγξεν θρασύτερον, ἀλλὰ διὰ παντὸς τοῦ συγγράμματος ἐγκωμιάζει καὶ εὐσεβοῦντα τὰ εἰς θεὸν ἅμα παισὶν καὶ παντὶ τῷ βασιλείῳ αὐτοῦ οἴκῳ ἐκ νεαρᾶς ἡλικίας περιφανῶς συνίστησιν; ἀλλὰ τοῦ μὲν ὑπηκόου πλανωμένου ἐπὶ τὰ εἴδωλα ἐν ἀγωνίᾳ πολλῇ καθίσταται, καὶ Θεοδοσίῳ γε δι' ὄχλου γίνεται, ὡς ἂν ἀχθόμενος περὶ τὸ κακὸν πρὸς ζῆλον εὐσεβείας διεγείροιτο, αὐτὸν δὲ τῇ πλάνῃ ἐνισχημένον τῇ τῶν εἰδώλων οὐ τεθεράπευκεν. καὶ ἵνα μὲν ἄλλους διορθοῖτο ἀπὸ τοῦ πτώματος, πλεῖστα παρῄνεσεν, ἐκεῖνον δὲ κείμενον ἐπὶ τοῦ αὐτοῦ πτώματος ἀδιόρθωτον καταλέλοιπεν· ὃ ξένον ἀκοῦσαι καὶ παράδοξον. πῶς γὰρ ἄλλοις κηρύττειν διόρθωσιν ἱκανὸς ἦν μένων αὐτὸς ἀδιόρθωτος; δείκνυται δὲ καὶ ἄλλως ματαιολογῶν καὶ ψευδόμενος. τοῦ γὰρ λέγειν ὅτι μετὰ τὰς αἱρέσεις πάλιν εἰδωλολατρία, τί ματαιότερον ἢ ἀλογώτερον; οὔπω γὰρ αἱ αἱρέσεις παῦλαν ἔλαβον, ἀλλ' ἔτι ἐνακμάζουσαι πολλῶν ψυχὰς ἐλυμαίνοντο. οἶμαι δὲ μὴ δὲ τοῦτο παραδραμεῖν ἄξιον, ὃ προστιθέμενον πλειόνως στηλιτεύσει τῶν ἀδοκίμων τὸν νοῦν καὶ τὴν πλάνην· εἰ γὰρ παρὰ πᾶσιν ἐπ' εὐσεβείᾳ διαπρέπων Θεοδόσιος ᾄδεται, πῶς τὰ ἅγια εἰδώλοις μυσαροῖς ἐν ἴσῳ ἐλογίζετο ἢ ὕβριν τινὰ τοῖς ἱεροῖς προσῆχθαι ἠνείχετο, ὃς οὐδὲ τὴν ἀτιμίαν τὴν εἰς τοὺς ἀνεστηλωμένους αὐτῷ ἀνδριάντας ἤνεγκεν; καὶ γὰρ ὀλίγου ἐδέησεν πυρίφλεκτον καταδεῖξαι τὴν Ἀντιόχου, εἰ μὴ ἡ πρεσβεία τοῦ ἀρχιερέως τῆς πόλεως τὴν βασιλέως ὀργὴν καὶ τὸν θυμὸν ἔστησεν· ὃς αἰδοῖ καὶ εὐλαβείᾳ τῆς τοῦ ἀνδρὸς ἀρετῆς τὴν ἔντευξιν οὐδαμῶς ἀπεσείσατο. ἀλλ' εἰ δεῖ τἀληθὲς εἰπεῖν, πιστὸς ὢν ἐν κυρίῳ, εἴ που τινὰ λέγειν ἢ πράττειν τὶ κατὰ τῆς εὐαγγελικῆς ἱστορίας τετολμηκότα κατέλαβεν, βασάνοις ἂν πάντως ταῖς μείζοσιν ὡς τὸ εἰκὸς κατῃκίσατο. εἰ γοῦν ὁ ταῖς εἰκόσιν τῶν ἐπὶ γῆς βασιλέων προσκρούων ὑπάγεται νόμῳ, καὶ ταῖς τῶν κατακρίτων ὑπόδικος γίνεται ψήφοις, καὶ κίνδυνος ἐπήρτηται οὐ μικρὸς αὐτῷ ὡς αὐτὸν ἐνυβρικότι τὸν βασιλέα, ποίας οὐκ ἀξιωθήσεται τιμωρίας ὁ τοῦ βασιλέως τῶν βασιλευόντων καὶ οὐρανίων πάντων καὶ ἐπιγείων δεσπόζοντος καθυβρίζων καὶ καθαιρῶν τὸ ἀπεικόνισμα; εἰ γὰρ καὶ μὴ παρὰ πόδας διὰ τὴν θείαν μακροθυμίαν ἡ ἀντίδοσις, ὅμως ὀψὲ γοῦν τῆς οἰκείας παρανομίας τἀπίχειρα δρέψεται. 194 καὶ ταῦτα μὲν τὸ δυσσεβὲς τοῦ γεγραφότος μηνύει καὶ τὴν ἀπόνοιαν· τἄλλα δὲ πολὺ τὸ ἀπίθανον ἐνδείκνυται, εἰ πρὸς βασιλέα τοιαῦτα γέγραπται ἐκδιδάσκοντα, οἷα δεῖ τὸν ἄρτι κατηχημένον παιδεύεσθαι καὶ τῇ τοῦ καθ' ἡμᾶς μυστηρίου μυήσει προσερχόμενον· πρὸς ἰδιώτην γὰρ καὶ ἰδιωτῶν τὸν ἔσχατον καὶ βαναύσων τὸν ἀγροικότατον μόλις ἂν γράφεσθαι ἄξιον. τοιαῦτα ἡ θαυμαστὴ ἐκείνη καὶ παμφορωτάτη ἐπιστολή· καθ' ἣν ὁ Ἀράβιος αὐλητής, ὃ δὴ λέγεται, ἀδολεσχῶν παραφθέγγεται, πολλὴν ἐνεργαζόμενος τοῖς ἀκροωμένοις τὴν ἀχθηδόνα· πολέμιον γὰρ ἀκοαῖς ἀδολεσχία, πέρας τοῦ ταυτοεπεῖν οὐ γνωρίζουσα. ἀντανίστασθαι δὲ πρὸς τὸ ψεῦδος ὁρμωμένους καὶ ἄλλως οὐκ ἀπᾷδον οἶμαι· πῶς γὰρ ταῦτα Ἐπιφανίῳ ἀναθετέον; ὁρῶμεν γὰρ αὐτὸν κατὰ τῶν αἱρέσεων ἱστάμενον τοιαῦτα λέγοντα· Μία μετὰ τὰς ὀγδοήκοντα αἱρέσεις ἡ τῆς ἀληθείας βάσις ἅμα καὶ διδασκαλία καὶ σωτήριος πραγματεία καὶ Χριστοῦ νύμφη ἁγία ἐκκλησία, οὖσα μὲν ἀπ' αἰῶνος, διὰ δὲ τῆς ἐνσάρκου Χριστοῦ παρουσίας κατὰ τὴν διαδοχὴν τοῦ χρόνου μέσον τῶν προειρημένων αἱρέσεων ἀποκαλυφθεῖσα. ἄλλα τε μυρία τούτοις ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν ὅμοια τῆς ἐκκλησίας τὸ ἀσφαλὲς καὶ ἀνεπίληπτον δοξάζοντα κατίδοι τις ἐναργῶς. ποῦ οὖν ἐνταῦθα εἰδωλολατρίας δευτέρας ἐπὶ τῆς ἐκκλησίας Χριστοῦ παρ' Ἐπιφανίου τοῦ ἱεροῦ μνήμη; ποῦ ἡ κατὰ τῆς Χριστιανῶν ὁμολογίας κατηγορία, ἡ κατὰ τῶν ἱερῶν τύπων ἔγκλησις; ἤδη μὲν οὖν ἑκάστην στηλιτεύων αἵρεσιν τούς τε κατάρξαντας τοῦ κακοῦ ἀνοσίους αἱρεσιώτας κατονομάζων προτίθησιν καὶ τοὺς παραδεδεγμένους τὸ βλάβος, καὶ τόπους ἐν οἷς προκεχωρηκὸς ἐβλάστησεν, αὐτῆς τε τῆς αἱρέσεως δύναμίν τε καὶ προσηγορίαν· ἑκάστῃ δὲ τούτων καὶ ἀριθμὸν κατεσημήνατο. ἔνθα καὶ γυναικείας καταδραμὼν ἀφελότητος, οὐ μετρίως καθάπτεται. γυναῖκες γάρ τινες κατὰ τὴν Ἀράβων χώραν τυγχάνουσαι, οἷα δὴ ἀμύητοι τῆς παρ' ἡμῖν ἱερουργουμένης μυσταγωγίας τὸν τρόπον, καὶ δογμάτων θείων ἀμέτοχοι, ἐπ' ὀνόματι τῆς ἁγίας παρθένου θεομήτορος κολλυρίδα προσέφερον· αἳ δὴ ἐκ τῆς Θρᾳκῴας γῆς, μεταναστᾶσαι ἐκεῖθεν, συμμετήγαγον τὸ ματαιοπόνημα· καὶ τοῦτο ἐν εἰδωλοποιΐας εἴδει γινόμενον ὑπετόπαζεν. εἰ τοίνυν οὐδενὸς τούτων πεφεισμένος φαίνεται, πῶς, εἴπερ τὴν εἰς τὰ ἅγια τιμὴν καὶ τὸ σέβας εἰδωλολατρίαν ἔκρινεν, ἀμνημόνευτον καταλέλοιπεν καὶ οὐδαμοῦ τοῖς ἑαυτοῦ συγγράμμασιν συγκατέλεξεν οὔτε τοὔνομα προθεὶς τοῦ τῆς ἀνοσιουργίας ταύτης προκατάρξαντος οὔτε ὅθεν τὴν γένεσιν ἔσχηκεν, ἵν' ἀπ' αὐτοῦ καθάπερ ἐπὶ τῶν ἄλλων αἱρέσεων τὴν ἐπωνυμίαν οἱ δεξάμενοι ἔχοιεν; καὶ πῶς ὁ ἐξηγησάμενος καὶ καταρτίσας καὶ ποίᾳ ἰσχύϊ κραταιούμενος τὰ Χριστοῦ καταλῦσαι δεδύνηται καί, ἐξ ὧν τὸ οἰκεῖον πλάσμα Χριστὸς πλανώμενον ἠλευθέρωσεν, πάλιν ἐπαναγαγεῖν, καὶ εἰς τοσοῦτον ὕψος κορυφουμένην τὴν πλάνην δεῖξαι, καὶ αὖθις δαιμόνια προσκυνεῖσθαι ὃν ἔδει μᾶλλον ἢ ἐκεῖνα δέχεσθαι τὴν προσκύνησιν; ἀλλ' οὐδέν τι τοιοῦτον ὑπείληφεν· ἦ γὰρ ἂν βίβλοι αὐτῷ ἄπειροι συντετάχατο καὶ λόγοι προῄεσαν ἀριθμὸν ὑπερβαίνοντες, οὓς οὐδ' ἂν γλῶσσα λέγειν ἀνθρωπίνη ἐξήρκεσεν οὔτε ὦτα ἀκούειν ἐξίσχυσαν. εἶτα Ἐπιφανίῳ μόνῳ τῆς τῶν πλανωμένων ἐμέλησε σωτηρίας, ὥστε ἐκ Κύπρου γράφειν πρὸς Θεοδόσιον ἐπὶ τούτῳ διαναστῆναι καὶ ἀγῶνα πρὸς δαιμονικῆς λατρείας καθαίρεσιν μέγιστον ἀναδέξασθαι; καὶ ποῦ ἡ τῶν ἄλλων ἱερῶν διδασκάλων τῆς ἐκκλησίας πληθύς, οἳ κατὰ τοὺς χρόνους τοὺς Θεοδοσίου συνήκμασαν, πλεῖστοί τε ὄντες καὶ μέγιστοι καὶ τῶν πατέρων οἱ κορυφαῖοι καὶ ἔκκριτοι; ἆρα κοῦφον ἐν ὀφθαλμοῖς καὶ οἰστὸν τὸ πραττόμενον εἶχον καὶ οὐδείς πω λόγος αὐτοῖς οὐδὲ πόνος, ὁρῶσιν καταλυομένην τὴν ἱερὰν ἡμῶν θρησκείαν καὶ τὰ θεῖα διαπτυόμενα καὶ πατούμενα, οὐδὲ τοῦ κοινοῦ τῶν ἀνθρώπων οὐδὲ ὧν κατὰ τὰς σφετέρας ἱερωσύνας ἐπετρόπευον τὸ μετριώτατον τημελεῖν διεγνώκεισαν; καὶ ποίαν κατηγορίαν καὶ δίκην ταῦτα οὐκ οἴσει, Ἐπιφάνιον ἐκ Κύπρου καὶ ὡς ἀπωτάτω διῳκισμένον πονεῖν καὶ βασιλέως κατακτυπεῖν ἀκοὰς καὶ διεγείρειν πρὸς εὐσεβείας ζῆλον, αὐτοὺς δὲ καίτοι πλησιάζοντας καὶ ὡς ἐγγυτάτω τυγχάνοντας, τούτων τοὺς πλείονας ἐφησυχάζειν καὶ ἀναπεπτωκέναι, τηλικούτου δεινοῦ κατασκήψαντος καὶ τῆς πλάνης πανταχοῦ ἐμπολιτευομένης καὶ ἐμπλατυνομένης ἐπ' ὀλέθρῳ ψυχῶν ἀνθρωπείων; 195 ποῦ οὖν ἡμῖν ἡ Βασίλειος φρὴν παραδειχθήσεται; ποῦ δὲ γλῶσσα θεολόγος κινουμένη πνεύματι φθέγξαιτο; ποῦ δὲ χρύσεον στόμα παραινοῦν τὰ σωτήρια διανοιγήσεται καὶ τῶν ἄλλων φανοτάτων φωσφόρων τὸ ἐν θείαις διδασκαλίαις ἐναστράψειεν σέλας, οἵ γε καὶ μέχρι λεπτῶν βαδίσματός τε καὶ κινήσεως καὶ τρόπου καὶ ἤθους τὸν βίον κοσμοῦντες καὶ ῥυθμίζοντες τὸν ἀνθρώπειον καὶ διὰ πάσης ἠθικῆς καὶ δογματικῆς διδασκαλίας τὸ ἐγκεχειρισμένον ἰθύνοντες ποίμνιον, ὁπότε οὐδὲ ἀμπελῶνος χήρας ἡρπασμένου ἐπηρεμεῖν ἔφερον, πόνους ὡς πλείστους ἔργῳ καὶ λόγῳ ἔθεντο; τίς ἡ διεσφαλμένη καὶ παράλογος κρίσις, πῶς τὴν δυσμαχώτατον τηνικαῦτα Ἀρειανικὴν μανίαν ἀκμάζουσαν καταθεώμενοι, καθ' ἧς γενναίως ἐνέστησαν καὶ ἠνδρίσαντο, εἰδωλολατρίαν κεκλήκασιν, αὐτὴν δὲ τὴν κυρίως εἰδωλολατρίαν ὑπεριδόντες οὐδὲ μνήμης ἠξίωσαν πώποτε; τί δεῖ λέγειν ὁπόσον τὸ κακὸν ἐπεδίδοτο, τῆς τῶν θεοστυγῶν μάλιστα Πνευματομάχων φλεγμαινούσης αἱρέσεως; ἀλλ' ἐπ' ἐκείνοις μὲν οὐκ ἀνεκτὰ ἐποιοῦντο οὐδὲ τὴν ἔφοδον τῆς ἀσεβείας φορητὴν ἡγοῦντο, ἕως ἂν συνόδοις οἰκουμενικαῖς τὴν εὐσέβειαν ἐκρατύναντο καὶ τὰς αἱρέσεις ἐκ ποδῶν ἐποιήσαντο· ἐπὶ ταύτης δὲ τῆς λύμης ὅτου δὴ χάριν μὴ πλείους συνόδους συγκεκροτήκασιν καὶ πλείοσι ταῖς σπουδαῖς ἐχρήσαντο, ὅσον καὶ τὸ δεινὸν χεῖρόν τε καὶ βλαβερώτερον; τοῦτο οὐδὲ Θεοδόσιον ἐγκλήματος μεγίστου ἀφήσει ἀνεύθυνον, οἷα κατημεληκότα τοῦ ὑπηκόου καὶ ψυχὰς ἀθλίας ἐπ' ἀπωλείᾳ καταπροέμενον καὶ θεραπείας δαιμονικῆς ἀνεχόμενον καὶ ὕβριν θεοῦ τοσαύτην ἀπονητὶ φέροντα. ἀλλ' ὅμωςτί γὰρ δεῖ περὶ τὰ κενὰ καὶ μάταια στρέφεσθαι; τοσοῦτον εἰδωλολατρίας ἀπεῖχον Χριστιανοί, ὅτι οὐ μόνον τοιαύτης οὐκ ἐδεήθησαν τῆς τῶν πατέρων διδασκαλίας, ἀλλὰ καὶ αὐτοὶ οἱ τῶν διδασκάλων κράτιστοιτί γὰρ χρὴ περὶ τῶν ἄλλων λέγειν; κεκτημένοι καὶ τιμῶντες τὰ ἱερὰ καὶ περιέποντες διετέλουν καὶ δὴ ἀνεστήλουν πόθῳ τῶν πρωτοτύπων πολλῷ καὶ σεβάσματι, καθὰ πολλάκις δεδείχαμεν πρότερον. πῶς οὖν οὐ λῆρος τὰ περὶ Ἐπιφανίου θρυλούμενα καὶ μάτην κενολογούμενα, ἃ δὴ μύθων γραϊδίων παραφρονούντων μυθικώτερά τε ὁρᾶται καὶ γραωδέστερα; 196 εὔλογον λοιπὸν καὶ τἄλλα ἐπιτηρεῖν ἃ τῇ παρούσῃ χρήσει πρόσκειται· γλωσσαλγήσας γὰρ οὐκ ὀλίγα κατὰ τῆς καθ' ἡμᾶς θρησκείας ὁ ἐξάγιστος, ἔπειτα καταγοητεύειν ταῖς κολακείαις δοκεῖ διὰ τῶν γεγραμμένων Θεοδόσιον, σοφίᾳ τε καὶ βάθει νοημάτων ἐν εὐφημίας τρόπῳ κατακροτεῖ, εἰδωλολατρίαν τε καὶ εὐσέβειαν ἀναμίγνυσιν, τῷ βασιλεῖ μὲν εὐσεβεῖν πανταχοῦ προσμαρτυρῶν, τῷ ὑπηκόῳ δὲ τὴν εἰδωλολατρίαν ἐπιγράφων. ὅσον δὲ κοινωνία βασιλεῖ πρὸς τὸ ὑπὸ χεῖρα (καὶ γὰρ τοὔνομα τῆς ἀρχῆς σχέσιν τὴν πρὸς τοὺς ἀρχομένους καὶ σύνεσιν κατεπαγγέλλεται), τοσοῦτον ταῦτα ἐκ τοῦ ἀκολούθου ἀνακεκρᾶσθαι συμβέβηκεν· τοῦτο δὲ τῆς ἐκείνου μανίας καὶ τοῦ φρονήματος ἄξιον. ἐπάγει λοιπὸν ὥσπερ ἐγκαλῶν· εἰ πρέπον ἐστὶν θεὸν ἔχειν ἡμᾶς ζωγραφητὸν διὰ χρωμάτων. αὕτη τοῦ Ἀρειανικοῦ ἡ ζύμη φυράματος. συμφθεγγέσθω γὰρ αὐτῷ πάλιν ἀρειανίζων Εὐσέβιος, τῶν Ἀρειανῶν ἡ ἀκρόπολις, πρὸς τὴν βασιλίδα Κωνσταντίαν γράφων οὕτως ὅτι Οὐχ' ἡγοῦμαι δίκαιον εἰδωλολατρῶν δίκην τὸν θεὸν ἡμῶν ἐν εἰκόνι περιφέρειν. Ἀρειανῶν γὰρ δόξα συνανακεκρᾶσθαι καὶ συγκεχύσθαι τὴν σάρκα τῇ θεότητι καὶ ταύτῃ μὴ δὲ γεγράφθαι Χριστόν. ἀποχρῶσαν οὖν τὴν Εὐσεβίου φωνὴν ὁρῶντες ὁμόδοξον αὐτῷ καὶ τουτονὶ τὸν ἀνό σιον δεικνύναι, προσθεῖναί τι πλέον οὐκ ἀναγκαῖον ἡγούμεθα, τοῦτο δὲ ἀναμνῆσαι μόνον, ὅτι ὁ λέγων ὅτι ἤκουσα ὡς καὶ τὸν ἀκατάληπτον υἱὸν τοῦ θεοῦ τινὲς γράφειν ἐπαγγέλλονται καὶ πάλιν ὅτι οὐ μέμνημαί τι τοιοῦτον ἰδὼν νῦν ἔχοντα ἑαυτὸν εἰσάγει θεὸν διὰ χρωμάτων ζωγραφητόν. οὕτω καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τὴν ἀλήθειαν διαστασιάζων οὐδαμοῦ τὸ σύμφωνον διασῴζει. 197 ἀλλὰ τί δεῖ πλειόνων πόνων ἢ πολλὰ κάμνειν καὶ πράγματα ἑαυτοῖς παρέχειν, ἐξὸν τοῖς κατὰ τὴν ἐπιστολὴν γεγραμμένοις ἀκριβέστερον ἐπιβαλόντας ἐκεῖθεν ἑλεῖν ὅστις ποτὲ ἦν ὁ ταύτης πατήρ· ἀρκέσει γὰρ τοῦτο, τὸ πᾶν τῆς ἀμφιβολίας λῦσαι τοῦ λόγου. τῆς γὰρ ἐπιστολῆς κατάρξας, εἶτα μικρὸν ὑποβὰς καὶ τὸν περὶ τῆς πίστεως εἰσαγαγὼν λόγον, τόν τε βασιλέα ἐπ' εὐσεβείᾳ μετὰ τῶν τέκνων ἐγκωμιάζων, ἐνσεμνύνεσθαί τε ἐπὶ τῇ ὀρθοδοξίᾳ βουλόμενος ὁ δυσσεβέστατος μετὰ βραχέα τινὰ ἐπὶ λέξεώς φησιν τοιάδε ὅτι Ἀεὶ μὲν οὖσα καὶ ὑπὸ ὀλίγων πάλαι φυλαχθεῖσα, διὰ δὲ τὴν τοῦ Ἀρείου κακοδοξίαν ὑπὸ οἰκουμενικῆς συνόδου ἁγίων πατέρων ἡμῶν ἐπισκόπων ἐν Νικαίᾳ τῇ πόλει ὁμολογηθεῖσα, καὶ ἔστιν αὕτη, ὡς ὡμολόγησαν καὶ ὑπέγραψαν ˉτˉιˉη ἐπίσκοποι, οὐ πρόσφατον ἐκθέμενοι πίστιν, ἀλλὰ τὴν ἀεὶ οὖσαν ὁμολογήσαντες· οἷς καὶ ἡμεῖς ὡς υἱοὶ ἀκολουθοῦντες ἀπὸ νέας ἡλικίας, αὐτοί τε καὶ οἱ ἡμῶν γονεῖς ἐν αὐτῇ γεγεννημένοι, τὴν αὐτὴν ὁμολογοῦμέν τε καὶ κατέχομεν, ὡς καὶ σύ, εὐσεβέστατε βασιλεῦ. καὶ ἔστιν αὕτη·" Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα", καὶ τὰ ἑξῆς τοῦ συμβόλου. οὕτως ἑαυτὸν καὶ τοὺς τετοκότας γενεαλογῶν παρίστησιν. ἡμεῖς δὲ τί πρὸς ταῦτα φαμέν; Ἐκ τοῦ στόματός σου δικαιωθήσῃ καὶ ἐκ τοῦ στόματός σου κατακριθήσῃ, ὁ θεῖος ἔφησε λόγος. οὐκοῦν ἐκ τῶν εἰρημένων αὐτῷ τὴν ψῆφον δεχέσθω. εἰ μὲν γὰρ ἀληθῆ περί τε ἑαυτοῦ καὶ τῶν γεγεννηκότων ἀποφαίνεται καὶ ἧς ἐξ ἀρχῆς μεμοίρανται πίστεως, σαφές τ' ἂν εἴη καὶ ἀναμφήριστον ὡς οὐκ ἔστιν οὗτος ὁ ἱερὸς Ἐπιφάνιος, καὶ διατοῦτο οὐ παραδεκτέον αὐτὸν ἀλλ' ἀποπεμπτέον μετὰ τῶν βλασφήμων αὐτοῦ δογμάτων, ὧν κατὰ τῆς οἰκονομίας τοῦ μονογενοῦς συντέθεικεν. γενέσεως γὰρ ὡς ἔτυχεν Ἐπιφάνιος καὶ ὁποίων ἐξέφυ γονέων καὶ ὅθεν, τὰ κατὰ τὸν βίον αὐτοῦ ἱστορούμενα ἐκδιδάξει σαφῶς. τῆς Φοινίκων γὰρ ὥρμηται χώρας, Ἐλευθεροπόλεως πολίτης, τὴν θρησκείαν Ἰουδαῖος, Ἑβραῖος ἐξ Ἑβραίων, ἐμπερίτομος τὸ σημεῖον· Ἰουδαῖοι γὰροἱ φύσαντες, οἳ δὴ τὸ ἐξ ἀρχῆς καὶ μέχρι τελευτῆς τοῦ βίου ἐν τῇ κατὰ νόμον τὸν παλαιὸν διέζησαν πολιτείᾳ. μετηλλαχότος δὲ τοῦ πατρὸς τὸν βίον, καταλιμπάνεται ἀπορφανισθεὶς τῇ μητρὶ δεκαέτης τὴν ἡλικίαν. χρόνῳ δὲ ὕστερον υἱοθετεῖται Τρύφωνί τινι τῶν ὁμοεθνῶν νομοδιδασκάλῳ καὶ τοῖς Μωσέως ἔθεσιν πολιτευομένῳ· παρ' οὗ τὰ τοῦ παλαιοῦ νόμου παιδεύεται καὶ τὰ Ἑβραίων στοιχεῖα μετὰ ἀκριβείας, Ἰουδαϊκοῖς ἤθεσιν καὶ παιδεύμασιν ἐντρεφόμενός τε καὶ ἐναυξανόμενος. κατοιχομένου δὲ Τρύφωνος, διάδοχος τῶν αὐτοῦ καταλιμπάνεται πάντων, προκόπτων τὸ λοιπὸν ἡλικίᾳ καὶ τοῖς Ἑβραϊκοῖς μαθήμασιν. ἐν τούτοις καὶ ἡ μήτηρ τῶν ἀνθρω πίνων ἀπαλλάττεται πραγμάτων. μετὰ δὴ ταῦτα εὖ παρασχὸν σὺν ὁδηγίᾳ τοῦ κρείττονος παρά τινος Λουκιανοῦ μοναχοῦ, ἀνδρὸς θεοφόρου, κατηχεῖται τοῦ καθ' ἡμᾶς μυστηρίου τὸν λόγον. καὶ πρόσεισιν εὐθὺς προθύμως τῷ βαπτίσματι καὶ ὁμοῦ τῇ ἀδελφῇ τὸ σωτήριον δέχεται φώτισμα. καὶ αὐτίκα τὸν μονήρη βίον ἀσπάζεται ἑξκαιδέκατόν που τῆς ἡλικίας διανύων χρόνον καὶ τὸ λοιπὸν ἔνθεον καὶ ἀγγελικὸν μετιὼν βίον. ὧν οὐδὲν ἐπὶ τῷ ψευδωνύμῳ Ἐπιφανίῳ θεωρούμενον καταληφθήσεται. εἰ μὲν δεκτὰ ταῦτα, παρίσταται τὸ ζητούμενον· εἰ δὲ τὸ ἀπίθανον ἔχειν τισὶν δόξειεν διὰ τὸ ἀσύμφωνον τῶν ἱστορουμένων, ὥρα αὐτοῖς μὴ δὲ ἐκ τῶν φερομένων Ἐπιφανίου συγγραμμάτων ὁμολογεῖν ὑπάρξαι ποτὲ αὐτόν, ἐπεὶ μὴ συμβαίνει τοῖς παρὰ τοῦ ἐναντίου λόγοις, ὡς ἐν πολλοῖς δείκνυται καὶ πρὸς τῷ τέλει τοῦδε τοῦ λόγου ἐν κεφαλαίοις συνῆκται· ὥστε φροῦδος κατ' αὐτοὺς Ἐπιφάνιος, καὶ ἀλόγως αὐτὸν καὶ ἀνοήτως ἐπιμαρτύρονται. ἀλλ' οὗτος μέν, εἰ ἀληθεύει ὁ ψευδὴς Ἐπιφάνιος, τὸ διηλλαγμένον τῶν προσώπων ἐκ τῶν εἰρημένων πάντων εἰσφέρεται γνωριζόμενον· εἰ δὲ ψευδῆ τά τε περὶ ἑαυτοῦ καὶ τῶν γεγεννηκότων αὐτὸν παρατίθεται, πολὺ μᾶλλον αὐτὸν περιοπτέον καὶ ὡς ψεύστην ἤδη καὶ ἀλαζόνα τοῦ ἱερατικοῦ συλλόγου ἀλλότριον ἡγητέον καὶ ξένον παντὸς τοῦ ἐκκλησιαστικοῦ χοροῦ, ὡς τῆς ἐκκλησίας Χριστοῦ κατήγορον καὶ τῆς καθ' ἡμᾶς ἱερατικῆς ποίμνης πολέμιον· ὥστε κἂν ἀληθεύει, κἂν ψεύδεται, μακρὰν ἄπωθεν τῆς τοῦ ἱεροῦ Ἐπιφανίου καὶ προσηγορίας καὶ γνώμης καὶ πίστεως κείσεται. εἰ δὲ οὗτος διαρρήδην περὶ ἑαυτοῦ ταῦτα ἐμβοᾷ καὶ ταῖς ἁπάντων ἀκοαῖς μέγα διακέκραγεν οὐκ αὐτὸν ἐκεῖνον εἶναι τὸν θεῖον Ἐπιφάνιον, πῶς οὐκ ἔλεγχος τῆς ἀπάτης καὶ ἀπαιδευσίας τῶν ἀνοήτων πρόκειται; διὸ τὴν αἰσχύνην καὶ τὰ ὀνείδη καὶ τὴν ἧτταν δικαίως ἂν μάλα οἱ Ἐπιφάνιον νῦν ἀκλεῶς ἀναπλάσαντες ἀπενέγκοιντο, αὐτὸν ἐκεῖνον περὶ ἑαυτοῦ μάρτυρα ὧν λέγουσιν δέχεσθαι μὴ δεχόμενοι, ἐν ᾧ καὶ δόξαις ἐναντιωτάταις ἀγεννῶς περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος περιπίπτουσιν, καθάπερ μειρακιώδεις τινὲς ἐκ σκηνικῶν ἀθυρμάτων συνηθροισμένοι, ἑαυτούς τε καὶ τοὺς ὁμόφρονας παίζοντες. 198 εἰ δὲ ἔτι ἀπαναισχυντοῖεν τῆς ἐπιστολῆς ταύτης ἀντεχόμενοι, ἐκβιασθήσονται καὶ τοῖς ἄλλοις οἷς περιέχει ἀτόποις ἐξακολουθεῖν, ὡς ἐξεῖναι αὐτοῖς καὶ τοῖς σάββασιν οὐ τῆς τεσσαρακοστῆς μόνον ἀλλὰ καὶ ἐν ἄλλοις καιροῖς ἀσιτεῖν ἄχρις ἐνάτης ὥρας, μεθ' ἣν ἀπονηστίζεσθαι καὶ καταλύειν τὰς ἀσιτίας. ἀλλ' ὡς καὶ τοῦτο δὴ τὸ παράλογον, ἀλλότριον τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἤδη καθίσταται, οὐδεὶς ἂν ἀντείποι. γνωριζέσθω δὲ κἀνταῦθα οὐκ Ἐπιφάνιος ἀλλὰ Μαρκίων ὁ μιαρὸς ἄντικρυς φθεγγόμενος· ὃν ἐν τῇ κατ' αὐτὸν αἱρέσει μετὰ τῶν ἄλλων βλασφημιῶν καὶ τοῦτο ληρωδοῦντα στηλιτεύει αὐτὸς Ἐπιφάνιος λέγων· Νηστείαν δὲ κατὰ σάββατον Μαρκίων κηρύττει. μυστήρια δὲ δῆθεν τὰ παρ' αὐτοῦ ἐπιτελεῖται, τῶν κατηχουμένων ὁρώντων. ὕδατι δὲ οὗτος ἐν τοῖς μυστηρίοις χρῆται. τὸ δὲ σάββατον νηστεύειν διὰ τοιαύτην αἰτίαν φάσκει· Ἐπειδή, φησίν, τοῦ θεοῦ τῶν Ἰουδαίων ἐστὶν ἀνάπαυσις, τοῦ πεποιηκότος τὸν κόσμον καὶ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀναπαυσαμένου ἀπὸ τῶν ἔργων, ἡμεῖς νηστεύομεν ταύτην, ἵνα μὴ τὸ βούλημα τοῦ θεοῦ τῶν Ἰουδαίων ἐργασώμεθα. ὥστε καὶ ἐντεῦθεν φανερὸν ὅτι ἀλλότρια πάντα τοῦ ἀοιδίμου Ἐπιφανίου εὑρίσκεται ὅσα κατὰ τῆς Χριστοῦ ἐκκλησίας ὁ ἀνόσιος ἐκεῖνος πεφλυάρηκεν. ἀλλ' εἰ δεῖ τὸ τοῦ λόγου εἰπεῖν· ὁ βαλὼν καὶ ἰάσεται, καὶ ἔτι οἰκειότερον ἐπειπεῖν ὅτι ὁ γράψας καὶ ἀπήλειψεν. ὅστις γάρ ποτέ ἐστιν ὁ τῶν λόγων τούτων γεννήτωρ, πρῶτα μὲν ὡμολόγησεν ὅτι γέλως καὶ χλεύη τῆς φλυαρίας ταύτης ἕνεκεν τοῖς πολλοῖς πρόκειται, ἔπειτα δὲ ἐπήγαγεν ὅτι Πολλάκις τοῖς δοκοῦσιν σοφοῖς ταῦτα περιαιρεθῆναι συμβουλεύσας, καίτοι γε ἐπισκόποις οὖσιν καὶ διδασκάλοις καὶ συλλειτουργοῖς, ὑπὸ πάντων οὐκ ἠκούσθην ἀλλ' ὑπ' ἐνίων καὶ τούτων ὀλίγων παντελῶς. ἀλλ' ὡς μὲν ὑπ' οὐδενὸς τῶν εὐσεβούντων ἤκουσται, οὒκ ἂν λάθοι τοὺς συνετοὺς καὶ ἐχέφρονας· ὅμως δ' οὖν τὴν οἰκείαν μετὰ τῆς αἱρέσεως ἀμαθίαν διὰ τῶν λόγων τούτων ἡμῖν ἐμφανίζει, κατήγορος ἑαυτοῦ γινόμενος ἐν ᾧ φάσκει μηδένα τῶν ἐπισκόπων καὶ συλλειτουργῶν κοινωνῆσαι ἢ προσεσχηκέναι τοῖς παρ' αὐτοῦ ληρωδουμένοις, δῆλον δὲ ὡς ὀρθοδοξίᾳ τετειχισμένων καὶ διδασκαλίαις τῆς καθ' ἡμᾶς θεοσοφίας κατηρτισμένων, ἀλλά τινας ὀλιγίστους καὶ τούτους δὲ πάντως ἀλογωτάτους καὶ πρὸς τὸ ψεῦδος καὶ τὴν τοιαύτην ἀπάτην ἑτοιμοτάτους· ὧν τῆς ἀβελτηρίας καὶ ἀμαθίας ἄξιοι οἱ νῦν ταῦτα προσιέμενοι, ἅτε φοιτηταὶ καὶ ὁπαδοὶ ἐναργῶς καταδεικνύμενοι. καὶ οὕτω γε ἑαυτὸν στηλιτεύσας, καμάτων ἡμᾶς ἀπήλλαξεν καὶ λόγων περιττῶν ἀνῆκεν· καὶ πεπαύσεται λοιπὸν περὶ τῆς θεομάχου χρήσεως ταύτης λέγειν τι πλέον. 199 διὰ γοῦν τὴν ἀβουλίαν καὶ ἀναισχυντίαν τῶν προσκεχηνότων αὐτῷ ἐντεῦθεν ἐπὶ τὰς λοιπὰς τῶν ἐν τῷ ὅρῳ αὐτῶν προσκειμένας χρήσεις ἐπισκεψόμενοι ἄπιμεν, ἐν αἷς γράφεται τοιάδε· Τίς ἤκουσεν τοιαῦτα πώποτε; τίς τῶν παλαιῶν πατέρων Χριστοῦ εἰκόνα ζωγραφήσας ἐν ἐκκλησίᾳ ἢ ἐν οἴκῳ ἰδίῳ κατέθετο; τίς ἐν βήλοις θυρῶν τῶν ἀρχαίων ἐπισκόπων Χριστὸν ἀτιμάσας ἐζωγράφησεν; τίς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ Μωσέα τε καὶ τοὺς λοιποὺς προφήτας καὶ πατριάρχας ἢ Πέτρον ἢ Ἀνδρέαν ἢ Ἰάκωβον ἢ Ἰωάννην ἢ Παῦλον ἢ τοὺς λοιποὺς ἀποστόλους ἐν βήλοις ἢ ἐν τοίχοις ζωγραφήσας οὕτως παρεδειγμάτισεν καὶ ἐθριάμβευσεν; καὶ μὴν αὐτὸς ἦν ὁ λέγων ὅτι οἱ τὰ τοιαῦτα γράφοντες φασὶν ὡς Εἰς τιμὴν καὶ μνημόσυνον τῶν ἁγίων ποιοῦμεν· ἀλλ' ὡς ἔοικεν καὶ ἑαυτὸν καὶ τοὺς οἰκείους λόγους ἠγνόησεν. καὶ δὴ ἄμεινον μὲν ἦν τὸ σιωπᾶν καὶ μὴ ἀποκρίνεσθαι τῷ ἄφρονι διὰ τὴν ἀφροσύνην αὐτοῦ· τί γὰρ ἠλιθιώτερον τούτων ἢ μανικώτερον; τοιαῦτα γὰρ οὐδ' ἂν οἱ νόσῳ φρενίτιδος ἁλόντες παρεφθέγξαντο. ἐῶμεν λέγειν τοὺς πεπηρωμένους τὰ ὄμματα· ἤκουσαν γὰρ ἂν παρὰ τῶν βλεπόντων ποτὲ ὅπως ἐκ παλαιῶν τῶν χρόνων καὶ γεγένηνται ταῦτα καὶ τεθέανται, κἂν μόνος οὗτος καὶ ἀκοῆς καὶ ὄψεως καὶ φρενὸς αὐτῆς ἀπεστέρηται. 0 πλὴν διὰ τοὺς ἀκροωμένους καὶ φροντίζειν τῆς ἑαυτῶν σωτηρίας καὶ δογμάτων ὀρθῶν ἀντέχεσθαι βουλομένους τοιαῦτα, ὡς πρὸς αὐτὸν τὸν λόγον ἀποτεινόμενοι, φαμὲν ὅτι αὐτόθεν δέχου τῆς ἀπάτης καὶ παραφροσύνης τοὺς ἐλέγχους· ἵνα πρότερον ἐκ τῶν σῶν καὶ τῆς σῆς φατρίας κατάρξωμαι, Εὐσέβιος ὁ σός σοι προκείσθω ὁ κατὰ τῆς ἀληθείας ἱστάμενος, καὶ μικρόν τι τῆς ἀληθείας ἁπτόμενος διὰ τὸ τῶν πραγμάτων ἀπαραίτητόν τε καὶ ἀναπόδραστον, συγγράφων καὶ αὐτὸς τεθεᾶσθαι τὸν χαλκοῦν ἀνδριάντα, ὃν ἐπ' ὀνόματι Χριστοῦ ἡ εὐεργετηθεῖσα γυνὴ ἀνεστήλωσεν ὥστε φέρειν τὴν μνήμην τοῦ κατ' αὐτὴν τῆς ἰάσεως θαύματος. τούτου δὲ πρὸς τὴν τοῦ σωτῆρος ἐπιφάνειαν τί ἂν εἴη ἀρχαιότερον; εὐγνωμονεῖ δὲ καὶ περὶ τὰ τελούμενα θαύματα παρὰ τῆς ἐκεῖθεν φυομένης ἱερᾶς καὶ θεοβλάστου πόας καὶ ὡς ἦν ἅπασιν ἀλεξίκακον ἐπικούρημα, ἔτι πρὸς τούτοις φάσκων ὅτι Καὶ τῶν ἀποστόλων αὐτῶν τὰς εἰκόνας, Παύλου καὶ Πέτρου καὶ αὐτοῦ δὴ Χριστοῦ διὰ χρωμάτων ἐν γραφαῖς σῳζομένας ἱστορήσαμεν, τῶν παλαιῶν ἀφυλάκτως οἷα σωτῆρα ἐθνικῇ συνηθείᾳ τοῦτον τιμᾶν εἰωθότων τὸν τρόπον. οὗ τὸ τεχνούργημα τῆς ἐθνικῆς συνηθείας ἐν ἑτέροις ἐξελήλεγκται. καὶ ἰδοὺ δὴ ὁ παλαιὸς Εὐσέβιος παρὰ τῶν παλαιτέρων γεγενημένας Χριστοῦ καὶ τῶν ἁγίων εἰκόνας ἱστορηκέναι συντίθεται. οὕτω περὶ μὲν τὴν ἀλήθειαν τὸ ἀσύμφωνον πρός τε ἑαυτοὺς καὶ ἀλλήλους περιφανῶς κέκτηνται, πρὸς δὲ τὸ ψεῦδος τὸ σύνδρομον καὶ ὁμότροπον. κεκλήσθωσαν τῶν συνηγόρων καὶ ἕτεροι, μᾶλλον δὲ τῶν κατηγόρων τοῦ ψεύδους καὶ τῆς καθ' ἡμᾶς εὐγενείας ὑποφῆται καὶ διδάσκαλοι· καὶ αὖθις γὰρ καλεῖν εὔκαιρον. τεθεάσθω τοίνυν τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν ὁ τῆς Νυσαέων ἱερὸς Γρηγόριος καὶ ἀπαγγελλέτω καὶ πειθέτω τοὺς ἄφρονας, πρὸς δέ γε καὶ ὅσα καὶ οἷα ἐν ἀρχαιοτέροις ναοῖς καθιστορήσας συγγέγραφε τοῦ τε ἁγίου καὶ πανευφήμου μάρτυρος Θεοδώρου καὶ τοῦ ἁγίου καὶ ἐνδόξου μάρτυρος Βασιλίσκου. καὶ ἄλλος τοῦ ἀποστόλου κεκτήσθω εἰκόνα καὶ περιέπων τιμάτω, καὶ ἄγγελον ὁράτω βαρβάρων ἐλαύνοντα νέφη καὶ ἃ τούτοις συγγέγραπται, καὶ τὴν κηρόχυτον ἀγαπάτω γραφήν, καὶ ἄλλα τούτοις ἱστορείτω παραπλήσια· ὁ μέγας δ' οὗτος Ἰωάννης ἐστίν, ὁ τῆς βασιλίδος ἀρχιερεύς. παρακελευέτω ζωγράφοις καὶ πάλιν Βασίλειος ὁ μέγας, μαρτύρων ἁγίων λαμπρότερον ἀναγράφειν εἰκόνας ὁμοῦ τοῖς ἐκείνων ἄθλοις αὐτόν τε τὸν τῶν μαρτύρων ἀγωνοθέτην Χριστὸν συνεγγράφειν τοῖς πίναξιν. αὐτοῦ δὲ τούτου τὸ ἱερὸν γραφέτω εἰκόνισμα ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος. ἐκφραζέτω καὶ πάλιν Ἀστέριος τὴν ἱερὰν παρθένον τὴν πανεύφημον μάρτυρα καὶ ἣν εἶδεν κατὰ τοὺς ὑποστέγους δόμους βαδίζων γραφήν, τὸν λόγον μουσουργῶν, διασκευαζέτω. 1 παρείσθω νῦν τὰ πολλὰ πρὸς τὸ μὴ μηκύνειν τὸν λόγον. τί φατὲ ὑμεῖς οἱ τοῖς φάσμασιν τῶν φαντασιωδῶν ἐπαγαλλόμενοι; εἶδέν τις τῶν πατέρων τῶν πάλαι εἰκόνας Χριστοῦ τε καὶ ἀποστόλων καὶ τῶν ἄλλων ἁγίων; πείθεσθε τοῖς συνηγόροις, ἢ τραχύνεσθε, τῆς φαντασίας τοῖς κέντροις νυττόμενοι; ἔδει μὲν ἡμᾶς ἓν ἀντὶ πάντων θέντας λῦσαι τέλεον τὸ ζητούμενον. ἀκούετε λοιπόν, οἱ τούτων περιεχόμενοι τῶν δογμάτων, τί φησιν ὁ καθ' ὑμᾶς Ἀστέριος, ὃν κράτιστον ἐν τοῖς ὑμετέροις λόγοις μάρτυρα ἐπιφέρεσθε, καθ' ἣν χρῆσιν τοῦ ὀρθοῦ καταφρυάττεσθε λόγου, ἐκ τοῦ εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον λόγου ἀνειλημμένην, ὅπως καὶ ἐν τοῖς σηρικοῖς ὑφάσμασιν τὴν ἱερὰν ἱστορίαν τεθέαται· ἐν οἷς, ἀπαρακαλύπτως καὶ πάσης μετωνυμίας ἄνευ, κύριον καὶ Ἰησοῦν τὴν εἰκόνα Χριστοῦ καλεῖ· ὅς γε καὶ τῶν ἀρχαιοτέρων, καὶ ἀρχαι οτέρων ἔτι τῶν ὑφασμάτων μέμνηται. φιμούσθω οὖν πᾶσα γλῶσσα καὶ ἐμφραττέσθω πᾶν στόμα κατὰ τῆς Χριστοῦ ἐκκλησίας φθεγγόμενον ἄδικα. ἃ γὰρ ἀρχαιότητι διαφέρει αἰδέσιμα εἶεν ἂν καὶ τίμια. εἶτα ὁ μηδένα τῶν πάλαι πατέρων Χριστὸν ἢ προφήτην καὶ ἀπόστολον ζωγραφῆσαι λέγειν ἀνεχόμενος, τί ἂν πρὸς αὐτὸν Χριστὸν ἔφησεν τὴν ἰδίαν θεοειδῆ καὶ σεβάσμιον μορφὴν ἐκτυπώσαντα, ἣ καὶ εἰς δεῦρο πρὸς ἔλεγχον τῶν ἀπίστων τετήρηται, παρὰ Χριστιανοῖς δὲ καὶ πεπίστευται καὶ τετίμηται; ἀλλ' ὅ γε ἄφρων καὶ ἄπιστος ὁμοῦ τοῖς ἀληθέσιν λόγοις καὶ τοῖς πράγμασιν αὐτοῖς ὁρᾶται πολέμιος. ὁ δογματίζων δὲ ὅτι οὐδεὶς Πέτρον ἢ τοὺς ἄλλους ἀποστόλους ζωγραφήσας παρεδειγμάτισεν ἀκουέτω τοῖς φοιτηταῖς ἅμα ὡς ἀποστόλων ἔργον, τὸ παραδειγματίζειν τοῦτο, τὸ ἀπ' ἀρχῆς γέγονεν. καὶ γὰρ ἀρχαῖος ἱστορούμενος καὶ ἀληθείας ἐχόμενος παραδίδωσιν λόγος ὡς αὐτὸς ὁ τοῦ ἀποστολικοῦ κορυφαῖος χοροῦ τήν τε τοῦ σωτῆρος καὶ διδασκάλου εἰκόνα καὶ μὴν καὶ τὴν ἑαυτοῦ καί τινων μαθητευομένων αὐτῷ εἰς τὸ εὐαγγέλιον, οἰκείᾳ φωνῇ τῷ γραφεῖ διαμορφοῦν παρεκελεύσατο· κατὰ ταῦτα δὲ καὶ τοὺς λοιποὺς ἱεροὺς ἀποστόλους ποιεῖν ἀνιστόρηται· περὶ ὧν ἤδη πλατύτερον ἐν τοῖς ἔμπροσθεν προεξεθέμεθα. εἰ γοῦν οὐδὲ ἀρχαιότητι πείθεσθε οὐδὲ τὰ κατ' ὀφθαλμοὺς προκείμενα δυσωπεῖ ἢ τὰ ἐν ἱστορίαις παραδεδομένα διδάσκει, οὐδ' ἂν ἐκ νεκρῶν κηρύσσων τις ἀναστῇ, ἡ ὑμετέρα σκληροκαρδία καὶ ἀδάμαστος πεισθήσεται ψυχή, ἕως ἂν ὑμᾶς ἡ κραταιὰ καὶ δικαία τοῦ θεοῦ μετέλθοι δικαίως χείρ. 2 καὶ ὧδε μὲν ταῦτα ἐχέτω· οἱ δ' οὖν τῆς ἀφροσύνης ἐρασταὶ τὴν σκολιὰν καὶ ἀπατηλὴν ἐρχόμενοι ὁδόν, πλεῖστα τῶν ἀκόσμως καὶ ἀλλοκότως τῷ εἰκαιόφρονι γεγραμμένων περιελόμενοι ἐν οἷς τὸ φασματῶδες καὶ νηπιῶδες αὐτοῦ ἐμφανίζεται, τοῖς προγεγραμμένοις συντάττουσιν ταῦτα· Οὐχ' ὁρᾷς, θεοφιλέστατε βασιλεῦ, τὸ ἔργον οὐ πρέπον θεῷ; διὸ παρακαλῶ, βασιλεῦ θεοσεβέστατε καὶ μισοπόνηρε, πᾶσαν πλάνην ἐλέγχων τῷ ἐν σοὶ ζήλῳ θεοῦ ἐν ἀληθείᾳ διὰ στερεᾶς σου νομοθεσίας μετὰ προστίμου ὁριζομένης εἰ δυνατόνπιστεύω δὲ ὅτι ἐὰν θέλῃς ἐν θεῷ, δύνασαι, ὅπως τὰ βῆλα, ὅπου ἐὰν εὑρεθῇ ἔχοντα ψευδῶς μέν, ὅμως δέ, ἢ ἀποστόλων ἢ προφητῶν ζωγραφίας ἢ αὐτοῦ τοῦ κυρίου καὶ Χριστοῦ, ταῦτα πάντα συλλεγέντα ἀπὸ ἐκκλησιῶν ἢ βαπτιστηρίων ἢ οἰκιῶν ἢ μαρτυρίων εἰς ταφὴν πτωχῶν προχωρήσεις, τὰ δὲ ἐν τοίχοις διὰ χρωμάτων λευκανθῆναι, τὰ δὲ ἐν μουσαρίῳ προληφθέντα γραφῆναι. ἐπειδὴ δὲ δυσχερές ἐστιν τὸ τοιοῦτον ἀνασκεύασμα, ἐν τῇ δοθείσῃ σοι ὑπὸ τοῦ θεοῦ σοφίᾳ εἰδέναι πῶς προστάξεις· εἰ μὲν δυνατὸν ταῦτα ἀνασκευασθῆναι, εὖ ἂν ἔχοι· εἰ δὲ ἀδύνατον, ἀρκεσθῆναι τοῖς προγεγονόσιν καὶ μηκέτι τινὰ ζωγραφεῖν οὕτως. καὶ γὰρ οἱ ἡμέτεροι πατέρες οὐδὲν ἄλλο ἔγραφον εἰ μὴ τὸ σημεῖον τοῦ Χριστοῦ τὸν σταυρὸν ἐν ταῖς ἑαυτῶν θύραις καὶ πανταχοῦ. τί οὖν πρὸς ταῦτα φήσει τις ἢ ὅτι Σοφία μωροῦ ἀδιεξέταστοι λόγοι, καθὰ γέγραπται, καὶ Ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν τὰ ἄνομα καὶ τοῦ λαλεῖν πρὸς κύριον πλάνησιν. πῶς γὰρ οὐχὶ σκαιότητος καὶ παραφροσύνης ἐσχάτης ταυτί, τοσαῦτα ἤδη περὶ τὴν τῶν ἱερογραφιῶν σπουδάσαι καθαίρεσιν, καὶ τὰ μὲν ἄλλα πάντα ἐκ ποδῶν γενέσθαι, τὰ μεμουσουργημένα δὲ μόνα διὰ μικρὰν δυσχέρειαν ἐπὶ σχήματος ἵστασθαι συγχωρεῖν, καίτοι ταῦτα μᾶλλον ἐχρῆν λέγειν περιῃρῆσθαι ὡς τὸ ἐπαγωγὸν καὶ ἔφολκον μᾶλλον ἤπερ τὰ ἐξ ἑτέρας ὕλης γεγραμμένα ἔχοντα; καὶ γὰρ οὖν καὶ ἐν θυσιαστηρίοις τὸ πλέον, ὡς εἰπεῖν, καθίδρυται, ἔνθα ἡ θυσία ἐπιτελεῖται ἡ ἀναίμακτος· ἐξ οὗ καὶ βεβηλοῦται, ὡς δοκεῖ, τοῖς βεβήλοις τὸ ἅγιον. πῶς οὖν διὰ μικρὰν δυσχέρειαν τὸ πᾶν τοῦ πόνου ἀπώλεσεν; πολλὰ γὰρ καμὼν καὶ πολλὰ γράψας τοὺς εἰδωλικοὺς θεσμοὺς καὶ τοὺς ζωγραφητοὺς θεοὺς αὐτοῦ καὶ πᾶσαν, ὡς εἰπεῖν, ἣν ᾤετο πλανώμενος εἰδωλολατρίας ὑπόθεσιν ἐν τῷ θυσιαστηρίῳ καταλέλοιπεν, ἄξιά γε ὡς ἀληθῶς τῆς ἑαυτοῦ καὶ πίστεως καὶ συνέσεως καὶ γράφων καὶ ὑποτιθέμενος· οὐ γὰρ πίστεως ὀρθῆς καὶ ἀκριβοῦς ταῦτά γε. οὐχ' οὕτως ἡ Χριστιανῶν ἔχει θεοσέβεια, τινῶν μὲν τῶν εἰς τὴν πίστιν ἡκόντων καταφρονεῖν, τινῶν δὲ ἀντέχεσθαι· ὁ καθ' ἓν γὰρ μέρος ἀποσφαλείας, πάντων γέγονεν ἔνοχος καὶ τοῦ παντὸς ἐκεῖθεν ἐκπέπτωκεν. χωλεύων οὖν οὗτος περὶ τὴν ἑαυτοῦ πίστιν, περὶ τὴν καθ' ἡμᾶς οὐδ' ὅλως ὀρθοτομεῖ εὐσέβειαν, ἐπεὶ οὐχ' οὕτω ποθὲν διάκειται τὰ ἡμέτερα. μέχρι γὰρ καὶ μνήμης αὐτῆς τὰ τῶν εἰδώλων παρὰ τῆς ἐκκλησίας ἠφάνισται· καὶ εἰ τούτοις εἴκουσιν οἱ ταλαίπωροι, οὐδὲν ἧττον μέχρι παντὸς εἰδωλολάτραι διαμενοῦσιν. τοιαῦτα δὴ τὰ τῆς χρήσεως ἀλογώδη καὶ ἄτοπα καὶ τοῦ γελᾶσθαι μᾶλλον ἢ ἀνατρέπεσθαι ἄξια· ἴδωμεν δὲ εἰ τῷ ὄντι πρὸς Θεοδόσιον ταῦτα γέγραπται καὶ εἰ κατήκοος τῶν τοῦ μεγάλου τούτου διδασκάλου λόγων γέγονεν. ἀλλ' ὅτι μὲν οὐδὲ ὄναρ Θεοδοσίῳ πέπλασται, οἱ τὰ ἐκείνου συγγεγραφότες μαρτυρείτωσαν· ὅτι δὲ ἐκ τῶν ἀπ' ἐκείνου χρόνων μᾶλλον ηὔξηται καὶ εἰς μέγα τῶν ἱεροτυπιῶν ἐπιδίδωσιν ἡ εὐπρέπεια, αὐτὰ κεκράξεται τὰ πράγματα· καὶ περιηχήσει τἀνδρὸς τὴν εὐσέβειαν ὅσα τε ἐν θείοις σηκοῖς καὶ ἱεροῖς σκεύεσιν ἀνατολὴ καὶ δύσις προβάλλει φιλοτεχνούμενα. οὐκοῦν οὐδὲ παρ' Ἐπιφανίου οὐδὲ πρὸς Θεοδόσιον τὰ κακῶς καὶ δυσσεβῶς γεγραμμένα. 3 καὶ ὧδε μὲν τὸ πέρας ταῦτα ἐχέτω· δεδειγμένου γὰρ πολλαχόθεν μηδὲν μετεῖναι τῆς ἐπιστολῆς Ἐπιφανίῳ, τοῦ κατ' αὐτὴν εἰς τὸ λοιπὸν ἀποσχώμεθα λόγου, τῶν δὲ μετέπειτα λόγων αὐτίκα δὴ μάλα ὡς οἷοί τέ ἐσμεν ἐφαπτώμεθα. λοιπὴ γὰρ καὶ τελευταία τῶν παρ' αὐτοῖς παρενηνεγμένων παρομαρτεῖ χρήσεων ἥτις ὡς Ἐπιφανίου πεπλαστούργηται πρὸς Ἰωάννην τὸν Αἰλίας ἐπίσκοπον ἐπιγεγραμμένη ἐπιστολὴ ἀπαγγέλλουσα τοιαῦτα· Ὁ δὲ θεὸς τῆς εἰρήνης ποιήσει μεθ' ἡμῶν κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν εἰς τὸ συντριβῆναι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν τῶν Χριστιανῶν καὶ ἀποδιωχθῆναι πᾶσαν πρόφασιν πονηρὰν εἰς τὸ μὴ σχισθῆναι τὸν σύνδεσμον ἐξ ἡμῶν τῆς τοῦ Χριστοῦ ἀνυποκρίτου ἀγάπης καὶ εἰρήνης καὶ ὀρθῆς πίστεως καὶ ἀληθείας. ἐπειδὴ δὲ ἤκουσα ὅτι τινὲς ἐγόγγυσαν καθ' ἡμῶν ὅτι ἐν τῷ διαβαίνειν ἡμᾶς ἐπὶ τὸν ἅγιον τόπον τῆς Βεθὴλ τοῦ συναγελασθῆναι τῇ σῇ τιμιότητι, ὡς ἤλθομεν εἰς τὴν κώμην τὴν λεγομένην Ἀναυθὰ θεασάμενοι λύχνον καιόμενον καὶ ἐρωτήσαντες ἔγνωμεν ἐκκλησίαν εἶναι ἐν τῷ τόπῳ· εἰσερχόμενοι δὲ τοῦ εὐχὴν ἐπιτελέσαι, εὕρομεν βῆλον ἐν τῇ θύρᾳ βαπτόν, ἐν ᾧ ἐζωγράφητο ἀνδροείκελόν τι εἰδωλοειδές· ὃ ἔλεγον τάχα ὅτι Χριστοῦ ἦν τὸ ἐκτύπωμα ἢ ἑνὸς τῶν ἁγίων· οὐ γὰρ μέμνημαι ἐγὼ θεασάμενος. καὶ εἰδὼς ὅτι μύσος ἐστὶν ἐν ἐκκλησίᾳ τοιαῦτα εἶναι, διέρρηξα αὐτὸ καὶ συνεβούλευσα ἀμφιάσαι ἐν αὐτῷ πένητα τελευτήσαντα. οἱ δὲ γογγύσαντες ἔλεγον·" Ἔδει αὐτὸν ἀλλάξαι ἐκ τῶν ἰδίων τὸ βῆλον πρὶν ἢ αὐτὸ σχίσῃ", καίτοι γε ἐμοῦ ὑποσχομένου ὅτι ἀντ' αὐτοῦ ἀποστελῶ ἕτερον. ἐβράδυνα δὲ τοῦ ἀποστεῖλαι διὰ τὸ ἀναγκαῖόν με ζητεῖν· προσεδόκων γὰρ ἀπὸ Κύπρου ἀποστέλλεσθαί μοι. νῦν οὖν ὅπερ εὗρον ἀπέστειλα. καταξίωσον οὖν κελεῦσαι τῷ πρεσβυτέρῳ τῆς παροικίας δέξασθαι παρὰ τοῦ ἀναγνώστου τὸ ἀπεσταλμένον· καὶ παρακαλῶ, πρόσταξον ἵνα μὴ τοιαῦτα ἁπλοῦται ἐν ταῖς ἐκκλησίαις. πρέπει γὰρ τῇ σῇ τιμιότητι περὶ πάντων φροντίζειν καὶ ἀκριβολογεῖν περὶ τῶν συμφερόντων τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ τοῖς λαοῖς. 4 πρὸς ταῦτα ἐκεῖνο πρῶτον εἰπεῖν ἐστιν, ὅτι ἔοικεν τὰ πρὸς τῷ πέρατι τῆσδε τῆς χρήσεως κείμενα βλάσφημα, περιττὰ καὶ νόθα καὶ παρέγγραπτα εἶναι. τὰ γὰρ τούτων προηγούμενα, ἤγουν ὁ δὲ θεὸς τῆς εἰρήνης ποιήσει μεθ' ἡμῶν καὶ τὰ ἑπόμενα, τὸ τέλος τῆς ἐπιστολῆς ὑπισχνεῖται· εὐχῆς γὰρ λόγον ἔχει, ἥτις τὸ τέλος σχεδὸν πάντοτε τῶν ἐπιστολῶν ἀπαρτίζει. ἔπειτα πρὸς τοὺς τοιούτους λόγους αὐτόθεν ἔχοντας τὸ σαθρὸν καὶ κατεψυγμένον ἀντιφέρεσθαι, σκαιὸν οἶμαι καὶ ἀπαίδευτον· κινδυνεύσειε γὰρ ἄν τις τοῖς ἴσοις αἰτιάμασιν περιπίπτειν, τῇ ματαιότητι τοῦ ἄφρονος συνεξομοιούμενος· μεθυόντων γὰρ καὶ ἐξεστηκότων ταῦτα καὶ τῶν ἐν ἀγοραῖς παιζόντων παίδων ἀπέοικεν οὐδέν, καὶ τοῦ παίζεσθαι μᾶλλον ἢ εὐθύνεσθαι ἄξια. πῶς γὰρ ὁ ποτὲ μὲν λέγων θεὸν ἔχειν ζωγραφητόν, νῦν δὲ ὅτι οὐ δὲ μέμνημαι ἐγὼ θεασάμενός ποτε, οὐ τοῦ γελᾶσθαι καὶ μυκτηρίζεσθαι δίκαιος; καὶ τοσοῦτον ἀγνοεῖν, ὡς παρ' ἑτέρων ἐκμανθάνειν τί ποτέ ἐστιν τὸ ἐν τῷ βήλῳ ὁρώμενον καὶ μὴ δὲ τὸ ἀσφαλὲς εἰδέναι ἀλλὰ διαπορεῖν ἔτι καὶ ὅ, τι ἀπήγγειλαν αὐτῷ οἱ ἠρωτημένοι. καὶ πῶς ταῦτα Ἐπιφανίου τὰ ληρήματα εἶναι λόγον ἕξει; ἆρα γὰρ οὐκ εἶδεν Ἐπιφάνιος πώποτε; καὶ τίς οὕτως ἀφροσύνης καὶ ἀμαθίας ἔμπλεως, ὃς συνειπεῖν ἕλοιτο; καὶ ὅπως τῆς ἀληθείας καταστοχάζεσθαι τῷ βουλομένῳ πάρεστιν. ποῖος γὰρ τόπος ἀφιγμένον οὐ δέδεκται Ἐπιφάνιον; ποίας πόλεις καὶ χώρας οὗτος διαδραμὼν οὐχ' ἱστόρησεν; ἐκ τῶν Λιβυκῶν τις χωρίων καταρξάμενος, εἶτα ἐπ' Αἴγυπτον ἔλθοι, Φοινίκην τε καὶ Παλαιστίνην καὶ Συρίαν ὅλην διέλθοι πρὸς Ἄραβάς τε καὶ Πέρσας ἀφίκοιτο, ἐκεῖ κατόψεται παρόντα τὸν Ἐπιφάνιον. τῆς πρεσβύτιδος Ῥώμης οὐχ' ἅπαξ ἀλλὰ καὶ πολλάκις ἐπιβάντα μανθάνομεν· κατὰ δὲ τὸ Βυζάντιον ὡς διαφόρως ἥκετο καὶ δὴ καὶ διέτριβεν χρόνον συχνόν, τί λέγειν χρή; σχεδὸν τὴν οἰκουμένην θαυματουργῶν διελήλυθεν· ὡς ἄλλον ἡμῖν Ἡρακλέα καὶ ἡμέτερον τῷ περιϊέναι τὴν σύμπασαν ὁ λόγος γνωριεῖ. ἆρ' οὖν ὁ ἑῴαν πᾶσαν μικροῦ καὶ ἑσπερίαν διαπτάς (τὸ γὰρ ἐπέκεινα Γαδείρων οὐ περατόν), καὶ ταῦτα ἐν Χριστιανοῖς καὶ ἐν ἱεροῖς Χριστιανῶν ἐμβατεύων οὐχ' ἑώρακεν πώποτε Χριστοῦ καὶ ἁγίου εἰκόνισμα; οὐδεὶς ἂν τῶ συνέσει καὶ νήψει διαπρεπόντων ἀποφή σειεν. οὐδὲν δὲ οἷον καὶ τοῦτο τῷ λόγῳ προσθεῖναι, ὅτι τὸ μήκιστον τοῦ κατὰ τὴν ζωὴν χρόνου καὶ τὸ διὰ πλείστων καὶ τόπων καὶ πραγμάτων τῶν κατὰ τὸν βίον ἦχθαι τοῦτο παρέσχετο. εἶτα εἶξεν τοῖς γραφεῖσιν ὁ τῆς Αἰλιέων καὶ πέπαυται τὰ ἱερὰ καὶ οὔπω ἐξ ἐκείνου μέχρι καὶ σήμερον οὔτε ἐν βήλοις οὔτε ἐν ἱεροῖς σκεύεσιν οὔτε ἐν θείοις σηκοῖς κατὰ τὴν Ἱεροσολυμιτῶν τὸ τοιοῦτον εὕρηται πώποτε; ἢ οὐχὶ πάντα τὰ ἐνταῦθα ἱστορούμενα καὶ δεικνύμενα, στήλη καὶ θρίαμβος τῶν ματαιοπονούντων καὶ φληναφούντων εἰκῇ πρόκειται; ὁπηνίκα μάλιστα τῇ ἐναργείᾳ τῶν πραγμάτων αὐτῇ καὶ τοῖς γνησίοις καὶ τὸ ἀνεπίληπτον καὶ ἀναμφήριστον τοῦ θεοφόρου διδάγμασιν ἔχουσιν ἕπεσθαι οὐκ ἐθέλουσιν, τοῖς πορρωτάτω δὲ τῆς ἐκείνου διδασκαλίας καὶ ὑπολήψεως ἀπερισκέπτως καὶ σφαλερῶς περιπίπτουσιν. εἰ γοῦν ἐκεῖνα ὡς Ἐπιφανίου προσδέχοιντο, ὥρα αὐτοῖς καὶ τὰ ἐκ διαμέτρου πως ἀντικαθιστάμενα ὡς Ἐπιφανίου προσίεσθαι προθυμότερον, τὸ ἀμφίδοξον ἢ ἀμφίκρημνον οὐκ ἐκφεύγουσιν· ἀνθρωπολατρίαν γὰρ ἀνθρώπου θεοφόρου οἱ ἀπὸ τοῦ ἀνοήτου Ἀπολιναρίου εἰσηγεῖσθαι τὸν Ἐπιφάνιον διακηρύσσουσιν, ἔτι καὶ τὴν εἰς θεὸν ἐλπίδα παραχαράττοντα. ἀλλ' ἀφεῖσθαι τούτων καὶ μὴ περιττοεπεῖν λοιπὸν τῷ παντὶ ἄμεινον· μὴ δὲ γὰρ δεῖσθαι πλειόνων λόγων, παρὸν τοὺς περὶ τοῦ ἀνδρὸς τὰς ἐναντιωτάτας κεκτημένους δόξας ἀλλήλοις ἐπαφέντας ἢ πείσοντας ἢ ῥίψοντας ἑκάτερον τὸ τοῦ ἑτέρου παράλογον, αὐτοὺς ἡμᾶς ἀπηλλάχθαι πραγμάτων, χαίρειν τοὺς τῶν ἀλλοτρίων ὕθλους ἐάσαντας. τοῦτο δὲ ἀσφαλῶς οἴεσθαι χρεών, ὅτι τινὸς τὴν τῶν Δοκητῶν ἠρρωστηκότων ἀθεΐαν τὰ δυσσεβῆ ταῦτα τεχνάσματα, Ἐπιφανίου ὑποδύντος τὸ ὄνομα, ὡς ἂν τοὺς ἁπλουστέρους καὶ ἀστηρίκτους διὰ τὴν τοῦ προσώπου ἀξιοπιστίαν εἰς τὸ ἴδιον ἐπαγάγηται θεοστυγὲς δόγμα· καὶ οἷόν τι προσωπεῖον, τῆς εἰδωλολατρίας τὴν ὀνομασίαν ἠμπέσχετο, ἵνα τὴν ἰδίαν πικρίαν τῆς φαντασίας ἐπικρύψηται, μείζονι κακῷ τὸ μέγα κακὸν ἐξιᾶσθαι πειρώμενος. ὅπου γε ὁρῶμεν καὶ ἕτερα τοιαῦτα μυσαρώτατα δόγματα τοῖς τοῦ Ἐπιφανίου λόγοις παρὰ τῶν νενοθευκότων ἐγκαταμιγνύμενα ὡς τὸ μηδαμῶς δύνασθαι ἄνθρωπον ἁμαρτωλὸν διὰ μετανοίας γενέσθαι δίκαιον καὶ ὅτι ἡ ἁγία θεοτόκος διὰ ῥομφαίας ἀνῄρηται κατὰ τὴν φωνὴν τοῦ ἱερέως Συμεών· διὰ γὰρ τὸ ἁπλοϊκὸν τοῦ ἤθους τοῦ ἀνδρὸς καὶ τῆς φράσεως τὸ ἀπερίεργον καὶ τῶν συνταγμάτων τὸ πλῆθος εὐεπιχείρητα καταλαβόντες αὐτοῦ τὰ συγγράμματα, τοὺς τοιούτους ἐξειργάσαντο δόλους. 5 ταῦτα οὖν οὕτως εἰρήσθω καὶ πέρας εἰλήφθω τῶν πονηρῶν καὶ φευκτῶν ἀνοσιουργημάτων. περιτέτραπται γὰρ πάντα καὶ κατέρριπται, τῇ σφενδόνῃ τῆς ἀληθείας βαλλόμενα, τό τε αἶσχος καὶ ἡ φαυλότης καὶ ἡ κεκρυμμένη τῶν δραματουργηθέντων ἀπάτη καὶ ἡ ἐκμεμηχανημένη μέθοδος τῆς πλάνης σαφῶς ἀνακεκάλυπται· καὶ ὁ ἀοίδιμος Ἐπιφάνιος πάσης πονηρᾶς ὑπολήψεως ἀπήλλακται καὶ ὁ γεννήτωρ τῶν ἀσεβῶν δογμάτων διὰ πλείστων ὅσων λόγων ἐστηλίτευται, κατάπλαστον τὴν Ἐπιφανίου προσηγορίαν, οὐκ ἀληθῆ, φέρων. καὶ ὡς ἄν τις συνοπτικώτερον ἀνακεφαλαιούμενος εἴποι· πρῶτον μὲν ἀπὸ τῆς γενεαλογίας, ἐξ ἧς τῶν προσώπων τὸ {2αʹ} 2 ἑτεροῖον παρίσταται· δεύτερον ἀπὸ τῶν διαθηκῶν, ἐν αἷς τὸ {2βʹ} 2 διάφορον τῶν διατεταγμένων ἐμφαίνεται· τρίτον ἀπὸ τοῦ {2γʹ} 2 μηδένα τῶν κατὰ τὴν Κύπρον οἰκούντων ἀνδρῶν παλαιῶν τε καὶ νέων τὰ τῆς ψευδοῦς διαθήκης εἰδέναι ἢ τὰ λοιπὰ ἀνόσια συγγράμματα, ἅπερ ὡς Ἐπιφανίου ψευδῶς φέρεται· τέταρτον {2δʹ} 2 ἀπὸ τῆς νοθευθείσης ἐπιγραφῆς πάλαι τῆς βίβλου, ἐν ᾗ τὸ Ἐπιφανίου ὄνομα ἀντὶ τοῦ προγεγραμμένου Ἐπιφανίδου ἀντεπεγράφη· πέμπτον ἀπὸ τοῦ μηδὲν μηδαμοῦ εἰρῆσθαι ἐν τοῖς {2εʹ} 2 κατὰ αἱρέσεων συγγραφεῖσιν Ἐπιφανίῳ δεδέχθαι τὴν ἐκκλη σίαν θεσμοὺς εἰδωλικοὺς πώποτε, καίτοι πολλὰ περὶ εἰκόνων τῶν ἔξωθεν καὶ εἰδώλων διαλεξαμένῳ· ἕκτον ἀπὸ τοῦ {2 ʹ} 2 μηδαμοῦ νεκρὰ καλεῖν τὰ εἴδωλα ὡς μηδέποτε ζήσαντα, ὡς ἐν τῷ κατὰ Κολλυριτῶν γράφει λόγῳ, Ἐπιφανίδην δὲ ἀπεναντίας πανταχοῦ νεκρὰ καλεῖν· ἕβδομον ἀπὸ τῆς γραφείσης ἀλη {2ζʹ} 2 θοῦς ἐπιστολῆς πρὸς Θεοδόσιον τὸν βασιλέα χάριν τοῦ ἐξελαθῆναι τὰς ἐν τῇ Κύπρῳ αἱρέσεις, καθ' ἣν οὐχ' οἷα ἡ ψευδὴς ἐπιστολὴ περιέχει ἐμφέρεται· ὄγδοον ἀπὸ τῆς ἀθέσμου κατὰ {2ηʹ} 2 πᾶν σάββατον νηστείας ἐκ τῶν Μαρκίωνος τοῦ μιαροῦ παραληφθείσης· ἔνατον ἀπὸ τῶν τύπων τῶν Ναζωραίων, οὓς Ἐπι {2θʹ} 2 φάνιος μὲν ἐν τοῖς κατὰ Μασσαλιανῶν διὰ πλειόνων λόγων ἐπὶ Χριστοῦ προῆχθαι τὸ παλαιὸν συνίστησιν· ὁ δὲ ἀντίθετος ἐσφάλθαι λέγει τοὺς πειρωμένους τῷ Χριστῷ τύπους συνάπτειν, ὡς ἐν τῇ πρὸς Θεοδόσιον πεπλασμένῃ ἐπιστολῇ ἐμφέρεται· δέκατον ἀπὸ τῆς τῶν Δοκητῶν αἱρέσεως, ἧς πλεῖστα {2ιʹ} 2 καταγορεύει Ἐπιφάνιος, τελείαν καὶ ἀψευδῆ τὴν τοῦ θεοῦ λόγου ἐνανθρώπησιν κατὰ τὸ ἐκκλησιαστικὸν φρόνημα κηρύσσων, ὁ δὲ ἐκείνοις ὡς προεστὼς τῆς φαντασίας συμφθεγγόμενος· ἑνδέκατον ἀπὸ τοῦ μὴ συμβαίνειν τὰ γεγραμ {2ιαʹ} 2 μένα ἐν τῇ πρὸς Ἰωάννην τὸν Αἰλίας ἐπίσκοπον τοῖς κατὰ τὸν βίον Ἐπιφανίου συντεταγμένοις, ὡς ἐν αὐτοῖς δέδεικται· δωδέ {2ιβʹ} 2 κατον ἀπὸ τοῦ τὴν ἱερὰν τῶν εἰκονισμάτων ἱστορίαν ἐν ταῖς κατὰ Κύπρον ἐκκλησίαις πάσαις ἐμπρέπειν. 6 ἐκ δὴ τούτων καὶ τῶν λοιπῶν τῶν ἤδη προγεγραμμένων ἐμφανὲς ὡς ἀλλότριος τῆς Χριστιανῶν θεοσοφίας ὁ τῆς ἀποστασίας διδάσκαλος. καὶ ἐπειδὴ τῆς οἰκείας ἀπονοίας τε καὶ θρασύτητος ὁ τῆς αἱρετικῆς παρατάξεως πρόμαχος ἐξαίσιον τὸ πτῶμα ὑπέμεινεν, ἑπόμενόν ἐστιν καὶ τὸ πᾶν τῆς βδελυρᾶς καὶ ἀνοσίας φάλαγγος συγκατερράχθαι τε καὶ συγκαταβεβλῆσθαι, ὡς ἄν τις ἴδοι ἐπί τινος στρατηγοῦντος ὑπὸ τῶν πολεμίων κατὰ τὴν μάχην πεσόντος, συνδιαφθειρόμενον αὐτῷ καὶ τὸ στρατόπεδον. ἐξ ὧν συνήνεκται τὴν μὲν τοῦ ψευδοῦς ἀμαυροῦσθαι φαυλότητα, τὴν δὲ τῆς ἀληθείας ἀπαστράπτειν λαμπρότητα καὶ τὴν Χριστοῦ ἐκκλησίαν τροπαιοφοροῦσαν κεκτῆσθαι τὰ νικητήρια. ἐπὶ καιροῦ δ' ἂν εἴη, ἃ δοκεῖ εὖ ἔχειν καὶ λέγειν ἄξιον, ἑξῆς προσθεῖναι· καὶ δὴ καὶ λελέχθω τανῦν, ὅτι τοι γέγραπται· Πάντα ἐνώπια τοῖς συνιοῦσιν καὶ ὀρθὰ τοῖς εὑρίσκουσιν γνῶσιν, καὶ μὴν καὶ Εὐθεῖαι αἱ ὁδοὶ κυρίου καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς. ᾧτινι οὖν λοιπὸν βουλομένῳ εἴη, τῷ τε τῆς ἀληθείας καὶ εὐσεβείας προσέχειν καὶ ἕπεσθαι σκοπῷ, τὴν ἑαυτοῦ τε καρδίαν πρὸς τὸν εὐθῆ καὶ σωτήριον ἀπευθύνειν λόγον, καὶ ἀκλινῶς τὴν ἐπ' εὐθὺ φέρουσαν λείαν καὶ βασιλικὴν διαστείχειν τρίβον, καὶ τὰς ἐπικρήμνους καὶ δυσαντήτους ἐκτρέπεσθαι παρεκβάσεις, συνορᾶν ἔξεστιν ὅτι γε οἱ μὲν τῶν παρεισάκτων καὶ παρεγγράπτων αὐτῶν διδασκάλων φλήναφοι, οὓς περιέποντες ὡς οἰκείους περιεπτύξαντο καὶ ἐπεσπάσαντο, πρός τε ἀλλήλους καὶ τὴν τοῦ πνεύματος διδασκαλίαν τὸ ἀσύμφωνον καὶ ἀσύμβατον κέκτηνται, ἐπειδὴ ἐκ τοῦ ἐναντίου προΐασι πνεύματος καὶ διατοῦτο ἀποπεμπτέοι καὶ παροπτέοι· οἱ δὲ παρὰ τῶν κλεινῶν τῆς ἐκκλησίας καθηγεμόνων ἱεροὶ λόγοι (ὧν οὐκ ἂν τῆς εὐκλεοῦς ὁμηγύρεως τὸν θεοφόρον Ἐπιφάνιον παρευδοκιμούμενον ἀλλοτριοῦν θέμις, τῆς αὐτῆς ἐκείνοις δόξης προλάμποντα, κἂν πολλάκις παρὰ τῶν ἀλλοτρίων ἐπιβουλεύοιτο) φωτὶ ὁμοίως λάμποντες, ἄνωθεν ἡμῖν τὰς ἀκτῖνας τῶν θείων δογμάτων πυρσεύουσιν, μεγάλῳ καὶ ὑψηλῷ ἀπηχούμενοι τῷ κηρύγματι. τὸ ὁμόγνωμον γὰρ ἐν ἅπασιν καὶ ὁμότροπον, ὡς ἀπὸ μιᾶς πηγῆς τῆς τοῦ ἁγίου πνεύ ματος ἐπιχορηγούμενοι χάριτος, πρός τε ἑαυτοὺς καὶ ἀλλήλους διασῴζουσιν· τὸ ἀνώμαλον δὲ καὶ ἀσυνάρτητον τῶν παρὰ τῶν ἀλλοτρίων κακῶς καὶ ἀνοσίως ἠθροισμένων καὶ τυρευθέντων ψευδολογημάτων ἐμφανῶς στηλιτεύουσιν. 7 ἐπεὶ οὖν βαρύς ἐστιν αὐτοῖς ὁ Χριστὸς καὶ εἰς μνήμην ἰὼν καὶ ἐν εἰκόνι βλεπόμενος, εἰς ζητήσεις ἀσυγκλώστους καὶ ἀναρμόστους καθῆκαν ἑαυτοὺς οἱ ἐμβρόντητοι· τὴν μὲν ἑαυτῶν ἀπολιπόντες εὐθύτητα, τὴν δὲ ἀλλοτρίαν αἱρετίσαντες σκολιότητα, παρὰ τοιούτων πατέρων ὀψιγόνων καὶ διδασκάλων ἑτερογνώμων μυσταγωγοῦνται, νέον παιδοτριβούμενοι τὸ ἀπατηλὸν καὶ ἐπίκλοπον δόγμα· τὴν εὐπερίστατον ἁμαρτίαν τῆς δυσσεβείας ἐδέξαντο, τὸ κεκιβδηλευμένον καὶ κατεβλακευμένον τῆς ἁδρανοῦς ἐκπομπεύοντες γνώμης. οὐδ' ὁτιοῦν παραστῆσαι περὶ ὧν γε διηγωνίσθαι ἔδοξαν αὐτοῖς ἐξεγένετο, μάτην δὲ ἐκπεπονήκασιν τὸν ἄπειρον ἐκεῖνον ἀναμετρήσαντες κάματον· οὔτε γὰρ ἐκ τῆς τῶν θεοπνεύστων λογίων διδασκαλίας οὔτε ἐκ πατρικῶν διδαγμάτων ἀπόνασθαί τι τῆς ἑαυτῶν ἀβουλίας ἰσχὺν ἔσχον. μᾶλλον μὲν οὖν πᾶσαν παλαιάν τε καὶ νέαν γραφὴν παριδόντες ἢ ἀνοήτως καὶ δυσσεβῶς ἀποχρησάμενοι πρὸς τὸ αὐτοῖς αἱρετόν, καὶ τῶν πατέρων τοὺς λόγους διαπτύσαντες, εἰς Χριστὸν καὶ τὸ εὐαγγελικὸν πεπλημμελήκασιν κήρυγμα· τὸν πατέρα γὰρ τοῦ ψεύδους ἐν ἑαυτοῖς εἶχον λαλοῦντα. ἐξ ὧν τί συμβαίνει; ἀκόλουθον εἶναι καὶ ἀναγκαῖον καὶ ἀπαραίτητον ἐκ παντὸς κρατεῖν τὰ ἡμέτερα, ἔκ τε τῶν θείων λογίων τοῦ πνεύματος ἔκ τε τῶν τοῦ εὐαγγελίου ἱερουργῶν καὶ τῆς παλαιγενοῦς καὶ ἀσφαλοῦς ἐν Χριστιανοῖς παραδόσεως καὶ τῆς ἀληθείας αὐτῆς τὴν συνηγορίαν καὶ ἰσχὺν καὶ βεβαίωσιν κεκτημένα καὶ οὕτως ἀρχῆθεν τῇ ἐκκλησίᾳ ἐμπρέποντα. προσεπενεγκεῖν δὲ τοῖς εἰρημένοις κἀκεῖνο βέλτιον εἶναι νομίζω, ὡς εἴ γε ἰσχύν τινα εἶχεν ὁ λόγος αὐτοῖς καὶ ἀληθείας τι ἔναυσμα ἐν τοῖς παρ' αὐτοῖς δογματιζομένοις ἀμυδρῶς πως ἐφέρετο, κἀν ταῖς ἄλλαις ἱεραρχίαις ὑπῆρξέ που πεφυλαγμένα καὶ γινωσκόμενα. νῦν δὲ οὐδαμόθεν ἐπιγνῶναι τοῦτο πάρεστιν· ὁμοῦ τε γὰρ ἑῴα καὶ ἑσπερία λῆξις τὸ εὐαγγελικὸν δὴ τοῦτο καὶ ἀποστολικὸν περιέποντες διατελοῦσιν κήρυγμα. καὶ οὔποτε ἐν ἄλλῃ ἐξουσίᾳ ἔνθα Χριστιανοὶ καὶ ἀρχῇ, τὸ ἔκθεσμον ἐκεῖνο καὶ παράνομον καὶ τῆς Χριστιανῶν θεοσεβείας ἀλλότριον παραφυὲν καταλαμβάνεται δόγμα, οὐδὲ ὅσον εἰς μνήμην ἀφῖχθαι τῶν πονηρῶν καὶ μυσαρῶν συνταγμάτων, μὴ ὅτι μόνον κατὰ τὴν δούλην ταύτην καὶ ἠνδραποδισμένην, ἐν ᾗ τὸ ἐμπαθὲς καὶ πρόσυλον τῶν περὶ γῆν στρεφομένων καὶ ἰλυσπωμένων γήϊνον καὶ ἀλαζονικὸν καὶ ὑπερήφανον πρυτανεύει φρόνημα, ἔνθα τὸ φίλαρχον, τὸ φίλαυτον, τὸ φιλήδονον, τὸ φιλόδοξον ἢ κενόδοξον, ἡ πάντων τῶν καταθυμίων ἀπόλαυσις, τὸ πάντων ἐθέλειν ἄρχειν καὶ μὴ δὲ πρὸς αὐτοῦ θεοῦ ἄρχεσθαι, καὶ ἡ τῆς ἀνθρωπίνης δόξης, ἢ αἰσχύνης εἰπεῖν δικαιότερον, κτῆσις καὶ περιποίησις καὶ τῆς θείας δόξης καταφρόνησις καὶ παρόρασις. ἐντεῦθεν ἡ κατὰ θεοῦ καὶ τῶν ἁγίων ὕβρις καὶ τῆς ἐκκλησίας ὁ διωγμός· ἐντεῦθεν πᾶν κατασινόμενον τὸ ὑπήκοον, τοῖς ἐκεῖθεν δόγμασιν καὶ θελήμασιν ὑποκύπτειν ἐκβιαζόμενον· ὧν ἕνεκεν τὸ ἔμψυχον κεχάλκευται ὅπλον, σχήματι μὲν τοῦ σωματοφυλακεῖν ἠθροισμένον, ταῖς ἀληθείαις δὲ τοῦ ἐκπορθεῖν τὴν ἐκκλησίαν Χριστοῦ ἐπινενοημένον. 8 οὐκ ἀπᾷδον δὲ οἶμαι καὶ τοῦτο ἐν τῷ παρόντι φάναι, ὅτι ἔθος τοῖς αἱρετίζουσιν τῶν εὖ κειμένων καὶ ὀρθῶν λόγων κατατολμᾶν καὶ περιέλκειν πρὸς τὸ δοκοῦν καὶ στρεβλοῦν κατὰ τὸ ἴδιον βούλημα, δολοῦσι καὶ παραφθείρουσι τὰ θεοπρεπῶς εἰρημένα παρὰ τοῦ πνεύματος· ὃ δὴ καὶ παρὰ Ἰουδαίων αὐτῶν καὶ Μανιχαίων τῶν θεοστυγῶν ἐπί τε τῇ παλαιᾷ νομοθεσίᾳ καὶ τῇ καινῇ τοῦ εὐαγγελικοῦ κηρύγματος ἱερολογίᾳ ἀνοσίως τετόλμηται. ἀλλ' ὁ τῆς καθ' ἡμᾶς θεοσοφίας ἐρεῖ λόγος ὅτι Κἂν ἄγγελος ὑμῖν οὐρανόθεν εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. τί δεῖ περὶ τῶν ἐκτὸς λέγειν; κἂν ἐπ' ὀνόματι τῶν διδασκάλων τῆς ἐκκλησίας φέρεται λόγος ἐπιγεγραμμένος ἢ χρῆσις ὁποιαοῦν, ἀσύμβατος δέ ἐστιν καὶ ἀσύμφωνος τῇ παραδόσει καὶ διδασκαλίᾳ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, οἷα διεφθαρμένη καὶ παραπεποιημένη, ἄχρηστος καὶ ἀδόκιμος καὶ ἀπόπεμπτος κριθήσεται. καὶ οὐδὲν τοῦτο πρόκριμα τῇ εὐαγεῖ ἡμῶν φέρει ὁμολογίᾳ· θεσμὸς γὰρ ἀπαράβατος καὶ ἀπαρακίνητος τέθειται ὁ κελεύων κρατεῖν τὰς παραδόσεις ἃς παρελάβομεν, ὅσαι τε ἔγγραφοι καὶ ὅσαι ἄγραφοι, αἳ οὐδὲν ἧττον τὴν αὐτὴν ἰσχὺν τοῖς γεγραμμένοις κέκτηνται· ὃν παραβαίνειν, τολμηρὸν καὶ τῆς καθ' ἡμᾶς εὐσεβείας ἀλλότριον· ψυχῆς γὰρ φέρει τὸν βαρύτατον κίνδυνον καὶ βασιλείας οὐρανῶν ὡς πορρωτάτω τίθησιν. ὅσοι τοίνυν τὰ αἰσθητήρια γεγυμνασμένα πρὸς διάκρισιν τοῦ καλοῦ καὶ τοῦ μὴ τοιούτου ἔχουσιν, ὑγιᾶ τε καὶ ἄρτιον τὴν φρένα διασῴζοντες, παγίαν τε καὶ ἡδρασμένην τὴν πίστιν κεκτημένοι, τὸ μὲν οἰκεῖον καὶ ὀρθὸν τῆς εὐσεβείας αἱρείσθωσαν δόγμα, τὸ ἀλλότριον δὲ καὶ διεστραμμένον γενναίως ἀπωθείσθωσαν· καὶ μενέτωσαν ἐν τῇ ὀρθῇ καὶ καλῇ ὁμολογίᾳ, μὴ ἐκκλίνοντες δεξιὰ ἢ ἀριστερά, ἀλλ' ὁδῷ βασιλικῇ πορευόμενοι. οἱ γὰρ ταύτης διαμαρτάνοντες τῆς διδασκαλίας καὶ ἐκ τῶν ἀλλοτρίων παραφωνοῦντες καὶ τῶν ἀσήμων ἀσημότερα παρατρύζοντες, φαῦλοι καὶ ἀνδραποδώδεις τὴν γνώμην τυγχάνουσιν καὶ τὴν διάνοιαν, εὐπαράφοροί τε περὶ τὴν πίστιν ὁρῶνται καὶ ἀνίδρυτοι· τῶν κακῶς αὐτοῖς καὶ νοηθέντων καὶ πραχθέντων λόγον ὑφέξοντες, καὶ παρὰ τῆς θείας δίκης ἀφύκτοις περιπεσοῦνται ἐγκλήμασιν, ἀναπόδραστον τὴν τιμωρίαν ὑποστησόμενοι. ὧν μὴ πειραθῆναι σπουδάσωμεν, ἀλλὰ διὰ βίου καθαροῦ καὶ δογμάτων ὀρθῶν, τῆς φιλανθρωπίας τῆς θείας ἀξιωθήσεσθαι καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς οὕτω καὶ φρονεῖν καὶ πράττειν αἱρουμένοις ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ πᾶσα δόξα καὶ τιμὴ καὶ προσκύνησις πρέπει, ἅμα τῷ συνανάρχῳ καὶ ὑπεραγάθῳ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note