Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio et eversio definitionis synodalis anni
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-patriarch-of-constantinople" aria-label="More works by Nicephorus Patriarch of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Ὅροις τῆς εὐσεβείας εὐπειθῶς εἴκειν καὶ ἀκλινῶς ἕπεσθαι, θεσμοῖς γε μὴν τοῖς εὖ τεθειμένοις ἄνωθεν φρουρεῖσθαί τε καὶ τειχίζεσθαι, ἔνθεσμον καὶ σωτήριον· καὶ τοῦτ' ἂν εἴη τῶν ὀρεκτῶν τὸ περισπούδαστον ἤδη καὶ τιμιώτατον, τοῖς γε ἀληθῶς ὑγιᾶ τὴν φρένα καὶ τὸν νοῦν κεκτημένοις ἄρτιον· καὶ γὰρ ἐντεῦθεν τὸ εἰρηναῖον τῇ ζωῇ περιγίνεται καὶ βίος ὀρθός τε καὶ ἡ ἐν δόγμασιν εὐθύτης κρατύνεται καὶ τὰ ἐκ τῆς θείας ῥοπῆς εὐμενίζεται. τοῖς γοῦν πειρωμένοις παρακινεῖν ὅρια αἰώνια, ἃ παρὰ τῶν πατέρων καλῶς καὶ ἐννόμως τέθειται, καὶ τοῖς εὖ καθεστῶσι λυμαίνεσθαι πράγμασι συμβήσεται, οἷα ὑπερόρια θέουσιν, ἐνδιάστροφον μὲν κεκτῆσθαι τὸ φρόνημα, παρὰ πάντα δὲ τὸν βίον τὸ φιλοτάραχον νοσεῖν καὶ ἐπίσαλον· πρός τε γὰρ ἑαυτοὺς καὶ τοὺς πέλας πολὺ τὸ στασιῶδες ἀποτίκτουσι, τό τε σεσοβημένον καὶ ἀνατετραμμένον ἐπί τε τῷ οἴκῳ καὶ τῇ ζωῇ πάσῃ καὶ τοῖς ἐγγὺς καὶ τοῖς πόρρωθεν συνδιαφέροντες ἐπιστρέφουσι. τολμῶσι δ' οὖν εὐθὺς τῆς θείας δόξης κατεξανίστασθαι, καὶ τῶν ὀρθῶς βιοῦν ᾑρημένων κατεπαίρεσθαι, καὶ κατασοβαρεύεσθαι τῶν ἐπιεικεστέρων, κἀκεῖνοι μάλιστα, οἵπερ εἶεν τῶν ἐπ' ἐξουσίαις τινὲς καὶ ταῖς μείζοσιν ἀρχαῖς καθιδρυμένοι καὶ ἀξιώμασι, καὶ δρῶσι κατὰ τῆς ἑαυτῶν κεφαλῆς τὰ ἀπηχῆ καὶ ἀνόσια· ὧν μέγα μὲν καὶ βαρὺ τὸ τῆς ἐγχειρήσεως ἔγκλημα, μεῖζον δὲ καὶ δυσαχθέστερον ἐν καιρῷ τῆς θείας ἐπισκοπῆς τῶν κακῶς δρωμένων τὸ ἀνταπόδομα, εἴ γε οὐχ' ὑπὲρ τῶν καθ' ἑαυτοὺς μόνον, ἀλλὰ καὶ ὧν ὡς ἐπηρεάζοντες ἀδικεῖν ἐπιχειροῦσι, τὴν δίκην ὑφέξουσιν, ὡς ἠναγκασμένων ἰέναι καὶ ἀκουσίως πρὸς τὴν ἀσέβειαν. 2 τοιοῦτον οὖν τι κἀν τοῖς καθ' ἡμᾶς χρόνοις συνενεχθὲν ἔγνωμεν. ἦν γὰρ καὶ πρόσθεν καιρός, καθ' ὃν οἱ τῆς εὐθυτάτης ἡμῶν πίστεως ὅροι εὐαγῶς ἐφυλάσσοντο· ὅτε βαθεῖα εἰρήνη τὴν ἐκκλησίαν Χριστοῦ διελάμβανε, καὶ τὸ εἰρηναῖον ἐπλούτει καὶ ἀστασίαστον, τό τε ἀταρακτότατον κεκτημένη καὶ τὸ γαλήνιον· ὅτε τὸν οἰκεῖον κόσμον αὐχοῦσα διέπρεπε καὶ τῷ φωτὶ κυρίου κατηρτίζετό τε καὶ ἐπορεύετο· ὅτε τὸ εὐαγγελικὸν καὶ ἀποστολικὸν ἐπανθοῦν ἐπαρρησιάζετο κήρυγμα καὶ τὰ τῆς σωτηρίου Χριστοῦ οἰκονομίας διὰ τῶν ἱεροτυπιῶν ἐπέλαμπε σύμβολα, οὗ τά τε πάθη καὶ θαύματα καὶ ἡ τοῦ σωτηρίου προεδείκνυτο δύναμις· ὅτε ἡ χάρις προετιμᾶτο καὶ ἡ ἀλήθεια καὶ τὰ τῆς χάριτος ἐνεφανίζετο σαφῶς καὶ ἐκηρύσσετο· ὅτε οἱ θεῖοι ναοὶ καὶ τὰ ἐν τοῖς ναοῖς ἱερά τε καὶ τίμια εὐκόσμως μάλα περιεστολίζοντο· ὅτε θεῖος φόβος ταῖς ψυχαῖς τῶν εὐσεβούντων ἐνίδρυτο καὶ ἡ περὶ τὰ θεῖα αἰδὼς καὶ εὐλάβεια· ὅτε τὸ τῆς ἀγάπης δῶρον πανταχοῦ διαφοιτῶν περιηγγέλλετο· ὅτε τὰ τῆς ἱερωσύνης δίκαια κομῶντα συνδιεφυλάσσετο καὶ οἱ ἱερεῖς κυρίου δικαιοσύνην ἐνδεδύκεσαν, ὥσπερ στολὴν ἁγίαν περιχλαινιζόμενοι τὴν εὐσέβειαν, ἀμφιεννύμενοι δὲ κρῖμα ἶσα διπλοΐδι, καὶ ἡ εὐλογία κυρίου πᾶσιν ἐπέπρεπεν, εἰ δεῖ τι καὶ τῶν Ἰὼβ φθέγξασθαι ῥημάτων· ὅτε καὶ βασιλεῖς μέγα ἐφρόνουν ἐπ' εὐσεβείᾳ μᾶλλον ἢ τῷ διαδήματι καὶ χρυσῷ καὶ λίθοις τοῖς Ἰνδικοῖς λαμπρὸν ἀπαστράπτουσιν, εὐθύτητι δὲ δογμάτων ἢ τῷ ἁλουργῷ ἐκαλλωπίζοντο χρώματι καὶ ὅσον*** τρόπαια στήσωσι. διά τοι τοῦτο κατὰ τοῦ θείου φόβου ἀπηναισχύντησαν καὶ ἦραν κατὰ τῶν ἁγίων κεφαλὴν καὶ ἀπεναντίας τῆς ἱερᾶς ἡμῶν ὁμολογίας ᾔεσαν. εἰς ὅ, τι δὲ τῷ χρι στομάχῳ τὰ βεβουλευμένα, ὃς ταῦτα ἐπινοῶν ἔδρα, ἐπεραίνετο καὶ εἰς οἷον τέλος τὰ ἐπικεχειρημένα ἐκβέβηκε, τὸ θυσιαστήριον μέγα κεκράξεται· ὃ καὶ ζῶν κακῶς καθαιρῶν ἐβεβήλου, καὶ ἀναιρούμενος ἐνδίκως τῷ λύθρῳ τῶν ἐναγῶν αἱμάτων πλέον ἔχρανέ τε καὶ κατεμόλυνεν, ἄξια ὄντως τὰ ἐπίχειρα τῆς εἰς Χριστὸν ὕβρεως δεξάμενος ὁ ἀλιτήριος, ἔνθα τῶν προμάντεων ἡ σκηνὴ καὶ ἡ παιδιὰ καὶ ἡ πλάνη θριαμβεύεται. 3 πῶς οὖν οὗτος τὰ τῆς οἰκείας ἀσεβείας ἀποπληροῦν ἐτεχνάζετο; πρῶτα μὲν ἀπόπειραν ποιεῖται τῶν ἀπὸ τῆς ἐκκλησίας, εἰ οἷόν τε ἠρέμα καὶ ἡσυχῇ τὰ κατὰ νοῦν αὐτῷ προχωρήσειν· ὡς δ' οὖν ἄπρακτα καὶ ἀνήνυτα αὐτῷ ἐγεγόνει τὰ ἐγχειρήματα, ἐφ' ἑτέραν τραπόμενος ἔρχεται καί, ὡς ἂν μηδὲν πονηρίας καὶ κακουργίας τῶν προκαταρξάντων ἐλλείποι τῆς ἀσεβείας, ζηλοῖ κἀνταῦθα τὸν χριστομάχον ἐκεῖνον, τὸν πάλαι συγχωρήσει θεοῦ τοῦ φύλου τοῦ Ῥωμαϊκοῦ κακῶς ἄρξαντα, τὸν Κωνσταντῖνον φημὶ τὸν δυσσεβέστατον. ὃς δὴ καθάπερ ἐκ πατρῴου κλήρου κατάγουσαν τὴν παρανομίαν ταύτην διαδεξάμενος, ἱκανῶς ἐπεκράτυνεν· ἀθροίζει λοιπὸν καὶ οὗτος, ὥσπερ ἐκεῖνος, ἅπαν τὸ ἐν ἱερωσύνῃ τελοῦν, καὶ παντοίαις αὐτοὺς ἐπιχειρήσεσι μεθοδεύων πείθειν ἐμηχανᾶτο πρὸς τὸ οἰκεῖον ἑλεῖν βούλημα. ἀλλ' ὅσον μὲν ἐν αὐτοῖς προῦχον καὶ ἔκκριτον, ἐρηρεισμένον καὶ πάγιον περὶ τὸν ὑγιᾶ καὶ ὀρθὸν λόγον τὸ φρόνημα ἐκέκτητο, τοῦ θεομισοῦς αὐτοῦ θελήματος ἀντικαθιστάμενον ὤφθη· διὸ αἰκίαις τε καὶ φρουραῖς χαλεπαῖς πρότερον ἐπελθὼν καὶ μηκίστων λιμῶν καὶ ἀσιτιῶν τηκεδόσι πιέζων καὶ δι' ἀτιμίας ἁπάσης περιαγαγών, μεταταῦτα ὑπερορίαις μακραῖς ὁμοῦ καὶ πικραῖς κατεδίκασεν· ὅσον δὲ ἀγροικικώτερον καὶ ἁπλούστερον ἢ καὶ εὐηθέστερον ἐπάγεται, οὓς μὲν χρήμασιν ὑποφθείρων, οὓς δὲ ὑποσχέσεσι δελεάζων, οὓς δέ, παρρησίαν τὴν εἰς τὰ βασίλεια ἐπαγγελλόμενος, ὑπο κλέπτων, ἔστι δὲ οὓς καὶ ἀπειλαῖς ἐκδειματῶν καὶ ἑτέραις τισὶν ἐπινοίαις μετερχόμενος, εἰς τὸ ἴδιον σαγηνεύει θέλημα. τούτους λοιπὸν τοῦ κοινοῦ τῆς ἐκκλησίας ἀπορραγέντας σώματος, οἷάπερ μέλη διερρυηκότα καὶ ἐφθαρμένα, καὶ ἰδίᾳ συνάγειν ἐπιχειρήσαντας λαβών, συγκροτεῖ, ὡς ἐδόκει, ἀπ' αὐτῶν σύνοδον· καὶ σύνεδρος ἤδη καὶ πρόεδρος, μᾶλλον δὲ πρόδρομος τῆς τοῦ προσδοκωμένου πονηροῦ ἐπιστασίας γίνεται, προοδοποιῶν τὰ τῆς ἐνδημίας αὐτῷ καὶ τρόπον τινὰ τὸν ἀγῶνα τὸν κατὰ τῶν ἁγίων ἐνστησόμενον ἀναμερισάμενος· καὶ τὸ πολὺ τῶν πόνων προαφαιρούμενος, τοσοῦτον εὔνους αὐτῷ ὤφθη, ἵνα, ἐν ᾧ μέλλει φανεροῦσθαι ὁ ἄνομος, πρὸς μόνον τὸν καταλύοντα αὐτοῦ τὸ κράτος ἕξει τὴν μάχην, τῶν δὲ εἰς μνήμην τῆς ἐν σαρκὶ πολιτεύσεως αὐτοῦ ἀναστηλωμένων ἐκ ποδῶν γεγενημένων, μὴ πλείω περὶ αὐτὰ ἐνασχολούμενος κάμνοι, σχοίη δὲ ῥᾷον κατὰ τῶν εὐσεβούντων τηνικάδε τὸ ἀγώνισμα· καὶ πάλιν ὁρᾶται ἐν τῷ ναῷ κυρίου τὸ βδέλυγμα καὶ ἀνοίγεται στόμα λαλοῦν μεγάλα κατὰ τῆς δόξης κυρίου καὶ κατὰ τῆς θείας οἰκονομίας μεγαλορημονοῦν καὶ ἀλαζονευόμενον. 4 ταύτην οὖν τί κλητέον, ἢ οὐχ' ἁπλῶς σύνοδον; ἀλλὰ βαρβαροσύνοδον δικαίως ἄν τις καλέσειε διὰ τὸ τοῦ ἠθροικότος βάρβαρόν τε καὶ ἔκφυλον φρόνημα, ἢ πονηρὸν συνέδριον καὶ τοῦ Καϊαφαϊκοῦ ἐκείνου ἐφάμιλλον, ἐπεὶ καὶ οὗτοι παρανόμως κενὰ κατὰ τοῦ Χριστοῦ ἐμελέτησαν καὶ ὥσπερ τὸ Ἰουδαϊκὸν σύνταγμα κατὰ τῆς Χριστοῦ ἐνσωματώσεως ἐφρυάξαντο καὶ πλεῖστα κενολογήσαντες ἐματαιοπόνησαν. ὡς γὰρ οὐκ ἂν λεχθείη σύνοδος ἱερατική, φανερόν· πρῶτον μὲν γὰρ πῶς συστήσαιεν σύνοδον οἵ γε τὰς συνθήκας, ἃς ἐν τῷ θείῳ θυσιαστηρίῳ κατενώπιον θεοῦ καὶ ἀγγέλων καὶ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος δεδωκότες, παρασπονδήσαντες ἠθετήκασι, τά τε χειρόγραφα, ἐν οἷς τοὺς τύπους τοῦ σταυροῦ καὶ τὰ οἰκεῖα ὀνόματα προὔθηκαν, κατεπάτησαν; ἐξ ὧν κατὰ συλλόγους ἱεροὺς συνιέναι οὐκ ἐξὸν αὐτοῖς· ἔπειτα δ' ὅτι παρὰ πάντα θεσμὸν καὶ κανόνα ἐκκλησιαστικὸν ἤθροισται· καθάπερ γὰρ τὸ παρὰ τοῦ δυσσεβοῦς Κωνσταντίνου παραλόγως καὶ ἀνοσίως συλλεγὲν παράνομον σύστημα, οὕτω καὶ τοῦτο ψευδῶς καὶ ἀτάκτως κεκλήκασι σύνοδον. πάμπαν γὰρ τῶν ἐν ἀρχιερωσύνῃ τελούντων μεγίστων θρόνων, τοῦ τε τῆς πρεσβυτέρας Ῥώμης λέγω καὶ τῶν ἄλλων, οἷς τὰ προέδρια ἐν τοῖς ἱερεῦσιν ἀφώρισται, ἠμοιρήκασιν· ὧν ἄνευ, δόγματος ἐκκλησιαστικοῦ κινουμένου, συστῆναι, κατά γε τὸν ἄνωθεν παραδεδομένον τῇ ἐκκλησίᾳ θεῖον τύπον, ἱερατικὴν σύνοδον, οὐ θεμιτόν. διὸ ἄστατόν τε ἐφ' ἑαυτοῦ καὶ ἀνίδρυτον δείκνυται, καί τις ἐνταῦθα συνεὶς λίαν ἐμφρόνως ἂν ἀποφθέγξαιτο ὅπερ παρά τινι τῶν πάλαι σοφῶν ἐλέγετο περί γέ τινος στρατοπέδου εὖ μάλα στρατιᾶς πολυπληθείᾳ κομῶντος, ταξιάρχου δὲ συνετοῦ καὶ εἰδήμονος τὰ τακτικὰ καὶ πολέμια τοῦ κοσμοῦντος καὶ εὖ διατάττοντος ἀπολειπομένου·" Ἡλίκον θηρίον κεφαλὴν οὐκ ἔχει", ἐπεὶ καὶ οὗτοι, πολυανθρωπίᾳ πλήθοντες καὶ οὐ πάνυ τι εὐαρίθμητον τυγχάνοντες σύστημα, τοῦ τε ἡγεμονοῦντος τῆς καθ' ἡμᾶς ἱερολογίας καὶ ἐπιστημονικωτάτου πνεύματος κανόνος τε πάμπαν καὶ λόγου τοῦ ἰθύνοντος ἀπεστέρηνται. καὶ τί γε ἄλλο ἢ αὐτὴν τὴν κεφαλὴν τῆς ἐκκλησίας Χριστὸν ἠθετήκασι; καὶ ὅλης αὐτοῦ τῆς οἰκονομίας πειρῶνται ἀνατρέπειν, ὡς οἷοί τέ εἰσι, τὸ μυστήριον. τοιγάρτοι εἰς τοῦτο ἀκοσμίας καὶ ἀταξίας ἠγμένοι, τό τε ἐπιεικὲς ἀπημφιεσμένοι καὶ ἥμερον, θηρῶν δίκην καὶ λύκων ἀγρίων (τῷ γὰρ ἔξωθεν καὶ φαινομένῳ κῳδίῳ τὸν ἐντὸς καὶ κεκρυμμένον συγκαλύπτουσι θῆρα) τῇ Χριστοῦ ἐκκλησίᾳ βαρέως ἐπεισπεσόντες καὶ κατὰ τῶν ἱερῶν ἡμῶν δογμάτων ἐπιλυττήσαντες, ὅλῳ τῷ στόματι τὰ λογικὰ πρόβατα, τὸν λαὸν κυρίου, κατεσθίειν κατὰ τὸ εἰρημένον διὰ φωνῆς ἁγίου προφήτου ἵενται. ἐντεῦθεν ἡ παλαιὰ τῷ χρόνῳ καὶ τὴν κακίαν νεάζουσα κακοδοξία, ὡς ἐξ ἀδύτων τῶν μυχῶν τῆς ἀπιστίας ὑπερκύψασα καὶ τῶν τῆς πλάνης φωλεῶν ἐξερπύσασα, τοὺς ἄρτι τῆς εὐσεβείας ἀποπεφοιτηκότας καὶ πρὸς αὐτὴν ἀθλίως μεταθεμένους, ὥσπερ τῆς ἀληθοῦς ἀπημαύρωσεν ὁμολογίας, οὕτω δὴ καὶ τῶν ἐπειλημμένων τῶν τῆς ἱερωσύνης οἰάκων, τῆς κοινωνίας ἀπετείχισε, τὴν σύμπνοιαν ἀπείρξασα καὶ συναίνεσιν· μὴ δὲ γὰρ ἐνὸν αὐτοὺς τῷ ψεύδει συνάρασθαι, ἐπειδὴ ἔνθα τὸ ἐμπαθὲς καὶ δοῦλον τῆς σαρκὸς πρυτανεύει φρόνημα, ὁ τῆς ἐλευθερίας καὶ εἰρήνης σύνδεσμος ὁ συνεστηκὼς ἐκ τοῦ πνεύματος οὐδ' ὅλως κατακρατύνεσθαι πέφυκενὑπὸ γὰρ πολλῆς αὐθαδείας καὶ ἀνοσιουργίας κεκρατημένος ὁ συναθροίσας κακῶς, πᾶσαν κανονικὴν καὶ ἔνθεσμον καταπατῶν παράδοσιν, ἢ μὴ δὲ συνιεὶς ὅτι θεσμὸς κανόνων ἦν πώποτε, ἔδοξε τῶν προὔχειν κατὰ τὴν ἱερωσύνην λαχόντων δίχα τὴν ἰδίαν βεβαιοῦν εἰκαιοφροσύνην, ὅμως δ' οὖν παρανόμως καὶ ἀθέσμως συνειλεγμένοι, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ πολλὰ τοῦ εὐαγγελικοῦ κηρύγματος καταφλυαρήσαντες ἐμελέτησαν, καὶ δόγμα πονηρόν, καλῶς πάλαι κατακριθὲν καὶ σιγηθὲν ἀποφάσει τῶν προηγησαμένων θείων ἀνδρῶν, πάλιν ἀναζωπυροῦντες καινίζουσι καὶ τολμῶσιν, ὡς ᾤοντο, ὅρον ἐκτίθεσθαι πάντῃ ἀόριστον· ὁρίζονται μὲν γὰρ παντελῶς οὐδέν, ἐπ' ἀναιρέσει δὲ τῶν εὖ καὶ καλῶς τεθειμένων ὅρων καὶ ἀληθῶν δογμάτων καὶ τοῦ εὐσεβοῦς τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας φρονήματος, ματαίως ἄγαν καὶ ἀθεεὶ παρατάττονται. οὐδὲ γὰρ ἀπὸ στόματος κυρίου, ἀλλ' ἐκ τῆς ἰδίας κοιλίας ἀποφθέγγονται καὶ λαλοῦσι διεστραμμένα, οὐδαμοῦ τῷ ἐκκλησιαστικῷ κανόνι καὶ τύπῳ κατακολουθήσαντες, τοῦ φόβου δὲ κυρίου καταφρονήσαντες καὶ τῆς ἐντολῆς ἀλογήσαντες, ἣ καὶ τῷ ἕνα τῶν ἐλαχίστων σκανδαλίζοντι οὐ μικρὸν τὸν κίνδυνον ἐπικρεμάννυσιν, ἤπουγε πλῆθος ἄπειρον καὶ ἀριθμοῦ κρεῖττον καὶ πολιτείαν ὅλην καὶ ἔθνος ὁλόκληρον ἱερόν τε καὶ ἅγιον, ὃ διεσπάραξάν τε καὶ ἐλυμήναντο, τῷ αἵματι Χριστοῦ τῷ ἀμώμῳ καὶ ἀχράντῳ κτηθέν τε καὶ ὑποστὰν ἱδρῶσί τε καὶ πόνοις πολλοῖς τῶν μετὰ Χριστὸν καὶ τῶν τὰ ἐκείνων διαδεξαμένων ἀοιδίμων ἀνδρῶν. 5 ἐν τούτῳ γοῦν τῷ δοκοῦντι ὅρῳ εὐθὺς μὲν καὶ ἐκ προοιμίων τὴν ἀσέβειαν οὐ παρρησιάζονται, κατασχηματίζονται δὲ τὴν εὐσέβειαν καὶ καταχρωννύουσί πως τοὺς ἑαυτῶν λόγους, ἐπειδὴ τοῦτο φίλον καὶ σύνηθες τοῖς αἱρετίζουσιν. οὕτω γὰρ καὶ παρὰ Ἀρειανοῖς καὶ Εὐνομιανοῖς καὶ ἄλλοις αἱρεσιώταις γινόμενον ἔγνωμεν· οὓς μιμούμενοι, ὥσπερ δὴ κοινωνοῦντες τῇ ἐκείνων κακοδοξίᾳ, καὶ αὐτοὶ ἐπ' ἀλλοτρίοις καλοῖς ἐγκαλλωπίζονται. τὸ γὰρ φυσικὸν τῆς ἀληθείας κάλλος οὐκ ἔχοντες, ὀθνείαις τισὶ καὶ ξέναις σοφιζόμενοι χρῶνται μορφαῖς, τὸ αἶσχος τῆς οἰκείας ἀμορφίας ἐκ τῶν ἔξωθεν ἀποκρύπτειν ἐκμηχανώμενοι, τῷ χαλκῷ τὸ δέλεαρ περιάπτοντες ἢ τῷ δηλητηρίῳ τὸ μέλι περιχρίοντες, ἵνα ἡνίκα μέλλουσι τὰ τῆς οἰκείας πικρίας ἀπερεύγεσθαι δυσώδη καὶ βδελυρὰ ῥήματα, τοὺς ἁπλουστέρους δι' αὐτῶν ἐξαπατήσωσι καὶ πρὸς τὴν ἀσέβειαν τὴν ἴσην ἐπαγάγωνται. μετὰ γὰρ δὴ ταῦτα, ὥσπερ οἱ ἐκ κραιπάλης ἀνενεγκόντες, εἰς ἑαυτοὺς ἐπανέρχονται καὶ ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέφουσι· καὶ τὸ προσωπεῖον ἀποδυσάμενοι, τὰ τῆς γνώμης παραγυμνοῦσι κυήματα. ἡμεῖς δὲ τὴν πολλὴν φλυαρίαν παρέντες, ἐπὶ τὰ καιριώτερα τῆς βλασφημίας καί τινος ἀνασκευῆς δεόμενα καὶ δὴ τῷ λόγῳ τρεψώμεθα. καὶ ἔδει μέν, ὡς σαθροῖς καὶ ἑώλοις, μὴ δὲ τὴν ἀρχὴν ἐπιβάλλειν τοῖς τοιούτοις ληρήμασιν, εὐθὺς δὲ παραγράφεσθαι καὶ ἀποκρούεσθαι. ἀλλ' ἐπειδὴ παρά τισι τοῖς οὐ παγίαν καὶ βεβηκυῖαν πρὸς εὐσέβειαν τὴν διάληψιν ἔχουσιν, ἔδοξαν λόγου τί ἄξιον φέρεσθαι, ταύτῃ τοι εὖ νενομίκαμεν, εἴπερ αὐτοῖς πρὸς ὠφελείας τινὸς γένοιτο, τῶν ἐπ' ἐκείνοις ἐλέγχων ἐφάπτεσθαι. 6 ἄγουσι τοιγαροῦν εἰς μέσους τὸν Λέοντα ἐκεῖνον, τὸν ἀποστάτην καὶ παροράσει θεοῦ Χριστιανῶν ποτε ἄρξαντα, τὸν ἐκ τῶν Ἰσαύρων τῶν δυσωνύμων ὁρμώμενον καὶ οὐδὲν ἧττον θηριώδη τὴν γνώμην ἢ τὴν προσηγορίαν, ἔτι μὴν καὶ τὸν ἐκείνου υἱὸν Κωνσταντῖνον, τὸν τρόπον ἀγριώτερόν τε καὶ θηριωδέστερον· ὃς δὴ τὴν πατρῴαν δυσσέβειαν καὶ δυσμένειαν οἷόν τινα κλῆρον ἄνωθεν καταγόμενον διαδεξάμενος, καὶ οὐ μᾶλλον τῆς ἀξίας ἢ τῆς ἀσεβείας κληρονόμος ὀφθείς, ἐπηύξησέ τε καὶ εἰς ἄκρον ἐκράτυνε. τούτῳ οὖν μετὰ τῆς ἡδίστης καὶ φίλης ἱππείας παρατεταγμένῳ ἐξήρτυτο κατὰ τῆς Χριστοῦ δόξης ὁ πόλεμος, καὶ πλείονα κάκιστά τε καὶ χείριστα κατὰ Χριστιανῶν ἀπομανεὶς κατεπράξατο. περὶ μὲν οὖν τούτων εἰκαιομυθοῦντες γράφουσι τοιαῦτα ὅτι Οὗτοι τὴν εὐσέβειαν τῆς ὀρθοδόξου πίστεως ἀσφάλειαν βίου ἡγησάμενοι, τὴν τιμὴν τοῦ δι' ὃν τὸ βασιλεύειν ἔλαβον ἐζήτησαν· καὶ πολυάνθρωπον πνευματικῶν πατέρων καὶ θεοφιλῶν ἐπισκόπων ἀθροίσαντες σύνοδον,... οἱ τῶν ἀληθῶν καθάπαξ ἀποπεπτωκότες, καὶ τῷ ψεύδει τὸν νοῦν καὶ τὴν γλῶσσαν ὑποθέμενοι, ἐκ τῶν φανερῶς ἐψευσμένων ὑπαρχόντων τὸν λόγον τῆς προκειμένης αὐτοῖς ματαιότητος ἐξυφαίνειν κατάρχονται, ἵνα ὧν ἡ ἀρχὴ ἀδόκιμος, ὃ δὴ λέγεται, καὶ τὸ πᾶν εἴη ἀπόβλητον. τοῖς γὰρ ἐν μνήμῃ τῶν πολλῶν εἰσέτι καὶ νῦν κειμένοις καὶ παρὰ πᾶσι τὸ ὁμόλογον διασῴζουσι καὶ ἐπὶ στόματος κατ' οἴκους καὶ ἀγορὰς ᾀδομένοις ἢ ἀγνοοῦντες ἢ ἀναισχυντοῦντες αὐθαδῶς ἀντιφέρονται· οὐδὲ γὰρ ἔτι τοῦ Λέοντος κατὰ τὸν τῇδε περιόντος βίον τὸ ἀνόσιον ἐκεῖνο ἤθροιστο συνέδριον· ἐκεῖνος γὰρ τῆς καινοτομίας ταύτης κατάρξας καὶ τοὺς θεμελίους τῆς ἀποστασίας προκαταβαλόμενος καὶ τὰ βάθρα τῆς ἀσεβείας πηξάμενος πρῶτος καθυβρίζει τὰ ἅγια, καὶ τὸν ἐπιθέντα χεῖρας αὐτῷ καὶ χρίσαντα ἱεράρχην τὸν ἱερώτατόν τε καὶ ὁσιώτατον, τοῦ θρόνου τοῦ ἱερατικοῦ μετὰ πολλῆς καθεῖλε τῆς ἀδοξίας καὶ ὕβρεως, οὔτε θεὸν δεδοικὼς οὔτε τὴν χρίσασαν χεῖρα αἰδεσθεὶς ὁ ἐξάγιστος· ἕτερον δὲ τῷ μιαρῷ θελήματι αὐτοῦ καὶ δόγματι ἀντενθρονίζει ἑπόμενον, καί τινας ἐπιβιοὺς χρόνους, πικρῶς τὴν ζωὴν ἀπορρήγνυσιν. ἀνίστησι δὲ δυσσεβέστερόν τε καὶ ἀθεώτερον τὴν θεομάχον οἰκοδομίαν ὁ τὴν ἐξουσίαν παροράσει θεοῦ μετὰ τῆς ἀπιστίας εὐθὺς μετ' ἐκεῖνον κληρωσάμενος, τὸν πύργον τῆς κακίας δομούμενος καὶ συνεργοὺς ἐπὶ τούτῳ τοὺς ἱερεῖς τῆς αἰσχύνης συνεπαγόμενος· καὶ γὰρ οὖν τὰ τοῦ ἀθέου βουλήματος συνιστᾶν ἐπιχειρῶν, χρόνοις τισὶν ὕστερον τούτους δὴ τοὺς ὑπὸ χεῖρα ἐπισκόπους συλλέγει καὶ τὸ πονηρὸν ἐκεῖνο καὶ ἔκθεσμον συγκροτεῖ ἐργαστήριον· οἵ γε πολλὴν μὲν ὕβριν ὅσην τῆς θείας καὶ παναλκοῦς δεξιᾶς κατέχεαν, πλεῖστα δὲ τῆς δόξης Χριστοῦ καθυλακτοῦντες ἐκενολόγησαν, πολλὴν δὲ ἀδικίαν κατὰ τῆς σωτηρίου Χριστοῦ ἐπιφανείας ἐλάλησάν τε καὶ ἐμελέτησαν· ἀθέως γὰρ ἐδογμάτισαν εἰδώλοις τὴν δι' αὐτῆς ἐξ εἰδώλων λελυτρωμένην τοῦ θεοῦ ἐκκλησίαν προσκεκυνηκέναι, καὶ τοῦτο αὐτοῖς τῆς βλασφημίας τὸ προοίμιον· ὅπερ μετ' ἐγκωμίων οἱ νεόλεκτοι τούτων φοιτη ταὶ ὡς ἄσμενοι ὑπεδέξαντο· τοῦτο δὴ καὶ σύνοδον καλεῖν τετολμήκασιν. σύνοδον δὲ ὁποίαν κλητέον ἀκουέτωσαν· τὴν μαινάδα, τὴν σοβάδα, τὴν αὐθάδη, τὴν πάντολμον, τὴν νεωτεροποιόν, τὴν καινοτόμον, τὴν ὑβρίστριαν, τὴν τῆς βλασφημίας μητέρα, τὴν ἀποστατικὴν φάλαγγα, τὸν μανικὸν ὅμιλον, τὸ Καϊαφαϊκὸν συνέδριον, τὸ λῃστρικὸν σύστρεμμα, τὸν λόχον τὸν ψυχοφθόρον, τὸ θήρατρον τῶν λογικῶν ζῴων, τὸ Σατανικὸν ἔνεδρον, τοῦ πονηροῦ τὸ ὅπλον, τὸ τῆς εὐσεβείας πολέμιον, τὸ ἄνομον βουλευτήριον, τῶν λοιμῶν τὴν καθέδραν, τὸ Φαρισαϊκὸν σύστημα, τὸ Ἰουδαϊκὸν σύνταγμα, τὸν ἀγυρτικὸν σύλλογον, τὸ ὀχλαγωγὸν ἄθροισμα, τὸ ταραχοποιὸν ἄγυρμα, τὸν ἐσμὸν τῶν κακῶν καὶ τῆς Χριστιανῶν θεοσεβείας ἀντίπαλον, τὸ πάσης παρανομίας ἐπίμεστον καὶ πάσης κακίας καταγώγιον. τίς ἂν λόγος ἐφίκοιτο; τίς ἱκανὸς ἀπαριθμήσασθαι ὅσα καὶ οἷα κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας ἐνεανιεύσαντο καὶ ὁπόσην καινοτομίαν κατὰ τῆς ἐκκλησίας ἐπενόησαν, οἷα κατὰ τῶν ἁγίων ἐτόλμησαν, πυρὶ παραδιδόντες τὰ ἱερὰ κειμήλια, τοὺς θείους ναοὺς καὶ αὐτὰ δὴ τὰ θυσιαστήρια διορύσσοντες καὶ πάντα τὸν ἐν αὐτοῖς ἱερὸν διάκοσμον καὶ τὴν πυκάζουσαν ἔνθεν εὐπρέπειαν ἀκόσμως λίαν ἐξαφανίζοντες; τί τἄλλα λέγειν; τὴν εἰργασμένην αὐτοῖς παροινίαν εἰς τὴν Χριστοῦ οἰκονομίαν, δόξαν ἑαυτῶν ἥγηνται, ὥσπερ ἀδοξίαν τὴν ἐπ' αὐτῇ τιμὴν καὶ τὸ κλέος· καὶ ὅσα κατὰ τῶν ἱερῶν κανόνων καὶ θεσμῶν ἐνεωτέρισαν καὶ ἁπαξαπλῶς πᾶσαν τὴν ἄνωθεν καὶ πάλαι κατὰ τὴν ἐκκλησίαν ἐνθέως κεκρατηκυῖαν παράδοσιν καὶ πάντα τὰ ἔθη καὶ νόμους, καθ' οὓς τὸ ἐξ ἀρχῆς Χριστιανοὶ ἐμπολιτεύονται, κατεπάτησάν τε καὶ κατεστρέψαντο. 7 ἴδωμεν λοιπὸν καὶ οἷα ἐν τοῖς ἑξῆς ἐπιφέρουσιν·... τὴν ἀκέφαλον καὶ ἀπαράδοτον, μᾶλλον δὲ εἰπεῖν, ἄχρηστον ποίησιν καὶ προσκύνησιν τῶν εἰ κόνων κατέκριναν, τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν προτιμήσαντες·... ἔξεστιν συνιδεῖν ἐνταῦθα τοῖς συνιοῦσιν τοῦ δόλου τὸ κεκρυμμένον καὶ τοῦ τρόπου τὸ ἀγεννὲς καὶ ἀλλόκοτον. κατ' εἰκόνων γὰρ τὸν λόγον ἐπικεχειρηκότες ποιεῖσθαι, ἁπλῶς καὶ ἀδιορίστως προΐασιν· ὁποίων γάρ τοι καὶ τίνων εἰκόνες χρηματίζουσιν καὶ τίνας εἰκονίζουσιν καὶ ὧν τὴν μνήμην ὑπαγορεύουσιν, οὐδαμῶς ὅλως προστιθέασιν, ἐν μετεώρῳ δὲ τὸν λόγον καταλελοίπασιν, οὐκ ἂν σιγήσαντες, εἰ μὴ κακουργεῖν ἐβούλοντο περὶ τὸ ὄνομα, ἵνα μὴ δόξωσιν, ἐπεὶ πρὸς Χριστιανούς γε τὸν λόγον ἀπέτεινον, εὐθὺς καὶ ἐκ πρώτης βαλβίδος ὁρμώμενοι τὴν ἀσέβειαν ἐκκαλύπτειν θρασύτερον, ἐφ' ὕβρει τῶν ἁγίων τὴν γλῶσσαν ἐπαφιέντες τὴν πονηράν, μὴ δὲ φαίνοιντο τῇ Χριστοῦ σαρκώσει ἀνέδην ἀπομαχόμενοι καὶ τὸ πρὸς τὸ ἀρχέτυπον μῖσος δημοσιεύοντες καὶ τῆς Χριστιανῶν θρησκείας ἀλλότριοι καθιστάμενοι. ἐχρῆν γὰρ αὐτούς, ἐπειδὴ τῶν πρός τι τὸ ὄνομα, ὃ μοναχῶς οὔποτε νοηθήσεται ὅταν γε κυρίως μάλιστα λέγοιτο (συνεπινοούμενον γὰρ ἔχει καὶ πρὸς ὃ τὴν ἀναφορὰν κέκτηται), φράσαι σαφῶς καὶ οὗτινος ἡ εἰκὼν εἴη καὶ τὸ ὁμοίωμα, ὡς εὐδιάγνωστον εἶναι καὶ τὸ ἀπ' αὐτῶν δηλούμενον, καθὰ δὴ καὶ διὰ τῆς ἐντετυπωμένης ἐν τῷ ἐπιδοθέντι νομίσματι τῷ Χριστῷ εἰκόνος, ὃ Καῖσαρ διὰ τῆς πεύσεως ἐγνωρίζετο. ἀλλὰ τέχνασμα τοῦτο τῆς πανουργίας καὶ διαβολικῆς εὕρημα μεθοδείας, ἵνα μὴ τὸν ἀκροατὴν ἐξ ἀρχῆς θορυβήσωσιν, ἐμφανίζοντες ὡς πρὸς Χριστὸν αὐτῶν ὁ πόλεμος, ἀλλ' ἐπὶ τὸ μεῖζον ἐκ τῶν ἀφανῶν τῆς δυσσεβείας ἐφελκύσωνται βάραθρον· οὐ πολλῷ δὲ ὕστερον τὸν ὑποικου ροῦντα ταῖς ψυχαῖς δόλον ἀπογυμνώσουσιν, ὁπηνίκα τὴν τοῦ ἀπεριγράπτου φωνὴν προχειρίζωνται· ὅθεν τὸ μὴ εἰκονίζεσθαι Χριστὸν κατασκευάζουσι, τοῖς τῆς δοκήσεως φάσμασιν θερμῶς προσανέχοντες. ἀκέφαλον καὶ ἀπαράδοτόν φασιν· οἱ πρὸς τὸ ὄντως ἀκέφαλον καὶ ἀνύπαρκτον μεταθέμενοι ψεῦδος, εἰκότως κεφαλῆς καὶ νοῦ τοῦ καθήκοντος ἀπεστέρηνται, τὴν κεφαλὴν τῆς ἐκκλησίας καὶ πάντων Χριστὸν ἠθετηκότες καὶ οὐκέτι σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους κατὰ τὸ ἀποστολικῶς εἰρημένον χρηματίζοντες· εἰκῇ δὲ φυσιούμενοι ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν, οὐ κρατοῦσι τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ· οὐδὲ ἀπέθανον σὺν τῷ Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, ἀλλ' ὡς ζῶντες ἐν κόσμῳ δογματίζουσιν· ἦ γὰρ ἂν Χριστιανοῖς συμφθεγγόμενοι διωμολόγουν εὐθὺς ὡς κεφαλὴν καὶ ἀρχέτυπον ἡ τῶν ἱερῶν τουτωνὶ ποίησις, εἰ χρὴ τοῖς τἀληθῆ ἐξιστοροῦσι πείθεσθαι, τὸν Ἐμμανουὴλ αὐτὸν κέκτηται. καὶ μαρτυρεῖ τὰ θαυμαστὰ ἐκεῖνα καὶ ἀχειρότευκτα, ἃ τὸ φρικτὸν εἶδος τῆς γραφῆς τῆς ἀγράφου φέρει· ὧν τινὰ εἰς δεῦρο καὶ νῦν περισῴζεται, εἰς θρίαμβον μὲν τῶν ἀσεβούντων τῆς ἀπιστίας, κλέος δὲ τῶν ὀρθοδοξούντων καὶ καύχημα· καὶ πλεῖστα καὶ μέγιστα παρ' αὐτῶν τελούμενα ᾄδεται θαύματα. περὶ μὲν δὴ τούτων τοῦ ἑνὸς λέγεται ὡς αὐτὸς ὁ σωτὴρ λαβὼν ὀθόνην λαμπράν, τὸ ὑπέρλαμπρον καὶ ὑπέρκαλον ἐναπομαξάμενος εἶδος, ἐκπέμπει τῷ πίστει αἰτήσαντι τῶν Ἐδεσηνῶν ἡγεμόνι. 8 ἐξ ἐκείνου δ' οὖν καὶ μέχρι καὶ σήμερον, ἀποστολικῇ παραδόσει καὶ εἰσηγήσει, γνώσεώς τε καὶ μνήμης ἕνεκεν ὧν ὑπὲρ ἡμῶν ἔδρασέν τε καὶ πέπονθε Χριστός, καθὰ δὴ καὶ τὰ ἐν ταῖς ἱεραῖς τῶν εὐαγγελίων δέλτοις ἀνιστόρηται, καὶ ταῦτα τυπούμενα, καὶ ταύτῃ δὴ προσκυνητὰ καὶ σεβάσμια, κεφαλήν τε Χριστὸν καὶ ἀρχέτυπον κεκτημένα, καὶ αὐτοῦ εἰκόνες προσαγορεύονται ἤδη καὶ ἀπεικάσματα, ὥσπερ καὶ αἱ λοιπαὶ ὧν εἰσιν εἰκόνες καὶ λέγονται. ἀπαράδοτον δὲ αὐτῶν τερατολογοῦσι τὴν ποίησιν· καὶ θαυμαστόν γε οὐδὲν εἰ τῆς φιλανθρώπου καὶ σωτηρίου τοῦ θεοῦ λόγου συγκαταβάσεως ἐκλελησμένοι, καὶ τῆς ἐντεῦθεν ἡμῖν γεγενημένης μεγίστης καὶ ἀξιαγάστου εὐεργεσίας ἀμνημονήσαντες, καὶ πρὸς ὕβριν τοῦ εὐεργέτου τραπόμενοι, κατὰ τῆς οὕτω λαμπρᾶς καὶ δεδημοσιευμένης ἀληθείας ἄντικρυς ἀπαναισχυντοῦσιν. τί γὰρ τηλαυγέστερον ἢ ἐμφανέστερον τῶν κατ' ὀφθαλμοὺς πάντων προκειμένων καὶ κοινὴν ἀπόδειξιν κεκτημένων τὴν αἴσθησιν, τὸ ἀσφαλὲς ἐγγυωμένην καὶ παριστάνουσαν, ἧς οὐδὲν πιστότερον ἢ ἀσφαλέστερον; ἅμα γὰρ τῇ προσβολῇ καὶ τὴν γνῶσιν ἡμῖν τοῦ ὑποκειμένου παρέσχετο· μόνον γὰρ οὐχὶ καὶ φωνὴν ἀφιᾶσι προσμαρτυροῦσαν τῇ ἀρχαιότητι, ἐξ ἧς τὸ αἰδέσιμον καὶ τίμιον φέρονται. πῶς οὖν αὐτῶν ἀπαράδοτος ἡ ποίησις; τὸ γὰρ μὴ παραδοθὲν οὐδὲ ὑπάρξειεν ἄν ποτε· ὃ δὲ οὐχ' ὑπῆρξεν, πῶς κατακέκριται; πῶς δὲ κατακέκριται μὴ κρατούμενον; πῶς δὲ οὐ παραδέδοται ἅπερ κατὰ πᾶσαν πόλιν καὶ χώραν καὶ νῆσον καὶ ἐσχατιὰν διαπρέπει καὶ πανταχοῦ ἔνθα τὸ εὐαγγέλιον Χριστοῦ κηρύσσεται καὶ τὸ ὄνομα; τοὺς χριστομάχους δὲ οὐδὲ ἡ διδάσκαλος ὄψις οὐδὲ τοῦ χρόνου τὸ μήκιστον, ᾧ πάντα κρατύνεται βεβαιούμενα, οὐδὲ τῶν ἀναστηλούντων πιστῶν ὁ θερμὸς περὶ τὴν εὐσέβειαν πέπεικε ζῆλος. πρὸς δέ, τὸ ταῦτα πάντα ἀπαυθαδιάζεσθαι, πῶς οὐχὶ μανία σαφὴς καὶ παραπληξίας τῆς ἀνωτάτω γνώρισμα; οἵδε γὰρ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, οὐκ ἀκούειν ἐθέλοντες οὐδὲ γινώσκειν ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν, ἀπαγγέλλοντες τὰς δυναστείας κυρίου καὶ τὰ θαυμάσια, ἃ ἐποίησεν μεθ' ἡμῶν, καὶ τοῖς νοεροῖς ὀφθαλμοῖς εἴδομεν καὶ ἡμεῖς καὶ ἑωράκαμεν καὶ πεπιστεύκαμεν. ταῦτα καὶ οἱ πάλαι τῆς ἀσεβείας ταύτης προστάται καὶ τῆς ἀποστασίας διδάσκαλοι, ἐφ' οἷς μέγα οἱ νῦν ἐκείνων ἀναφανέντες φοιτηταὶ φρονοῦσιν, μαρτυρείτωσαν, οἱ τῆς Ἀρειανικῆς λέγω μανίας καὶ τῆς Μανιχαϊκῆς λύσσης ἔξαρχοι καὶ εἴ τις ἕτερος τοῦ μιαροῦ ἐκείνου θιάσου ἔλαχεν, καὶ πειθέτωσαν αὐτοὺς ὡς καὶ ὑπῆρχε τὰ ἅγια καὶ προσεκυνεῖτο παρὰ Χριστιανῶν ἄνωθεν· καὶ ταύτῃ πρὸς καθαίρεσιν αὐτῶν, ἅτε δὴ τῆς οἰκονομίας τοῦ Χριστοῦ δυσμενέστατοι, συγγράφοντες διηγωνίζοντο· ἰσχυραὶ δὲ τῶν παρ' ἐχθρῶν αἱ μαρτυρίαι, βεβαιοῦσαι τὴν παρ' ἡμῖν ἀλήθειαν μηδαμῶς τὸ ἀμφίβολον ἐπιδέχεσθαι. 9 πρὸς οὖν τὰς τοιαύτας εἰκαίας καὶ ψυχρὰς δόξας μὴ δὲ τὴν ἀρχὴν ἀντιφέρεσθαι ἔδει (τῆς ἴσης γὰρ ἐκείνοις παρανοίας καὶ ἀφροσύνης ἄξιον), ὡς λυσσώντων δὲ καὶ βακχευόντων ἀσήμους καὶ ἀνάρθρους οἰομένους φωνὰς ἀποτρέπεσθαι. ὅμως εἰς ἔλεγχον τῆς τοσαύτης ἀναισχυντίας καὶ ἀτοπίας, ἐπεὶ τετολμήκασιν οἱ τάλανες καὶ ὅρῳ βεβαιοῦν τὴν ἀσέβειαν, οὐκ ἀποκνητέον ἡμῖν τὸν λόγον· διὸ παλινοστεῖν ἐπὶ τὰ προκείμενα, εὔλογον. πῶς γὰρ τῶν ἱερῶν τὸ ἄχρηστον καταψηφίζονται καὶ τίνα τρόπον; εἰ μὲν γὰρ ὑπὸ Ἑλλήνων ἢ βαρβάρων ποιούμενα κατελαμβάνετο ἐπὶ τιμῇ καὶ προσκυνήσει τῶν παρ' αὐτοῖς ὀνομαζομένων καὶ σεβομένων θεῶν, εἶχεν ἄν πως αὐτῶν ὁ λόγος τὸ εὔοδον. ἀλλὰ τίς οἴσει τὸ ἄτοπον, ὃ καὶ ἐπὶ νοῦν βαλέσθαι, μήτιγε καὶ ἀποφαίνεσθαι, φρικτὸν καὶ βλασφημίας τῆς ἁπασῶν ἐσχάτης; ποῦ γὰρ θήσομεν τὰς θεοπνεύστους ἀληθευούσας γραφάς; οὐ γὰρ ἐνὸν ψευδηγορεῖν τὴν ἀλήθειαν, τοῦ μὲν πάντων ἡμῶν σωτῆρος Χριστοῦ πρὸς τὸν τῶν ὅλων θεὸν καὶ πατέρα λέγοντος· Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, τοῖς δὲ ἁγίοις μαθηταῖς ἐπηγγελκότος πύλας Ἅιδου μὴ κατισχύσειν τὴν ἐκκλησίαν, αἳ δὴ τῶν αἱρετιζόντων ἢ Ἑλληνιζόντων αἱ θανατηφόροι εἰσὶ γλωσσαλγίαι καὶ ἀνοσιουργίαι (ἀκατάσειστος γὰρ καὶ ἀπερίτρεπτος ταῖς τῶν ἐναντίων προσβολαῖς διαφυλάσσεται), τοῦ θείου δὲ ἀποστόλου γράφοντος ὅτι Οὕτως ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν δέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν καθαρίσῃ τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι καὶ ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος· τῶν δὲ μακαρίων προφητῶν τοῦ μὲν προαγορεύοντος τῆς Χριστιανῶν θεοσοφίας τὴν θεόγραφον μύησιν, δι' ὧν φησιν ὅτι δώσω νόμους μου εἰς διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν, καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ λέγων·" Γνῶθι τὸν κύριον", ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι, τοῦ δὲ ὅτι ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία, καὶ ἄλλα μυρία διαρρήδην ὡσαύτως προαποφαινομένων ἔχοντα· ὧν ἁπάντων τὴν ἐναντίαν οἱ ἐχθροὶ τῆς πίστεως τῆς καθ' ἡμᾶς ἐρχόμενοι, κατήγοροι τῶν τοῦ πνεύματος λογίων καθίστανται καὶ τοῦ ψεύδους συνήγοροι. εἰ δὲ παρὰ Χριστιανῶν καὶ ἐπ' ὀνόματι Χριστοῦ καὶ τῶν ἁγίων ἡ ποίησις καὶ προσκύνησις, ἐφ' οἷς ὡς ἀρχετύποις ἀναφέρεται, καὶ διατοῦτο εἰδώλων μύσους καὶ τῆς ὁπωσοῦν τοῦ τοιούτου ὀνόματος μνήμης πάμπαν καθαρεύουσιν, πῶς ἄχρηστος; πῶς δὲ μᾶλλον οὐκ εὔχρηστος αὐτῶν ἡ κτῆσις καὶ ἡ προσκύνησις περισπούδαστος; εἰ δὲ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. διὸ μετὰ τῶν ἀπολλυμένων καὶ τῶν ἀπίστων καὶ οὗτοι τετάχθωσαν, οἷς τὰ καθ' ἡμᾶς ἅγια φευκτὰ καὶ ἀπόπτυστα· εἰ δὲ ταῦτα οὕτως ἔχει, τίνες οἱ κατακρίνοντες καὶ τί ἡ κατάκρισις, ἴδωμεν. 10 οἱ μὲν οὖν κατακρίνοντες, εἰδώλων ἱερεῖς καὶ προσκυνηταὶ καὶ θεραπευταὶ πεφώρανται· αὐτοὶ γὰρ ἑαυτοῖς φανερὰν εἰδωλολατρίαν ἐπέγραψαν καὶ ὡμολόγησαν, ἣν δὴ καὶ ἐκήρυσσον ἐκ παντὸς τῷ ὑπὸ χεῖρα λαῷ ἕκαστος διδάσκοντες προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα, τὴν παρὰ Χριστιανοῖς τῷ πάντων γενεσιουργῷ θεῷ καὶ δεσπότῃ προσφερομένην λατρείαν ἠγνοηκότες παντάπασιν, ταῖς τῶν κατακρίτων ψήφοις τὰς ἑαυτῶν ὑπάγοντες κεφαλάς. καὶ πιστώσεται τοῦτο ὁ παρ' αὐτοῖς ἐκτεθειμένος ὅρος, ἐν ᾧ σαφῶς κηρύσσουσιν τοὺς τηνικαῦτα τῆς τυραννίδος (οὐ γὰρ βασιλείου ἀρχῆς) ἐπειλημμένους, πρὸς καταρτισμὸν μὲν αὐτῶν καὶ διδασκαλίαν ἀναδεδεῖχθαι, καθαίρεσιν δὲ δαιμονικῶν ὀχυρωμάτων καὶ ἔλεγξιν διαβολικῆς μεθοδείας καὶ πλάνης, ὡς μικρὸν ὕστερον λέξεσιν αὐταῖς παρατεθήσεται. ἀλλ' οὗτοί γε οἱ ἐντεῦθεν αὐτοκατάκριτοι καὶ θεσμοῖς κανονικοῖς καὶ πολιτικοῖς νόμοις ὑπόδικοι ἐγνωσμένοι, κριταὶ ἄδικοι προκάθηνται καὶ παράνομοι. καὶ ὁρᾶται λοιπὸν καὶ εἰδωλολατρούντων σύνοδος, καὶ οἱ ἱερεῖς τῆς αἰσχύνης, τῶν ἱερῶν ἀνόμως καταφρυάττονται. οἰκεῖον γὰρ τοῖς εἰδωλομανοῦσιν καὶ Ἑλληνίζουσιν τοῖς παρὰ Χριστιανῶν τιμωμένοις πολεμίως διακεῖσθαι καὶ ἀντιφέρεσθαι· τῶν μὲν ἰδίων αἰτιαμάτων καὶ ὡς εἰς αὐτὸ τὸ μέγιστον καὶ καιριώτατον, τὴν ἀμώμητον ἡμῶν πίστιν, ἀπεσφάλησαν ἐκλελησμένοι, ὧν δὲ οὐ θέμις ἐφάπτεσθαι, κατατολμῶσιν. καὶ δέον τοῖς ἐπὶ τηλικούτῳ κατολισθήσασιν παραπτώματι τοῖς ἐπὶ μείζοσι θρόνοις κατὰ τὴν ἱερωσύνην ὑγιῶς καὶ ἀμέμπτως ἐμπρέπουσιν ἀναφέρειν ἐξαγορεύειν τε ὀρθῶς τὰ πεπλημμελημένα, δεσμούς τε κανονικοὺς δέχεσθαι καὶ ἐπιτιμίοις τοῖς ἀνήκουσιν ὑποπίπτειν καὶ θεραπείας ἠξιῶσθαι τῆς ἁρμοζούσης, παύεσθαί τε λοιπὸν τοῦ βούλεσθαι ἱερᾶσθαι θεῷ καὶ οὐδῶν ἱερῶν εἴργεσθαι καὶ μεταμέλεσθαι ἐπὶ τοῖς ἀνοσίως πεπραγμένοις, δάκρυσι δὲ καὶ ὀδυρμοῖς καὶ συντριμμῷ καρδίας ἐξιλεοῦσθαι θεόν, οἱ δὲ τοὐναντίον ἅπαν δρῶσιν, ἑαυτοῖς ὡς ᾤοντο κακῶς καὶ τὴν κρίσιν καὶ τὴν συγγνώμην ἐπιτρέποντες καί, ὃ χείριστόν τε καὶ δυσφορώτατον, ἐφ' οἷς αὐτοὶ τὰ βαρύτατα ἐξήμαρτον, τοὺς ἀνευθύνους καταδικάζουσιν, Χριστιανούς γε ὄντας καὶ τῆς τριάδος προσκυνητάς, καὶ ὀρθοδοξίᾳ καὶ εὐσεβείᾳ τετειχισμένους καὶ μὴ δ' ὅσον ἐπὶ ψιλοῦ ὀνόματος τῷ μύσει τῆς εἰδωλολατρίας ἑαλωκότας. τούτων δὲ τί ἂν γένοιτο ἀλογώτερον ἢ ἀθεώτερον; οὗτοι δὴ οὖν οἱ τῶν ἱερῶν χορῶν καὶ παντὸς ἱερατικοῦ καὶ Χριστιανικοῦ λόγου μακράν, τὴν κατὰ τῶν ἁγίων φέρουσι ψῆφον, ἡγεμόνα καὶ διδάσκαλον τῆς ἀσεβείας ἔχοντες τὸν ἐπ' ἀσεβείᾳ βεβοημένον μετὰ τῆς ἐνδοθείσης αὐτῷ παροράσει θεοῦ ἐξουσίας. τοῦτο τοίνυν τὸ ἄθεον ἐργαστήριον ἀκέφαλον ταῖς ἀληθείαις καὶ ἄχρηστον καὶ ἀπαράδοτον, ἵνα τοῖς αὐτοῖς ἐκείνων λόγοις χρησώμεθα, δικαίως ἂν καλοῖτο, ἐπεὶ καὶ ὁ τῆς βασιλευούσης θρόνος ἀρχιερέως ἔρημος τὸ τηνικάδε ἐτύγχανεν. καὶ γὰρ ἐπὶ τέλει τῶν παρ' αὐτοῖς σκευωρηθέντων ἀναγορεύει καὶ προχειρίζεται ὁ Μαμωνᾶς τὸν ὁμώνυμον Κωνσταντῖνον, τὸν δύστηνον ὄντως καὶ τρισάθλιον, ἀθέσμως καὶ ἀνιέρως ἐπ' ὀλέθρῳ τῆς ψυχῆς καὶ τοῦ σώματος, τῆς βασιλίδος ἐπίσκοπον· ὅθεν καὶ τοῦ τῶν Ῥωμαίων ἱερομύστου πλείστας ὅσας ὕβρεις κατέχεεν, πολλάκις παρ' αὐτοῦ ἐπὶ τῇ κακοδοξίᾳ ἐληλεγμένος. 11 λείπεται δὴ εἰπεῖν τίς καὶ ὁποία ἡ κατάκρισις· οὐ γὰρ ἁπλῶς τοῦτο ὁρίζεται, ἀλλὰ καὶ λόγῳ καὶ πράξει περαίνεται· λόγῳ μέν, εἰδώλων προσηγορίᾳ περιυβρίσθαι τὰ ἅγια, Χριστιανοὺς δὲ εἰδωλολατρίαν καταδεδικάσθαι, ἔργῳ δέ, τῷ χερσὶν ἀνόμοις διορωρύχθαι τὰ ἀνάκτορα καὶ πάντας τοὺς ἱεροὺς δόμους σθένει παντί, τοὺς εὐσεβείᾳ δὲ καὶ εὐλαβείᾳ ἐμπρέποντας Χριστιανῶν ἐλαυνομένους πάσχειν τὰ ἀνήκεστα καὶ ἀνύποιστα. ταῦτα μὲν ὧδε· ὅτου δὲ δὴ χάριν, δικαίως ἂν μάλα ἔροιτό τις, ἐκ πάντων τῶν κατὰ τὴν ἐκκλησίαν ἱερῶν, τούτων δὴ μόνων ἡ ποίησις καὶ προσκύνησις κατακέκριται καὶ ἐκβάλλεται; εἰ μὲν οὖν ἕτερόν τι παρὰ τὸ καθ' ἡμᾶς κήρυγμα ὑπετίθεντο, ἔδει καὶ οὕτω κοινῇ ψήφῳ καὶ σκέψει τῶν ἐν τοῖς προὔχουσιν ἀρχιερατικοῖς θρόνοις ἐνιδρυμένων τὰ περὶ αὐτῶν πραγματεύεσθαι· εἰ δὲ τὴν αὐτὴν ἡμῖν τῷ εὐαγγελίῳ ἐμφανίζει ὑφήγησιν καὶ τρανέστερόν πως καὶ ἐμφανέστερον τῷ κατ' ὀφθαλμοὺς ἦχθαι, πρόδηλον ὡς διὰ μιᾶς ταύτης ὑποθέσεως τὸ πᾶν τῆς σωτηρίου τοῦ θεοῦ λόγου σαρκώσεως ὡς δυσμενεῖς καθαιρήσειν ἐπειράθησαν· βαρὺς γὰρ ἦν αὐτοῖς ὁ Χριστός, καὶ ἐν εἰκόνι βλεπόμενος. ἀλλὰ μὴν τούτων γε χάριν καὶ οὕτω διαληπτέον, καὶ ἔτι τὰ τῆς ἀτοπίας τῶν παρανόμων ἐμφανέστερον δεδείχθω. πᾶν τὸ γινόμενον καὶ ὑφιστάμενον, λόγον ἔχει, καθ' ὃν γίνεται καὶ ὑφίσταται, καὶ οὐδὲν τῶν γινομένων λόγου χηρεῦον ὑπάρξειεν· οἷον τῶν οὐρανῶν ἡ γένεσις λόγον ἔχει τοῦ διηγεῖσθαι τὴν δόξαν θεοῦ καὶ τὸ στερέωμα τὴν ποίησιν ἀναγγέλλειν τῶν χειρῶν αὐτοῦ· ὁ ἥλιος ἐργάτης ἡμέρας καὶ τῆς νυκτὸς ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν γινόμενος, ὥσπέρ τις διαιτητὴς ἔντεχνος, βραβεύων ἑκατέρᾳ τὸ εὔτακτον, ἀναλογίᾳ καὶ ἰσομοιρίᾳ ἀλλήλαις κατὰ τὰς διαδοχὰς ἀντιπαραχωρεῖν τὰ χρονικὰ διαστήματα, ὡρῶν τε καὶ καιρῶν τροπὰς ἐπαμείβων καὶ διευθετίζων ὡς ἄριστα· ἥ τε γῆ τοῦ βλαστάνειν ἕνεκεν καὶ φύειν καρπούς τε καιρίους καὶ πᾶν εὔχρηστον πρὸς χρῆσιν τῶν δεομένων ἐπιτηδείαν· καὶ τῶν ἄλλων ἁπάντων αἱ παραγωγαὶ καὶ γενέσεις κατά τινα αἰτίαν χρησίμην καὶ εὔλογον παρὰ τοῦ γενεσιουργοῦ τῶν ὅλων προΐασιν. ἤδη δὲ καὶ ἐπὶ τῶν ἐκ τέχνης ἀποτελουμένων τὸ αὐτὸ κατιδεῖν ἔνεστιν· καὶ γὰρ τὸ σκάφος, τοῦ πλεῖν ἕνεκεν καὶ ἐμπορεύεσθαι παρὰ τοῦ τέκτονος κατεσκεύασται, ἥ τε κλίνη καὶ ὁ θρόνος καὶ τὸ βάθρον πρὸς ἀνάκλισιν καὶ καθέδραν τοῖς χρωμένοις ἐξείργασται· καὶ ἐφ' ἑκάστου τῶν ἄλλων ὡσαύτως. οὐκοῦν καὶ ἡ τοῦ Χριστοῦ εἰκὼν λόγον ἕξει, καθ' ὃν γίνεταί τε καὶ χρηματίζει· τοῦτο δὲ τί ἂν εἴη ἄλλο ἢ ἡ πρὸς τὸ ἀρχέτυπον ἐξομοίωσις, καὶ τοῦ ἐνηνθρωπηκότος ἡ δήλωσις καὶ ἡ τοῦ ἐπιγεγραμμένου ὀνόματος μνήμη; οὐ γὰρ ἑτέρου τινὸς λόγον ἡμῖν εἰσηγήσεται, ἐπείπερ ἡ Χριστοῦ εἰκὼν οὐκ ἂν ἄλλου λεχθείη εἰκών, κἂν μυριάκις ψευδώνυμον αὐτὴν καλεῖν τολμῶσιν χριστομαχοῦντες οἱ ἄθλιοι. εἰ δὲ ἐν τούτοις αὐτῆς ὁ λόγος, τίς οὕτως αὐθάδης καὶ τολμητίας, ὃς τὸ ἄχρη στον ἀπορρίψειεν καὶ κατακρῖναι τολμήσοι; ποῖον λόγον οὐχ' ἕξει κολάσεως ἢ πῶς Χριστιανὸς νομισθήσεται, καθαιρῶν οἷς λόγος ἡ τοῦ θεοῦ λόγου ὁρᾶται ἐνανθρώπησις; ῥητέον δὲ καὶ αὖθις· πᾶν γινόμενον ἢ αἱρετὸν ἢ φευκτόν ἐστιν ἢ τούτων ἐν μέσῳ ἐξ ἀποφάσεως τῶν ἄκρων συνιστάμενον. ἀλλὰ μὴν ἡ Χριστοῦ εἰκὼν παρὰ Χριστιανοῖς οὐ φευκτή πῶς γάρ, ἣ τὴν μνήμην ἡμῖν εἰσάγει Χριστοῦ καὶ ἀμέσως τὸ εἶδος τοῦ κυριακοῦ ἐμφανίζει σώματος;, οὔτε μὴν μέσον· οὐδὲ γὰρ ἄλλό τι τῶν ἐν ἐκκλησίᾳ ἱερῶν· πάντα γὰρ τίμια καὶ σεβάσμια· τὸ αἱρετὸν ἄρα καὶ σεπτὸν ἡ ταύτης ἀπενέγκοιτο ποίησις καὶ προσκύνησις. ἀλλὰ καὶ τῶν πρός τι ἡ εἰκών ἐστιν, καὶ τοῦτο πᾶσιν ἂν οἶμαι διωμολογῆσθαι, οἷς τὸ ἐν διανοίαις ἀκέραιον διασῴζεται, ἐπεὶ καὶ σχέσις αὐτῇ πρὸς ὃ λέγεται πρόσεστιν, καὶ δι' ἑαυτῆς ἐμφανίζει τὸ ἀρχέτυπον καὶ τὴν γνῶσιν αὐτοῦ παρέχεται. δηλώσει καὶ ὁ κατ' αὐτὴν ὁρισμός· καὶ γὰρ ἀφομοίωσις πρὸς τὸ πρωτότυπον εἶδος εἶναι πέφυκεν, καὶ ταυτὸν ἐκείνῳ, παρὰ τὸ τῆς οὐσίας διάφορον· ἐξ οὗ καὶ τοῦ ὀνόματος μεταλήψεται. πρὸς δέ γε καὶ ἀντιστρέφει ταῦτα πρὸς ἄλληλα κατὰ τὸν λόγον τῶν πρός τι καὶ τὴν ἑαυτοῖς σχέσιν· σχοίη δ' ἄν τινα καὶ μέθεξιν ὡς παρ' αἰτίου αἰτιατόν. εἰ δὲ καὶ ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν εἰκόνος ταῦτα ἡμῖν γνωρίζεται, πῶς ὁ ταύτην προπηλακίζων αἰσχρῶς, Χριστιανὸς ὑποληφθήσεται ἢ ὀνομασθήσεται; 12 οὕτως οὖν συνήχθω καὶ ὁμολογείσθω πάντοθεν ὡς οὐκ ἄχρηστος τῶν ἱερῶν τούτων μορφωμάτων ἡ ποίησις καὶ προσκύνησις, δικαία δὲ μᾶλλον καὶ εὔχρηστος ἄγαν καὶ τοῦ κατακεκρῖσθαι μακράν. εἰ γοῦν ἄχρηστος ἦν (λελέχθω γὰρ καὶ τοῦτο), τίς ἡ τοσαύτη περὶ τὸ ἄχρηστον μανία καὶ ὁ κατὰ Χριστιανῶν διωγμός; καὶ τίνος χάριν ὁ τοσοῦτος τῶν ἀνοσίων καὶ ἀνιέρων σκυλμὸς καὶ ἡ συνέλευσις; τίς ὁ τηλικοῦτος ὃν κατεβάλοντο οἱ διώκοντες κάματος, ἄλλα τε ὅσα κατὰ τὴν Ῥωμαίων ἀρχὴν πάνδεινα καὶ ἀνήκεστα τηνικαῦτα ἐπράττετο; ἀλλὰ καὶ πρόδηλον ὡς τοῦ χρησίμου καὶ προσήκοντος ἕνεκεν· ὅπερ Χριστιανοῖς μὲν οἰκεῖον καὶ ἔννομον, τοῖς δὲ τῆς Χριστιανῶν θεοσεβείας ξένοις πολέμιον καὶ ἀλλότριον· βαρὺς γὰρ ἦν αὐτοῖς ὁ Χριστός, καὶ ἐν εἰκόνι βλεπόμενος. πλὴν καὶ οὕτως τῆς δυσφημίας ἔχονται καὶ οὐ μεθιᾶσιν, ἀλλ' ἀπερίγραπτον τὸ σῶμα Χριστοῦ καὶ ἄγραπτον οἱ τῆς δοκήσεως ὑπασπισταὶ φασίν· τούτων δὲ τὸ φασματῶδες πανταχοῦ στηλιτεύεται, καθὰ καὶ οὐ πολλῷ ὕστερον ἱκανῶς διαδειχθήσεται. τῆς κατὰ Χριστιανῶν δὲ συκοφαντίας οὐχ' ὑφιέντες οἱ φιλαπεχθήμονες ἐφ' ἑτέραν ἀθεωτέραν τῆς βλασφημίας ὁδὸν μετοίχονται, ὡς θεοῖς προσεληλυθέναι ταῖς εἰκόσιν αὐτοὺς ἀποφαινόμενοι. ἐπὶ τὰς κεφαλὰς δὲ αὐτῶν τὸ δύσφημον τρέποιτο· ποῦ γὰρ Χριστιανὸν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν καὶ λατρεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ μεμυημένον ἐπὶ τῷ μύσει τούτῳ ἁλόντα τεθέανται, μικρὸν ἢ μέγαν ἢ ὁποιασοῦν τύχης καὶ ἡλικίας καὶ ἀξιώματος τυγχάνοντα, πᾶσαν εἰδωλικὴν πλάνην καὶ μυσαρότητα καταπτύοντα, ἢ παρ' ὁτουοῦν ἠκηκόεσαν, ἐξ οὗ τοῦ κατὰ Χριστιανῶν διωγμοῦ οἱ πάλαι χριστομάχοι κατῆρξαν, καίτοι πολλὰ διερευνησάμενοι καὶ ἀνιχνεύσαντες; ἀλλ' οὐκ ἂν εἰπεῖν ἔχοιεν, ἐν προσποιήσει δὲ Χριστιανισμοῦ τὰ Χριστιανῶν ἤλαυνον καὶ ἐλαύνουσιν. εἰ γοῦν, ὅπερ οὐδὲ λέγειν ἀκίνδυνον, ἑωράκεσαν τῶν ἀγροικοτέρων τινὰς ἢ ἀμαθεστέρων, τῆς τοῦ καθ' ἡμᾶς μυστηρίου τελειότητος ὁπωσοῦν παρενεχθέντας καὶ δι' ἁπλότητα τρόπων παραλόγως ἐνταῦθά τι πράσσοντας, ἐχρῆν νέμειν τὸ προσῆκον τοῖς ἱεροῖς γέρας καὶ σεμνῶς περιέπειν τὰ ἅγια, τῷ διδασκα λικῷ δὲ καὶ ποιμαντικῷ χρωμένους τρόπῳ ἰθύνειν καὶ ποδηγεῖν τοὺς ἀφελεῖς καὶ ἀμαθαίνοντας, ἀσφαλῶς ἰέναι τῆς θεοσεβείας τὴν τρίβον, οὐ μὴν εἰς τοσοῦτον μανίας κατὰ τοῦ εὐαγγελικοῦ ἐξοιστρηθῆναι κηρύγματος. οὐδὲ γάρ, εἴ τις ἀθέσμως εἰς τὸ θεῖον ἐξυβρίσειε θυσιαστήριον ἢ τῶν ἁγίων ἕτερον, διὰ τὸν ὑβρικότα καθαιρεθήσεται τὸ θυσιαστήριον καὶ τὰ ἅγια. τεκμήριον δέ· ἐπειδὴ τὸ δεύτερον οὐ πέπρακται, οὐδὲ τὸ πρότερον ἄρα. σοφίζονται δ' οὖν τὴν ἀσέβειαν τῇ μεταθέσει τοῦ ὀνόματος ἐπὶ τὸ πάναισχρόν τε καὶ ἀκαλλές, ἵνα κλέψωσι τοὺς ἁπλουστέρους τὴν γνώμην καὶ πείσωσιν, ὡς δῆθεν εἰδωλικὴν παραιτουμένους προσκύνησιν, τῆς περὶ τὰ ἅγια τιμῆς ἀλογήσωσιν καὶ τῆς ἀτιμίας ἀνθέξωνται, τὰ ἐπηγγελμένα δὲ οἱ δυσσεβεῖς ἐν τῷ βίῳ καταθύμια ἐπιτελέσωσιν καὶ τὴν ἐκκλησίαν Χριστοῦ ἐκπορθήσωσιν. οἱ δὲ τὴν τοῦ θεοῦ λόγου ἠθετηκότες συγκατάβασιν, ἐξ ἧς τὸ λελυτρῶσθαι εἰδώλων ἡμῖν περιγέγονεν, πῶς εἰδωλικῆς μανίας ἐκτὸς καταστήσονται, οὓς ἡ φιλόχρυσος κατεβόσκετο νόσος καὶ τὸ χοϊκὸν αὐτῶν κατακεκράτηκε φρόνημα; 13 εἶτα μετὰ τὴν ἄχρηστον τῶν ἱερῶν ποίησιν καὶ κατάκρισιν,... τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν, φασίν, προτιμήσαντες· ἥτις σύνοδος κυρώσασα καὶ βεβαιώσασα τῶν ἁγίων πατέρων τὰ θεόκλυτα δόγματα καὶ ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ συνόδοις ἐπακολουθήσασα εὐαγεστάτους κανόνας ἐξέθετο. πρὸς ταῦτα φαμέν· εἰ, ὡς κατακομψεύονται, ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ συνόδοις ἐπηκολούθησαν οἱ παλαιοὶ τὴν ἀσέβειαν καὶ νέοι τούτων διδάσκαλοι, κυροῦντες τῶν πατέρων τὰ δόγματα, ὧν στέργειν καὶ τοὺς θείους θεσμοὺς ὤφελον, πῶς ἐνταῦθα τὸ ἀκόλουθον οὐκ ἐφύλαξαν, ἀλλ' ἀπεναντίας ἦλθον παντάπασιν, ἀκυροῦντες αὐτῶν τὰ δογματιζόμενα καὶ κανονιζόμενα; εἴπερ γὰρ συνοδικῆς ἀκολουθίας μετῆν αὐτοῖς ὁπωσοῦν λόγος, ὥσπερ οἱ τῆς οἰκουμενικῆς ἕκτης συνόδου ἱεροὶ πατέρες μετὰ πάσης ἐμμελοῦς διασκέψεως κανόνας ἐξέθεντο εὐσεβείας πεπληρωμένους καὶ εὐθύτητος, ἐν οἷς τὴν μὲν χάριν προτετιμήκασιν, τοὺς παλαιοὺς δὲ τύπους καὶ τὰς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα, οὐ κατέκριναν, οὐκ ἠτίμωσαν, ἀσπασίως δὲ μᾶλλον ὡς τίμια καθὰ προσῆκεν προσεδέξαντο, τὸ δὲ εἶδος τοῦ πανσέπτου καὶ ὑπερτίμου τοῦ Χριστοῦ σώματος κατὰ τὸν χαρακτῆρα τὸν ἀνθρώπινον ἀναστηλοῦσθαι εὐαγῶς καθωρίσαντο, οὕτω δὴ καὶ αὐτοὺς ἐχρῆν τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προτετιμηκότας προσκύνησιν, καὶ αὐτῷ δὴ τούτῳ τῷ ἱερῷ τοῦ Χριστοῦ ἀπεικονίσματι τὴν πρέπουσαν καὶ ἐποφειλομένην νεῖμαι τιμὴν καὶ προσκύνησιν, μὴ μὴν οὕτως ἀπηνῶς καὶ δριμέως ὥσπέρ τινος δυσμενοῦς ἐξουθενῆσαι καὶ κατακρῖναι, ἵνα ὡς ἀληθῶς καὶ ἡ ἀκολουθία καὶ τάξις, ἣν ἐν ἐπαγγελίαις ἐποιοῦντο, ἄμεμπτος διεσῴζετο· καὶ οὐδὲν ἂν οὕτω προσπταῖον τὴν οἰκονομίαν τοῦ θεοῦ λόγου ἐλωβήσατο, καθάπερ οὐδὲ τὰ πάλαι τῆς χάριτος σύμβολα τὴν χάριν τιμώμενα ἐλυμήνατο· ᾔδεισαν γὰρ καὶ μάλα ἐπιστημόνως οἱ σοφοὶ πατέρες τὸν τῆς προτιμήσεως τρόπον, καὶ ὅπως ἔδει μεταχειρίζεσθαι· περὶ ὃν οἱ ἀνόητοι φανερῶς ὡς πανταχοῦ ἀποσφάλλονται. καὶ γὰρ διάφορον τοῦτόν τις ἐπιὼν καταλήψεται· εἰ μὲν γὰρ ἐπὶ τῶν ἐναντίων λάβοι, τὸ ἀγαθὸν προτιμῶν πάντως αἱρεῖται καὶ τὸ κακὸν ἀποπέμπεται, ὡς ἐπί τε φρονήσεως καὶ ἀφροσύνης, ὑγείας καὶ νόσου, καὶ κάλλους καὶ αἴσχους θεωρεῖται· εἰ δὲ ἐφ' ὧν οὐκ ἐναντίωσις ἀλλ' ὁμοίωσις δείκνυται, καὶ τὸ ἕτερον ἧττον ὑπάρχει, ὡς ἐπὶ τῶν προκειμένων ὁρᾶν ἔνεστιν (εἰ γάρ τις μὴ οὕτω ταῦτα ἔχειν οἰήσεται, σαφῶς ἐκ τοῦ ἐναντίου παραφθέγγεται πνεύματος, ὡς οὐδὲν ἔνθα μνήμη Χριστοῦ ὑπεναντίον), οὐ πάντως ἐπειδὴ τὸ προῦχον ἐνταῦθα προτετίμηται, τὸ ὑφειμένον κατακριθήσεται ἢ ἀναιρεθήσεται, μᾶλλον μὲν οὖν καὶ συνεισαχθήσεται καὶ περιποιηθήσεται· ἐπεὶ πόθεν τὸ ὑπεραναβεβηκὸς ἐν τούτοις τὴν προτίμησιν σχοίη καὶ τὸ πρεσβεῖον, μὴ συνεπινοουμένου καὶ σῳζομένου καὶ τοῦ ἐλάττονος καὶ ὃ τὰ δεύτερα φέρεται, ἐν οἷς μάλιστα καὶ κυριώτερον ἡ προτίμησις ὁραθήσεται; δῆλον δέ· καὶ γὰρ οἱ τῶν νοητῶν διακόσμων ταξίαρχοι, οἷον ὁ θεῖος Μιχαὴλ καὶ Γαβριὴλ φέρε εἰπεῖν, ἐπειδὴ τῶν ὑποβεβηκότων ἁγίων ἀγγέλων ἐν ἀξιώματι προτετίμηνται, οὐ διατοῦτο οἱ λοιποὶ θεῖοι ἄγγελοι ἠτιμωμένοι τε καὶ κατάκριτοι· οὐ μὴν οὐδὲ ἡνίκα ὁ τοῦ ἀποστολικοῦ κορυφαῖος χοροῦ, Πέτρος φημὶ ὁ θεσπέσιος, τὸ ἔξοχον ἐνταῦθα ἀποκεκλήρωται, ἤδη οἱ λειπόμενοι τοῦ σωτῆρος μαθηταὶ ἐξουθενημένοι καὶ ἀπωσμένοι· ἀλλὰ μὴν οὐδὲ εἰ ὁ τὴν βασίλειον διέπων ἀρχήν, ἐπεὶ τὸ ὑπερφερὲς ἐν ἅπασιν κέκτηται, ταύτῃ δὴ οἱ τῆς ὑπατικῆς ἀξίας μεμοιραμένοι, ἔκπτωτοι καὶ ἄτιμοι. ὅπου γε ὁρῶμεν τὰ ἀνθρώπινα ἔσθ' ὅτε τῶν θείων προτιμώμενα, τοῦτο τῆς θείας ἔργον προνοίας, τρόποις οἷς οἶδεν ἀπορρήτοις κυβερνώσης καὶ διεξαγούσης τὰ ἡμέτερα καὶ πολλὴν τὴν κηδεμονίαν περὶ ἡμᾶς ἐνδεικνυμένης. καὶ εἴ τις ἐνίσταιτο, παρὰ τῆς εὐαγγελικῆς ἐμπεδούσθω διδασκαλίας, ἣ τῷ προσφέροντι τὸ δῶρον ἐπὶ τὸ θυσιαστήριον παρακελεύεται, εἴ που μνησθείη τὸν ἀδελφὸν ἔχειν τι κατ' αὐτοῦ, ἀφεῖναι τὸ δῶρον αὐτοῦ, καὶ ἀπελθόντα πρῶτον καταλλαγῆναι καὶ τηνικαῦτα προσφέρειν· ἀλλ' οὐκ εἰ ταῦτα προτιμητέα, διατοῦτο τὰ θεῖα περιοπτέα ἢ κατακριτέα. Εἰ δὲ ἔδει παρθενίαν προτιμηθῆναι, ἔδει καὶ γέννησιν τιμηθῆναι, ὁ μέγας ἐπιφωνείτω Γρηγόριος. οὕτω καὶ ἡ τῶν πραγμάτων ἀκολουθία καὶ ὁ τῆς ἀληθείας λόγος ἔχοι ἂν τὸ ἀδιάπτωτον, ἐν οἷς καὶ περὶ ἕτερα καὶ διάφορα ἡ προτίμησις· ἐνταῦθα δὲ οὐχ' οὕτως, ἀλλὰ περὶ ἓν καὶ τὸ αὐτὸ ἡ τιμή, κἂν διαφόρως προσάγοιτο· καὶ γὰρ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. ἔδει ταῦτα δυσωπῆσαι τῶν χριστομάχων τὴν ἀπαιδευσίαν καὶ μοχθηρίαν. εἰ μὲν γὰρ πρὸς ἄλλου τινὸς εἶδος ταῦτα ἐτετύπωτο τὰ ὁμοιώματα, ἢ ἑτέρου του μνήμην εἰσῆγεν, ἔσχεν ἂν τὸ εὐπρόσωπον ὁ λόγος αὐτοῖς· εἰ δὲ αὐτὸν ἡμῖν τὸν σωτῆρα Χριστὸν χαρακτηρίζειδηλοῖ ἐπιγεγραμμένον καὶ τοὔνομα, ᾧ καὶ ἡ ἐν λατρείᾳ προσκύνησις σὺν τῷ πατρὶ προσάγεται καὶ τῷ πνεύματι (καὶ οὐδεὶς τούτοις ἀντερεῖ, κἂν μανίας εἰς ἄκρον καὶ βακχείας ἐξεκυλίσθη· οὐ γὰρ ἑτέρου εἰκὼν ἡ Χριστοῦ εἰκὼν νοηθήσεται, ὡς οὐκ ἐνὸν τὴν ἐπί τινος κηροῦ σφραγῖδα ἑτέροις χαράγμασιν ἐναρμόσασθαι· ἢ δεδόσθω παρ' αὐτοῖς ὁ ἐνανθρωπήσας ἕτερος καὶ τὸ πᾶν λέλυται), τί δὴ οὖν λυπεῖ, τοῦ θείου προτετιμημένου σεβάσματος, μὴ καὶ ταῦτα τὸ ἐοικὸς αὐτοῖς καὶ ἀναλογοῦν σέβας ὡς οἰκεῖα Χριστοῦ ἀποφέρεσθαι, ἀλλὰ μὴ τὸ ἄχρηστον παρὰ τῶν ἀσεβῶν καὶ κατάκριτον, εἴ γε δεῖ κατὰ τὴν θεολόγον φωνὴν καὶ ταῦτα τιμηθῆναι κἀκεῖνα προτιμηθῆναι; ἀλλὰ κἂν αὐτοὶ σιγῶσι τὸ ἀπόρρητον, οἱ λίθοι κεκράξονται, ὅτι καὶ ἡ ἀτιμία τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον (ὅπέρ ἐστιν αὐτοῖς περισπούδαστον) διαβαίνει, καθὰ παρ' ἡμῖν ἡ τιμή. εἶτα ποῦ οἱ φιλοσκώμμονες καὶ συκοφάνται τῆς ἀληθείας ὁμοτίμους τὰς εἰρημένας προσκυνήσεις προσφέρειν Χριστιανοὺς κατειλήφασιν, ἵνα τὴν μὲν προτιμήσωσιν, τὴν δὲ κατακρίνωσιν; εἰ δ' οὖν τοῦ προτετιμῆσθαι χάριν τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν ἐκείνη κατακέκριται, ἐξῆν πάντως αὐτοῖς καὶ πᾶν ἱερὸν καθαιρήσειν καὶ διολλύναι, ἵνα πλείονος τῆς προτιμήσεως καὶ δόξης ἔτυχεν· ὃ γὰρ ἐφ' ἑνὶ καθαιρεθέντι δόξαν ἀποφέρεται, ταύτην ἐπὶ τῇ τῶν πλειόνων ἀναιρέσει μείζονα δήπου ἀποίσεται. 14 ἀλλὰ γὰρ οὐχ' ὅπως τὴν ἐν πνεύματι λατρείαν οἵ γε προτιμήσωσιν, διατοῦτο προτιμήσεις καὶ κατακρίσεις ἐπετεχνάσαντο, οὐδὲ τοῦ περὶ τὸ θεῖον σεβάσματος φροντίδα τιθέμενοι, ἀλλ' ἵνα ὥσπερ ἐκ τοῦ ἐναντίου ἐμπνεόμενοι πνεύματος τὴν παροῦσαν εὐημερίαν καὶ δόξαν μετὰ τῆς τῶν ἀγόντων κακοδαιμονίας τιμήσωσιν καὶ τὸν κτηνώδη βίον καὶ ἀσχήμονα καὶ παράνομον θεραπεύσωσιν, τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου προσκεχηνότες, δεδουλωμένοις κόσμῳ καὶ κοσμοκράτορι, τοῖς παροῦσι μόνοις προστετηκόσι καὶ γήϊνον καὶ χαμαίζηλον ἐξ ἀλογίας καὶ ἀπιστίας κεκτημένοις τὸ φρόνημα, μηδεμίαν ἐλπίδα πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι τοῖς ἀξίοις δόξαν κεκτημένοις, εὐημέρησιν ἐπαγγελλόμενοι καὶ χρόνους ἐπιμετροῦντες ὧν οὐκ ἦσαν κύριοι, ὅτι" καθ' ὅσον προσκόψεις εἰς τὰ θεῖα, κατὰ τοσοῦτον εὐημερήσεις· καθ' ὅσον καθέλοις, τοσοῦτον εὖ βιώσοις". ὧν τοῖς προμεμαντευμένοις πτερούμενοι οἱ ἄνομοι, ἐπὶ τοσοῦτον ἀπιστίας καὶ ἀθεΐας ἐξώκειλαν, κατὰ Χριστοῦ τε καὶ τῆς Χριστοῦ κληρονομίας ἀπομανέντες· ταύτῃ τοι τῇ θείᾳ δόξῃ μεμαχημένοι καὶ τῶν ἁγίων πολέμιοι καὶ πάσης τῆς ἐκκλησίας κατέστησαν. ὧν ἡ δόξα ἀπέσβη, ὀνείροις ἐν ἴσῳ ἀποπτᾶσα, καὶ τὰ δραματουργούμενα παραδεδειγμάτι σται· θεία γὰρ δίκη ἐπιλαβοῦσα τὴν κακίαν τῶν μοχθηρῶν ἐθριάμβευσεν. ἆρα οὐδενὶ τῶν πρὶν βεβασιλευκότων τῆς περὶ τὸ θεῖον λατρείας ἐμέλησε πώποτε, καίτοι πολλῶν ὀρθοδόξων γε ὄντων καὶ τῶν τῆς εὐσεβείας δογμάτων ἀντεχομένων, εἴπερ, ὡς ἔφασκον οὗτοι, εἰδωλολατρία τὸ πραττόμενον ἐξ ἀρχῆς ἦν; καὶ γὰρ ὁ διδάσκαλος αὐτῶν ἀπεφαίνετο δι' ὧν τε παρρησίᾳ ἐδημηγόρει θεομαχῶν, δι' ὧν τε ἔγραφεν πολλοῖς πολλάκις ματαιοπονῶν, ὡς ἐκ παλαιοῦ καὶ τῶν ἄνωθεν χρόνων εἰδωλολατρίᾳ Χριστιανοὶ προσέσχον. ἀλλὰ καὶ ἐν συνόδοις ἱεραῖς ἐκεῖνοι διέπρεψαν καὶ τοῖς προγεγενημένοις ἔστερξαν καὶ αὐτοί γε ἐπῳκοδόμησανκαὶ δηλοῦσιν οἱ παρ' αὐτῶν ἀνασταθέντες θεῖοι ναοὶ καὶ τὰ ἱερὰ κειμήλια· οὐ μήν, καίτοι αἱρέσεις ἀτοπωτάτας ἐλαύνοντες, διωγμοῖς τηλικούτοις ἀνθρώποις ἐπέθεντο πώποτε. ἤδη δὲ οὐκ ὀλίγοι καὶ τῶν τὸ ἱερατικὸν ἀξίωμα κατακληρωσαμένων ταῦτα καλλιεργήσαντες ἐγνωρίσθησαν· οἱ δὲ τῆς θείας κατεπαιρόμενοι δόξης καὶ τοῖς τοῦ πονηροῦ ὑποσυρέντες δελεάσμασιν, κιβδήλοις δὲ καὶ ἀλλοτρίοις τῆς εὐσεβείας δόγμασιν προσεσχηκότες καὶ αὐθαίρετοι πρὸς τὴν δυσσέβειαν ὡρμημένοι, χεῖρα μαργῶσαν κατὰ τῶν εὐσεβούντων ἐπανετείναντο καὶ τὰ κάκιστα καὶ παγχάλεπα ἔδρασαν. οὐδὲ γὰρ βασιλέων εὐσεβούντων παρ' ἑαυτοῖς δόξας κινεῖν τε καὶ ἀνελίττειν τὰς εὖ καθεστηκυίας μάλιστα, αἱρέσεων δὲ πονηρῶν παρεμφυεισῶν τῇ ἐκκλησίᾳ χεῖρα ὀρέγειν, καὶ ταῖς σπουδαῖς χρωμένους τῷ τῆς ὀρθοδοξίας λόγῳ συναίρεσθαι, ψήφῳ δὲ καὶ ἐπικρίσει τῶν πεπιστευμένων τῆς ἐκκλησίας τοὺς οἴακας ἕπεσθαι καὶ τὰ δοκιμασθέντα ἐκθύμως ἐπιτελεῖν καὶ ἐξανύειν ὡς ἄριστα· οἷς γὰρ ἡ ἐκκλησία τοῦ θεοῦ ἄνωθεν ἐπιτέτραπται, οὐκ ἀσυμφανές. ἐμβοάτω Παῦλος μεγαλόφωνόν τι καὶ ἔκπυστον, ὡς ἀπόστολοί τε εἶεν, προφῆται αὖ καὶ μὴν καὶ διδάσκαλοι. καὶ ταῦτα μὲν ὧδέ πῃ ἐχέτω· ἡμεῖς δέ, οἷς τὸ διάφορον τῆς προσκυνήσεως ἔγνωσται, ἐπεὶ διδακτοὶ θεοῦ ἐσμὲν καὶ θεὸν ἔγνωμεν τὴν πάντων ποιητικὴν καὶ συνεκτικὴν αἰτίαν, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι γνωριζόμενόν τε καὶ προσκυνούμενον, αὐτῷ μόνῳ πιστεύομεν καὶ λατρεύομεν καὶ τὴν πάντων ἐπέκεινα καὶ ἐξῃρημένην δόξαν προσφέρομεν καὶ προσκύνησιν, τὴν ἐν πνεύματι λογικὴν καὶ ἀληθινὴν λατρείαν. καὶ ἡμεῖς ἐσμὲν οἱ ἀληθινοὶ προσκυνηταὶ οἱ τῇ χάριτι αὐτοῦ καὶ φιλανθρωπίᾳ τὴν εἰς αὐτὸν γνῶσιν πεπλουτηκότες, ἐπειδὴ πνεῦμα ὁ θεὸς καὶ πάσης ἀσωματίας καὶ ἀϋλίας ἐστὶν ὑπερέκεινα καὶ τῶν ὄντων πάντων ἐξῃρημένως ὑπεραναβέβηκεν· καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν δεῖ, φησὶν ἡ ἀλήθεια Χριστός· τοιούτους γὰρ ζητεῖ καὶ ὁ πατὴρ τοὺς προσκυνοῦντας αὐτόν. ταύτῃ τοι καθαρῷ συνειδότι καὶ ἀνεπιθολώτῳ νῷ, ᾧ καὶ παρ' ἡμῖν σκιαγραφεῖται τὸ ἀσώματον, καὶ ἁπλῶς καὶ εἰλικρινῶς καὶ ἀσκεδάστως ταῖς ἁπλαῖς τοῦ νοῦ ὁρμαῖς ἀΰλως καὶ ἀμέσως καὶ ἀσκίως καὶ δίχα παντὸς παραπετάσματος ἐπιβάλλοντες, οὐδαμῶς τὴν διάνοιαν κτίσμασιν ἢ χρώμασιν τεθολωμένην ἔχοντες ἀλλὰ πάσης κτιστῆς ἐμφάσεως ἀμιγῆ καὶ καθαρὰν κεκτημένοι, ὁσίας χεῖρας ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ ἐπαίροντες τὰς ὀφειλομένας εὐχαριστίας ἀποδίδομεν. οὐ γὰρ τόπῳ τινὶ τὴν λατρείαν ἡμῶν περιγράφομεν καθάπερ πάλαι Ἰουδαίοις νενομοθέτητο· οὐκ ἐν ὁλοκαυτώμασιν κριῶν καὶ ταύρων ἢ προσχύσεσιν αἵματος, ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως καὶ καθαρᾷ καρδίᾳ, ὃ δὴ λέγεται, θύομεν τῷ θεῷ θυσίαν αἰνέσεως. 15 πνευματικὴ οὖν ἡμῶν ἡ λατρεία, καθ' ἣν καὶ Παῦλος ὁ θεῖος ἐλάτρευεν ἐν τῷ ἑαυτοῦ πνεύματι, ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ τοῦ θεοῦ, παριστάνειν καὶ ἄλλους παρακαλῶν τὰ σώματα, θυσίαν εὐάρεστον, τὴν λογικὴν λατρείαν. ἐπειδὴ δὲ ὁ εἷς τῆς ὑπεραρχίου καὶ ὑπερθέου τριάδος, ὁ τοῦ θεοῦ καὶ πατρὸς υἱός, ὁ κύριος καὶ θεὸς ἡμῶν, ἀρρήτῳ φιλανθρωπίᾳ καὶ εὐδοκίᾳ τοῦ πατρός, συνεργοῦντος τοῦ παναγίου καὶ ζωαρχικοῦ πνεύματος, τὴν ἡμετέραν ὑπέδυ πτωχείαν καὶ ἄνθρωπος κατὰ πάντα τέλειος πλὴν ἁμαρτίας καθ' ἡμᾶς κεχρημάτικεν, καὶ κυρίως καὶ ἀληθῶς, οὐ δοκήσει καὶ φαντασίᾳ ὡς δοκεῖ τοῖς ἀδοκήτοις, ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφηοὗ δὴ χάριν καὶ περιγέγραπται καὶ γράφεται σωματικῶς κατὰ τὸ ἀνθρώπινον, ὥσπερ τυγχάνει ἀπερίγραπτος κατὰ τὴν θεότητα, κατ' οὐδένα τρόπον συγχύσεως ἢ διαιρέσεως ἐπὶ τῶν συνδραμουσῶν φύσεων ἐν τῇ μιᾷ ὑποστάσει κατὰ τοὺς ἀνοήτους ἐπινοουμένης· οὐδὲ γὰρ σαρκούμενος ἢ πάσχων ὑπὲρ ἡμῶν σώματι τούτων τι πέπονθεν· ταύτῃ τε πεπιστεύκαμεν ὀρθῶς καὶ ταύτην τὴν ὁμολογίαν ὡς σωτηρίας ἡμῖν αἴτιον περιέπομεν, τούτου γε χάριν καὶ τοῖς σεπτοῖς καὶ ἱεροῖς τῆς θείας οἰκονομίας συμβόλοις τὴν πρέπουσαν, καθάπερ καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὴν ἐκκλησίαν ἱεροῖς, τὴν τιμὴν καὶ τὸ σέβας ἐκνέμομεν κατὰ τὴν ἀρχῆθεν κεκρατηκυῖαν παράδοσιν. καὶ οὐδεὶς ὁ κωλύσων λόγος, ὅτι μηδὲν ὑπεναντίον τῆς εὐσεβοῦς ἡμῶν ἔχει δόξης. καὶ γὰρ ἐπὶ τιμῇ τοῦ ἐνηνθρωπηκότος υἱοῦ καὶ θεοῦ ἡ προσκύνησις αὕτη γνωρίζεται· ἡ δὲ εἰς τὸν υἱὸν τιμή, ἐμφανὲς ὅτι καὶ εἰς τὸν πατέρα καὶ εἰς τὸ ἅγιον ἀνάγεται πνεῦμα· ὁ γὰρ τιμῶν τὸν υἱόν, φησίν, τιμᾷ τὸν πατέρα· οἷς καὶ τὸ πνεῦμα ἀχωρίστως συντιμηθήσεται. ἡ οὖν ἐπὶ τῇ εἰκόνι Χριστοῦ παρ' ἡμῶν γινομένη προσκύνησις οὕτως ἔχει, καὶ λόγος αὐτῇ τῷ μὲν προφανεῖ τῆς ἐντεύξεως, τοῖς αἰσθητοῖς αἰσθητῶς εὐθὺς καὶ ἐκ πρώτης θέας ἐπιβάλλειν τοὺς θεωμένους, τῷ κεκρυμμένῳ δὲ τῆς νοήσεως οὐ μέχρι τούτων τὸν νοῦν ἵστασθαι· νοερῶς γὰρ ἐπὶ τὰ πρωτότυπα ποδηγεῖ καὶ πρὸς τὰ ὑψηλότερα προάγει, τὴν κτίσιν ὑπεραναβαίνειν καὶ τῶν οὐρανῶν ὑπεράλλεσθαι καὶ μετὰ τῶν μακαρίων δυνάμεων γίνεσθαι καὶ συνομίλους τοῖς ἀσωμάτοις καθίστασθαι καὶ συνδοξολογεῖν τὸν ἐπὶ πάντων θεὸν καὶ δεσπότην καὶ ὑπὲρ τῶν ἐκεῖθεν ἡμῖν δηλουμένων εὐεργεσιῶν τὰς εὐχαριστίας προσάγειν· καί, ὡς ἄν τις σαφέστερον εἴποι, οἱονεὶ προπύλαια τῶν νοητῶν τυγχάνει καὶ τὰς πύλας ἡμῖν ἀναπετάννυσιν τὰς οὐρανίας καὶ πρὸς τὰ ἄδυτα τῶν ὑπερκοσμίων παραπέμπει. τοιαύτη γὰρ τῶν συμβόλων ἡ φύσις, διαμέσου τούτων ἐπὶ τὰ ὧν εἰσιν σύμβολα τοὺς μεμυσταγωγημένους ἀνάγειν· ἐντεῦθεν καὶ ἑρμηνευτικὰ τοῦ εὐαγγελίου ὑπάρχουσιν, ἢ αὐτόθεν εὐαγγέλιον, καὶ διασαφητικὰ καὶ ἐπεξηγητικὰ τῶν ἐν αὐτῷ λόγων. ἀναγωγικὴ οὖν μᾶλλον ἡ τούτων θεωρία καὶ χειραγωγικὴ ἐπὶ τὴν ὑπερτάτην προσκύνησιν· ὡς γὰρ ἀπὸ τῶν εἰκόνων ἐπὶ τὰ πρωτότυπα ἡ τιμὴ ἄνεισιν, οὕτως ἀπ' αὐτῶν κατὰ τὴν νοερὰν δύναμιν ἐπὶ τὴν ἁπλῆν καὶ ἐνθεεστέραν καὶ ἄϋλον μέτεισιν ἡ προσκύνησις. ἐπειδὴ γὰρ ἐπὶ τὰ οὕτως ὑψηλὰ καὶ ὑπερφυῆ πολλάκις νοῦς ἰλιγγιᾷ καὶ ὀκλάζει ὁ ἀνθρώπινος, τοῖς ταπεινοῖς συγκαθελκόμενος, οὐδὲν ἀποδεῖ καὶ διὰ τῶν ἱεροτυπιῶν τούτων, οἷα οἰκείων καὶ συμφυῶν συμβόλων, ἐπὶ τὴν ἀτύπωτον ἐκείνην καὶ ἀπόρρητον ἀναγόντων χειραγωγεῖσθαι θεωρίαν, κατόπιν τιθεὶς τὰ ὑλικὰ πάντα καὶ φαινόμενα. οὐκοῦν οὐκ ἐναπομένομεν τῇ ὕλῃ καὶ τοῖς χρώμασιν, ὡς τοῖς ἀνοήτοις δοκεῖ, οὐδὲ ἅπερ εἴδομεν, τὸν νοῦν τοῖς φαινομένοις προσιόντες, ἄπαγε, οὐ πίστιν καὶ λατρείαν προσφέρομεν· ἀλλ' ἐντεῦθεν ἐπὶ τὴν ἄβατον καὶ ὑπερκειμένην θεωρίαν νοερῶς σὺν εὐλαβείᾳ καὶ εὐσεβείᾳ ἀνατιθέμεθα, ὁποῖόν τι καὶ ἐπὶ τῶν ἐντεύξεων ἡμῖν ὁρᾶται· καὶ γὰρ ἐλθεῖν τῶν ἡμετέρων λόγων ἐπήκοον τὸν θεὸν ἐπικαλούμεθα, καὶ μεσίταις τοῖς ἁγίοις συγχρώμεθα, δι' ὧν ἐπίκουρον ἡμῖν γίνεσθαι ἱκετεύομεν. καὶ ὧδε μὲν τῶν προσκυνήσεων δεδείχθω τὸ διάφορον. πλὴν καίτοι τοσούτοις ἐλέγχοις οἱ τῆς ὀρθῆς δόξης ἀντίπαλοι περιστοιχιζόμενοι, οὐδ' οὕτω χαλινὸν ἐπιθεῖναι τῷ στόματι καὶ πεδῆσαι τὴν βλάσφημον γλῶσσαν ἐθέλουσιν, κατὰ τῶν ἱερῶν ἡμῶν δογμάτων ἐπιμαινόμενοι. 16 ἐπὶ δὲ τοῖς εἰρημένοις παρ' αὐτῶν παλινδρομῶμεν· ἥτις σύνοδος κυρώσασα καὶ βεβαιώσασα τῶν ἁγίων πατέρων τὰ θεόκλυτα δόγματα καὶ ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ συνόδοις ἐπακολουθήσασα εὐαγεστάτους κανόνας ἐξέθετο. ἐπὶ τούτοις ἐγκαλλωπίζονται καὶ σεμνύνονται, ἐφ' οἷς αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι ἔδει· τὴν γὰρ ἑαυτῶν συστῆσαι δυστροπίαν βουλόμενοι, τὴν προηγησαμένην τῶν ἀσεβῶν ἐξυμνοῦσι κακοδοξίαν, ἵνα, ὃ ἐκείνοις ἐπιψηφίσονται, τοῦτο ἐπὶ τῇ οἰκείᾳ δόξῃ μεγαλαυχοῦντες ἐκνείμωσιν, οἵ γε οὐ τοσοῦτον φευκτοὶ τῆς ἀσεβείας, ὅσον βδελυκτοὶ τῆς ἀναισχυντίας· ἐκ πολλῆς γὰρ ἀβουλίας καὶ ἀμαθίας, οὔτε ἃ λέγουσιν ἴσασιν οὔτε περὶ τίνων διαβεβαιοῦνται ἀνεπισκέπτως καὶ ἀβασανίστως τὸ ψευδομυθεῖν ἔργον τίθενται, τοῖς ματαίοις ἐγγεγυμνασμένοι καὶ τὰς γλώσσας ταῖς δολιότησιν παραθήξαντες· ἐν ᾧ γὰρ ταῦτα λέγουσιν, ἐκ τοῦ πατρὸς τοῦ ψεύδους τοῦ δι' αὐτῶν ἐνεργοῦντος παραφωνοῦσιν. καὶ τοῦτ' ἂν ἔνδηλον γένοιτο, ἐπιβάλλουσιν ἤδη τοῖς κατὰ μέρος. πῶς γὰρ ἐπακολουθεῖν τὸ θεοστυγὲς ἐκεῖνο σύνταγμα ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς συνόδοις εἰπεῖν καταλαζονεύονται; πρῶτον μὲν γὰρ τὸ ἀνακόλουθον καὶ ἀσύμβατον πρὸς αὐτὰς ἔχει, ὅτι παρὰ πάντα κανονικὸν καὶ ἐκκλησιαστικὸν θεσμὸν συνείλεκται, συναινοῦντος τῶν ἐν τοῖς μεγίστοις καὶ ἀρχιερατικοῖς καθιδρυμένων οὐδενός. ὅρος δὲ ὁποῖος παρ' αὐτῶν ἐξενήνεκται (νόμος γὰρ ἐκκλησιαστικός, μηδαμῶς τῆς παρ' ἐκείνων γνώμης ἄνευ, εἴ που ἀμφισβητήσιμον ἐν δόγμασίν τι τύχοι, λύεσθαι), ὁπότε οὐδὲ ὁ τῆς βασιλίδος θρόνος ἀρχιερέως μεμοίρατο ἐν ᾧ ταῦτα ἐν μελέτῃ ἐτύγχανεν, ὡς δή μοι καὶ προλέλεκται ἤδη; ἔπειτα δέ, ποῦ ταύτας εἰδώλων προσηγορίαν τοῖς ἱεροῖς τούτοις ἀπορριπτούσας κατέλαβον ἢ τὸ ἄναλκι καὶ ἀδρανὲς Χριστοῦ καταγορευούσας, ὡς οὐδαμῶς κατισχύσαντος εἰδώλων πλάνης τὸ γένος τὸ καθ' ἡμᾶς ῥύσασθαι, ἢ Χριστιανῶν καταφλυαρούσας εἰδώλοις ὡς θεοῖς προσκεκυνηκότων, ἢ γοῦν ἐπὶ καθαιρέσει τούτων ἀποφαινομένας ἔναυσμά τι ἐπέγνωσαν, ἵνα ταύταις ἐπακολουθήσαντες σύμφωνον τὴν κατ' αὐτῶν οἴσουσιν ψῆφον; ἀλλ' οὐκ ἄν ποτέ τις γρύξαι δυνήσεται, κἂν εἰς ἄκρον κατ' αὐτοὺς μανίας ἐλάσῃ καὶ ἀπονοίας. ὁποίαν δὲ περί γε τῶν προκειμένων ἡμῖν εἰς λόγον τὴν διάληψιν εἶχον καὶ ὅπως ἄσμενοι καὶ στέργοντες ἐπ' αὐτοῖς διετέλουν οἱ τῶν τοῦ θεοῦ μυστηρίων ἱεροφάνται, ἵνα ἐξ ὧν ἡ πρωτίστη συνέστηκεν ἱερὰ ὁμήγυρις περὶ τὸ κατὰ Νίκαιαν τῆς Βιθυνῶν καλλίνικον καὶ ὀρθοδοξότατον ἄστυ τοῦ λόγου κατάρξωμαι, μέγα εὐθὺς κεκράξεται ὁ ἐπ' ὀνόματι αὐτῶν δεδομημένος ἱερὸς σηκός. πρὸς τιμῆς γὰρ αὐτῶν, οὐκ ἀτιμίας, ἐγήγερται, μετὰ τῶν ἄλλων ἱερογράφων τύπων καὶ αὐτῶν τῶν ὁσίων πατέρων μέχρι καὶ σήμερον ἐν ψηφῖσι λαμπραῖς καὶ διαυγαζούσαις τὰ σεπτὰ εἰκονίσματα φέρων, αὐτοῦ τε τοῦ ἠθροικότος, τοῦ μεγάλου φημὶ Κωνσταντίνου τοῦ ἐν εὐσεβείᾳ δεδοξασμένου, τὴν προτομὴν ἀνεστηλωμένην δεικνύων. ἐπὶ τούτοις τὰ εὐθύτατα αὐτῶν καὶ ὀρθὰ δόγματα τοὺς ἀσεβεῖς αἰσχυνέτωσαν· τὴν Ἀρείου γὰρ τοῦ μιαρωτάτου καθαιροῦντες μανίαν, κτισματολατρίαν τὴν ἐκείνου ἀνοσίαν αἵρεσιν ὁριζόμε νοι (καὶ γὰρ τὴν πάντων δεσπόζουσαν καὶ κατεξουσιάζουσαν φύσιν εἰς κτίσμα καταβιβάζειν τετόλμηκεν, ὁμόδουλον τιθεὶς τὸ ἐλεύθερον), πῶς οὐχὶ μᾶλλον, εἴπερ εἰδωλολατρίας πτώματι κατολισθήσαντας Χριστιανοὺς ἑώρων, ὃ καὶ λόγῳ καὶ ἔργῳ πάντων τὸ δυσσεβέστερον καὶ ἀθεώτερον ὑπάρχει νόσημα, καὶ διηρευνήσαντο ἀσφαλῶς καὶ κατέκριναν εὐσθενῶς, τοῦ δευτέρου εἰς ἀσέβειαν καταφρονήσαντες, ὃ λόγῳ μόνῳ τὸ ἀσεβεῖν εἰς θεὸν ἔσχεν; ὥστε οὐκ ἐπηκολούθησαν, ἀλλ' ἀπεναντίας αὐτοῖς κατὰ πάντα ἴασιν. οὔκουν οὐδέ γε παρὰ τοῖς κατὰ τὸ βασίλειον ἄστυ συναγηγερμένοις, ὧν οὗτοι ληρωδοῦσιν καταληφθῆναί τι, φῆσαι θαρρήσουσιν (λέγω δὲ νῦν τοὺς θεοφάντορας διδασκάλους ἐκείνους οἳ τὴν δευτέραν καὶ πέμπτην ἱερὰς διεκόσμουν συνόδους), καίτοι κτισματολατρίας ἕνεκεν ὁ ἀγὼν αὐτοῖς συνειστήκει· ὧν οἱ μὲν τὸν δυσσεβῆ παρεδειγμάτισαν Μακεδόνιον ἐν κτίσμασι τιθέντα τὸ θεῖον καὶ ζωαρχικὸν πνεῦμα, οἱ δὲ τὰ καινιζόμενα θεοστυγῆ δόγματα τῶν Ἰουδαιοφρόνων κατὰ τῆς σωτηρίου Χριστοῦ ἐνσωματώσεως, Νεστορίου τοῦ κακῶς τῆς βασιλίδος ἱεραρχήσαντος καὶ Θεοδώρου τῆς Μομψουεστίας ἀθεώτερον ἐπισκοπήσαντος, καὶ τὴν ἐκκλησίαν διαλυμαίνεσθαι κατάρξαντα γενικῶς κατεστρέψαντο. ποῦ δὲ φανοῦνται οἱ κατὰ τὴν Ἐφεσίων συνειλεγμένοι, ἐπὶ κτισματολατρίᾳ τὸν φρενοβλαβῆ καθελόντες Νεστόριον, τούτων γε μνήμην πρὸς καθαίρεσιν πεποιημένοι, καίτοι γε ἐχρῆν καὶ πρὸ τῶν ἄλλων τοῦ ἐκ τῆς εἰδωλολατρίας βλάβους Χριστιανοὺς ἐπανορθώσασθαι, ἄνπερ ταύτῃ κατακεκρατημένους εἶδον; οἱ δέ γε καὶ περιγραπτὸν τὸν Χριστὸν κατὰ τὸ ἀνθρώπινον εὐσεβῶς καθωρίσαντο, ὥσπερ ἀπερίγραπτον τῇ θεότητι, καὶ τοὺς μὴ οὕτως ὁμολογοῦντας κατακρίμασι καὶ ἀναθέμασι κατέζευξαν φρικτοῖς· ὥστε οὐδὲ τούτοις ἀκόλουθοι, ἀλλ' ἀντίθετοι. τέλειος ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι ὁ Χριστὸς καὶ θεὸς ἡμῖν ὁμολογεῖται γνωριζόμενος. οὕτω καὶ ἡ πολυάνθρωπος καὶ θεόλεκτος ἡ κατὰ τὴν Χαλκηδονέων ἐμπρέψασα πληθὺς διαρρήδην ἐκήρυξεν· καὶ ὅπως, ὁ παρ' αὐτῆς ἐκπεφωνημένος θεόπνευστος ὅρος διευκρινείτω· τὸν ἕνα γὰρ Χριστὸν Ἰησοῦν καὶ κύριον ἐν δυσὶ φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον ἐκδιδάσκουσιν, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης. εἰ τοίνυν ἀσύγχυτοι καὶ ἄτρεπτοι αἱ κατὰ τὸν σωτῆρα φύσεις, καὶ οὐδαμοῦ τούτων ἡ διαφορὰ ἀνῄρηται, ἓν δὲ τῶν κατὰ τὴν ἀνθρωπείαν φύσιν διαφορῶν ἤτοι τῶν σωματικῶν γνωρισμάτων τὸ περιγραπτόν, οὐκ ἀνῄρηται ἄρα, οὐδὲ τέτραπται εἰς τὸ ἀπερίγραφον. τὸ δὲ αὐτὸ τοῦτο, καὶ τῶν ἰδιωμάτων τοῦ σώματος καὶ τὸ οἰκειότερον καὶ ἐμφανέστερον· οὐ γὰρ ἂν σῶμα περιγραφῆς ἄνευ λεχθείη ποτέ· σῴζεται δὲ ἡ ἰδιότης ἑκατέρας φύσεως· σῴζεται ἄρα καὶ τὸ περιγραπτὸν περὶ ἓν καὶ τὸ αὐτὸ τοῦ Χριστοῦ πρόσωπον· ἐπεὶ πόθεν αὐτοῖς τὸ τέλειον τῶν κατὰ Χριστὸν φύσεων εἰσαχθήσεται, εἰ τῶν ἰδιοτήτων δοθείη τι ἀναιρούμενον; εἰ γὰρ ἕν τι τούτων ἐπιλείποι, τὸ πᾶν οἴχεται, ὥσπερ καὶ ἐπὶ ἀνθρώπου συνιδεῖν πάρεστιν· εἰ γοῦν ἀφέλοιτό τις τὸ λογικὸν ἢ θνητὸν ἢ τῶν ἄλλων τι, οὐδὲ ἄνθρωπος ἔσται λοιπόν· οὕτω κἀν τοῖς ἄλλοις ζῴοις ἐπιτηρεῖν ῥᾴδιον. ὡς οὖν σῴζονται αἱ κατὰ τὴν θείαν φύσιν διαφοραὶ καὶ ἰδιότητες ἄτρεπτοι καὶ οὐδ' ὁπωσοῦν συγκέχυνται (ὧν δή ἐστιν τὸ ἀπερίγραπτον, καὶ οὐ μετῆκται εἰς τὸ περιγραπτόν), ἀναγκαίως καὶ αἱ κατὰ τὸ ἀνθρώπινον αὐτοῦ ἀντικείμεναι διαφοραὶ σῳζόμεναι καὶ ἰδιότητες τὸ ἄτρεπτον ἕξουσι καὶ ἀσύγχυτον· τούτων δέ ἐστι καὶ τὸ περιγραπτόν. περιγραπτὸς ἄρα κατὰ τὸ ἀνθρώπινον ὁ Χριστός· οὕτω γὰρ καὶ αἱ περὶ τὸ ἓν πρόσωπον ἐναντίαι διαφοραὶ τῶν φύσεων ὑγιῶς ὁμολογηθήσονται, εἴπερ ἐκ δύο τῶν ἐναντίων, σαρκὸς φημὶ καὶ πνεύματος, κατὰ τοὺς καθ' ἡμᾶς θεολόγους ὁ Χριστὸς προέρχεται· δοῦναι δὲ τοῦτο τῷ σώματι Χριστοῦ οἱ τῆς συγχύσεως προεστηκότες οὐ προῄρηνται, παντὶ δὲ τρόπῳ ἀναιρεῖν διασπουδάζουσιν. πῶς ἐξακολουθεῖν ταῖς συνόδοις ἐπαγγέλλεσθαι οἱ τῶν συνοδικῶν δογμάτων ἀντίπαλοι οὐ καταδύονται; διὰ μὲν οὖν τῶν ἱερῶν τούτων συνόδων καὶ τοῦ κατ' αὐτὰς χρόνου παντός, τῆς θεοφιλοῦς ταύτης ἱστορίας διαμενούσης, οὐδὲν ἀκλεὲς εἴρηται πώποτε· ὡς δὲ μᾶλλον τετίμηται, τὰ ἑξῆς δηλώσει. 17 λείπεται λοιπὸν πρὸς τὰ πολύευκτα τῶν μακαρίων πατέρων, οἳ τὴν σεπτὴν ἡμῖν συγκεκροτήκασιν ἕκτην σύνοδον καὶ ἀνὰ πᾶσαν τὴν ὑφ' ἡλίῳ προλάμπουσιν, δόγματα, τουτωνὶ τῶν ἀνοσίων παρεξετάζειν τοὺς λόγους, ὡς ἂν εἰδείημεν ὅπως καὶ αὐτοῖς περὶ τὸ προκείμενον ἕπονται κεφάλαιον. οἱ γὰρ τῆς εὐσεβείας ὑπασπισταί, ἐπειδὴ ὁμότιμον τοῖς προλαβοῦσι ποιμέσι τὸν κλῆρον ἔλαχον, ὁμότιμα καὶ ἀδελφὰ τῶν τε θελημάτων καὶ ἐνεργειῶν τῶν κατὰ Χριστὸν ἕνεκεν γνωρίζονται δογματίζοντες· φασὶ γοῦν ἐν τῷ κατ' αὐτοὺς θείῳ ὅρῳ ὅτι Ὅνπερ τρόπον ἡ παναγία καὶ ἄμωμος τοῦ σωτῆρος ἐψυχωμένη σὰρξ θεωθεῖσα οὐκ ἀνῃρέθη ἀλλ' ἐν τῷ ἰδίῳ αὐτῆς ὅρῳ τε καὶ λόγῳ διέμεινεν, οὕτως καὶ τὸ ἀνθρώπινον αὐτοῦ θέ λημα θεωθὲν οὐκ ἀνῃρέθη, ἀλλὰ σέσωσται. εἰ τοίνυν θεωθεῖσα ἡ τοῦ κυρίου σὰρξ τοῦ ἑαυτῆς ὅρου τε καὶ λόγου οὐκ ἐξέστηκεν, πῶς οὐκ ἂν εἴη περιγραπτὴ καὶ μετὰ τὴν θέωσιν; εἰ γὰρ οὐ περιγραπτή, ἐξέστηκεν ἄρα. καὶ εἰ τὸ θέλημα οὐκ ἀνῄρηται τὸ ἐν αὐτῷ ἀνθρώπινον, πόσον τὸ ἐξ οὗ τὸ θέλημα πρόεισιν σῴζεσθαι ὁμολογεῖν ἀναγκαῖον; τοῦ δὲ ἀνθρωπίνου σῳζομένου, τίς οὕτως ἀναίσθητος, τίς οὕτως ἐξεστηκὼς καὶ ἀνόητος μὴ παντὶ τρόπῳ συνομολογεῖν τὸ περιγραπτὸν τοῦ σωτῆρος κατὰ τὸ ἀνθρώπινον; τοιαῦτα καὶ περὶ τῶν ἐνεργειῶν αὐτοῦ διαγορεύουσι, θεοπρεπῶς φάσκοντες· Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχεν, τοῦ μὲν λόγου κατεργαζομένου τοῦτο ὅπέρ ἐστιν τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπέρ ἐστιν τοῦ σώματος. οὐ γὰρ δήπου μίαν δώσομεν φυσικὴν τὴν ἐνέργειαν θεοῦ καὶ ποιήματος, ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γενητοῖς πρέποντα καταγάγωμεν τόπον· ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ παθήματα γινώσκομεν κατ' ἄλλο καὶ ἄλλο τῶν ἐξ ὧν ἐστι φύσεων καὶ ἐν αἷς τὸ εἶναι ἔχει. εἰ οὖν ταῦτα οὕτως ἔχει, πῶς οὐ δίκαιον καὶ ἐνταῦθα ἐκ τοῦ ἀκολούθου λέγειν ὅτι οὔτε τὸ περιγραπτὸν λέγοντες εἰς τὴν θείαν αὐτὸ ἀναφέρομεν οὐσίαν οὔτε τὸ ἀπερίγραπτον λέγοντες εἰς τὴν γενητὴν κατάγομεν φύσιν, ἀλλ' ἑκάτερον ἐν τῷ ἰδίῳ ὅρῳ καὶ λόγῳ διαμένειν κατὰ τὸν εὐσεβῆ καὶ ἀληθῆ λόγον δοξάζομεν. οἱ δὲ ἀνόσιοι, πάντα ὅρον καὶ λόγον ἐπὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν ἠρνη μένοι, πῶς ἀπαυθαδίζονται ταῖς συνόδοις ἀκολουθεῖν φλυαροῦντες; 18 ἐπειδὴ δὲ καὶ οὗτοι οἱ θεῖοι ἡμῶν πατέρες κανόνας ἐτύπωσαν τῷ ἀποστολικῷ χαρακτῆρι ἀνήκοντας, κἀκεῖνοι, φασίν, εὐαγεῖς κανόνας ἐξέθεντο. τούτους ἐκ παραλλήλου θέσθαι ἁρμόδιον, ὅπως ἂν γνοίημεν ὅσον ἐν ἀλλήλοις τὸ σύμφωνον καὶ ὁμόλογον φέρουσιν· ἡγείσθω δὲ τὰ τῆς ἀληθείας καὶ ἡμέτερα· ἐκπεφώνηται γὰρ παρ' αὐτοῖς κανὼν περί γε τῶν ἱερῶν τῆς σωτηρίου τοῦ Χριστοῦ οἰκονομίας συμβόλων τοῦτον ἔχων τὸν τρόπον· Ἔν τισιν τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράσσεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου καὶ προφητῶν προϋποφαίνων ἀμνὸν Χριστὸν τὸν θεὸν ἡμῶν· τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. ὡς ἂν οὖν τὸ τέλειον κἀν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν, ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ, ἀναστηλοῦσθαι ὁρίζομεν, δι' αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως. δυσωπείτω ταῦτα τῶν χριστομάχων τὴν μοχθηρίαν καὶ πειθέτω ἃ καὶ τοὺς λίαν ἀγνώμονας πείθειν ἱκανά. τί γὰρ τούτων λευκότερον ἢ λαμπρότερον πρὸς διδασκαλίαν καὶ πληροφορίαν τοῦ καὶ εἶναι ἐξ ἀρχῆς καὶ διαπρέπειν καὶ τίμια ὑπάρχειν ταῦτα δὴ τὰ σεπτόγραφα παρά τε ἱερεῦσιν καὶ βασιλεῦσιν καὶ Χριστιανοῖς ἅπασιν; ἀξιόχρεοι γὰρ μάρτυρες τὸ ἀπαράγραπτον ἔχοντες οἱ θεῖοι κήρυκες εἰσβαίνοντες εὖ μάλα ταῦτα πιστώσονται. εἰ γοῦν οἱ παλαιοὶ τύποι ἐκεῖνοι τὸ ἀσπαστὸν καὶ τίμιον ἀπεφέροντο, τὰ ἐν τῇ χάριτι αὐτῇ πόσον; οὐκοῦν πεδείσθωσαν τὰς γλώσσας οἱ θεομάχοι καὶ ἐμφραττέσθω πᾶν στόμα κενὰ καὶ παράνομα μελετώντων κατὰ τῆς Χριστιανῶν ὑπολήψεως καὶ πολλὴν τὴν συκοφαντίαν κατὰ τῆς ἐκκλησίας ἐξυφαινόντων. καὶ τὰ μὲν τῶν ἁγίων ταῦτα· τὰ δὲ τῶν ἐναγῶν, ὁποῖα; ἑξῆς γὰρ λοιπὸν κἀκεῖνα παραθέσθαι καιρός, ἐξ ὧν πως δείκνυται τὸ ἀκόλουθον. πρῶτον μὲν γάρ, καθὰ φασὶν οὗτοι, ὡς ἀκέφαλον καὶ ἀπαράδοτον καὶ ἄχρηστον τὴν ποίησιν καὶ προσκύνησιν τῶν εἰκόνων κατέκριναν. δογματίζουσιν γὰρ ἐκεῖνοι οὕτως· ἀπόβλητον εἶναι καὶ ἀλλοτρίαν καὶ ἐβδελυγμένην ἐκ τῆς Χριστιανῶν ἐκκλησίας πᾶσαν εἰκόνα ἐκ παντοίας ὕλης καὶ χρωματουργικῆς τῶν ζωγράφων κακοτεχνίας πεποιημένην, καὶ μηκέτι τολμᾶν ἄνθρωπον οἱονδήποτε ἐπιτηδεύειν τὸ τοιοῦτον ἀσεβὲς καὶ ἀνόσιον ἐπιτήδευμα· ὁ δὲ τολμῶν ἀπὸ τοῦ παρόντος κατασκευάσαι εἰκόνα ἢ προσκυνῆσαι ἢ στῆσαι ἐν ἐκκλησίᾳ ἢ ἐν ἰδιωτικῷ οἴκῳ κρύψαι· οἷς ἀκολούθως ἐπί τε ἐπισκόπων καὶ πρεσβυτέρων καὶ τῶν λοιπῶν ταγμάτων τὰ δοκοῦντα καθορίζονται ἐπιτίμια. 19 τούτοις δὲ τὰ παραπλήσια καὶ οἱ ἐκείνων ἐυήκοοι φοιτηταὶ καὶ νεόχριστοι διδάσκαλοι δογματίζοντες ὁρίζονται. ἔπειτα δὲ τὴν τῶν θείων συμβόλων προσκύνησιν εἰδωλολατρίαν κατονομάσαι οὐκ ἠρυθρίασαν· ῥήσεις γάρ τινας τοῦ θείου Γρηγορίου τοῦ τῆς Νυσαέων ἐκκλησίας ἐπιτροπεύσαντος ἐν τῷ πεποιημένῳ αὐτῷ εἰς τὸν ὁμαίμονα καὶ μέγαν Βασίλειον ἐπιταφίῳ κατὰ τῶν θεομάχων Ἀρειανῶν, τῶν κτίσμασιν τὸν μονογενῆ υἱὸν καὶ θεὸν τῶν ὅλων καὶ δημιουργὸν συγκαταριθμούντων, εἰρημένας ἀποτεμόμενοι οἱ παράφρονες, ἃς δὴ κακῶς ἐξειληφότες καὶ πρὸς τὴν ἰδίαν παράνοιαν μεταρυθμίζοντες ὡς δῆθεν τῶν ἱερῶν κατηγορούσας ἐκτυπωμάτων προὔθηκαν, καὶ ταύταις τὰ τῆς συνήθους αὐτῶν βλασφημίας προσεπενέγκαντες, τὸν ἄθεσμον ἐκεῖνον καὶ θεοστυγῆ ὅρον παρεφθέγξαντο, παγίδα καὶ μηχανὴν ψυχοφθόρον καὶ ὀλεθρίαν τοῖς τῶν ἁπλουστέρων ἤθεσι τεκτηνάμενοι. ἔχει δὲ ὧδε· Πάλιν δὲ ταύτης τὴν εὐπρέπειαν βλέπειν μὴ φέρων ὁ τῆς κακίας δημιουργός, οὐκ ἠπόρησεν κατὰ διαφόρους καιρούς τε καὶ τρόπους πονηρᾶς ἐπινοίας ὥστε ὑπὸ χεῖρα δι' ἀπάτης ἑαυτῷ ποιῆσαι τὸ ἀνθρώπινον, ἀλλ' ἐν προσχήματι Χριστιανισμοῦ τὴν εἰδωλολατρίαν κατὰ τὸ λεληθὸς ἐπανήγαγεν, πείσας τοῖς οἰκείοις σοφίσμασιν τοὺς πρὸς αὐτὸν ὁρῶντας μὴ ἀποστῆναι τῆς κτίσεως, ἀλλὰ ταύτῃ προσκυνεῖν καὶ ταύτην σέβεσθαι, καὶ θεὸν τὸ ποίημα οἴεσθαι τῇ τοῦ Χριστοῦ κλήσει ὀνομαζόμενον. τὰ μὲν τοῦ πατρὸς μέχρι τούτων ἐσφετερίσαντο· ἐντεῦθεν λοιπὸν τὰ τῆς οἰκείας ἀσεβείας ἐπισυνάπτουσιν οὕτως ἔχοντα· Διὸ δὴ καθὼς πάλαι ὁ τῆς σωτηρίας ἡμῶν ἀρχηγὸς καὶ τελειωτὴς Ἰησοῦς τοὺς ἑαυτοῦ πανσόφους μαθητὰς καὶ ἀποστόλους τὴν τοῦ παναγίου πνεύματος ἐνδύσας δύναμιν, ἐπὶ ἐκμειώσει τῶν τοιούτων κατὰ παντὸς ἐξαπέστειλεν, οὕτω καὶ νῦν τοὺς αὐτοῦ θεράποντας καὶ τῶν ἀποστόλων ἐφαμίλλους πιστοὺς ἡμῶν βασιλεῖς ἐξανέστησεν, τῇ τοῦ πνεύματος σοφισθέντας καὶ ἱκανωθέντας δυνάμει, πρὸς καταρτισμὸν μὲν ἡμῶν καὶ διδασκαλίαν, καθαίρεσιν δὲ δαιμονικῶν ὀχυρωμάτων, ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ ἔλεγξιν διαβολικῆς μεθοδείας καὶ πλάνης. οἳ τῷ περιόντι αὐτοῖς θείῳ ζήλῳ τὴν τῶν πιστῶν ἐκκλησίαν τῇ τῶν δαιμόνων ληϊζομένην ἀπάτῃ ὁρᾶν οὐκ ἀνεχόμενοι, πᾶσαν τὴν ἱερωσύνην προσεκαλέσαντο, τῶν θεοφιλῶν ἐπισκόπων ὁμήγυριν, ὅπως συνοδικῶς ἐπὶ τὸ αὐτὸ γενομένη, γραφικήν τε ζήτησιν ποιησαμένη περὶ τῆς ἀπατηλῆς τῶν ὁμοιωμάτων χρωματουργίας, τῆς κατασπώσης ἐκ τῆς ὑψηλῆς καὶ θεῷ πρεπούσης λατρείας εἰς τὴν χαμαίζηλον καὶ ὑλικὴν κτισματολατρίαν τὸν τῶν ἀνθρώπων νοῦν, θεοκινήτως ἐκφωνήσῃ τὸ αὐτῇ δοκοῦν. τί τούτων τῶν φωνῶν ἀθεώτερον ἢ δυσσεβέστερον; τί τούτων εἰς βλασφημίαν ἰσόρροπον; τίς οὕτως τῶν μισούντων θεὸν ἦρεν κατὰ θεοῦ κεφαλὴν καὶ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησεν; τίς οὕτως τὴν γλῶσσαν κατὰ τῆς θείας οἰκονομίας παρέθηξεν καὶ κατὰ τοῦ κτίστου ἐπονηρεύσατο; τίς οὕτως ἔθετο εἰς οὐρανὸν τὸ στόμα καὶ ἡ γλῶσσα αὐτοῦ διῆλθεν ἐπὶ τῆς γῆς; τοιαῦτα οὐδ' ἂν οἱ κυριοκτόνοι Ἰουδαῖοι τὸν Χριστὸν σταυρώσαντες κατεφρυάξαντο. τί λέγω Ἰουδαίους; εἰ ἐξῆν τῷ πονηρῷ καὶ ἀλιτηρίῳ δαίμονι γλώσσῃ ἀνθρωπείᾳ καθάπερ πάλαι τῇ τοῦ ὄφεως ἀποχρήσασθαι, οὐκ ἂν οἶμαι κατὰ τοῦ κτίσαντος τοιαύτας ῥῆξαι φωνὰς ὁποίας οἱ δείλαιοι οὗτοι καὶ ἀνόσιοι ἀπετόλμησαν, τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ πλάσματα, ὅλην αὐτοῦ τὴν πονηρίαν καὶ τὸν ἰὸν εἰσδεξάμενοι καὶ κατὰ τῆς τοῦ μονογενοῦς ἰσχύος καὶ τῆς Χριστιανῶν θεοσεβείας ἐπαιρόμενοι. ἀνεκτότερον οἶμαι θύειν εἰδώλοις ἢ τοιαῦτα φθέγγεσθαι· εὐγνωμονέστερον δ' ἂν διετέθησαν δαίμονες, τέλεον διὰ τῆς τοῦ λόγου ἐξησθενηκότες συγκαταβάσεως, καὶ δεικνύουσιν ὁμολογοῦντες ἐξ ὧν ἔπασχον. ὢ τῆς τοῦ θεοῦ μακροθυμίας· ὢ τῆς μεγάλης ἀνεξικακίας. οὐδὲ θεῖος φόβος, οὐκ ἀγγέλων εὐλάβεια, οὐκ ἀνθρώπων αἰδώς, οὐχ' ἡ περὶ τὰ ἅγια σεβασμιότης, οὐδὲ σύμπασα ἡ περιεστῶσα κτίσις εἰς συναίσθησιν αὐτοὺς τῆς τοσαύτης ἤγαγεν βλασφημίας. οὕτω γὰρ κατὰ τῆς θείας τραχηλιάσαντες μεγαλειότητος, τὸ ἀδρανὲς καὶ ἀνίσχυρον τοῦ θεοῦ λόγου καὶ τῆς πανσθενοῦς δυνάμεως κατεψηφίσαντο ὡς ἥκιστα ἡμᾶς εἰδωλικῆς ἀπάτης ῥύσασθαι κατισχύσαντος οὐδὲ ἀνθρώπους διὰ τῆς θείας αὐτοῦ ἐνσωματώσεως ὀνίνασθαί τι. εἰς ταυτὸν γὰρ τῆς δυσφημίας ὁ λόγος φέρει ἀμφότερα· εἰς τοσοῦτον ἀνῆκται τῶν θεομάχων τὸ τόλμημα. οἱ δὲ γὰρ ἀλογίᾳ καὶ ἀσεβείᾳ συζῶντες, ἀναμέσον ἁγίου καὶ βεβήλου καὶ καθαροῦ καὶ ἀκαθάρτου διαστεῖλαι οὐκ ἐξισχύσαντες, τὰ ἄμικτα καὶ τῷ ἀπείρῳ διϊστάμενα μᾶλλον ἢ ὅσον γε τοῦ σκότους φῶς μιγνύουσιν, τὴν ἀλήθειαν δολοῦντες καὶ τῷ ψεύδει ἐπερειδόμενοι. ἀλλ' οὐδὲ συνῆκαν ὡς τῆς ἑαυτῶν κεφαλῆς καταψηφίζονται οἱ ἀναίσθητοι· τὰ γὰρ Ἀρειανῶν πρεσβεύοντες (ἐκείνων γὰρ δόγμα τὸ μὴ γράφεσθαι τὸν Χριστόν, ὅπερ καὶ τούτοις ὁ τῶν Ἀρειανῶν κορυφαῖος Εὐσέβιος εἰσηγήσατο), τοῖς κατὰ Ἀρειανῶν εἰρημένοις τοῦ πατρὸς λόγοις ἀπεχρήσαντο, καθ' ἑαυτῶν μᾶλλον προάγοντες ἢ Χριστιανῶν, ὧν κατηγορεῖν ἀνοηταίνοντες ὑπελάμβανον. ἐκ ποίας δὲ γραφικῆς ἐρεύνης καὶ ἐξετάσεως τοῦ ζητουμένου πεποίηνται τὴν κατάληψιν; ὡς εἴ που ψιλῆς τετυχήκασι φωνῆς, κἂν ἡμῶν κατεκτυπεῖτο τὰ ὦτα σάλπιγγος ἤχῳ ὡσαύτως περιβομβούντων καὶ ἀποκωφούντων τὴν αἴσθησιν. εἰ γάρ τι αὐτοῖς πονηρὸν ἐξεύρηται, τὰς κατ' εἰδώλων ἐκτεθειμένας φωνάς, κατὰ τῶν θείων θεομαχοῦντες προηνέγκαντο, ὁπότε καὶ τὰ χρυσότευκτα ἐκεῖνα Χερουβίμ, ἅπερ ὁ ἱεροφάντης Μωσῆς, θεοῦ προστεταχότος, ἐτεκτήνατο, καὶ ἡ παλαιὰ καὶ ἐν νόμῳ σκηνὴ καθύπερθεν τῆς κιβωτοῦ ἔφερεν, ἔτι καὶ ὅσα ἡ Σολομῶντος κατεσκεύασε σοφία, καὶ ἃ τῷ θεσπεσίῳ προφήτῃ Ἰεζεκιὴλ ὦπται, καὶ εἴ τι τοιοῦτον κατὰ τὰς ἱερὰς βίβλους ἱστόρηται, ἐν εἰδώλων μοίρᾳ θεῖναι οὐ δεδίασιν, ὡς ἀθετεῖν μᾶλλον ἢ προσίεσθαι τὰς θεοπνεύστους γραφὰς προελόμενοι. ἐξ ὧν καὶ Ἰουδαίων ἀπιστότεροι καὶ ἀγνωμονέστεροι εἰκότως νομισθήσονται, ἄξιά γε ὡς ἀληθῶς τῆς ἑαυτῶν βδελυρίας καὶ ἀπιστίας καὶ φρονήσαντες καὶ ἐκφωνήσαντες. καὶ γὰρ τῷ Χριστῷ φανερῶς κἀνταῦθα ἀπομάχονται· τὰ γὰρ τῷ θείῳ Ἰεζεκιὴλ διατεταγμένα, ἅπερ ἦν Χερουβὶμ καὶ φοίνικες, ἐν τῷ Ἰουδαϊκῷ ναῷ ἀνιστόρητο, εἴπερ μὴ ψευδομυθεῖν τὸ πνεῦμα οἰήσονται· καὶ οὐ καθῄρει Χριστός, ἀλλ' οἶκον τοῦ πατρὸς ἀπεφαίνετο καὶ τοῖς ἐντεῦθεν δὲ ἀπεληλαμένοις μὴ ποιεῖν οἶκον ἐμπορίου καὶ λῃστῶν σπήλαιον παρηγγύα. ὅς γε οὐδὲ τὴν Καίσαρος εἰκόνα ἀτιμάσας ὤφθη, καὶ ταῦτα ἀνδρὸς εἰδωλολάτρου καὶ Ἕλληνος, ἀλλὰ καὶ τιμῆς ἠξίου, ὥσπερ τὰ τοῦ θεοῦ τῷ θεῷ ἀποδίδοσθαι λέγων καὶ τὰ Καίσαρος Καίσαρι. ἆρ' οὖν οἱ ταῦτα φλυαροῦντες, τοῖς ἁγιωτάτοις ἡμῶν πατράσιν καὶ ταῖς ἱεραῖς συνόδοις κατηκολούθησαν; τίς εἰς ἄκρον κτηνωδίας καὶ ἀφροσύνης ἀπώλισθεν, ὃς οὕτως ἔχειν φάναι ταῦτα τολμήσοι; ἢ οὐχὶ δὴ μᾶλλον πολέμιοι ἐν ἅπασιν ὁρῶνται; ἃ γὰρ ἐκεῖνοι ὡς σεπτὰ καὶ τίμια περιέποντες διετέλουν, οὗτοι ὡς βδελυκτὰ καὶ ἠτιμωμένα ἀπωθούμενοι διέπτυον· καὶ ἃ ἐκεῖνοι σεπτὰ καὶ προσκυνητὰ κεκλήκασιν, οὗτοι εἰδώλων ὀνόματι καθυβρίσαι οὐ κατεπτήχασιν. καὶ οἱ μὲν κἀν ταῖς χρωματουργίαις τὸ τέλειον τῆς τοῦ λόγου ἐνανθρωπήσεως ὑπογράφεσθαι βούλονται, πρὸς μνήμην τῆς ἐν σάρκου αὐτοῦ πολιτείας καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως· οἱ δὲ ταῦτα δαιμονικὰ ὀχυρώματα ἀποφαίνονται καὶ διαβολικῆς μεθοδείας πλάνην καὶ ἀπατηλὴν χρωματουργίαν περιθρυλλοῦσιν, κατασπῶσαν ἐπὶ τὴν ὑλικὴν καὶ χαμαίζηλον κτισματολατρίαν· ἐπειδὴ δὲ καὶ ὁμοιώματα καλοῦσιν, ζητεῖν ἀναγκαῖον πρὸς τί τὰ ὁμοιώματα, ἐφ' ὃ τὸ βλάσφημον ἀναφέρουσιν. ἐκείνοις τῆς τῶν θείων ναῶν ἐμέλησε καλλιεργίας τε καὶ λαμπρότητος· τούτοις σπουδὴ καθαιρεῖν καὶ διαφθείρειν καὶ πυρὶ παραδιδόναι τὰ ἅγια. 21 ὁ δ' οὖν κατὰ τῶν εὐσεβούντων πόλεμος ἡλίκος καὶ ὅσος. τί τἄλλα λέγειν; ἅπερ οἱ ἱερεῖς τοῦ θεοῦ κοσμίως καὶ σεμνῶς κατηρτίσαντο, οἱ τῆς αἰσχύνης ἱερεῖς ἀκόσμως καὶ ἀσέμνως κατεστρέψαντο. οὐκοῦν διὰ πάντων ἐληλεγμένοι καὶ ᾐσχυμμένοι τυγχάνουσιν, οὐ ταῖς συνόδοις ἑπόμενοι, ἀλλ' ὡς κατὰ Χριστοῦ καὶ τῆς σωτηρίου αὐτοῦ μεμηνότες σαρκώσεως. τῆς τρίβου γὰρ τῆς βασιλικῆς ἐκκεκλικότες καὶ τοῖς ὀρθοῖς ἡμῶν γεννικῶς ἀντικαθιστάμενοι δόγμασιν, ἐντάλμασιν καὶ διδασκαλίαις ἀνθρώπων ἀσεβῶν, κατεφθαρμένων καὶ σῶμα καὶ ψυχὴν καὶ διάνοιαν καὶ τὸ φρόνημα κεκτημένων ἀλλότριον καὶ σαρκὸς δεδουλωμένων ὀρέξεσιν, ἐξηκολούθησαν, οὓς διδασκάλους καὶ πρὸς καταρτισμὸν ἀπεσταλμένους ἐπεγράψαντο, τυραννικοὺς καὶ τὴν γνώμην καὶ τὴν ἀσέβειαν. πῶς οὖν οὗτοι ἐν ἱερέων κλήρῳ τετάχθαι ποτὲ λογισθήσονται, τοῖς ἐν τῇ τῶν λαϊκῶν κατειλεγμένοις μοίρᾳ τὰ τῇ ἱερωσύνῃ καὶ τοῖς εὐαγγελικοῖς κανόσιν ἀνακείμενα ἐπιτρέποντες, πάντα ἐκείνοις χαριζόμενοι, ὡς οὐδὲν παρὰ τοῦ πνεύματος ἀπονάμενοι; εἰ δὲ ὁ πατὴρ αὐτῶν καὶ διδάσκαλος, τοῦ Μαμωνᾶ τὸ ἀνδράποδον (ἢ αὐτὸς ἂν μᾶλλον Μαμωνᾶς λεχθείη), ἐκ παλαιῶν καὶ πλείστων χρόνων εἰδωλολατρίᾳ κεκρατημένους Χριστιανούς, ὡς φασίν, κατέλαβεν, πῶς τοὺς νέον τῶν εἰδώλων καὶ τῶν βωμῶν ὑπερκύψαντας, τῆς ὁπωσοῦν μετανοίας καὶ δεσμῶν κανονικῶν ἄνευ, εἰς ἱερωσύνης τάξιν εἰσδέξαιτό τις; πῶς κατὰ συλλόγους συνέρχεσθαι καὶ δόγματα ἐκκλησίας Χριστιανῶν ἐκτίθεσθαι, οἱ ἐκ τῆς κνίσης καὶ τοῦ μύσους τῶν ἐπὶ τοῖς εἰδώλοις θυσιῶν ἄρτι, τότε ὡς γράμμασιν οἰκείοις διωμολόγησαν ἀνανεύσαντες, δίκαιοι παρὰ Χριστιανοῖς νομισθήσονται ἢ πιστευθήσονται; πῶς οἱ τῶν οἰκείων ἐπιμελεῖσθαι δεόμενοι, τῶν ἀλλοτρίων φροντίσειαν; ποῖος λόγος τοὺς τοῖς ἕλκεσι τῆς ἀθεΐας βρύοντας καὶ τοῖς μώλωψι τῆς ἀπιστίας σεσηπότας καὶ ἀπόζοντας καὶ ἀνίατα καὶ δυσθεράπευτα κάμνοντας, τοῖς ἐν τῇ ὑγιαινούσῃ πίστει ἐρρωμένοις ῥώμης ἕνεκεν καὶ εὐεξίας πνευματικῆς διατίθεσθαι; ἀλλὰ τὰ ἐν τούτοις ὡς παράλογά τε ὄντα καὶ πλείστης τῆς ἀτοπίας καταγέμοντα, ἔτι καὶ τὰ παρὰ τῶν ἐπαινούντων τερατευόμενα πολλῆς τε ἀφροσύνης καὶ φλυαρίας ἔμπλεα, οἷα γραοπρεπῆ μυθεύματα καὶ παιδικῶν ψελλισμάτων καὶ ἀθυρμάτων κατ' οὐδὲν διαφέροντα, χαίρειν ἐατέον, ἤδη καὶ παρὰ τῶν πρὸ ἡμῶν ἐμμελῶς τε καὶ συνετῶς μάλα ἐληλεγμένα καὶ ἀνατετραμμένα. οἷα δὲ τὰ ἐξῆς λεγόμενα κατοψόμεθα. 22 ἐπάγουσιν γοῦν· Διὸ καὶ ἀκύμαντος οὐκ ἐν ὀλίγοις ἔτεσιν ἡ ἐκκλησία τοῦ θεοῦ μεμένηκεν, εἰρηνικώτερον τὸ ὑπήκοον φυλαττόμενον,... τίς οὕτως ἐξέστηκεν, τίς οὕτω παραπληξίας εἰς ἔσχατον καθῖκται, ὥστε τοιαῦτα τολμᾶν ἀποφαίνεσθαι; ἀλλ' αὐτοί γε τὸν τοῦ θεοῦ φόβον τέλεον παρωσάμενοι, συνείδησιν δὲ οὐκ οἶδα ὁποίαν ἔχοντες, ταῦτα παραπλασάμενοι κενολογοῦσιν, οὐδὲ τὸν παρὰ τῶν εἰδότων γέλωτα ὑπιδόμενοι ἢ τῶν εὐσε βούντων καὶ σωφρονούντων τὰ ὀνείδη περιϊστάμενοι. ὄντως ὄψις πόρνης ἐγένετο αὐτοῖς· ἀπηναισχύντησαν πρὸς πάντας. τὰς ψυχὰς γὰρ ὑπ' ἀναιδείας ἀπεσκληκότες, οὐδαμῶς εἰς δέον τῷ λόγῳ χρήσασθαι προτεθύμηνται. ποῦ γὰρ θήσομεν τὸν κεκινημένον κατὰ τῶν Χριστιανῶν τῶν εὐσεβεῖν μεμαθηκότων βαρύτατον καὶ δύσοιστον διωγμόν; οἷος μὲν οὖν καὶ ὅσοςὡς συνοπτικώτερον φάναι, ὁποῖος δὴ τῶν
1.2.1
Ἕλλησι καὶ βαρβάροις ἀρξάντωνκατὰ τῶν τηνικαῦτα πιστῶν ἀνέφλεκται, ὁπόσα δὲ πολυειδῆ καὶ ποικίλα τῶν βασάνων τὰ νέφη, οὔμενουν παραστῆσαι καὶ ἀναμετρήσασθαι ῥᾴδιον. εἰ γάρ τις τὰ κατὰ μέρος ἐκδιηγεῖσθαι βούλοιτο, ἐκλελοιπότα ἂν αὐτῶ σχοίη τὸν χρόνον, κάμνειν τε μακρὰ καὶ πονεῖσθαι τηνάλλως δεήσειεν, εἴπερ μέλλοι πολλοστοῦ μέρους ἐφικέσθαι· εἰ δὲ χρὴ ὀλίγα ἐκ πολλῶν θέσθαι, τοιαῦτα, ἅπερ ἡ παλαιὰ τὴν κακίαν καὶ ἀκμάζουσα τὴν ἀσέβειαν καὶ ἐδίδαξεν καὶ παρεσκεύασεν κακεργέτις συνέλευσις. εὐθὺς μὲν τὰ προγράμματα καὶ προθέματα τῆς βασιλικῆς ἀθεΐας κατὰ πάσης φοιτῶντα χώρας καὶ πόλεως, ἀπειλοῦντα ὁπόσα καὶ οἷα τῶν πάλαι ἀπίστων ἔγνωμεν δείματα· δεσμὰ δὲ τὸ ἐντεῦθεν βαρύτατα, καὶ μάστιγες αἱ δυσβάστακτοι, καὶ τὰ λοιπὰ ἃ τούτοις ἕπεται κολαστήρια, μελῶν ἐκτομαὶ τῶν ἐπισημοτάτων μάλιστα καὶ ἀναγκαιοτάτων, οὐδεμιᾶς φειδοῦς τῶν διωκομένων ἀξιουμένων. ῥῖνας γοῦν ποτε ὡς πλείστας ἀνθρώπων ἀθλίων ἀποτεμόντες, ὥσπερ πάλαι τὴν τοῦ θείου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου κεφαλὴν Ἡρῴδῃ προσέφερον, οὕτως τῷ ἐφ' ἡμῶν Ἡρῴδῃ τῷ δυσσεβεῖ οἱονεὶ δῶρον ἡδὺ καὶ ἐπέραστον ἀνετίθεσαν ἐπὶ πίνακος. ὀφθαλμῶν δὲ πηρώσεις καὶ γενειάδος ἐμπρησμοὺς καὶ τῶν αἱμάτων ἐκχύσεις, τί χρὴ καὶ λέγειν; καὶ εἴ που πίνακες τὰς ἱερὰς ταύτας ἐντετυπωμένοι μορφὰς εὑρεθεῖεν, οὗτοι κατὰ τῆς κάρας τῶν κεκτημένων καταγνύμενοι περιεθραύοντο· τῶν πεπονθότων τινές, οἷον στῆλαι τῶν ἀσεβῶν, εἰσέτι καὶ νῦν περισῴζονται, θριαμβεύοντες αὐτῶν τὸ θηριῶδες τῆς γνώμης καὶ ὠμὸν καὶ ἀπάνθρωπον. θάνατοι δὲ ὡς βίαιοι καὶ ἐξαίσιοι τῶν τὸ τέρμα τῆς ἀθλίας ζωῆς δεχομένων. μέγά τι καὶ γεγωνὸν οἱ σάκκοι ἂν ἐξεβόησαν, εἴπερ αὐτοῖς φωνὴν προέσθαι ἐξῆν, ἠδικημένοι τῆς χρήσεως, πρὸς εὐχρηστίαν μὲν καὶ ὑπηρεσίαν τὴν κατὰ τὸν βίον τὸν ἀνθρώπινον ἐξευρημένοι, ἀθλίων δὲ ἀνθρώπων ὀλέθρου χρηματίσαντες ὄργανα, ἐπὶ βυθοὺς θαλαττίους τοῖς ἐναπειλημμένοις ἐντὸς ἅμα καταδυόμενοι, ὑγρῷ ξίφει τῇ γεύσει τῆς ἁλμυρίδος περιπεσοῦσιν. ποίαν ταῦτα τραγῳδίαν οὐκ ἀποκρύπτει; τίς δὲ οὐ μέγα ἀνῴμωξεν ὁρῶν ναοὺς ἱεροὺς καθῃρημένους καὶ ἠφανισμένους, καὶ θυσιαστήρια ἅγια καταβεβλημένα καὶ διορωρυγμένα καὶ τὸν ἑαυτῶν κόσμον οὐκ ἔχοντα, κειμήλια ἅγια χερσὶ βεβήλοις καὶ ἀνοσίαις ἐγχειριζόμενα καὶ πυρὶ παραδιδόμενα καὶ τεφρούμενα; τίς δὲ τῆς θείας ἡμερότητος οὐ τεθαύμακε τὸ μακρόθυμον, ἡνίκα τὰ τῷ θεῷ ἀνακείμενα μοναστήρια εἰς κτῆσιν καὶ οἴκησιν ἀνδρῶν ἀσεβῶν καὶ τῷ στρατιωτικῷ ἐγκατειλεγμένων τάγματι ἀνιέμενα καὶ κοινούμενα καὶ ἄλλοις ἄλλως ἀπεμπολούμενά τε καὶ ἐγχειριζόμενα, αἵ τε λεγόμεναι καθολικαὶ ἐκκλησίαι ὅπως εἰς χρῆσιν ἱπποστασίων τῶν ἐκ τῆς στρατιωτικῆς ἀλογίας χρηματίζουσαι συγκεχώρηνται; ἐντὸς γὰρ τοῦ ἱεροῦ μέχρι καὶ σήμερον τῶν κοπροδόχων ξύλων τὰ λείψανα διαμεμένηκε κείμενα· ἃ καὶ ὄψεσιν οἰκείαις τεθεαμένοι, αὐτόχειρες τῆς τούτων γεγόναμεν ἀνακαθάρσεως. ὅπως δὲ καὶ δούλους τοῖς οἰκείοις δε σπόταις ἐπανέστησεν, συνεργοὺς ἐπὶ τῇ τῶν κεκτημένων, εἰ εὐσεβεῖς ἐτύγχανον, κατηγορίᾳ καὶ προδοσίᾳ ποιούμενος ὁ ἐξάγιστος, τοῖς πολλοῖς οὐκ ἠγνόηται. 23 τί δ' ἄν τις εἴποι ὅπως τὸ στρατιωτικὸν ἅπαν κατὰ τοῦ ὀρθοδόξου μέρους ἐξέμηνεν, καὶ τούτου μάλιστα ὅσον κατὰ τὴν βασιλίδα ἔκ τε τῶν αἰπολίων καὶ βουκολίων καὶ τῆς συοφορβίας κακῶς συνέλεξεν, καὶ ἐπὶ κοπρίᾳ τοὺς ἐκ τῆς κοπρίας τελουμένους διῆγεν, ὥσπερ μηχανάς τινας καὶ πολέμια ὄργανα κατὰ τῆς ἐκκλησίας ὁπλίσας; οὓς δὴ καὶ ὅρκια ἐπράττετο, κατὰ πάσης δυνάμεως θείας ὁρκωμοτεῖν παρακελευόμενος μήποτε εἰς κοινωνίαν τῷ εὐσεβοῦντι μέρει συνέρχεσθαι, τοὺς δ' οὖν τοῦ μονήρους βίου ὡς ἄγος τι ὁρᾶν καὶ μὴ δ' ὁπωσοῦν πελάζειν ἢ προσομιλεῖν τὰ εἰς εἰρήνην παντάπασιν αὐτοῖς· εἰ δέ που καὶ περιτύχοιεν, δεσμεῖν, μαστιγοῦν, εἰς δεσμωτήρια ἄγειν, ταῖς ἀρχαῖς παραδιδόναι, εἰς τὰ βασίλεια, ὥσπέρ τινας τῶν βαρβάρων δυσμενεῖς καὶ πολεμίους, ἑλόντας περιάγειν, ἠναγκασμένους ἢ ἐξόμνυσθαι τὴν εὐσέβειαν καὶ τὸ ἀποστολικὸν μεταμείβειν σχῆμα καὶ τὴν τῶν λαϊκῶν στολὴν μεταμφιέννυσθαι, τῷ κοινῷ πλήθει ἐναριθμίους γινομένους, ἢ πάσχειν τὰ ἀνήκεστα. καθ' ὧν συχναῖς μὲν ἐχρῶντο καὶ πονηραῖς ταῖς ἐπινοίαις, πλείσταις δὲ κατηγορίαις καὶ συκοφαντίαις, ἃς οὐδ' ἀκοῇ ποτὲ παρεδέξαντο· καὶ οὐδὲν εἶδος πομπείας ἢ κωμῳδίας ἀπέλιπον, ὁπότε καὶ τὸ καινὸν αὐτοῖς, ἐκεῖνο δὴ τὸ" 3ἀμνημόνευτοι" 3 ἐπεκλήρωσαν ὄνομα· τούτων πλῆθος οὐκ εὐαρίθμητον ἐπὶ θεάτρου ἱππικοῦ βιαίως ἠγμένον, ταῖς μοναζούσαις ὁμοῦ παρθένοις, οὐδὲ τὴν κοσμίαν ἢ γυναικείαν αἰδῶ εὐλαβούμενοι, κατὰ συζυγίαν χερσὶν ἄλλης ἄλλου ἐπειλημμένου συναρτήσαντες ἐθριάμβευον, παραδειγματίζοντες ἄλλα καὶ ὅσα τούτων ἀτοπώτερα καὶ φευκτότερα, ἃ λέγειν μακρόν. οὕτω δὴ οὖν ἀνθρώπων ἕκαστον πρὸς τὸν πλησίον ἐξεπολέμωσεν καὶ ἅπαν τὸ φῦλον σχεδὸν τὴν κατ' ἀλλήλων ἀνελέσθαι δυσμένειαν παρεσκεύασεν. τίς ἂν ἐξαριθμήσαιτο τὰ ἐκ τῆς θείας ὀργῆς μηνίματα, τὰς θεηλάτους πληγάς, καὶ οἷα κατ' ἐκείνους τοὺς χρόνους τοῖς ἀνθρώποις ἐγκατέσκηψεν, δίκας τοὺς ὑπευθύνους εἰσπραττόμενα; ἐκ μὲν τῆς γῆς ὁποῖον τῶν βρασμῶν καὶ τοῦ φρικώδους ἐκείνου κλόνου τὸ χρῆμα, τὰ ἐρείπια κείμενα πτώματα κατὰ τὴν βασιλεύουσαν ἐκβοήσειαν. τὰ ἐξ ὑδάτων παράδοξα τέρατα μαρτυρείτωσαν, ἃ δὴ εἰς κρυστάλλου μεταπαγέντα φύσιν, ἐν ἴσῳ δὲ τοῖς ὑψηλοτάτοις τῶν ὀρέων ὑπεραιρόμενά τε καὶ κορυφούμενα, τῷ πλήθει καὶ τῷ μεγέθει, βάσιμον τοῖς ἀνθρώποις τὴν ὑγρὰν τῆς θαλάσσης φύσιν παρέσχοντο· ὧν δή τινα τῇ πόλει προσρήξαντα, ἱκανῶς τά τε τείχη διέσεισεν καὶ τοὺς ἐντὸς ἐτάραξέν τε καὶ εἰς ἔκπληξιν ἤγαγεν. ὅση δὲ ἡ λοιμώδης φθορὰ τοὺς ἀθλίους ἐπενέμετο (βουβὼν ἐπῆρτο, καὶ θάνατος αὐτίκα παρῆκτο), οὐδὲ τὸν ἀριθμὸν τῶν ὀλλυμένων ἐξειπεῖν οἵα τε γλῶσσα ἀνθρώπων γενήσεται. τὰ ἐκ τοῦ αἰθερίου τόπου δείματα ἐξαίσια οἷα· καὶ γὰρ ἐδόκει τοὺς ἀστέρας ἅπαντας, τοῦ οὐρανίου ἐν ᾧ ἐπεπήγεσαν χώρου ἀπορρηγνυμένους, ῥαγδαίως κατὰ γῆς φέρεσθαι, οὕτω καὶ τῶν στοιχείων καὶ πάσης πασχούσης τῆς κτίσεως, οὐκ ἐνεγκάσης τὴν εἰς τὸν κτίσαντα παρὰ τῶν δυσσεβούντων πλημμέλειαν. ὧν τὰ πολλὰ καὶ μέχρι τοῦ δεῦρο ἀναγγέλλουσιν ἄνθρωποι, κήρυκες τῶν ἐπὶ τοῖς παρανομοῦσι παθῶν περισῳζόμενοι. τοιοῦτοι μὲν οὖν οἱ ἐκ τῆς παρ' ἐκείνοις συνόδου καρποί· οὕτως ἀκύμαντος ἡ ἐκκλησία τετήρηται· τοσαῦτα τὰ τῆς εἰρήνης αὐτοῖς διαπεπραγμάτευται ἀγαθά. ἀλλ' ἐπειδή, ἐξ ὧν καὶ οὗτοι ἐδογμάτιζον, προῄσθοντο ὡς ὁ ἶσος Χριστιανοῖς ἐπαναστήσεται κλύδων, ταύτῃ τοι ἐπὶ τῇ τῶν προλαβόντων κακίᾳ ὥσπερ ἐπὶ οἰκείᾳ ἐφιλοτιμοῦντο ἀρετῇ, ἵνα ἐφ' οἷς μέλλουσι δρᾶν μὴ αἰσχύνοιντο. 24 καὶ ἐντεῦθεν οὖν ἐλέγχονται οἱ τάλανες τῷ ψεύδει καὶ τῇ πλάνῃ τῆς ἀσεβείας θερμῶς συνιστάμενοι. τοῖς εἰρημένοις δὲ ἐπισυνάπτοντες καὶ ψεῦδος ἐκ ψεύδους διαμείβοντες, γράφουσι τοιάδε·... ἕως ἂν τὸ βασιλεύειν ἐξ ἀνδρῶν εἰς γυναῖκα μετέπεσεν καὶ τῇ γυναικείᾳ ἀφελότητι ἡ ἐκκλησία τοῦ θεοῦ ἐπημαίνετο· ἀπερίσκεπτον γὰρ ἄθροισμα συναγείρασα, ἀμαθεστάτοις ἐπισκόποις ἐπακολουθήσασα,... πάλιν οἱ τῶν πραγμάτων ἄδικοι κριταὶ καὶ ἐπὶ τοῖς εὖ πεπραγμένοις καὶ λελεγμένοις ἀεὶ δυσχεραίνοντες, τοῖς δὲ ἀπεναντίας ἔχουσιν συνηδόμενοι, οἷα δὴ παραβλῶπές τινες καὶ τὰς ὄψεις ἐνδιάστροφοι, τὸ μὲν εὐθὺ καὶ εὖ ἔχον βλέπειν οὐ βούλονται, οὐδὲ τοῖς εἰς προῦπτον πᾶσιν κειμένοις καὶ ἐγνωσμένοις ἐφιστάνειν τὸν νοῦν ἐθέλουσιν. διὸ περὶ τὰς εὐεργεσίας τοῦ θεοῦ ἀγνωμονοῦντες δείκνυνται, ἀρετῆς μὲν γὰρ καὶ χρηστότητος δριμεῖς κατήγοροι, κακίας δὲ καὶ θρασύτητος ἐπαινέται θερμοὶ καθιστάμενοι· καὶ οἷα μὲν τοῦ ἀλογωτάτου θράσους τῶν δυσμενῶν Χριστιανοῖς καὶ τῆς πικρᾶς δουλείας, ἀποδέχονται, ὅσα δὲ τῆς ἐπιεικείας καὶ ἐλευθέρας βιοτῆς, ἀποπέμπονται. οὐκ οἶδα πότερον ἑαυτοὺς παραλογίζονται ἢ τοὺς ἀκροωμένους διὰ τοῦ ψεύδους φενακίζειν ἐπιχειροῦσιν. ἐξ ἀνδρῶν εἰς γυναῖκας μετέπεσεν τὸ βασιλεύειν. τίνες οἱ παρ' αὐτῶν ἄνδρες εὐφημούμενοί τε καὶ θαυμαζόμενοι; εἰ γοῦν ἀνδρεῖοι τυραννῆσαι καὶ ἀδικῆσαι καὶ ὠμότητος καὶ δυστροπίας ἔργα ἐπιδείξασθαι, σύμφημι· μέγα γὰρ κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας πνεύσαντες, τοὺς θυμοὺς κατὰ τῶν εὐσεβούντων ἐξέχεαν καὶ τὰς μήνιδας, καὶ ὥσπερ θῆρες ἀτίθασοί τινες καὶ ἀπηγριωμένοι τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐπιδραμόντες καὶ εἰρηνεύουσαν καθ' ἑαυτὴν καταλαβόντες νεωτερίζουσι τοῖς καθεστῶσι πράγμασιν· τοῖς ἰδίοις γὰρ δουλούμενοι πάθεσιν καὶ πολυχρονιότητος κεναῖς ἐλπίσι τρεφόμενοι, μόνον δὲ οὐχὶ καὶ αὐτοὶ σαφῶς βοῶντες·" Ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά", ὧν τὸ κρῖμα ὄντως ἔνδικόν ἐστιν, τὰ καλῶς ἡνωμένα καὶ συνηγμένα τῆς ποίμνης τοῦ Χριστοῦ λογικὰ πρόβατα ἐσπάραξάν τε ἀνηλεῶς καὶ διέφθειραν, οἵ γε οὐδὲ καθ' ἑαυτοὺς τὸ εἰρηνεύειν προείλοντο· ἅπας γὰρ αὐτοῖς ὁ βίος θυμῶν καὶ ταραχῶν ἐπίμεστος ἦν, καὶ μάχαιρα ἐπρυτάνευε, καὶ πληγαὶ περὶ τὸ ὑπήκοον ἅπαν ἀνήκεστοι, καὶ κολαστήρια δεινά, καὶ ὁ κατὰ τῶν ὁμοδούλων ἀκατεύναστος πόλεμος. πότε δὲ τὸ εἰρηναῖον καὶ ἀταρακτότατον εἰς τὴν Ῥωμαίων πεφοίτηκεν; πότε δὲ τὸ πρᾶον καὶ εὐσταθές; τὸ ἤπιον δὲ καὶ ἀστασίαστον, ὅθεν; ἆρ' οὐχὶ παρὰ τῆς γυναικείας ἀφελότητος; πότε οὖν καὶ πόθεν τὸ πημαίνεσθαι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ συμβέβηκεν, καὶ οἱ λίθοι κεκράξονται, κἂν ἄνθρωποι σιγᾶν ἐθελήσωσιν καὶ οἱ λίθων ἀναισθητοτέραν καὶ σκληροτέραν τὴν καρδίαν μάλιστα θέμενοι. εἰ δὲ γυναικῶν ἡ εὐτολμία καὶ τὸ περὶ τὴν πίστιν θερμόν, ἀνδρεῖον καὶ ῥωμαλέον, εἰκότως παρὰ τῶν εὖ φρονούντων λογισθῆναί τε καὶ ἐπαινεῖσθαι ἄξιον. οἷς τὸ εἰς πάθη συμβέβηκε κατασύρεσθαι καὶ περὶ τὰ καιριώτατα ἀλόγως ἐξαμαρτάνειν, πῶς οὐχὶ τὸ ἄνανδρον καὶ ἀσθενὲς ἐπιγραφήσεται, κἂν ἄνδρες τὴν φύσιν ὄντες τυγχάνωσιν, ῥώμῃ δὲ καὶ εὐσθενείᾳ γυναικῶν ἀνδρείων παραπολὺ ἡττώμενοι; πῶς δὲ οὐκ ἐν δίκῃ μεμφθήσονται καὶ καταδικασθήσονται, αἴσχους τε ἀποπληρούμενοι καὶ ὀνείδεσιν βαλλόμενοι πλείοσιν; ἡ δ' οὖν γυναικεία ἀφελότης ὅσον ὤνησεν τὸ κοινὸν ἅπαν, οὐκ ἀσυμφανές. τὴν ἐκκλησίαν γὰρ τοῦ θεοῦ τετμημένην καταλαβοῦσα (τί δεῖ λέγειν περί γε τῶν ὑπὸ τοῖς ἄλλοις ἀρχιερατικοῖς θρόνοις τελούντων Χριστιανῶν, ὡς τὸ ἀκοινώνητον ἡμῖν διὰ τὴν ἀσέβειαν ἔσχον; αὐτοὶ καθ' ἑαυτοὺς οἱ κατὰ τὴν ἀρχὴν τῶν ἐνταῦθα τεταγμένοι ἐστασίαζον, τὸ ἀσύμβατον περὶ τὴν τῆς πίστεως ὁμολογίαν ἐνδεικνύμενοι) σκοπὸν ἐτίθει εὐσεβῆ καὶ φιλόθεον, τὴν ἕνωσιν πραγματεύσασθαι, τὰ διεστῶτα συνάψαι καὶ τῶν διαιρεθέντων γενέσθαι συνούλωσιν καὶ τὴν εἰρήνην βραβεῦσαι ἐν ἅπασιν, εἰς μίαν συνιέναι ὁμολογίαν καὶ σύννευσιν. 25 ἆρ' οὖν οὐ ταῦτα τὸν ἀκύμονα καὶ γαλήνιον ἡμῖν βίον ἐπαγγέλλεται, παντί που δῆλον. οἱ δὲ τὰ ἐν ποσὶν ἀγνοοῦντες καὶ ἀεὶ τῇ ματαιότητι συγκλωθόμενοι, μὴ δ' ὁτιοῦν εἰδέναι τῶν δεόντων αἱρούμενοι, οὐδὲ ὅπως τὰ τῆς ἱερᾶς ἐκείνης καὶ καθ' ἡμᾶς μεγάλης συνόδου κεκίνηται ἢ συγκεκρότηται ἴσασιν. ὅτῳ δὲ τρόπῳ ἐνῆρκταί τε καὶ περαίνεται, ὅδε ὁ λόγος νῦν παραστήσει· λελέξεται γὰρ ἐπιτομώτερον καὶ ὡς ἔσχεν ἀκολουθίας καὶ ἀληθείας τὰ πράγματα. ὁ χρόνοις πρόσθεν τισὶν τὸν κατὰ τὴν βασιλεύουσαν ἀρχιερατικὸν περιέπων θρόνον (Παῦλος δὲ ἦν ὄνομα αὐτῷ), ἀνὴρ ἀγαθὸς ἐς τὰ μάλιστα, ἀγχινούστατός τε ἅμα καὶ συνετώτατος καὶ δογμάτων τὸ ἐξ ἀρχῆς τεθραμμένος εὐθύτητι πράξει τ' ἀρίστῃ καὶ λόγῳ καὶ ταῖς ἄλλαις ἐμπρέπων ἀρεταῖς, οὐκ ἐνεγκὼν ἐπὶ πλεῖστον ὁρᾶν τὸν ὀρθὸν τῆς ἀληθείας λόγον κάμνοντα, καὶ τοῦ κακῶς καὶ δυσσεβῶς δεδιδαγμένου λαοῦ τὴν σκληροκαρδίαν καὶ ἀπείθειαν, καὶ ἅμα τῆς τυραννίδος ἤδη σβεσθείσης καὶ τοῦ σοβαροῦ τῶν παλαμναίων φρονήματος ἐκ ποδῶν γεγενημένου, βουλὴν τοιάνδε βουλεύεται καὶ οὕτω τὰ καθ' ἑαυτὸν διατίθεται· τοῦ τῆς ἀρχιερωσύνης μικρὰ φροντίσας ἀξιώματος, τὸν δὲ μονήρη καὶ ἡσυχαίτατον ἐπανῃρημένος βίον, ἐπί τι μοναστήριον οὐ πολλῷ ἄπωθεν τοῦ μεγίστου ἱεροῦ καθεστὸς κατιὼν ἀφικνεῖται καὶ αὐτοῦ τὸ μοναστικὸν μετενδιδύσκεται σχῆμα. ἐφ' ᾧ μέγα ἤχθετο ἡ τὰ βασίλεια διακοσμοῦσα σκῆπτρα καὶ λίαν ἐπηγανάκτει καὶ ἅπαν τὸ κοινὸν τῆς πόλεως ἐπὶ τοῖς καινοποιηθεῖσιν ἐθορυβεῖτο, ὡς τὸ εἰκός, καὶ διεταράττετο. ἀθροίζεται τοίνυν πρὸς αὐτὸν ὅσον ἐν ἀξιώμασιν καὶ ὅσον τάς τε πολιτικὰς ἀρχὰς καὶ στρατιωτικὰς ἐγκεχείριστο, καὶ ἥκουσιν πευσόμενοι ὅτου δὴ ἕνεκεν τὰ τῆς ἀθρόας ταύτης μεταβολῆς συμπέπτωκεν. ὁ δὲ πληκτικώτερόν τε καὶ ἐμβριθέστερον ὑπαντιάσας τῷ λόγῳ, ἐστηλίτευεν αὐτῶν τὴν ἀντιλογίαν καὶ ἀπιστίαν, καὶ ὡς οὐ βούλοιτο λαοῦ τοιούτου ὑπάρχειν ἐπίσκοπος, οὔτε μὴν ἐκ τῶν κατὰ τοὺς ἄλλους ἱερατικοὺς θρόνους ἐνιδρυμένων διὰ τὴν συμπεσοῦσαν ἐνταῦθα αἵρεσιν ἀλλοτριοῦσθαι καὶ τοῖς ἐκεῖθεν ἀναθέμασι βάλλεσθαι, τὴν κοινωνίαν δὲ αὐτῶν ὅτι μάλιστα ἀσπάζεσθαι καὶ σύμφωνος αὐτῶν τῇ ὁμολογίᾳ καθίστασθαι· τὸν τῆς ὀρθοδοξίας δὲ λόγον ἐλευθέρᾳ καὶ τρανῇ τῇ φωνῇ ἐπαρρησιάζετο καὶ τὴν κρατοῦσαν ἀπιστίαν διέπτυε καὶ ἀπεκήρυσσεν. ταῦτα καὶ ἕτερα πλείονα ἀποφαινόμενος, ἐληλεγμένους τοὺς συνειλεγμένους ἐξέπεμπεν. αὐτὸς δὲ μικρὰ ἐπιβιοὺς ὑπὸ τῆς ἐπιλαβούσης νόσου τῆς παρούσης ζωῆς ἀπολύεται, πρὸς τοὺς ἀπηνέμους καὶ γαληνίους λιμένας καθορμιζόμενος, ψυχωφελῆ νεώσας ἑαυτῷ νεώματα. ἐντεῦθεν λοιπὸν προκαταβάλλεται τῆς εὐσεβείας τὰ σπέρματα· ἡ γὰρ λογικὴ ἄρουρα εὐθὺς ἀνακαθαίρεται καὶ αἱ πονηραὶ ἄκανθαι, αἳ δὴ τῆς κεχερσωμένης τῇ ἀπιστίᾳ ἐμψύχου γῆς προανεφύησαν, ὅσον οὔπω πρόρριζοι ἀνατέμνεσθαι ἤμελλον. ἐξ ἐκείνου τοιγαροῦν πλεῖστοι γνωσιμαχήσαντες, ὅσοι τὸ λυσιτελοῦν ἐπαισθέσθαι ἱκανοὶ ἐτύγχανον, τὴν μὲν προάγουσαν καὶ προκατασχοῦσαν διέπτυσαν ἀπιστίαν, πρὸς δὲ τὴν εὐθυτάτην διδασκαλίαν ἐτράποντο προσερχόμενοι, ὥστε τὴν παρὰ τοῦ ἱεράρχου γενομένην τοῦ θρόνου παραίτησιν, τῆς εὐπιστίας γενέσθαι ἀνάστασιν. τελεώτερον δὲ τὸν στάχυν τῆς εὐσεβείας ἐπηύξησεν, οὐ μετρίοις διηγωνισμένος τοῖς πόνοις καὶ διὰ πλειόνων καμάτων τῆς διδασκαλίας ἀχθείς, ὁ μετ' ἐκεῖνον τῆς ἱερωσύνης διαδεξάμενος τὴν λειτουργίαν. καὶ γὰρ ἐπὶ τὴν προηρωμένην καλήν τε καὶ γόνιμον γῆν ὁ καθαρὸς τῆς εὐσεβείας σῖτος πεσών, πολύχουν τὸν ἄμητον ἐκαρποφόρησεν, ὡς εὔσταχυ καὶ εὐανθὲς τὸ θεῖον γεώργιον ἀναδείκνυσθαι, τῶν μὲν εἰς τόνδε, τῶν δὲ εἰς τόνδε πολλαπλασιασάντων τὸν ἀριθμὸν τὰ καταβαλλόμενα σπέρματα. ὅσοι δὲ ταῖς ἀκάνθαις βραχεῖς τινες τῆς ἀπιστίας ἐναπεπνίγησαν, ἄκαρποι δὲ λοιπὸν καὶ ἀδιόρθωτοι διαμεμενήκεσαν, τῆς παλαιᾶς καὶ χριστομάχου γεωργίας παραφυάδες ἐτύγχανον καὶ τῆς Φαρισαϊκῆς ζύμης λείψανα, μεταμαθεῖν ἢ βλαστῆσαι τὴν εὐσέβειαν οὐκ ἀνασχόμενοι οὐδὲ πρὸς τὸ φῶς ἀνανεῦσαι τῆς ἀληθείας θελήσαντες. ἐπεὶ οὖν ἐδεῖτο ἡ ἱερωσύνη τοῦ προεδρεύσοντος, ψῆφος δὲ θεία καὶ θεάρεστος κρίσις ἐβράβευεν καὶ ἡ ἄνωθεν χάρις ἐκάλει πρὸς τὴν ἱεραρχίαν τὸν ἄξιον, ἄγεται εἰς μέσους ὁ καὶ πρὶν τὴν ἀρετὴν καὶ τὸν τρόπον διὰ τοῦ καθ' ἑαυτὸν βίου ἐπισημότατος, καὶ διατοῦτο πρὸς τὴν ἀξίαν τὴν τοιαύτην παρὰ πᾶσιν ἐπίδοξος, ἤδη παντὸς τοῦ κοινοῦ πλήθους καὶ συντρέχοντος καὶ συγχαίροντος, Ταράσιος ὁ ἐν ὁσίᾳ τῇ μνήμῃ καὶ ἐν πατράσιν καὶ διδασκάλοις ἀοίδιμος. καὶ ὅ γε οὐ πρὶν ἐνθρονίζεσθαι ᾤετο δεῖν πρὶν ἢ παρὰ πάντων τὰ πιστὰ δέξαιτο, ὡς συνόδου οἰκουμενικῆς παρουσίᾳ τὰ ἀμφίβολα ὡς τὸ εἰκὸς διαλυθεῖεν. συνῄνεσαν οὖν ὁμοῦ ἅπαντες ὅσοι τῆς συγκλήτου βουλῆς καλουμένης καὶ ὅσον ἐν τέλει πολιτικόν τε αὖ καὶ στρατιωτικόν. καὶ δεξιὰς ἀνασχόντες εἰς οὐρανόν, ὀρέγουσιν αὐτῷ, καὶ τὰς ὁμολογίας ἐνώπιον θεοῦ καὶ ἀγγέλων τίθενται ὅτι γε, κοινῆς ψήφου προερχομένης, ὡς ἄσμενοι καὶ ἀσπασίως τὰ κριθησόμενα καὶ ὁρισθησόμενα δέχοιντό τε καὶ φυλάττοιεν. 26 οὕτω τοι λοιπὸν ἱερωθεὶς τῷ θεῷ ἐπὶ τὸν θρόνον ὁ ἀρχιερεὺς ἄνεισιν καὶ τῶν τῆς ἱερωσύνης ἅπτεται πραγμάτων. τοιγάρτοι κοινῇ γνώμῃ αὐτοῦ τε καὶ τῆς βασιλίδος τῶν τε ἄλλων ἁπάντων, καθὰ θεσμὸς ἐκκλησιαστικὸς καὶ ἔθος κανονικὸν κεκράτηκεν τὸ ἀνέκαθεν, πρὸς τοὺς πεπιστευμένους τῶν ἀρχιερατικῶν θρόνων τὰς ἡνίας ἐπικηρυκεύονται τόν τε τῆς ἑσπερίας καὶ τοὺς πρὸς ἥλιον ἀνίσχοντα. καὶ δὴ πάσῃ σπουδῇ οἵ γε καὶ προθυμίᾳ πιστοὺς καὶ εὐλαβεῖς καὶ ἱερωμένους ἄνδρας καὶ βίῳ καὶ λόγῳ ἐξειλεγμένους καὶ ὁποίους ἔδει ἐπὶ θείῳ οὕτω καὶ ἱερῷ πράγματι μεσιτεύσοντας προϊέναι καὶ τὸν ἐκείνων τόπον ἀποπληρώσοντας, γράμμασιν αὐτοὺς συνοδικοῖς καὶ κανονικοῖς ἐφοδιάσαντες καὶ ὀχυρώσαντες, ἐκπέμπουσιν. καὶ ὡς ἔστιν ἀληθὲς ὧδε εἰπεῖν, κανονικῇ τε καὶ ἱερατικῇ θεσμοθεσίᾳ ἀθροίζεται καὶ συγκροτεῖται οἰκουμενικὴ καὶ ἱερὰ καὶ μεγάλη ἐν Νικαίᾳ τῇ θεοσώστῳ πόλει τὸ δεύτερον, καὶ τελεῖται αἰσίως καὶ θεοπρεπέστατα σύνοδος· ἥτις ταῖς ἀληθείαις κατὰ πάντα ταῖς προηγησαμέναις ἁγίαις καὶ οἰκουμενικαῖς ἓξ συνόδοις ὀρθῶς τε καὶ ἀκλινῶς ἐπηκολούθησεν, ἀποδεχομένη καὶ περιέπουσα τὰ θεῖα αὐτῶν δόγματα καὶ θεσπίσματα, ὅσα τε περὶ τὴν θεολογίαν καὶ ὅσα περὶ τὴν σωτήριον οἰκονομίαν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ καὶ θεοῦ ἐν χάριτι τῇ τοῦ πνεύματος κινούμεναι ἔθεντο· ἐν οἷς καὶ τὴν ἀρχῆθεν ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ τῶν σεπτῶν εἰκόνων τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν τῆς τε παναγίας παρθένου δεσποίνης ἡμῶν θεομήτορος καὶ τῶν ἄλλων ἁγίων ἐπιλάμπουσαν καὶ πεφυλαγμένην τηροῦσα παράδοσιν, τὴν προσκύνησιν καὶ τὸ πρέπον αὐταῖς σέβας ἐξένειμεν. οὐδὲν γὰρ τὸ παράπαν ἐκαινο ποίησεν, οὐδὲν νεαρὸν ἐφεύρημα ἐπινοήσασα ἐκαινούργησεν, οὐδὲν ἐσχεδιασμένον καὶ ἀπερίσκεπτον προηνέγκατο· ἀλλ' ὅπερ ἐκ θειοτέρας μυσταγωγούμενοι ἐπιπνοίας περιελάμφθησαν, καθὰ καὶ οἱ τῆς σεπτῆς ἕκτης συνόδου ὅσιοι πατέρες, καὶ αὐτοὶ τοῖς προλαβοῦσιν ἁγίοις, ταυτὸν δὲ εἰπεῖν τῇ καθολικῇ ἐκκλησίᾳ, ἑπόμενοι ἐν κανόσιν ἱεροῖς εὐαγῶς ἐτυπώσαντο. ταῦτα οὖν πάντα κυροῦσα καὶ ἐπισφραγίζουσα, ἀληθείας τε ὅπλοις πεφραγμένη καὶ θείῳ κραταιουμένη πνεύματι, ψήφῳ κοινῇ καὶ γνώμῃ θεῖον ὅρον ἐκπεφώνηκεν καὶ τεθέσπικεν, τὸν αὐτὸν τρόπον τῷ τύπῳ τοῦ ζωοποιοῦ σταυροῦ τὴν σεβασμίαν εἰκόνα τοῦ σωτῆρος ἡμῶν Χριστοῦ προσκυνεῖσθαι, ἔτι καὶ τῆς παναγίας ἀχράντου δεσποίνης ἡμῶν θεοτόκου, λοιπὸν καὶ τῶν ἁγίων ὡσαύτως τοῖς ἄλλοις ἱεροῖς ἀναθήμασιν. τὴν δ' οὖν νεωτερισθεῖσαν παρὰ τῶν φρυαξαμένων ἀσεβῶν κατὰ τῶν ἱερῶν τόλμαν καθελοῦσα κραταιῶς, τὸ ὀχλοποιὸν ἐκεῖνο καὶ Ἰουδαϊκὸν συνέδριον διέπτυσεν καὶ ἠθέτησεν. ἐν τούτοις λοιπὸν γίνεται τῆς εὐσεβείας σφραγὶς καὶ κλεῖθρα τῆς πίστεως τίθεται· ἔνθα γὰρ τῆς εὐκλεοῦς καὶ ἀμωμήτου ἡμῶν θρησκείας τὸ μυστήριον τρανέστερόν τε καὶ τελεώτερον καταρτιζόμενον τὴν φανέρωσιν τῆς ἀληθείας ἔσχεν, ἐνταῦθα καὶ τὸ πέρας καὶ τὰ σήμαντρα ἐπιτεθῆναι ἔδει, ἀπὸ μὲν τῆς θεολογίας ὁρμώμενον, ἐπὶ δὲ τὴν οἰκονομίαν συμπεραιούμενον. ἐξύμνησεν οὖν τὴν τοῦ σωτῆρος οἰκονομίαν, οὐ καθύβρισεν· οὐ τὰ καλῶς καθεστῶτα κατεστρέψατο, οὐκ εἰς τὰ ἅγια πεπλημμέληκεν· οὐκ ἐξουδένωσεν, ἀλλὰ τετίμηκεν· οὐκ εἰδώλων μύσος εἰς τὰ καθ' ἡμᾶς ἱερὰ δυσφημοῦσα προσέρριψεν· οὐ Χριστιανῶν καὶ αὐτοῦ δὴ Χριστοῦ ἀθέως καὶ δυσσεβῶς κατηγόρευσεν, τῶν μὲν ὡς προσκυνησάντων εἰδώλοις τοῖς βδελυκτοῖς καὶ καταπτύστοις, ὅπερ αὐτοῖς ἄξιον, τοῦ δὲ ὡς οὐκ ἰσχύσαντος κατα λῦσαι ἅπερ κατέλυσεν· οὐδὲ ἄλλό τι ὧν οἱ δυσσεβεῖς τετολμήκασιν. 27 τίσιν οὖν πειστέον; καὶ τίσιν ἀναθετέον τὰ βραβεῖα καὶ τὰ νικητήρια; τοῖς τῷ ἀνθρωπίνῳ καὶ ἐμπαθεῖ καὶ θεομισεῖ θελήματι ἐξακολουθήσασιν καὶ πᾶσαν καταλύσασιν ἐκκλησιαστικὴν θεσμοθεσίαν, ἢ τοῖς τῷ εὐαγγελικῷ κηρύγματι εἴξασιν καὶ τοῖς Χριστιανικοῖς θεσμοῖς στέρξασιν; οἱ τῆς εὐσεβείας ἐρασταὶ καὶ τῶν ἀληθῶν τὴν κρίσιν πεπιστευμένοι, οἷς δίκαιον τὴν νικῶσαν νεμέτωσαν. καὶ τὰ μὲν τῆς ἱερᾶς ἐκείνης συνόδου ὧδέ πῃ ἐχέτω. ἐπισκεπτέον δὲ ὁποῖα τοῖς τοῦ ἀνιέρου συλλόγου τοῖς προλαβοῦσιν ὡσαύτως ἐπάγεται τὰ ἐγκλήματα· ἀπερίσκεπτον ἄθροισμα συναγείρασα, ἀμαθεστάτοις ἐπισκόποις ἐπακολουθήσασα. ἄξια ταῦτα ὡς ἀληθῶς τῆς ἐκείνων ἐμπληξίας καὶ ἀπονοίας προέρχεται, καὶ ὡς οὐδεμιᾶς κακίας ὑπερβολὴν ἀπολείπει, οὐδεὶς ἂν οἶμαι τῶν συνέσει διαφερόντων διαμφισβητήσειεν· εἰς ἔσχατον γὰρ ἀλογίας καὶ ἀμαθίας, ὡς ἀληθὲς ὧδε εἰπεῖν, ἀπῴχοντο· καὶ φρενῶν ἔξω καὶ τοῦ εἰκότος λογισμοῦ οὕτω φλυαροῦντες παραφερόμενοι, τῶν ἀλόγων ἀλογώτεροι καὶ τῶν ἀμαθῶν ἀμαθέστεροι δείκνυνται. τί γὰρ δρῶσιν; οἷα εἰκὸς τοὺς ἐν παραφροσύνῃ καὶ μανίᾳ δεινῶς ἁλόντας, καὶ τοὺς οἰκείους καὶ συνήθεις ἠγνοηκότας, ὁρμᾶν λίαν αἰσχρῶς καὶ ἀτόπως καὶ τῷ παρατυχόντι ὅπλῳ χρωμένους ὡς ἀμυνεῖσθαι καὶ τὰ ἀνήκεστα εἰς αὐτοὺς διαθήσειν, ταύτῃ γάρ μοι δοκοῦσιν καὶ οἵδε ἐμφανῶς διατεθεῖσθαι. καὶ γὰρ τῷ ψεύδει τεθωρηγμένοι καὶ τὰς γλώσσας ἐμμανῶς παραθήξαντες καὶ ὅπλοις ἀσεβείας ἐπισφαλῶς παραταττόμενοι καὶ οἷα ἐξεστηκότες καὶ νοῦ τοῦ σώφρονος παρενεχθέντες, πρὸς τοὺς ἑαυτῶν διδασκάλους πολεμίων δίκην ὁμόσε χωροῦσιν· ταυτὸν δὲ εἰπεῖν, αὐτῷ τε Χριστῷ καὶ τοῖς ἱεροῖς ἡμῶν δόγμασιν ἀκόσμως ἐφάλλονται, καὶ τὰ μετὰ πάσης ἐμμελείας καὶ ἀκριβείας ὑπὸ μεσίτῃ θεῷ καὶ τοῖς βραβεύσασιν θείοις θεσμοῖς ἐκπεφωνημένα ἀπερισκέπτως τῷ ὄντι κατασείειν καὶ περιτρέπειν τολμῶσιν, κενῷ φυσώμενοι τῷ φρυάγματι. πόθεν οὖν ταῦτα; καὶ ἐκ ποίων ἱερογράφων λογίων μυηθέντες, ἢ ἐκ ποίων ἀποστολικῶν καὶ πατρικῶν κανόνων παιδευόμενοι, οὕτω πρὸς τοὺς πνευματικῶς ὠδίνοντας πολεμίως διετέθησαν οἱ συνόδοις ἱερατικαῖς ἐπαγγελλόμενοι ἕπεσθαι; ἐκ ποίων συνόδων παρειληφότες φαίνονται; ἀλλ' οὐδεὶς αὐτοῖς ἀληθείας παραστήσεται λόγος· πάσης δὲ ἱερατικῆς εὐταξίας πόρρω που θέοντες καὶ τοῦ ὀρθοῦ παρατετραμμένοι φρονήματος, τὸ ἀδικεῖν καὶ κακῶς λέγειν ἢ τὸ εὖ πράττειν καὶ εὐεργετεῖν ἀνθῃρημένοι, ἐκεῖνα καὶ φρονεῖν καὶ λέγειν ἀκλεῶς διεγνώκεισαν. ἀμαθεστάτοις ἐπισκόποις ἐπακολουθήσασα. βαβαί, βαβαί. πόσης ταῦτα γέμει τῆς σοφίας καὶ τῆς συνέσεως, πόσης τῆς πολυμαθείας καὶ ἀγχινοίας. τίς οὐκ ἂν θαυμάσαιτο καὶ ἐκπλαγείη τὸ ἀναίσχυντον αὐτῶν καὶ μειρακιῶδες φρόνημα; οὐδὲ εἰς αἴσθησιν ἦλθον ὅποι αὐτοῖς ταῦτα ἐκβήσεται τὰ ληρήματα. τίσιν οὖν προσκρούουσιν; καὶ τίσιν τὴν ὕβριν ταύτην ἀνατιθέασιν καὶ τῆς ἀμαθίας τὸ αἴτιον ἐπινέμουσιν; εἰ μὲν οὖν ἀγνοουμένοις τισὶν καὶ μακρῷ τῷ πρόσθεν χρόνῳ τὸν δίαυλον τῆς ζωῆς διανύσασιν, ἐκάλυψεν ἂν ὁ χρόνος αὐτῶν τὸ προπετὲς καὶ φιλολοίδορον· εἰ δὲ τοῖς ἑαυτῶν ἀρχιερεῦσιν καὶ διδασκάλοις, παρ' ὧν τάς τε χειροτονίας ἐδέξαντο καὶ οἱ θρόνοι αὐτοῖς ἐπεκηρύχθησαν (οἳ κατὰ τὸ θεῖον θυσιαστήριον αὐτοὺς διὰ τοῦ εὐαγγελίου, οὗ ἡ ἱερὰ βίβλος ἐποχουμένη δι' αὐχένος ἐφέρετο, ἐν χάριτι γεγεννήκασιν καὶ τὸ τῆς ἱερωσύνης αὐτοῖς ἐπεκλήρωσαν ἀξίωμα, τῷ μυστικῷ τελειοῦντες χρίσματι, τά τε θεῖα δόγματα εἰσηγήσαντο καὶ πᾶσαν ἱερατικὴν διδασκαλίαν καὶ εὐταξίαν ἐμύησαν καὶ λαοῦ πιστοῦ ἡγεῖσθαι προκεχειρίκασιν καὶ τετιμήκασιν), πῶς οὐκ ἂν εἶεν πάντων ἀμαθῶν τῷ ὄντι ἀμαθέστατοι καὶ πάντων ἀφρόνων ἀφρονέστατοι καὶ τοῦ τετάχθαι ἐν ἱερεῦσιν μακράν; ὡς δ' οὖν ταῖς ἀληθείαις ἐπὶ τὰς ἑαυτῶν κεφαλὰς τῆς ἀμαθίας τὸ ἔγκλημα περιτρέποντες οἴσουσιν, ἀμαθεῖς τε καὶ παραπλῆγες καὶ τῆς οἰκείας ἐπιλελησμένοι προθέσεως ἐξελεγχόμενοι, ὅδε ὁ λόγος δηλώσει. εἰ γὰρ ἀληθεύοιεν ταῦτα φάσκοντες, τίς οὕτως ἀνόητος ἀμαθεστάτων διδασκάλων ἀμαθεστάτους πολὺ μᾶλλον μαθητὰς ἐπὶ σκέψει καὶ ἐκζητήσει δογμάτων θείων προαγομένους προσήσεται; εἰ γὰρ οἱ διδάσκαλοι ἀμαθεῖς, οἱ μαθητευόμενοι πόσης οὐκ ἂν εἶεν ἀμαθίας καὶ ἀπαιδευσίας ἔμπλεοι; Οὐκ ἔστιν γὰρ φησὶν ὁ κύριος, μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, ὥσπερ οὐδὲ δοῦλος ὑπὲρ τὸν ἑαυτοῦ κύριον. ἐοίκασιν οὖν μὴ δὲ τὸν θεσπέσιον Παῦλον διδάσκαλον προσίεσθαι, παρακαλοῦντα οὓς διὰ τοῦ εὐαγγελίου ἐγέννησεν, μιμητὰς αὐτοῦ γίνεσθαι, ὅπως οὐ μιμηταί, ἀλλ' ὑβρισταὶ τῶν διδασκάλων γινόμενοι. εἰ δὲ ψευδῆ ἃ παρ' αὐτοῖς λέγεται τυγχάνει, αὐτοὶ μᾶλλον τὸ ἀσύφηλον καὶ βάναυσον ἐπασκοῦντες φωραθήσονται, τῷ συνήθει ψεύδει ἀεὶ συγκλωθόμενοι, ὡς ἑαυτοῖς ἤδη τὸν μῶμον τῆς ἀμαθίας, οὐ τοῖς διδασκάλοις, προστρίβοιντο, καὶ οὐδὲν ἧττον ἀσεβοῦντες ἢ ἀμαθαίνοντες ἁλώσονται· ὥστε οὐδαμόθεν τὸ ἀνεύθυνον ἕξουσιν καὶ περιτέτραπται αὐτοῖς τὸ πολυμαθὲς εἰς τὸ ἀμαθὲς καὶ ἄμουσον καὶ ἠλίθιον. 28 ἀλλὰ ταυτόν μοι πάσχειν δοκοῦσιν καὶ ἐξ ἀλογίας ὡς ἀληθῶς καὶ ἀμαθίας ὅπερ οἱ μέθῃ πολλῇ βεβαπτισμένοι, τὸ ἴδιον πάθος τοῖς νήφουσιν ἐπονειδίζοντές πως καὶ ἐπικαλοῦντες· ὑπ' ἀναλγησίας γὰρ καὶ ἀπονοίας οἷον ἐκμεμεθυσμένοι, αἰσχραῖς ὕβρεσιν τῶν διδασκάλων τὴν ὑπόληψιν χραίνειν καὶ πλύνειν οἴονται· ἤ, ὅπερ εἰπεῖν οἰκειότερον, καθάπερ οἱ μεμηνότες, τῶν οἰκείων σαρκῶν ἁπτόμενοι, ἢ οἱ τὸ ξίφος καθ' ἑαυτῶν ὑπὸ θυμοῦ καὶ ἐκστάσεως περιωθοῦντες, οὕτω τὴν συκοφαντίαν καὶ λοιδορίαν κατὰ τῶν κεχρικότων ὑφαίνοντες, ἐφ' ἑαυτοῖς ἀντιπεριέλκειν τὸν μῶμον καὶ τὴν λώβην οὐδαμῶς ἐπαισθάνονται. ὅμως δ' οὖν οὐδὲ ἐνταῦθα ξένον τι τῆς ἀγνωμοσύνης καὶ δυσνοίας αὐτῶν συνήνεκται· εἰ γὰρ τὸν προδόντα τοῖς κυριοκτόνοις καὶ κατὰ Χριστοῦ φονῶσιν Ἰουδαίοις μαθητὴν τὸν διδάσκαλον ἐζήλωσαν καὶ τὸν ἶσον τρόπον ἀπεμιμήσαντο, αὐτὸν τὸν πρῶτον καὶ μέγαν ἀρχιερέα καὶ κεφαλὴν τῆς ἐκκλησίας καὶ κοινὸν τῶν ἁπάντων δεσπότην καὶ διδάσκαλον Χριστὸν καταπροέμενοι καὶ ὡς ἥκιστα φειδοῦς ἀξιώσαντες, σχολῇ γε ἂν τοῖς καθηγεμόσι καὶ ἀρχιερεῦσιν κατασταῖεν εὐνούστατοι. ὁ γὰρ ἀθετῶν τὸν κτίσαντα, πῶς στέρξει τὸν χρίσαντα; καὶ εἰ περὶ τὴν ἄρρητον τοῦ θεοῦ λόγου συγκατάβασιν οὕτω διετέθησαν, τὰς μεγίστας ἐκείνας εὐεργεσίας καὶ τηλικαύτην χάριν παρ' οὐδὲν θέμενοι, τί οὐκ ἂν δράσειν κατὰ τῶν διδασκάλων πονηρὸν καὶ ἀπηχέστατον ἔμελλον καὶ εἰς τὴν τῶν πατέρων ὁσίαν ἐμπαροινῆσαι μνήμην; οὓς δέον διὰ τιμῆς ἁπάσης ἄγειν, προκινδυνεύειν τε τοῦ παρ' αὐτοῖς κατηχημένου ὀρθοῦ λόγου, εἰς τοὐναντίον οἵδε ἅπαν ἐτράποντο, καὶ διδασκάλοις καὶ δόγμασιν ἀληθέσιν ἐκφρόνως καὶ ἀνοσίως ἀντιπαραταττόμενοι. Οὐαὶ οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες, τῆς θείας ἀκούομεν λεγούσης γραφῆς. οὗτοι δ' ἂν εἶεν οἱ οἰήσει σοφοί, διακένοις φυσήμασι βουκολούμενοι καὶ ὑπ' αὐθαδείας καὶ φιλαυτίας τετυφωμένοι, ἐφ' ᾧ τῶν χρισάντων μὲν σοβαρῶς κατεπαίρεσθαι, τῆς δ' αὖ πνευματικῆς ὠδῖνος προπετῶς λίαν κατεπιφύεσθαι, ἵνα νόθοι λοιπὸν καὶ οὐ δόκιμοι οὐδὲ γνήσιοι τοῦ εὐαγγελίου υἱοὶ χρηματίζωσιν. εἰσὶν δὲ σοφοὶ ἀπὸ μόνου τοῦ βούλεσθαι καὶ σοφίας δίχα, ἵνα τὴν προφητικὴν ἀρὰν ἐθελούσιον ἐφ' ἑαυτοῖς ἐπισπάσωνται, καὶ ἐπιστήμονες τῷ οἴεσθαι (οὐ γὰρ τῷ εἶναι), ἐπιλήσμονες δὲ ὡς ἀληθῶς ὧν πρὶν μεμύηνται καὶ πεπείραν ται, ὡμολόγησάν τε καὶ προέστησαν θείων δογμάτων, ὡς ἂν τὸ εὐπαράφορον καὶ εὐπαρακόμιστον τῆς ἀγεννοῦς ψυχῆς ἐφ' ἃ μὴ προσῆκεν ἐμφανῶς στηλιτεύηται, ὁπότε τὴν πιστευθεῖσαν αὐτοῖς καλὴν παρακαταθήκην ἀφυλάκτως προὔδωκαν, ἧς καὶ τὸ μικρὸν παρεωραμένον καὶ ἀτημέλητον κινδυνῶδές τ' ἂν εἴη καὶ σφαλερώτατον. ὢ γλώσσης πονηρᾶς, ἣν ἀκρατῶς ἐπαφεῖναι κατὰ τῶν τεκόντων ἐν χάριτι οὐ δεδίασιν. ὢ ψυχῆς ἀναιδοῦς καὶ θηριώδους τρόπου καὶ γνώμης μοχθηρᾶς καὶ δυσγνώμονος, ὡς ἄρα γε ἔθεντο καὶ αὐτοὶ νεῦρον σιδηροῦν τὸν τράχηλον καὶ τὸ μέτωπον χαλκοῦν κατὰ τὴν Ἰουδαϊκὴν ἀπείθειαν· ὥσπερ ἐκεῖνοι ἐπὶ τοὺς προφήτας καὶ ἀπεσταλμένους, οὕτω καὶ οὗτοι ἐπὶ τοὺς ἀρχιερεῖς τε καὶ διδασκάλους. καὶ ὃ δὴ πᾶσαν αὐτῶν ἀπολογίαν δικαίως ἀποκλείει καὶ τῆς οὐρανίου δίκης ὑπευθύνους καθίστησιν, ὅτι κατὰ τῆς ἱερᾶς ἐκείνης συνόδου ἐπιλυττήσαντες, ἀναθέμασιν βάλλειν οὐ κατεπτήχασιν· οἳ δὴ κατὰ τὸν ἐκπεφωνημένον παρ' αὐτῆς θεῖον καὶ ἔνθεσμον ὅρον τὰ χειρόγραφα ἔθεντο, χερσὶν οἰκείαις ἐπὶ ταῖς χειροτονίαις ὑποσημηνάμενοι καὶ τὸν τύπον τοῦ σταυροῦ διαγράψαντες καὶ ἀναθέμασιν φρικτοῖς καταζευγνύντες τοὺς τὰ ἐνταῦθα καθωρισμένα παραβαίνειν τολμῶντας. τίς οὖν ἀποίσεται καὶ ποῖ χωρήσοι τὸ ἀνάθεμα, αὐτοὶ ψηφιζέσθωσαν, ἵνα, καθάπερ οἱ κατὰ στερροῦ τινὸς καὶ ἀντιτύπου βάλλοντες εἰς ἑαυτοὺς τὰς βολίδας ἀντανακλωμένας δέχοιντο, οὕτω κἀκεῖνοι ἄρα τὸ παρ' αὐτοῖς ἐγγραφὲν ἀνάθεμα ἀντιπεριϊστάμενον ἐφ' ἑαυτοῖς ἐκ παντὸς ἐπισπάσωνται. ποῦ οὖν τὸ χρῖσμα; οἴχεται. ποῦ δὲ ἡ χάρις; περιῄρηται. ποῦ τὸ ἱερὸν εὐαγγέλιον; καταπεπάτηται. πῶς καὶ τίνα τρόπον; ὅτι δὴ πάντα κανόνα καὶ λόγον ἱερατικὸν ἠθετήκασιν, πᾶσαν ἣν κατήχηνται διδασκαλίαν ἢ καὶ ἐδίδαξαν, ἤδη διέπτυσαν, τῆς ἑαυτῶν ὁμολογίας καὶ δόξης πάμπαν ἐκλελησμένοι. 29 τίς οὖν τὸ λοιπὸν ἐναριθμίους ἐν ἱερεῦσιν καταλογιεῖται ἀποκηρύκτους ἑαυτοὺς τῆς ἐκκλησίας ἁπάσης σαφῶς καταστήσαντας; φαίη δ' ἄν τις καὶ ὧδε· εἰ μὲν δίκαια ποιοῦντες τοῦτ' ἔδρασαν καὶ ἀναθεμάτων ἄξιοι οἱ τελοῦντες ὑπῆρχον τὴν σύνοδον, εὐκάτοπτον ἂν εἴη ὡς τῆς ἱερωσύνης ἀνάξιοι δείκνυνται, καὶ ὅ, τι παρ' αὐτοῖς ἱερατικὸν κεκριμένον ἢ πεπραγμένον εἴη, εἰκῇ καὶ μάτην γεγονὸς πέπρακται καὶ ὡς ἥκιστα προϊέναι εἰς ἐνέργειαν ἄξιον· οὐκοῦν οὐδὲ οὗτοι ἱερεῖς οὐδὲ μετέλαχον χάριτος, ὁπότε παρὰ τῶν ἀναξίων τῆς ἱερωσύνης τὰ τῆς ἱερωσύνης αὐτοῖς ἐπικεκήρυκται. εἰ δὲ ψευδῆ καὶ ἄδικα λέγοιεν, οἷα δὴ παρὰ πάντα τὸν τοῦ ἱεροῦ κανόνος λόγον διαπραττόμενοι, τὴν χειροτονίαν καὶ τὴν χάριν αὐτὴν παρῃρημένοι, πόρρω παντὸς ἱερατικοῦ λόγου τετάξονται καὶ πατραλοῖαι εἰκότως νομισθήσονται, ψεῦσται καὶ ἀλαζόνες καὶ ἄδικοι καὶ παραβάται τῶν οἰκείων συνθηκῶν καὶ πάντων ἅπερ κατὰ τὸ θεῖον θυσιαστήριον ἐπ' αὐτοῖς ἐνώπιον θεοῦ καὶ ἀγγέλων πέπρακται στηλιτευόμενοι. οὕτω δὴ φανερῶς τὰ ἅγια ἐξορχούμενοι καὶ κατὰ τῆς πάντων ἡμῶν μητρός, τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, χεῖρας ἐπανατεινόμενοι, εὐλόγως ἤδη καὶ μητραλοῖαι κριθήσονται. ἐξ ὧν τί συμβαίνει; μὴ δὲ Χριστιανῶν πολιτείας μετέχειν αὐτούς, ἤπουγε κατὰ τοὺς ἱεροὺς συλλόγους ἰέναι καὶ κανονικῶν κριμάτων ἐφάπτεσθαι. ὁπόσης γὰρ εἶεν κατηγορίας καὶ διαβολῆς ἄξιοι, συνιδεῖν ῥᾷον καὶ ἀταλαίπωρον, τὸν μὲν ἐφ' ᾧ τοῦ ἱερᾶσθαι θεῷ λαχόντες θεόλεκτον σύλλογον ἀθέσμως καὶ ἐκφρόνως ἐξομοσάμενοι, τὸν Ἀρειανικὸν δὲ καὶ Μανιχαϊκὸν θίασον ἀκόσμως καὶ μανικῶς προσηκάμενοι. οὐκοῦν πανταχόθεν αὐτοῖς συνήνεκται παντὸς θείου χοροῦ καὶ τοῦ τῆς ἐκκλησίας ἀπεληλάσθαι πληρώματος, μήτιγε καὶ σύνο δον κεκλῆσθαι τὴν παρ' αὐτοῖς κακῶς καὶ ἀνιέρως συγκαττυθεῖσαν κυκήθραν καὶ τὰ ἐν αὐτῇ τερατολογούμενα κατὰ τῆς Χριστιανῶν θεοσεβείας ἔκτοπα καὶ ἀπαίσια δυσφημήματα. τάχα τολμηροί τινες καὶ ἀναίσχυντοι, οἳ πάντα τὰ ὀρθῶς καὶ καλῶς τεθειμένα πρὸς τὸ δοκοῦν, καὶ ἐναντίως ἔχοντα, παρευθύνουσιν, ὑπὸ κακουργίας καὶ μοχθηρίας ἑλκόμενοι, τῶν προκειμένων καταδραμοῦνται· καὶ δὴ καὶ ἐνστήσονται περιπίπτειν ἑαυτῷ τὸν λόγον ἀνοήτως ἰσχυριζόμενοι, αἰτιάσοιντό τε τοὺς διδασκάλους, τὴν τῶν μαθητευθέντων κακίαν ἐπ' αὐτοὺς ἀναφέρειν πειρώμενοι. ἀλλ' εὖ ἴστωσαν ὡς ψυχρὰν καὶ εἰκαίαν ἐπινοοῦσι τὴν ἔνστασιν· οὐ γὰρ εἰ κακὸς ὁ μαθητὴς ἀποβῇ, τοῦ διδασκάλου τὸ αἴτιον, ἀλλ' εἰ κακῶς μαθητευθῇ, ἔγκλημα· οὐδὲ τῆς χρηστῆς διδασκαλίας τὸ παράλογον, τῆς μοχθηρᾶς δὲ τοῦ φοιτητοῦ προαιρέσεως πρόκριμα, ἐπεὶ οὐ πρὸς τὰ μαθήματα ὧδε ὁ λόγος ἥκει, ἀλλ' ἐπὶ τοὺς μετιόντας πρόεισιν. ἐνταῦθα μὲν γὰρ τὰ διδάγματα θεοπρεπῆ καὶ εὐσεβείας κατάπλεα καὶ παρὰ πᾶσιν Χριστιανοῖς τὸ ἀξιόχρεων καὶ ἀποδεκτὸν κέκτηνται· οἱ δέ γε μυηθέντες, τὸ παραληφθὲν χρηστὸν ἀπαναινόμενοι, ἐπὶ τὴν ἔκφυλον καὶ ἀπατηλὴν καὶ κίβδηλον πλάνην μετῄεσαν· ὃ δὴ ἐλεεινότατον καὶ δακρύων ἄξιον. οὐ γὰρ ἔστησαν ἐν τῷ θεμελίῳ τῆς πίστεως, ἐν ᾧ τὸ κατ' ἀρχὰς ᾠκοδόμηνται, ἀλλ' οἱ τῆς πέτρας ἐσαλεύθησαν καὶ οἱ τοῦ ἀκρογωνιαίου αἰσχρῶς κατεσείσθησαν, ἐρηρεισμένους καὶ ἑδραίους ἐνταῦθα τοὺς νοητοὺς πόδας οὐκ ἔχοντες. ὥστε οὐ τῶν διδασκάλων οὐδὲ τῶν μαθημάτων τὸ αἴτιον, ἀλλὰ τῆς τοῦ αὐτεξουσίου ῥοπῆς καὶ τῶν μοχθηρῶν ἕξεων τῶν ῥᾳδίως πρὸς τὰ φαῦλα φερόντων τὸ εὐπερίτρεπτον. εἰσὶ γάρ εἰσι τούτων ἔνιοι, οἳ πρὸς ἀπειρημένας ἀπονενευκότες καὶ ἀσχήμονας πράξεις καὶ πονηρῷ συνειδότι βαλλόμενοι, δέει τοῦ μή, ἐπειδὰν ἁλοῖεν, δίκας τῶν συνεγνωσμένων ὑφέξειν, περὶ τὴν πίστιν ἐναυάγησαν, διπλοῦν ὑπομείναντες τὸ ναυάγιον. τούτων ἕτεροι καὶ ἐπὶ κανονικοῖς αἰτιαθέντες ἐγκλήμασιν καὶ τῆς ἱερωσύνης ἐξωθούμενοι, προεδρίοις ἐπὶ τῆς τοῦ συνεδρίου αὐτῶν τετίμηνται ματαιότητος. τῶν εἰρημένων τὸ ἀσφαλὲς σαφῶς τις πολλαχόθεν κατόψεται, ἀπ' αὐτοῦ τοῦ ἱεροῦ εὐαγγελίου ὁρμώμενος· οὐ γὰρ πονηρῶν διδαγμάτων ὁ προδότης μαθητὴς κατήκοος γεγονὼς τὸν δεσπότην προὔδωκεν τὸν ἑαυτοῦ καὶ διδάσκαλον, ἀλλ' ὄργανον τοῦ πονηροῦ εὑρεθεὶς δαίμονος καὶ ὅλον αὐτὸν εἰς τὴν ψυχὴν τὴν βέβηλον εἰσδεξάμενος, τῶν κατηχημένων λογίων ἀπήρνηται τὸ σωτήριον. τοιαῦτα καὶ κατὰ τὸ ἀποστολικὸν κατίδοι τις συνενεχθέντα κήρυγμα· ὃ μὴ τηρήσαντες οἱ περὶ Νικόλαον καὶ Σίμωνα, Δημᾶν τε καὶ Φύγελον καὶ εἴ τινες ἕτεροι ἐπὶ τὴν ματαίαν καὶ ἄθεον μετετάξαντο πλάνην· οἵ γε καὶ τὸν θεῖον μονονουχὶ παρώρμουν Ἰωάννην τοιάδε τινὰ γράφειν· Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἐξ ἡμῶν ἦσαν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν· ἃ δὴ καὶ οἱ ἐξ ἡμῶν νῦν ἐξελθόντες καὶ ἡμᾶς λέγειν καὶ γράφειν παρασκευάζουσιν. καὶ πολλὰ ἄν τις εὕροι τούτων ἐκ παραλλήλου θέσθαι ἀνάλογα καὶ προσόμοια· ἅπας γὰρ ὁ βίος τῶν τοιούτων γέμει παραδειγμάτων. ἐπεὶ οὖν ἐξ ἡμῶν ἐξελθόντες καὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας ἀποτετμημένοι σώματος, καὶ αὐτοῦ δὴ Χριστοῦ τῆς κεφαλῆς πάντων ὡς ἀπωτάτω ἀποχωρήσαντες, γυμνοὶ καὶ ἄοπλοι καὶ τῆς τῶν κρειττόνων συμμαχίας πεφηνότες ἀνεπικούρητοι, ἐπὶ τοὺς ἀρτιφανεῖς αὐτῶν διδασκάλους αὐτομολήσαντες μεθαρμόζονται, ἀσπασίως δὲ ὑποδεχόμενοι συμφύρονται αὐτοῖς ἐπί τε δόγμασιν ἐπί τε πράξεσιν, ἔργοις τε κοινωνοῦντες καὶ λόγοις, καὶ ὑπασπισταὶ τῆς ματαιότητος πεφανέρωνται, πάντως που, ὡς τὸ εἰκὸς καὶ τὸ ἀκόλουθον ἐννοεῖν δίδωσιν, καὶ εἰδώλοις ὡσαύτως ἐκείνοις προσκεκυνηκέναι διομολογήσουσιν, ἵνα μηδενὶ τρόπῳ τῆς νέας διδασκαλίας ἀπολιμπάνοιντο. ἀνάγκη λοιπὸν καὶ τοῖς νενομισμένοις ἐπὶ τοῖς ἁλισκομένοις τῇ τοιαύτῃ ἀθεΐᾳ κανόσιν ὑποπεσεῖσθαι. διὸ καὶ θείων σηκῶν καὶ προθύρων ἱερῶν πόρρω που ἀπαγέσθωσαν καὶ αὐλιζέσθωσαν, καὶ τοὺς καθωρισμένους χρόνους ἐπιτετιμημένοι καὶ καταδεδικασμένοι ἀποπληρούτωσαν. πῶς οὖν οἱ ἐπὶ τοσούτοις καὶ τηλικούτοις περιπεπτωκότες αἰτιάμασιν κατὰ συνόδους ἐπ' ἐρεύνῃ κριμάτων ἐκκλησιαστικῶν συνέλθοιεν; ὃ μὴ δὲ φορητὸν λέγειν μὴ δὲ λεγόντων ἀκούειν ἀνεκτόν. οὕτω μὲν οὖν ὁ πολύϊδρις οὗτος καὶ πολύμητις ὅμιλος καί, ὡς ἄν τις ποιητικῶς φράσοι, τῆς σοφίας καὶ πολυμαθείας τὸ ἄκρον ἄωτον, τοὺς διδασκάλους ὑπερβαλόμενοι μακρῷ, ἐπὶ τοσοῦτον παρανοίας καὶ ἀβουλίας παρενεχθέντες κατῴχοντο. ἓν δὲ τοῦτο τοὺς ἄγαν σοφοὺς καὶ ἀκριβεῖς ἐπιστήμονας διαπέφευγεν, τὸ μὴ εἰδέναι ὅτι πρὸς διδασκάλους ἡ μάχη. 30 καὶ τὰ μὲν ἐκείνων τοιαῦτα· ἡμεῖς δὲ τοῦ σκοποῦ καὶ αὖθις ἐπιληψόμεθα. ἀμαθεστάτοις ἐπισκόποις ἐξακολουθήσασα· ἐκ τῶν παρὰ τῶν ἐναντίων λεγομένων καὶ ὁμολογουμένων πολὺ μᾶλλον τὸ πιστὸν ἐπάγεται ἡ ἀλήθεια· ὅ μοι κἀνταῦθα καθορᾶσθαι δοκεῖ. ἐκ πολλῆς γὰρ ἀβελτηρίας καὶ ἀπροσεξίας ἐπιτωθάζειν τὴν γυναικείαν ἁπλότητα οἱ παράφρονες ὡρμημένοι, τῆς ἐπ' ἀνδρείᾳ ἐμμελείας καὶ νήψεως ἔμπλεων ἀποφαίνουσιν καὶ λελήθασιν ἑαυτοὺς συνιστῶντες ἃ καταλύειν ἔδοξαν, καὶ μετῆλθεν αὐτοῖς εἰς τοὐναντίον τὸ ἐπιχείρημα, καὶ οἴχεται διαρρυὲν αὐτῶν τὸ σκευώρημα. ἐμφανὲς γὰρ καθιστῶσιν διὰ τῶν λόγων αὐτῶν ὡς οὐδαμόθεν ἡ ἀφελότης ἐκείνη σχοίη τὸ ἐπιλήψιμον· ἱερεῦσιν γὰρ ὡς ἀληθῶς ἐπηκολούθησεν, οὐκ ἀμαθεστάτοις ὡς δοκεῖ τοῖς ἀλογωτάτοις καὶ ἀνουστάτοις, σοφοῖς δὲ καὶ λογικοῖς καὶ τὸ ἀκραιφνὲς ὡς ἐφικτὸν τῇ νῦν καταστάσει ἠσκηκόσιν· καὶ γὰρ τά τε θεῖα καὶ τὰ ἀνθρώπεια ὑπῆρχον δαημονέστατοι καὶ ὧν κρείττονας ὁ κατ' αὐτοὺς οὐκ ἤνεγκε χρόνος. καὶ τήν τε περὶ τὴν ἱερωσύνην αἰδῶ τετήρηκεν καὶ τῶν θείων νόμων τὸ ἀδιάπτωτον ἠσπάσατο καὶ τὴν περὶ τὰ θεῖα εὐλάβειαν σαφῶς ἐπεδείξατο καὶ σπουδαία πρὸς τιμὴν τῆς τοῦ σωτῆρος ἡμῶν οἰκονομίας ὤφθη καὶ ἁπαξαπλῶς πάσῃ ἐκκλησιαστικῇ εὐταξίᾳ τὴν πρέπουσαν ὀφειλὴν ἔνειμεν. ἠκολούθησε τοιγαροῦν, οὐκ ἐβιάσατο· συνήργησεν, οὐκ ἠνάγκασεν· νόμοις εἶξεν θείοις, οὐκ ἐμπαθεῖ δεδούλευκεν φρονήματι, οὐ τυραννίδι καὶ ἐξουσίᾳ ἐπιθεμένη, πειθοῖ δὲ μᾶλλον καὶ εὐβουλίᾳ χρωμένη καὶ τοῖς ἄλλοις ἀξιοπρεπέσιν ἑπομένη θεσπίσμασιν· ἵνα τί τὸ ἐντεῦθεν ἀποίσεται; ἵνα τὰ διεστῶτα τὸ πρὶν ἐπισυνάψῃ καὶ τὰ διεσκορπισμένα, ἃ κακῶς ὁ πονηρὸς διέτεμεν, ἐπισυναγάγῃ καὶ τῇ κεφαλῇ Χριστῷ τὰ μέλη ὡς ἐν ἑνὶ σώματι συμβιβαζόμενα ὑποτάξῃ καὶ καταλλάξῃ ἀλλήλοις ἐκπεπολεμωμένα καὶ τὴν εἰρήνην βραβεύσῃ τῇ ἐκκλησίᾳ καὶ πάσῃ τῇ πολιτείᾳ καί, τὸ πᾶν εἰπεῖν, ἵνα ἡ δόξα κυρίου κρατυνθῇ, καὶ εὖ βιώσῃ τὸ ἀστασίαστον ἡ ποίμνη Χριστοῦ κεκτημένη· καὶ δὴ καὶ ἀπέβαινεν οὕτως. καὶ διὰ ταῦτα ἡ προτροπὴ καὶ ἡ κλῆσις τῶν ἱερέων καὶ ἄθροισις, ἀλλ' οὐχὶ κατὰ τοὺς ἐφ' ἡμῶν νῦν ἀναδειχθέντας τυραννικοὺς καὶ βιαίους καὶ τοὐναντίον ἅπαν πράττοντας, βιαίως γε τῇ ποίμνῃ Χριστοῦ εἰσπίπτοντας, τυραννίδι τε καὶ ἀνάγκῃ ἐπικειμένους, ἵνα τὴν οἰκείαν δόξαν καὶ τῶν θελημάτων τὸ ἐμπαθὲς ἑαυτοῖς περιποιήσωνται. ἐξ ὧν ὁ κλόνος καὶ ἡ σκοτόμαινα τοῦ παντὸς καὶ ὁ πᾶσαν τὴν ὑπὸ Ῥωμαίοις ἀρχὴν ὑπολαβὼν θόρυβος. καὶ ἡ μὲν γυναικεία ἀφελότης οὕτως ἐπακολουθήσασα οὕτω καὶ διέθηκεν καὶ διήνυσεν τὰ κατὰ τὴν ἐκκλησίαν τοῦ θεοῦ πράγματα· ὑμεῖς δέ (δίκαιον γὰρ διαπυθέσθαι καὶ ἀναμαθεῖν) τίσιν ἐπακολουθήσαντες ἐκεῖνα καὶ ἐφρονήσατε καὶ ἐπράξατε, ἃ καὶ φρονεῖν καὶ πράττειν ἐδικαιώσατε; εἰ μὲν οὖν τὸ θαρσεῖν ὑμῖν πάρεστιν, ἀποφήνασθε· εἰ δ' οὖν γε, ἀλλὰ τὴν ἀκοὴν ὑπόθεσθε καὶ εἰδότων λέγειν ἀκούετε. 31 ὑμεῖς τοίνυν, παρὸν τῶν χρισάντων τοῖς δόγμασιν ἕπεσθαι, ταυτὸν δὲ εἰπεῖν τοῖς ἀποστολικοῖς καὶ πατρικοῖς διδάγμασιν, καὶ παντὶ σθένει χρωμένους περιέχεσθαι καὶ προκινδυνεύειν τῆς ὀρθῆς ὁμολογίας καὶ πίστεως, ἐπὶ τὸ καινὸν καὶ ἀλλότριον τῆς ἐκκλησίας ἐφεύρημα μετετάξασθε, πᾶσαν μὲν ἱερατικὴν παράδοσιν κατόπιν θέμενοι, πᾶσαν δὲ ἱερωσύνης εὐταξίαν ἀποσκευασάμενοι καταλελύκατε· καὶ τοῖς περικοσμίοις ἄρχουσι καὶ πράγμασιν ἀκλεῶς καὶ ἀνιέρως ὑποφερόμενοι καὶ τῷ γεηρῷ καὶ χαμαὶ ἐρχομένῳ καὶ συρομένῳ συμφθαρέντες φρονήματι ὤφθητε οἱ τῆς ἐκκλησίας καθηγεμόνες ὡς μετατιθέντες ὅρια. Ἐφ' ὑμᾶς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου, διὰ φωνῆς προφητῶν ἁγίων ὁ τῶν ὅλων φησὶν κύριος. Καὶ ἠπειθήσατε τοῦ προσέχειν καὶ ἐδώκατε νῶτον παραφρονοῦντα καὶ τὰ ὦτα ὑμῶν ἐβαρύνατε τοῦ μὴ εἰσακούειν καὶ τὴν καρδίαν ὑμῶν ἐτάξατε ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν, ἄλλος τῶν προφητῶν ἐπικαλείτω. καὶ δὴ καὶ ἕτερος ταλανίζων ἐπιθρηνείτω· Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐναντίον ἐμοῦ ἐν ταῖς ἀδικίαις σου, λέγει κύριος. καὶ ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο· καὶ ὁ θεὸς οὐκ ηὐδόκησεν ἐν αὐτοῖς. εἶτα ἀπειθοῦντες τὰ πρὸς κύριον ἀπέστρεψαν καὶ ἠθέτησαν καθὼς καὶ οἱ νεοφανεῖς πατέρες αὐτῶν μετεστράφησαν εἰς τόξον στρεβλόν. εἰ δὲ χρὴ Παῦλον ἐπὶ φαύλων θαυμάζειν μετάθεσιν, ὑμᾶς μᾶλλον ἢ Γαλάτας θαυμάσεται, οὕτω ταχέως μετατιθεμένους ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο, διὰ τὴν ἀπὸ τοῦ χρόνου καὶ τῆς συνεχοῦς διδασκαλίας φυσίωσιν· παρ' ὃ μὴ δέ, κἂν ἄγγελοι εὐαγγελίζωνται, ἀκούειν θέμις διὰ τὸ φρικτὸν τοῦ ἀναθέματος. πρὸς δέ γε καὶ ὁ τοῦ σωτῆρος μαθητὴς ἐμβριθέστερον ἐπιπλήξειεν, Ἐοίκατε, λέγων, κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ· ὑπὸ πολλῆς γὰρ ἀθυμίας ὄντως καὶ εὐχερείας πρὸς πᾶν ὁτιοῦν τὸ δοκοῦν εὐπαράφοροι τυγχάνοντες ῥᾳδίως μεταβάλλεσθε, τοῦ Χαλκιδικοῦ Εὐρίπου δεικνύμενοι ἀπιστότεροι. ταῦτα ἐνωτίσασθε καὶ σύνετε ἐλεγχόμενοι, καὶ αἰσχύνθητε ἀνθ' οἵων εἰς οἷα κατωλισθήσατε, νῦν γοῦν ἐπαισθόμενοι, οἱ τὴν ἀστείαν καὶ βασιλικὴν τῆς εὐγενοῦς καὶ ἀμωμήτου ἡμῶν πίστεως τρίβον ἀπολιπόντες, πρὸς τὴν τραχεῖαν δὲ καὶ ἀνάντη καὶ ἐπ' ἀκάνθαις καὶ κρημνοὺς φέρουσαν ἀβούλως καὶ σφαλερῶς ἐκκεκλικότες. τὸ γὰρ τῆς χάριτος ἠθετήσατε πνεῦμα, τῶν ὑγιαινόντων τῆς πίστεως ἀλογήσαντες λόγων καὶ πρὸς τὸ λαοπλάνον τοῦ ψεύδους τὸ ἐνεργοῦν εἰς τοὺς υἱοὺς τῆς ἀπειθείας μεταρρυέντες, ἐντάλμασιν καὶ βουλήμασιν ὑπαγόμενοι τῶν λαλούντων διεστραμμένα, κατεφθαρμένων καὶ ψυχὴν καὶ διάνοιαν. τί γὰρ σοφισθήσεται ἢ τί χρηστὸν ἐννοήσειεν ὁ τῷ Μαμωνᾷ ἡττώμενος καὶ τοῖς τῆς σαρκὸς κτηνοπρεπῶς ὑποκύπτων πάθεσιν, οὐδαμῶς τῶν εἰς δόξαν θεοῦ συντεινόντων ἢ ψυχῆς φερόντων ὄνησιν ἐν φροντίδι ποτὲ γεγενημένος; οὕτως ὑμεῖς τῷ ἐκφύλῳ καὶ βαρβάρῳ συμπλακέντες φρονήματι, βαρβαρίζειν μᾶλλον ἢ χριστιανίζειν προείλεσθε. οἱ δέ γε κατὰ τὴν θεόλεκτον ἐκείνην καὶ καθ' ἡμᾶς μεγάλην καὶ οἰκουμενικὴν σύνοδον θεσπέσιοι ἄνδρες, ὁπόσον τὸ ὑπερφερὲς καὶ ὑπεραῖρον ἤθει τε καὶ λόγῳ καὶ πράξεσιν ἐν τῇ καθ' ἡμᾶς ἠνέγκαντο γενεᾷ, θείᾳ χάριτι καὶ εὐλαβείᾳ καὶ σεμνότητι βίου κοσμούμενοι, τοῖς βουλομένοις συνιδεῖν ἐυπετές· στῦλοί τε γὰρ τῆς ἐκκλησίας πεφήνασιν ἀκατάσειστοι καὶ πίστεως ἔρεισμα καὶ πύργοι τῶν θείων ἡμῶν δογμάτων ἀκαθαίρετοι, καὶ τούτων μάλιστα ὅσον ἐν προεδρίαις ἐπέλαμπεν τῶν τε ἡμεδαπῶν τῶν τε ἐπηλύδων ἁγίων ἀνδρῶν. ὧν οἶμαι οἰχομένων, συνοίχεται τὰ τῆς ἀρετῆς καὶ τοῦ λόγου καὶ γνώσεως κράτιστα· ὥσπερ γὰρ ἄνθος ἐαρινῆς λογιότητος ἐν χειμῶνι τῆς κατὰ τὴν καθ' ἡμᾶς γενεὰν ἀλογίας καὶ ἀπιστίας τεθηλότες, τὴν εὐσέβειαν ἡμῖν μετὰ τοῦ λόγου συμπεριήνθησαν. ἀλλὰ νῦν, τῆς ἀσεβείας πάλιν ἐπιχειμαζούσης καὶ τὸν κρυμὸν τῆς ἀπιστίας δριμὺν ἐπιτεινούσης, ἀπομαρανθὲν ἀπελήλαται, κεχερσωμένην καὶ ἄγονον τῆς ἀρετῆς καὶ πίστεως τὴν ἄρουραν καὶ πικρῶς ἀκανθοφοροῦσαν τῆς κακίας καὶ ἀπειθείας τὰ κέντρα ἀπολιπόν. ἀλλ' οἱ τὸ ἀκοινώνητον πρὸς τὴν ἐκείνων μεγαλοφυΐαν ἔχοντες, ὥσπερ χύτρα εὔθραυστος τῇ στερρότητι τῶν γενναίων οἷον λέβητι προσκροτούμενοι, τὸ σύντριμμα ἐφ' ἑαυτοῖς οἱ ἀγεννεῖς καὶ ἀνάλκιδες δέξονται. ἀλλὰ τί ταῦτα; Χριστὸν αὐτὸν παρῃτημένοι τοῖς τοῦ κόσμου προστρέχουσιν ἄρχουσιν, ἐζωγρημένοι εἰς τὸ ἐκείνων θέλημα, εὐχείρωτοι καὶ ἁλώσιμοι ταῖς ἄρκυσιν τῆς αὐθαδείας αὐτῶν γενόμενοι. ὧν τις εὐκαίρως μετὰ Μωσέως κατακεκράξεται, Ἀπελάκτισεν, λέγων καὶ νῦν, ὁ ἠγαπημένος Ἰσραὴλ καὶ τῆς πρὸς θεὸν φιλίας ἀναφανδὸν ἐξάλλεται. ἰσοφυᾶ γὰρ καὶ ὁμόστοιχον τῆς Ἰουδαίων παρανομίας τὴν γνώμην θέμενοι, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα μονονοὺ φανερῶς καὶ αὐτοὶ διακεκράγασιν. τῇ δόξῃ γὰρ τοῦ κόσμου προστετηκότες καὶ τὴν ἰδίαν κακῶς καὶ ἀφρόνως δικαιοσύνην δόξασαν στῆσαι ζητοῦντες, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ' ὑπετάγησαν· καὶ τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσαντες τῇ εἰκόνι τῇ τοῦ Χριστοῦ προσκυνῆσαι οὐ προῄρηνται. 32 ταῦτα εἰς τοὺς διδασκάλους διαθέμενοι, ἐν τοῖς ἑξῆς πρὸς ὕβριν τῆς τοῦ θεοῦ λόγου τρέπονται οἰκονομίας γεγραφότες ὡδί·... τὸν ἀκατάληπτον υἱὸν καὶ λόγον τοῦ θεοῦ κατὰ τὴν σάρκωσιν διὰ ἀτίμου ὕλης ζωγραφεῖν ἐδογμάτισεν,... ταῦτα ὡς ἐκ τοῦ Μανιχαϊκοῦ ὁρμώμενοι σκότους περιλαλοῦσι, φανερὸν οἶμαι παντί· Ἐπιφανίδου γάρ τινος καὶ τῶν ἀμφ' αὐτόν, τῇ πλάνῃ τῶν Δοκητῶν, τῶν φαντασίᾳ τὴν τοῦ θεοῦ λόγου σάρκωσιν γεγενῆσθαι οἰομένων, ταυτὶ τὰ ληρήματα, ὡς εἰς ὕστερον δηλωθήσεται· ἅπερ ὡς οἰκεῖα προϊσχόμενοι, καθάπερ καὶ οἱ τῆς κατ' αὐτοὺς ἀποστασίας καθηγεμόνες πεποίηνται (κακῶν γὰρ διδασκάλων κακὰ τὰ μαθήματα, μᾶλλον δὲ πονηρῶν σπερμάτων πονηρὰ τὰ γεώργια), καταγορεύειν τῶν ὀρθοεπεῖν εἰδότων ἐπαγωνίζονται. ἤδη γὰρ ἐπὶ τῇ στερεᾷ τῆς τῶν ὑψηλῶν ἡμῶν δογμάτων θεωρίας τροφῇ, ἣ τοῖς τελείοις προσήκει, οἱονεὶ ναυτιάσαντες, ἐπὶ τὰ πτωχὰ τοῦ κόσμου στοιχεῖα ὥς τινες νήπιοι καὶ δεόμενοι γάλακτος στρέφονται· καὶ οὐκ αἰσχύνονται ἀλλοτρίοις ἐμέτοις παράσιτοι γίνεσθαι καὶ τοῖς ἑτέρων βορβόροις τὰς ἑαυτῶν καρδίας καταμιαίνοντες, τὰ πικρὰ καὶ φθοροποιὰ τῶν δυσωνύμων Ἀρειανῶν καὶ Μανιχαίων θοινώμενοι δηλητήρια. διά τοι τοῦτο καὶ αὐτοὶ τὸν νῦν αἰῶνα ἀγαπήσαντες καὶ εἰς ζητήσεις μωρὰς καὶ ἀπαιδεύτους ἐκτρεπόμενοι, περὶ τὴν πίστιν ἀδόκιμοι φανέντες ἐναυάγησαν, ξέναις φωναῖς καὶ ἀλλοτρίαις παρασυρόμενοι. διττὴν δὲ ἡμῖν τὰ προκείμενα ὠδίνει τὴν ἔννοιαν. τὸ γὰρ κατὰ τὴν σάρκωσιν μέσον παρεμβληθέν, εἰ μὲν τοῖς προηγουμένοις προσκέοιτο ἵνα τὸ ἀκατάληπτον τοῦ θεοῦ λόγου καὶ κατὰ τὴν σάρκωσιν συννοοῖτο, τὴν Μανιχαίων ἡμῖν σαφῶς εἰσηγεῖται φαντασίαν ὁ λόγος· εἰ γὰρ οὐ κατελήφθη καθὸ σὰρξ ὑπῆρξε πεφηνὼς καθ' ἡμᾶς ἄνθρωπος, φαντασία ἡ οἰκονομία νομισθήσεται. εἰ δὲ τοῖς ἑπομένοις συνάπτοιτο, τὴν τῆς ἐκκλησίας παρίστησιν δόξαν· ταυτὸν γὰρ ἐννοεῖν ὑποτίθεται ὡς εἰ καὶ ἄνθρωπος ὁ Χριστὸς κατὰ τὴν σάρκωσιν λέγοιτο, καὶ μάτην ἐγκαλοῦσιν τοῖς ζωγραφεῖν δογματίζουσιν, οὐδενὸς λόγου τοῦτο κωλύοντος. εἰ γοῦν κατὰ τὴν σάρκωσιν τὸ ἀκατάληπτον ἕξει καὶ διατοῦτο μὴ δὲ τὸ γράφεσθαι, ἐκ παντὸς τὸ καταληπτὸν τῇ κατ' αὐτὸν θεότητι δώσουσιν, εἴπερ προῆλθε θεὸς μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ πνεύματος, ᾗ φασὶν οἱ καθ' ἡμᾶς θεολόγοι. ἀλλ' εἰ τῇ θεότητι προσνέμειν ἀδύνατον, ἀνάγκη δήπου πάντως τῇ κατ' αὐτὸν ὑπάγειν σαρκί, ἵνα ἐφ' ἑκατέρᾳ τῶν ἐναντίων φύσεων οἰκείως καὶ ἀναλόγως καὶ ἡ ἀκολούθησις τῶν ἑπομένων ἐναντίων, τοῦ ἀκαταλήπτου καὶ καταληπτοῦ φημί, συμφυλάττηται καὶ μηδέτερον ἀκαταλλήλως πρὸς τὸ ἕτερον ἀντιπεριτρέποιτο, ἀλλὰ τό τε ἀκατάληπτον τῇ θείᾳ φύσει προσνέμοιτο, τό τε καταληπτὸν τῇ σαρκὶ προσάγοιτο· ὥστε ἀναγκαίως ἕπεσθαι τῷ ἀκατα λήπτῳ τὸ μὴ γράφεσθαι, τῷ δὲ καταληπτῷ τὸ γράφεσθαι. εἰ δὴ ταῦτα οὕτως ἔχει, τί τῶν ἀτόπων ἀπαντήσεται τὰ ἐκ τῆς ἀνεκφράστου καὶ σωτηρίου ταύτης σαρκώσεως, τῆς κατὰ ἀλήθειαν καὶ οὐ φαντασίαν γεγενημένης, καὶ διὰ τῆς ἱστορίας ταύτης γράφεσθαι δογματίζειν, τὴν αὐτὴν τῷ εὐαγγελικῷ κηρύγματι ἀπαγγελλούσης ὑπόθεσιν εἰς ἀνάμνησιν τῶν ἐνταῦθα ἡμῖν ὑπηργμένων μεγάλων καὶ ἀξιαγάστων εὐεργεσιῶν; ἃς διομολογεῖν δίκαιον καὶ δοξάζειν τὸν εὐεργέτην ὑπὲρ ὧν εὖ πεπόνθαμεν· ἀλλὰ δήλους ἑαυτοὺς καθιστῶσιν ὅτι βαρὺς αὐτοῖς ἐστιν ὁ Χριστός, καὶ ἐν εἰκόνι βλεπόμενος. 33 τίς οὖν ἄρα ὁ ταῦτα δογματίσας; ἢ οὐχ' ἡ ἐπιφοιτήσασα κατὰ τὸ θεόλεκτον ἐκεῖνο ἄθροισμα χάρις, γλώσσῃ καὶ ὁμολογίᾳ τῶν ὑπηρετουμένων τὴν ψῆφον ἐκφέρουσα; τί δὲ τὸ δογματιζόμενον; ἆρα καινόν τι καὶ νεαρὸν τῷ βίῳ εἰσήνεγκεν, ἢ καὶ πάλαι καλῶς ἱστορούμενον καὶ τιμώμενον, κακουργίᾳ δὲ καὶ ἀπιστίᾳ καταβληθὲν ἀσεβῶν, πάλιν ὑπὸ φιλοθεΐας καὶ εὐλαβείας ἀνενεώσατο καὶ τὴν προσήκουσαν ἵδρυσιν καὶ προσκύνησιν ἔνειμεν; τίς γὰρ οὕτως εἰς ἔσχατον ἠλιθιότητος καὶ ἀναισθησίας ἤλασεν, ὡς ταῦτα ἀγνοεῖν ἢ ἑτέρως ἔχειν ὁμολογήσειεν; οὐκοῦν οὐ τῆς βασιλίδος τὸ δόγμα, ὡς δοκεῖ τοῖς τοῦ ψεύδους ὑπασπισταῖς, οὐδέ τι ἐμπαθὲς καὶ σαρκικὸν κεκράτηκε θέλημα, ἐπεὶ σύνδρομος τῇ συνόδῳ καὶ ὁπαδὸς καὶ σύμψηφος. οὐ γὰρ ὡς ὁ ὑμέτερος διδάσκαλος Μαμωνᾶς, ὃς παροράσει θεοῦ τῇ ἐξουσίᾳ χρώμενος τοῖς ἀνιέροις ἐπέτρεπεν φάσκων ὡς" Ἐὰν εἰς τοῦτο τὸ ἓν εἰκόνισμα πληροφορήσωμεν ὑμᾶς ὅτι καλῶς λέγομεν", περὶ τῆς καθαιρέσεως τῆς εἰκόνος Χριστοῦ ὁ χριστομάχος αἰνιττόμενος," τότε καὶ περὶ τῶν ἄλλων εἰκόνων πάλιν σκοποὺς προαγαγεῖν ἔχομεν ἐνώπιον ὑμῶν καὶ ὡς κρίνετε". ταῦτα ἐπιτωθάζων ὑπέκλεπτε φενακίζων τοὺς ἄφρονας. διὰ τούτων γὰρ τὴν ἀτιμίαν τῶν εἰκονισμάτων τῶν ἁγίων ἐνέφαινεν ἐπ' ἀνατροπῇ πάντων τῶν καθ' ἡμᾶς μυ στηρίων παραταττόμενος. οὗτοι δὲ μετὰ τῆς ὕλης καὶ τῶν ζωγράφων τὴν τέχνην πολλαχοῦ κακίζουσιν, ἵνα ἐπὶ τὸν θεὸν καὶ ἐνταῦθα μῶμόν τινα ἀπορρίψωσιν. ἀλλ' οὐχὶ αἱ τέχναι κακαί, ἃς ἐπ' εὐεργεσίᾳ τοῦ γένους ὁ θεὸς προνοῶν ἐχαρίσατο· οἱ μετιόντες δὲ ἐὰν κακῶς χρήσωνται, τῆς μοχθηρᾶς προαιρέσεως, οὐ τῆς τέχνης, τὸ αἴτιον. ἐνταῦθα δὲ οὐ πρὸς κακοῦ τῷ γραφεῖ ἡ τέχνη κεχρημάτικεν· πῶς γάρ, ἔνθα Χριστοῦ ὄνομα σὺν τῷ ἀληθεῖ πρόκειται καὶ ἱερῶν τύποι ἐγγράφονται; εἰ δὲ καὶ ἄτιμος ἡ ὕλη παρ' αὐτοῖς λέγοιτο, ἀλλ' οὖν γε ἐπιτιμίοις τισὶν παραλαμβανομένη, οὐκ ἄτιμος, ἐπεὶ οὕτω γε καὶ σταυροῦ τύποι ἐξ ὕλης διαγραφόμενοι καὶ βίβλοι εὐαγγελικαὶ κατασκευαζόμεναι καὶ πλεῖστα ἕτερα κατὰ τὴν ἐκκλησίαν ἀποτελούμενα ἀτιμούσθωσαν καὶ καταπιμπράσθωσαν. ἀλλ' οὐχὶ διὰ τὸ ἄτιμον τῆς ὕλης καὶ ταῦτα συνατιμασθήσεται, ἵνα τὸν περὶ τῆς μυστικῆς εὐλογίας λόγον παρήσωμεν. 34 τοιαῦτα ἐν τοῖς προειρημένοις ματαιοπονήσαντες, ᾗπερ εἰώθεσαν χριστομαχοῦντες, προστιθέασιν εὐθύς·... τήν τε παναγίαν θεοτόκον καὶ τοὺς συμμόρφους αὐτοῦ ἁγίους νεκραῖς χαρακτήρων ὄψεσιν ἀναστηλοῦν καὶ προσκυνεῖσθαι ἀπαραφυλάκτως ἐξέθετο, εἰς αὐτὸ τὸ καίριον δόγμα τῆς ἐκκλησίας προσκόψασα καὶ τὴν λατρευτικὴν ἡμῶν προσκύνησιν ἐπιθολώσασα, τὰ τῷ θεῷ πρέποντα τῇ ἀψύχῳ ὕλῃ τῶν εἰκόνων προσάγεσθαι κατὰ τὸ δοκοῦν ἐβεβαίωσεν. ἐν οἷς οὐκ ἔστιν αὐτοῖς λόγος τῇ ἑαυτῶν ματαιότητι συστήσασθαι· πάλιν ἐπὶ τὰς βδελυρὰς τῶν καινῶν διδασκάλων αἰσχρῶς καὶ ἀκόσμως φωνὰς τρέπονται (Ἐπιφανίδου γὰρ ἐκείνου καὶ ταῦτα τὰ ἀμβλώματα), ταυτόν, τι, ὥς γέ μοι δοκεῖ, ποιοῦντες ὁποῖόν τινες γυμνοὶ καὶ ἄοπλοι πολεμισταὶ ἐπί τι σαθρὸν καὶ εὐάλωτον καὶ τοῖς ἐναντίοις εὐχείρωτον καταφεύγοντες φρούριον. πόθεν γὰρ αὐτοῖς ὁ λόγος ἐπικουρούμενος τὸ ἀσφαλὲς ἕξει; ἐπὶ μὲν γὰρ τῆς τοῦ θεοῦ λόγου σαρκώσεως καὶ κατὰ τὴν σάρκα τὸ ἀπερίγραπτον διὰ τὴν πρὸς αὐτὸν ἕνωσιν καὶ ἀκατάληπτον προτείνουσιν, προφάσεις ἐν ἁμαρτίαις προφασιζόμενοι. ἐπὶ δὲ τῆς παναγίας θεοτόκου καὶ τῶν ἁγίων, τίνα αἰτίαν πρὸς ὕβριν παραστήσουσιν; τὸ ἀκατάληπτον καὶ ἀπερίγραπτον οὐδαμῶς αὐτῶν ἐνταῦθα προστήσεται, εἰ μὴ κἀκείνοις ὑπ' ἀναιδείας καὶ ἀλογίας οἱ ἐμβρόντητοι ταῦτα προσνείμοιεν. ἡ λατρευτικὴ προσκύνησις τὴν ἀνούστατον καὶ μανιώδη ἐξελέγχει φλυαρίαν· πῶς γὰρ λατρευτικὴν προσκύνησίν τις προσοίσειεν ὧν τὰ ἀρχέτυπα εἰς λατρείαν οὐ παραλαμβάνεται; ἣν μόνῳ θεῷ ζῶντι καὶ ἀληθινῷ οἱ ἐπεγνωκότες προσάγουσιν. ποῦ γὰρ Χριστιανὸν οἱ Χριστιανῶν ἀλλότριοι ἀψύχῳ ὕλῃ προσφέροντα ταύτην ἐφώρασαν; τί οὖν φαμέν; ὅτι κἂν ἡμεῖς σιγήσωμεν, ἀλλὰ τά γε θεοπαράδοτα σιωπᾶν οὐκ ἀνέξεται λόγια, ἐνδίκως καὶ πρός γε τοὺς δυσσεβεῖς τούτους ἐφαρμοζόμενα· ὅτι ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ λαλεῖν πρὸς κύριον πλάνησιν. ταῖς ἀληθείαις γὰρ ὑπὸ πολλῆς μωρίας καὶ κακίας ἐσκοτισμένοι τὸν νοῦν καὶ τεθολωμένοι, οἷα ἐξεστηκότες καὶ βακχεύοντες κενολογοῦσιν, ἀπόλυτον τὴν θεομάχον γλῶσσαν καὶ κατὰ τῶν ἁγίων καὶ τῆς τῶν Χριστιανῶν δόξης διαφιέντες. τίς γὰρ τῶν πάλαι ἢ τῶν νῦν ζωγραφεῖν ἀνθρώπους καθ' ἡμᾶς χρηματίζοντας ἀπεῖρξεν; ὅπου γε ὁρῶμεν καὶ τοὺς ἔν τισιν ἀνδραγαθήμασιν κατὰ τὴν παροῦσαν ζωὴν ἐμπρέψαντας ἔν τε πολέμοις ἀριστεύσαντας καὶ ἄλλως ἄξιόν τι μνήμης κατωρθωκότας, ταύτῃ τιμᾶσθαι, ἡνίκα τὰ τούτων πλεονεκτήματα τοιαύταις γραφαῖς τῷ βίῳ παραδέδοται. πῶς οὖν οὐχὶ μᾶλλον ἐχρῆν τῶν ὑπὲρ νοῦν καὶ λόγον τοῖς ἁγίοις διηγωνισμένων ἄθλων τὴν μνήμην ἐν εἰκόσιν ὥσπερ καὶ ἐν ταῖς βίβλοις διασῴζεσθαι, τὴν αὐτὴν ἐκείναις ὑπόθεσιν ἡμῖν φερούσαις, καὶ τοσοῦτον μᾶλλον ὅσον καὶ τὴν ἐκεῖθεν ὄνησιν καρπούμεθα καὶ ὠφέλειαν. ἀλλ' εἰς ἐκείνους τοὺς σκοποὺς εὖ οἶδα καταφεύξονται, οὓς ὁ τῶν ἁγίων ἔχθιστος καὶ τούτων διδάσκαλος κατὰ τῶν ἁγίων μεμηνὼς προὔτεινεν. ὡς δὲ ὁ τοῦ ψεύδους πατὴρ σαφῶς δι' αὐτῶν ἐνεργεῖ φθεγγόμενος, τί χρὴ πειρᾶσθαι ἀποδεικνύειν, ἐξὸν τὸν εὐσεβῆ καὶ πάσης εὐθύτητος γέμοντα τῆς ἱερᾶς συνόδου ὅρον μετὰ χεῖρας λαβόντας τὰ ἐν αὐτῷ ἐκτεθέντα ἀναμαθεῖν καὶ τὴν παρὰ τῶν ἐναντίων τερατολογουμένην πλάνην ὡς τάχιστα διεκπομπεῦσαι; τί γὰρ θεσπίζει ὁ ὅρος ἢ ὅτι γε παραπλησίως τῷ τύπῳ τοῦ σταυροῦ τὴν σεβασμίαν εἰκόνα τοῦ Χριστοῦ τιμᾶσθαι; τῶν δὲ ἁγίων οὐκ ἄδηλον ὅπως ἀνάλογον τιμηθήσονται. 35 ἅπερ ἀγνωμονήσαντες καὶ τῶν οἰκείων ὁμολογιῶν καὶ συνθηκῶν ἄπαρνοι γενόμενοι, ἔτι τε τῆς αὐτῆς ἀβελτηρίας καὶ παρανοίας ἐχόμενοι, τοιαῦτα προσεπάγουσιν· Καὶ ταύτας ἀφρόνως θείας χάριτος ἐμπλέους εἰπεῖν κατετόλμησεν, κηρῶν τε ἁφὰς καὶ θυμιαμάτων εὐωδίας· σὺν προσκυνήσει βιαίᾳ τοὺς ἀφελεῖς ἀπεπλάνησεν,... ταῦτα τίνες; οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, δικαίως ἂν μάλα ἡ θεολόγος αὐτοῖς ἁρμόσεται φωνή· οἱ γὰρ λαμπρότητι δογμάτων ποτὲ σοφῶς ἐναγλαϊζόμενοι, νῦν σκότῳ διδαγμάτων ματαίων ἀπαιδεύτως περιαχλύζονται. ἅπερ γὰρ πρὶν ἐν τῇ οἰκείᾳ καὶ ὀρθῇ ὁμολογίᾳ ἑστῶτες ὡς ἱερὰ τετιμήκασιν, νῦν ὥσπερ ἐκστάντες ἑαυτῶν καὶ πρὸς τὴν ἀσέβειαν μεταβαλόμενοι ἀφρόνως ὡς ἀληθῶς καὶ ἀνοήτως καθυβρίζουσιν. ὅθεν θριαμβεύεται αὐτῶν τὸ ἔμπληκτον τῶν λογισμῶν καὶ ἀνίδρυτον καὶ πρὸς τὴν εἰς τὰ ἅγια δυσφημίαν εὐχερὲς καὶ ὀξύρροπον. κρινάτω γὰρ πᾶς τις τῶν ὀρθῷ λογισμῷ καὶ ἀδεκάστῳ κριτηρίῳ ἐπεσκεμμένων καὶ εἰδότων κρίνειν τῶν πραγμάτων τὸ ἀσφαλές. ὁ τῆς ἀποστασίας ταύτης βίαιος καὶ ἀνυπόστατος τῷ ὄντι εἰσηγητὴς καὶ αὐτῶν τούτων νεοθαλὴς παραδειχθεὶς διδάσκαλος, ὁ δυσσεβὴς ἐκεῖνος φημὶ Κωνσταντῖνος, ὁ πάντα τὰ τῆς θείας χάριτος ἐνυβρίσας καὶ διαπτύσας, καὶ κοινὰ τὰ ἅγια καὶ βέβηλα ἡγησάμενος, τῆς φίλης ἱππείας περιαληλειμμένος καὶ ὡς μύρου εὐώδους περιεχόμενος, καὶ αὐτοὺς δήπου τοὺς ἵππους ὁπόσης σπουδῆς καὶ φιλοτιμίας ἠξίου, πολλοὶ τῶν νῦν ἐν τῷ βίῳ περιλειπομένων ἴσασιν. καὶ γὰρ τοὺς ἐν ταῖς ἱππικαῖς ἁμίλλαις τὸ νικητήριον φέροντας ἵππους ταῖς προπομπίοις τιμαῖς καὶ θεραπείαις καταγεραίρων, τοῖς ἐκλεκτοῖς θυμιάμασιν τοῖς ἐκ μύρων τῶν πολυτελεστάτων κατεσκευασμένοις, τῆς εὐωδίας ἀπεπλήρου. περὶ δέ γε ἁφῶν τί χρὴ καὶ λέγειν ὡς λίαν φαιδρῶν καὶ δαψιλεστάτων; καὶ γὰρ ἑορτῆς μεγίστης ὑπόθεσιν τὴν ἀνθιππασίαν ἐκείνην ἐτίθετο, ἐφαίδρυνέν τε αὐτὴν τοῖς ἐκ τῶν ἱερῶν ἐκκλησιῶν εἰς ἁφὴν τῶν θείων λειτουργιῶν καὶ διακονιῶν ἀφωρισμένοις σκεύεσιν· ἃ τοῖς ἁρματείοις ἵπποις ὁμοῦ καὶ τοῖς τὰς ἡνίας αὐτῶν ἔχουσιν ὡς θεραπευτὴς προσένεμεν, αὐτούς τε τοὺς ἐν κλήρῳ τεταγμένους καὶ θεῷ ἀνιερωμένους ἄνδρας σὺν ἁφῇ καὶ δᾳδουχίᾳ τῇ διαφανεστάτῃ, ὁποίαν δὴ ἐν ταῖς καθ' ἡμᾶς ἑορτασίμοις ἡμέραις τις θεάσαιτο, προάγοντάς τε καὶ ἑπομένους καὶ τὰ θυτήρια σκεύη χερσὶν ἐπιφερομένους. καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινὸν καὶ δακρύων ἄξιον, ὅπως τὰ θεῖα εἰς τὴν ἀλόγων τιμὴν παρὰ τῶν ἀλόγων προήγετο. τοιαύτην τελετήν, ἐκείνην τὴν προπομπὴν διακοσμῶν συνεκρότει, ἡλίκην ἄν τις ἐπὶ θρησκείᾳ διασκευάσειεν· καὶ οὐδείς πω τοῦτον εἰδωλολατρίας, ὥσπερ ἦν ἄξιον, ἐγράψατο, ἢ τοὺς ἁμιλλητηρίους ἵππους κατ' αὐτὰς τὰς ἱππηλασίας καὶ τοὺς διφρηλατοῦντας οὕτω τιμωμένους ὁρῶν ἐδυσχέρανεν. τῶν ἁγίων δὲ πικροὶ κατήγοροι γίνονται καὶ τῆς ἁφῆς καὶ τῶν θυμιαμάτων καταγινώσκουσιν, ἐκλελησμένοι οἱ παράπαιστοι ὡς πάντα τὰ καθ' ἡμᾶς ἱερά, μεθ' ὧν καὶ ταῦτα, τῆς τοιαύτης τὸ ἐξ ἀρχῆς τυγχάνουσι τιμῆς. οὕτως ὑπὸ τῆς κατασχούσης τῶν καιρῶν ἀνωμαλίας καὶ ἀταξίας ἐκτραχηλισθέντες οἱ τάλανες οὐδὲ τὴν τοῖς ἀλόγοις ζῴοις προσαγομένην παρὰ τῶν δυσσεβούντων τιμὴν τοῖς ἱεροῖς νεῖμαι ἐδικαίωσαν· βιαίως δὲ ὅπως, τῶν ἱερῶν γέγονεν ἡ προσκύνησις, οἱ βιαίως ὡς ἀληθῶς ταύτης ἀφελκόμενοι καὶ κινδύνους ὡς πλείστους ἀνατλάντες διὰ τὴν εἰς Χριστὸν ἀγάπην ἀπαγγελλέτωσαν. 36 τὰ δὲ τούτοις ἑπόμενα οἵαν αὐτοῖς ἀναπλάττει τὴν τερατείαν, καὶ οἵοις ἐναντιώμασιν οἱ ἄθλιοι περιπίπτουσιν, ἀναισχύντως καὶ ἀπηρυθριασμένως ὁρμῶντες, τῇ φύσει τῶν πραγμάτων καὶ ὡς ἀληθείας ἔχουσι τὸ ψεῦδος ἀντιτιθέντες· αὐτόθεν ἕξουσι καταφανεῖς τῆς ψευδομυθίας τοὺς ἐλέγχους. παραπλησίως γὰρ ταῖς νυκτερίσιν, αἳ τὰς μὲν ἡλιακὰς αὐγὰς ἀεὶ δυσχεραίνουσιν νυκτὶ δὲ καὶ τῷ σκότῳ χαίρουσιν, καὶ οὗτοι τὸ μὲν τῆς ἀληθείας ἀποδιδράσκουσι φῶς, ἐπὶ τὸ φίλον δὲ καὶ σύνηθες τοῦ ψεύδους σκότος ὡς οἰκεῖον καταφεύγουσιν. οἷα γὰρ ἀποτολμῶσιν ἀνόσια οἱ πάντολμοι ἀπερεύγεσθαι, εὐνούστατοι θεράποντες πρὸς τὸ ἔκφυλον ἐκεῖνο καὶ μιξοβάρβαρον κύημα φιλοτιμούμενοι δείκνυσθαι,... εἰ μὴ κύριος ἡμῖν, λέγοντες, συγκεκρότηκεν καὶ ναυαγοῦντα κόσμον κατακλυσμὸν ἁμαρτίας ἠλέησεν καὶ δεύτερον Νῶε τοῖς Χριστιανοῖς ἐχαρίσατο, ὃς καὶ τὴν καταιγίδα τῆς αἱρέσεως σὺν τῷ κέντρῳ τοῦ διαβόλου ἀμβλῦναι ἐσπούδασεν. ἀλλ' ἀκουέτωσαν πρός τε ἡμῶν καὶ τῆς ἀληθείας αὐτῆς ὅτι κατακλυσμὸν ὄντως κατὰ Χριστιανῶν καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος οὗτος ἐπανέστησεν, καὶ τῆς τοσαύτης κατῆρξε ταραχῆς καὶ τοῦ κλύδωνος καὶ δεύτερος οὐ Νῶε (οὐδὲ φεύγων κατακλυσμὸν ἀλλ' ἐπάγων καὶ ὅλος ἐν αὐτῷ συμπνιγόμενος, πίστεως κιβωτὸν οὐκ ἔχων τὴν σῴζουσαν), ἀλλὰ Φαραώ τις βαρὺς ἐργοδιώκτης καὶ τέρας Αἰγύπτιον, ἢ ἄλλο Ἀσσύριον ἢ Βαβυλώνιον στύγημα· καὶ πικρὸς τύραννος κατὰ λαοῦ καὶ τῆς κληρονομίας κυρίου τὸν νοητὸν χειμῶνα καὶ τὴν χαλεπὴν τῶν ψυχῶν ζάλην ἀπεγέννησεν, ἐπὶ τῇ γαλήνῃ ἔτι ἀτρεμούσης τῆς ἐκκλησίας ἀπομανεὶς καὶ τοῖς καθεστῶσι πράγμασι λίαν ἀχθόμενος. καὶ ὧδε ὡς ἀληθῶς εἰπεῖν εὔκαιρον· εἰ μὴ κύριος Σαβαὼθ διὰ σπλάγχνα ἐλέους καὶ οἰκτιρμῶν αὐτοῦ ἐπέβλεψεν ἐξ οὐρανοῦ, ἁγίου κατοικητηρίου αὐτοῦ, καὶ κατηλέησεν καὶ ἐβοήθησεν ἡμῖν καὶ τὸν ἐπαναστάντα τῇ ἐκκλησίᾳ σάλον καὶ κλύδωνα παραδόξως κατηύνασεν καὶ τῇ καταιγίδι τῆς ἀποστασίας καὶ δυσσεβείας ἐπιτάξας εἰς αὔραν γαληνιῶσαν ἔστησεν, καὶ τῶν συμφορῶν τούτων τὸν αἴτιον, τὴν πάντων τῶν κακῶν ποριμωτάτην φύσιν, ψήφοις θεοκρίτοις μετελθών, ὧν ἦν ἄξιος, ἐκ ποδῶν ἐποιήσατο, οὐδὲν ἐκώλυεν τοὺς κατὰ τήνδε τὴν ἀρχὴν ἅπαντας με γίστῳ καὶ ἐξαισίῳ περιπεσόντας ναυαγίῳ εἰς βυθὸν ἀπιστίας κατολισθεῖν, ἐξ οὗ τὸ λοιπὸν ἐλπὶς οὐκ ἦν περισῴζεσθαι. οἷοι δὲ καὶ τούτων οἱ καρποὶ τῷ τρόπῳ καὶ τῇ διδασκαλίᾳ ἑπόμενοι, καθάπερ ἤδη καὶ ἐπὶ τῶν ἡγησαμένων αὐτῶν τῆς ἀσεβείας ἐδείκνυτο, διὰ τῶν πραγμάτων αὐτῶν καθίστανται γνώριμοι· ἐντεῦθεν γὰρ πάλιν ἡ ἐκκλησία τοῦ θεοῦ σχίζεται καὶ μερίζεται, καὶ ὁ ἄνωθεν καὶ διόλου ἐξυφασμένος χιτὼν τοῦ Χριστοῦ διαρρήγνυται. καὶ τί χρὴ τὰ πολλὰ νῦν ἀπαριθμεῖσθαι; ἤδη γὰρ ἐν τοῖς προοιμίοις τοῦδε τοῦ γράμματος μετρίως εἴρηται. ἀποκρινέσθωσαν δὲ ἡμῖν ἐρομένοις ὅτου δὴ χάριν τὸ καινὸν δὴ τουτὶ καὶ ἀγυρτῶδες συνῆκται συνέδριον. ποίας τῶν κατὰ τὴν ἐκκλησίαν ποτὲ παραφυεισῶν αἱρέσεων λόγον ἐν μέσῳ πεφώτικεν; τί τὸ διοχλοῦν; τί τὸ φανὲν ἄτοπον καὶ παράλογον; τίς ἡ ἄλογος σπουδή; τίς ὁ κινῶν ἀρχιερέων ἢ τῶν ἐν τέλει ἢ ὁποιασοῦν τύχης καὶ ἡλικίας καὶ ἀξιώματος; ἀλλ' οὐκ ἂν εἰπεῖν ἔχοιτε οὐδ' εἰ μυρία καμόντες συμπλάσσοιτε, πάντων εἰρηνευόντων καὶ ἐν μιᾷ πίστει καὶ ὁμολογίᾳ καὶ τῇ εἰς θεὸν εὐσεβείᾳ συγκεκραμένων καὶ κοινὴν καὶ σύμφωνον τῷ θεῷ τῶν ὅλων δόξαν ἀναπεμπόντων. ἢ οὐχὶ καὶ πάλιν ἐναγεῖς τινες καὶ ἀκαθαρσίας πάσης πεπληρωμένοι, τὴν ἰδίαν αἰσχύνην μᾶλλον καὶ τὸν ὄλεθρον ἢ δόξαν συστῆσαι βουλόμενοι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ' ὑπετάγησαν καὶ τὸν πρὶν κεκρυμμένον ἧς ὤδινον ἀπιστίας ἰὸν καὶ δόλον κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας, παριδόντος θεοῦ, τῆς δυναστείας ἐπ' ἀπωλείᾳ ψυχῆς καὶ σώματος ἐπιλαβόμενοι ἐξήμεσαν καὶ τὴν ψυχὴν ἐξοιδηκότες μέγα κατὰ τοῦ εὐαγγελικοῦ κηρύγματος ἔπνευσαν, ἵνα δι' ἑνὸς τοῦ κατὰ τῶν ἱερῶν ἐπιχειρήματος τὸ πᾶν τῆς θείας οἰκονομίας μυστήριον καταστρέψωνται; ἀλλὰ γὰρ τοῦ τηλικούτου βυθοῦ τῆς πλάνης ἀνατετραμμένου καὶ ἀνακεκαλυμμένου, τινὰς ἐν μέσῳ φευκτὰς καὶ ἀπηχεστάτας φωνὰς κειμένας παραδραμόντες, αὐτοὶ ἐπὶ τὰ ἑπόμενα ἄπιμεν. μετὰ γὰρ δὴ ταῦτα καὶ ἕπεσθαι αὐτοὺς καὶ ἀποδέχεσθαι τὰς ἱερὰς συνόδους καταφρυάττονται. προσεκτέον δὲ ὅτι ἐνταῦθα ὥσπερ ἐν καταλόγῳ τὰς ἓξ συνόδους ἀπαριθμούμενοι οὗτοι, τῆς νῦν αὐτοὺς μαιευσαμένης ἑταιρικῆς φατρίας μνήμην οὐδ' ὅλως πεποίηνται, τοῦτο μόνον εὖ πεπραχότες καὶ ἄκοντες· οὐ θεμιτὸν γὰρ τὴν ἐναγῆ ταῖς θεολέκτοις συγκαταλέγεσθαι. ὡς ἂν δὲ μὴ ἀδολεσχῶμεν, ἐκεῖνο συντόμως ἐροῦμεν. ἐπειδὴ γὰρ ἓν τὸ κακὸν ἔν τε τοῖς πάλαι τῆς ἀσεβείας ἡγεμόσιν ἔν τε τοῖς νῦν φοιτηταῖς αὐτῶν ἐπακμάσασιν, δῆλον ὡς τῷ διδασκάλῳ καὶ ὁ κατ' αὐτὸν κατηρτισμένος μαθητής, ὡς τὰ σπέρματα τῆς ἀσεβείας ὑποδεξάμενος, συναπελέγχεται, μιᾶς τοῦ ἐλέγχου πληγῆς κατὰ τὸν σειρομάστην τοῦ ζηλωτοῦ Φινεὲς τῶν συμπεπλεγμένων ἀλλήλοις κατὰ τὴν ἀσέβειαν καθικνουμένης. καὶ γὰρ πρότερον περί γε ἐκείνων ὅπως ταῖς συνόδοις ἕπονται, πλατύτερον εἴρηται. 37 ἐν γοῦν τῷ καταλόγῳ τῶν συνόδων, ἃς κατέκριναν αὗται αἱρέσεις προάγοντες, τοιάδέ τινα προσεπιφέρουσιν. Ἀλλὰ ταύτας πάλιν τὰς αἱρέσεις οἱ ταῖς ἀψύχοις εἰκόσιν τὴν προσκύνησιν δώσαντες, ἀφορμὴν τῆς πρὶν αὐτῶν ἀτοπίας ἐχαρίσαντο, ἢ συμπεριγράφοντες τῇ εἰκόνι τὸν ἀπερίγραφον ἢ τὴν σάρκα ἐκ τῆς θεότητος κατατέμνοντες, κακῷ τὸ κακὸν διορθούμενοι· ἀτόπημα γὰρ περιφεύγοντες, ἀτοπήματι περιπίπτουσιν. καὶ μὴν τῶν ἱερῶν τούτων συγκροτουμένων συνόδων τὰ σεπτὰ ταῦτα ἀνιστόρητο πανταχῇ, καὶ προσεκυνεῖτο ὑπὸ πάντων Χριστιανῶν ἀπεικάσματα, ἐν οἷς καὶ ἡ θεόλεκτος ἕκτη σύνοδος τὴν ἐπ' αὐτοῖς οἰκοδομὴν θειότερόν τι πεποίηται. οὐκοῦν φλυαροῦντες εἰκῇ καὶ ἐνταῦθα καταλαμβάνονται, τοῦ συνήθους ψεύδους οὐκ ἀφιστάμενοι, ὥστε οὐδὲ ἀφορμή τις ἐντεῦθεν νῦν συγχύσεως ἢ διαιρέσεως πέφανται. ὅτε γὰρ αἱ αἱρέσεις κατὰ καιροὺς τῷ βίῳ εἰσεφθάρησαν, τηνικαῦτα καὶ τῆς τῶν συνόδων ἀθροίσεως ἐδέησεν· ὁποῖόν τι καὶ ἐφ' ἧς νῦν πρεσβεύουσιν οὐχ' αἱρέσεως, ἀλλὰ ἀποστασίας συνέβαινεν. ἐν ᾧ γὰρ ὁ κατὰ τῆς θείας σαρκώσεως λόγος, ὥσπερ γάγγραινα νομὴν ἔχουσα, τὸν τῆς ἀρχῆς ταύτης λαὸν κατενέμετο, ἡ κατὰ Νίκαιαν ἱερὰ δευτέρα σύνοδος συγκεκρότηται, τὸ πονηρὸν ἐκεῖνο καὶ ἄθεον καθελοῦσα δόγμα. ἀλλὰ φασίν· ἢ συμπεριγράφοντες τῇ εἰκόνι τὸν ἀπερίγραφον ἢ τὴν σάρκα ἐκ τῆς θεότητος κατατέμνοντες. καὶ πόθεν λέγειν ὑμῖν τοῦτο πάρεστιν; εἰ μὲν ἐκ τοῦ γράφοντος ἀκηκόατε, ἐκείνῳ ἀναθετέον τὴν ἄνοιαν· οὐδὲν γὰρ τοῦ λέγειν ταῦτα ἀνοητότερον ἢ ἀλογώτερον. πῶς γὰρ ἐκ τοῦ γράφεσθαι τὸν Χριστόν, τούτων τι ἀναφανῆναι δυνήσεται; εἰ δὲ οὐδαμόθεν ἀκηκόατε (οὐδὲ γὰρ ἀκηκόατε), τὴν ἑαυτῶν στηλιτεύετε παραφροσύνην, φασμάτων πλήρη τὴν διάνοιαν ὑμῶν ἐργαζόμενοι· καὶ ἅπερ μάτην φυσιούμενοι καὶ ἀλόγως φαντασιούμενοι, ἐν τῇ ματαιότητι τοῦ νοὸς καὶ τῇ σαθρότητι τῶν εἰκαίων λογισμάτων ἀνετυπώσασθε, ἵνα τὴν σάρκωσιν τοῦ Χριστοῦ περιυβρισμένην ἀποφήνητε, ἐπὶ τὴν Χριστιανῶν ὑπόληψιν ἐγκαλοῦντες μετάγετε, καὶ ὥσπερ ἐν ἐπινοίᾳ τὰ μηδαμῇ μηδαμῶς λεχθέντα ἢ νοηθέντα ἢ ὅλως ὑπάρξαι δυνάμενα ὀνειροπολοῦντες θεωρεῖτε, καθὼς οἱ τοὺς ἱπποκενταύρους καὶ τοὺς τραγελάφους ἀναπλάσσοντες, κατὰ πολλὴν εὐκολίαν λόγοις διακένοις τὴν μυθοπλαστίαν συντιθέντες· ἣν οὐκ ἐπίνοιαν ἀλλὰ παράνοιαν καὶ ἔκστασιν κυριώτερον ἄν τις ὀνομάσειεν. ἃ γὰρ μήτε φύσιν ἔχει γίνεσθαι μήτε τὸ ἐν λόγοις ἀκόλουθον κεκτημένα, ταῦτα παρανοοῦντες ἐπινοεῖτε καὶ δογματίζετε. ὡς εἴ τις ὑμῖν καὶ τὸ ἡλιακὸν τοῦτο δὴ τὸ δισκοειδὲς σῶμα ἐν τόπῳ τινὶ γεγραμμένον ὑπέδειξεν, ὡς ἔν τισιν ὁρᾶται γινόμενον, ἐδογματίσατε ἂν καὶ αὐτὴν τοῦ φωτὸς τὴν οὐσίαν καὶ αὐγὴν συγγράφεσθαι ἢ πάντως ἐκ τοῦ ἡλίου τὸ φῶς ἀποτέμνεσθαι. ἢ πάλιν· ἀκτῖνα ἡλίου εἴ που δένδρῳ προσβαλοῦσαν ἴδοιτε, τμηθείη δὲ τὸ δένδρον, συνεκκοπήσεσθαι καὶ τὴν ἀκτῖνα οἰήσεσθε. τοῦτο δὲ ὑμῖν καὶ ἐπὶ πυρὸς καὶ ἄλλων τινῶν διανοηθήσεται, ἵνα ἐνδίκως παρὰ παίδων παιζόντων παιχθήσεσθε καὶ γελασθήσεσθε φρονοῦντες ἀσυνετώτερα. εἰ γὰρ ἐπὶ τῶν εἰρημένων οὔτε γίνεσθαι οὔτε ὁρᾶσθαι πέφυκεν οὔτε λέγεσθαι χώραν ἕξει, πόσον ταῦτα ἐπὶ τῆς ἀπορρήτου καὶ θείας φύσεως ἢ τῆς ἀφράστου καὶ ἀνερμηνεύτου τοῦ σωτῆρος οἰκονομίας ἐννοεῖν ἢ λέγειν ἀδύνατον καὶ ἀνεπιχείρητον· ταῦτα τὰ φασματώδη ληρήματα τῆς ἐπισεσυρμένης φατρίας τῶν τῷ Μαμωνᾷ καὶ τῇ κοπρίᾳ ὑποκυψάντων. ἧς τῷ πηλῷ καὶ τῷ βορβόρῳ συνιλυσπώμενοι ἐμμολύνεσθε, συμπεριγραφὰς καὶ τομὰς ἐπιτεχνώμενοι, ὡς ἂν μὴ καθυφῆτε τῆς ματαίας φιλονεικίας μὴ δὲ ἡττηθῆτε τῆς κακίστης ἐπιχειρήσεως καὶ τοῦ ἐμπαθοῦς καὶ ἀλλοτρίου τῆς εὐσεβείας θελήματος. οὐδὲ πυθέσθαι ἀξιοῦτε τῶν γραφόντων ὥστε ἀναδιδαχθῆναι τὸν τρόπον οὗ εἵνεκεν γράφουσιν, ἀλλ' ὑπὲρ ἀλλοτρίας γνώμης καὶ φρονήματος ἀποφαίνεσθε, καὶ κριταὶ ἄνομοι καὶ πικροὶ κατήγοροι γίνεσθε ὧν οὐκ ἠκούσατε ἀλλ' ὧν ὑμεῖς σκευωρεῖτε πονηρῶν καὶ ἀθέων εὑρημάτων· ἐξ ὧν τὸ βίαιον καὶ ἀπαραίτητον τῆς κατὰ τῶν πιστῶν ἐπιθέσεως, τὸ μὴ χρῆναι ὁμολογεῖν περιγραπτὸν τὸν Χριστὸν ἢ ὁμολογοῦντας συμπεριγράφειν πάντως ἢ τέμνειν καὶ τὰ ἀνήκεστα διωκομένους πάσχειν. 38 καὶ οὐδὲ τοῦτο συνήκατε, ὅτι τὸ οἰκοδομεῖν καλῶς καὶ διὰ Χριστὸν πράττειν, τῶν τιμώντων Χριστὸν καὶ σεβόντων ἴδιον, τῶν δὲ ἀπεναντίας καθαιρούντων, πρὸς ἀτιμίας αὐτοῦ καὶ ἐξουδενώσεως κατεργάζεσθαι οἰκεῖον. εἰς τοῦτο γὰρ ἀλα ζονείας καὶ ἀπονοίας ὑπερήρθητε, ὡς μήτε τὸ μακρὸν καὶ ἄπειρον τοῦ χρόνου δυσωπηθῆναι μὴ δὲ τῶν εὐσεβῶς κατὰ τὸν τῇδε βίον διαζησάντων καὶ πίστει καὶ εὐθύτητι δογμάτων διαπρεψάντων τὴν πληθύν, οἳ θείῳ πόθῳ καὶ θερμῷ ζήλῳ κινούμενοι περὶ τὴν ἱερογραφίαν σεμνῶς τετιμήκασι περιέποντες. θριαμβεύεται δὲ αὐτῶν καὶ ἄλλως τὸ ἐμβρόντητον καὶ ἠλίθιον· οὗτοι γάρ εἰσιν οἱ πανταχοῦ ψευδωνύμους τὰς τοῦ σωτῆρος εἰκόνας κατονομάζειν ἀποτολμῶντες. τὸ ψεῦδος δὲ ὡς ἀδρανὲς καὶ ἀνύπαρκτόν ἐστιν, οὐδεὶς τῶν πάντων ἀγνοεῖ· ὅπερ εἰ ἐπὶ τῆς εἰκόνος Χριστοῦ φέροιτο, ἕξει πάντως καὶ αὐτὴ τὸ ἀσθενὲς καὶ ἀνήνυτον. εἰ οὖν ταῦτα οὕτως ἔχειν ὡμολόγηται, πῶς οἱ ταῖς ἀληθείαις τοῦ ψεύδους ὑπασπισταί, τοσούτῳ κράτει καὶ ἰσχύϊ τὸ ψεῦδος τετιμήκασιν, τὸ ἐνεργὸν καὶ δραστήριον αὐτῷ ἀφορίζοντες, καὶ ταῦτα κατὰ τῆς ἀπορρήτου Χριστοῦ οἰκονομίας, ὥστε σύγχυσιν ἢ διαίρεσιν ἐνεργάσασθαι, ἀγνοοῦντες ὅτι καὶ ἑαυτοῖς καὶ τῇ ἀληθείᾳ ἀντίθετοι ταῦτα γλωσσαλγοῦντες καθίστανται; οἱ γὰρ τὰ χρώματα καὶ τὴν ὕλην κακίζοντες καὶ τὴν τέχνην τὴν γραφικὴν ἐκφαυλίζοντες καὶ ἃ συκοφαντοῦσιν τιμᾶν Χριστιανούς, οὗτοι πολὺ πλέον τετιμήκασιν. καὶ θαυμαστόν γε οὐδέν, εἰ ἀσθένειαν τῆς θείας καὶ παναλκοῦς δυνάμεως κατηγόρευσαν, ὡς δὴ μὴ ἐξισχύσασαν τοῦ τῇ κτίσει προσκυνεῖν ἀνθρώπους ἀνασώσασθαι, καὶ εἰδωλολατρίαν Χριστιανῶν κατειπεῖν οὐκ ἀπώκνησαν· καὶ Χριστὸν ταῦτα ὑπὸ χρωμάτων ὑπομεῖναι τὰ πάθη καταθαρρήσειαν παραφθέγξασθαι, ὡς λίαν ἀλόγου καὶ ἀλλοκότου φρενὸς καὶ τῶν μεμηνότων καὶ ἐξεστηκότων οὐδὲν ἄμεινον διακειμένης. ἃ δ' οὖν αὐτοὶ ἐξ ἐμπαθείας καὶ ἐμπληξίας παραφρονοῦσιν, ταῦτα Χριστιανοὺς οὔτε εἰδότας οὔτε δοξάζοντας ἀνοήτως καταιτιῶνται· ἀλλ' αἱ τούτων φωναὶ τῷ ψεύδει συνδιαλύονται, ἡ δὲ ἐπ' ὀνόματι Χριστοῦ τυπουμένη εἰκών, ἀληθής ἐστιν εἰκών, καὶ οὐδὲν τῶν παρ' αὐτοῖς κενολογουμένων δρᾷ· αὐτή τε ἡ φύ σις τῶν πραγμάτων ἐκδιδάσκει καὶ ἡ ἀλήθεια. ὁ γὰρ πιστῶς ἐνορῶν εἰς ἀνάμνησιν μὲν τοῦ μυστηρίου τῆς θείας συγκαταβάσεως ἔρχεται, οὐδενὶ δὲ τρόπῳ συγχύσεως ἢ διαιρέσεως ἕνεκεν τῶν κατὰ Χριστὸν φύσεων παραβλάπτεται δι' ἑτέρας ἰσχνοτέρας διδασκαλίας, τὸν περὶ τούτων λόγον ἀκριβέστερον ἐκπαιδευόμενος· ὁ δέ γε ἀπίστως ἐνορῶν, καὶ τὴν σάρκα ἀπιστεῖ καὶ κυριότητα ἀθετεῖ καὶ οὐδαμόθεν αὐτῷ ἀπόνασθαι τοῦ μυστηρίου περιγενήσεται. 39 ἐν τούτοις γοῦν κακῶς φρονοῦντας καὶ λαλοῦντας μάτην ἀπολιπόντες, ἐφ' ἕτερον κακίας αὐτῶν εἶδος μετελευσόμεθα ἐν οἷς φασίν· κακῷ τὸ κακὸν διορθούμενοι· ἀτόπημα γὰρ περιφεύγοντες, ἀτοπήμασιν περιπίπτουσιν. καὶ τίς Χριστιανῶν τοῦτο κακὸν ὡμολόγησεν πώποτε; ἢ ποῦ παρὰ τῆς Χριστιανῶν ἐκκλησίας ἤκουσται, ἵνα τοῦ προτέρου κακοῦ ἐπαισθόμενοι μεταγνόντες διαφύγοιεν, ἑτέρῳ δὲ κακῷ περιπέσοιεν; οὐδαμῶς πω ταῦτα εὕρηται ἢ ἤκουσται· ἐπὶ τῆς αὐτῆς γὰρ τὸ ἐξ ἀρχῆς καὶ νῦν δόξης καὶ ὁμολογίας ἀπαρακινήτως ἑστᾶσιν. ταῦτα πάλιν τῶν μεμηνότων καὶ ἀνοηταινόντων τὰ ῥήματα. ὃ γὰρ ἑώρων ἐφ' ἑαυτοῖς γινόμενον, τοῦτο τοῖς εὐσεβέσιν ἀπέρριψαν, ταυτόν τι ποιοῦντες ὑπ' ἀναισχυντίας καὶ ἀκρασίας, ὅπερ πράττουσιν οἱ ἀκολασίᾳ καὶ ἀσωτίᾳ συζῶντες· καὶ γὰρ ἐκεῖνοι τὰ ἑαυτῶν αἴσχη καὶ ὀνείδη τοῖς σώφροσιν καὶ σεμνῶς βιοῦσιν προστρίβονται. οὐκ οἶδα οὖν εἰ ἐπί τισιν ἄλλοις τὸ ἐξ ἀτόπων ἄτοπα διαδέχεσθαι ἢ ἐπὶ τούτοις γινόμενον θεωρηθήσεται· καὶ γὰρ δέον ἐπὶ τῇ πρώτῃ κακουργίᾳ γνωσιμαχήσαντας ἀνασφῆλαι, ἐφ' ἑτέρας χείρονας προὔβησαν. πρότερον γὰρ ἀγνώμονες ἐπὶ ταῖς συνθήκαις, ἃς ἐπὶ τοῦ θείου θυσιαστηρίου θεῷ καθυπέσχοντο, ὀφθέντες, οὐ μέχρι τούτου ἔστησαν τοῦ κακοῦ, εὐθὺς δὲ κατὰ τῶν χρισάντων καὶ αὐτοῦ Χριστοῦ τὰς γλώσσας καθώπλισαν· ἔπειτα χεῖρας βεβήλους κατὰ τῶν θείων οἴκων ἐπιστηρίσαντες, τὸν ἱερὸν καθεῖλον διάκοσμον, τὰ τοῦ θεοῦ θυσιαστήρια μανικῶς διορύττοντες. τί χρὴ περί γε τῶν σεπτῶν σκευῶν τε καὶ κειμηλίων λέγειν; ὧν τὰ μὲν ὡς ἀλλοτρίοις τισὶ διαφέροντα δυσμενῶς καὶ ἀκόσμως κατέαξαν, τὰ δὲ αἰθαλόεντα καταπιμπράντες εἰργάσαντο. τούτων οὕτως ἐπιτομώτερον εἰρημένων, πάλιν ἐπὶ τὰς ἀρχὰς καὶ τὰ καίρια τοῦ δόγματος αὐτῶν μέτιμεν, τὸν ἐπ' αὐτοῖς λόγον μικρὸν ἀναπτύσσοντες, ὡς ἂν ἴδωμεν εἰ ὑγιῶς περὶ αὐτῶν φρονοῦντες διάκεινται. τὴν γάρ τοι τοῦ ἀπεριγράπτου φωνὴν προχειριζόμενοι, καὶ ὑπόθεσιν ταύτην κατὰ τῆς εὐσεβείας προστησάμενοι, τῷ οἴεσθαι ὡς ἐχθίστῳ τινὶ τῇ καθ' ἡμᾶς ὁμολογίᾳ συνεπιτίθεσθαι, τὰς ἑαυτῶν ὑπολήψεις κρατύνειν ἐπιχειροῦσιν. φαίνονται δὲ ἐν τούτοις οὐδὲν ἧττον ἀσεβοῦντες ἢ ἀμαθαίνοντες· οὐ γὰρ ἴσασιν ὅσον γραπτοῦ καὶ περιγραπτοῦ, τοῦ τε γράφειν καὶ περιγράφειν, τὸ ἰδιάζον καὶ διηλλαγμένον. μετὸν γὰρ λέγειν" 3γράφειν" 3, ἀνεπιστημόνως ἐξ ἀμουσίας καὶ ἀπαιδευσίας φράζουσι" 3περιγράφειν" 3 οἱ ἀνόητοι. εἰ γὰρ ἐπέγνωσαν τῶν φωνῶν τουτωνὶ τὸ διάφορον καὶ τὴν δύναμιν, ᾐσχύνθησαν ἂν μικρὸν γοῦν τῆς προπετείας τὸν ἔλεγχον, τὸ κενολογεῖν ἀσυνέτως περιστησάμενοι. ἀλλὰ παρασυγχέουσι ταύτας κατὰ τοὺς παλαιοὺς τῆς κακίας ταύτης καὶ ἀλογίας εἰσηγητάς, ὥσπερ δὴ καὶ τὰς κατὰ Χριστὸν αὐτὸν φύσεις, ἡμεῖς δὲ πρὸς σαφήνειαν καὶ γνῶσιν τῶν οὐκ εἰδότων ἐπιτομώτερον διελέσθαι δεῖν ὠήθημεν· ἔστιν γὰρ ἡ τούτων διαφορὰ ἥδε. γραφὴ μὲν οὖν διττῶς λέγεται, ἥ τε διὰ τῶν χαρακτήρων τῶν στοιχείων τούτων καὶ συλλαβῶν καὶ λέξεων θέσει καὶ τάξει τῇ προσηκούσῃ χαρασσομένη, ἔτι μὴν καὶ ἡ διὰ τῆς τῶν ζωγράφων τέχνης ἐν χρώμασι τυπουμένη. περιγραφὴ δέ, ὡς συνοπτικώτερον εἰπεῖν, τρισὶ τούτοις τρόποις καταλαμβάνεται. ἢ γὰρ τόπῳ ἢ χρόνῳ ἢ καταλήψει περιγράφεται τὸ περιγραφόμενον· τόπῳ μὲν ὡς τὰ σώματα, χρόνῳ δὲ ὡς ταῦτά τε καὶ τὰ πράγματα ἀρχὴν ἐν χρόνῳ καὶ τέλος δεχόμενα, καταλήψει δὲ ὡς τὰ ἐννοήμασιν ὑποπίπτοντα. οὔτε οὖν ὁ γράφων τινά, οἷον ἄνθρωπον φέρε, ἤτοι εἰκονίζων (περὶ γὰρ τούτου τοῦ σημαινομένου τῆς λέξεως νῦν πρόκειται λέγειν), τὸν γραφόμενον ἐν τῇ ἰδίᾳ ἐκείνου εἰκόνι περιγράφει. οὐδὲ γὰρ ἐκ τοῦ γράφεσθαι περιγράφεται· ἑτέρως γὰρ τοῖς εἰρημένοις τρισὶ τρόποις λέγεται καὶ ἔστιν ἡ περιγραφή. οὔτε ἔμπαλιν ὁ περιγράφων τοῖς αὐτοῖς δὴ τούτοις τρόποις γράφει τὸν περιγραφόμενον, κἂν περιγραπτός ἐστιν. ὁ Χριστὸς τοίνυν τοῖς τρισὶ τούτοις τρόποις σωματωθεὶς περιεγράφη, οὐ παρ' ἡμῶν (οὐ γὰρ τῶν ἐφ' ἡμῖν τοῦτο), παρ' ἑαυτῷ δὲ διὰ τὴν οἰκονομίαν. γράφεται δὲ παρ' ἡμῶν ὡσαύτως σωματικῶς· ἄνθρωπος γὰρ κατὰ πάντα καθ' ὁμοιότητα τὴν ἡμετέραν κεχρημάτικεν πλὴν ἁμαρτίας. οὐ περιγράφομεν οὖν ἡμεῖς, ἀλλὰ γράφομεν, κἂν κενολογοῦσιν οἱ ἄθλιοι. τί οὖν φήσουσιν, ἐν ᾧ τὸ τοῦ θεοῦ λόγου σῶμα, ὅπερ ἐκ τῆς πανάγνου προσείληφε θεομήτορος, ἐν τῇ μητρῴᾳ νηδύϊ περιεγέγραπτο; συμπεριεγέγραπτο ἆρα καὶ ὁ λόγος αὐτῷ ἢ σπαργανουμένῳ καὶ ἐν φάτνῃ ἀνακλινομένῳ ἢ σταυρουμένῳ καὶ ἐν μνημείῳ κατατιθεμένῳ, καίτοι ἀχώριστος ἦν τοῦ οἰκείου ἀεὶ σώματος; εἰ μὲν οὖν οὐ συμπεριεγέγραπτο, κεχώριστο ἄρα τοῦ προσλήμματος· εἰ δὲ συμπεριεγέγραπτο, περιγραπτὸν εἶναι καὶ τὸν θεῖον λόγον δώσουσιν ἐξ ἀνάγκης, ἵνα ἑνί γε λόγῳ πάντως τὴν βλασφημίαν μὴ διαφύγωσιν· ἢ οὕτω γε διὰ τὴν μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν καὶ συμπάθοι ἂν πάσχοντι ὁ λόγος τῷ σώματι καὶ συντεθνήξεται καὶ τἄλλα ὑπομείναι ἂν καὶ ὡς θεὸς ἅπερ ὡς ἄνθρωπος δι' ἡμᾶς πεπονθέναι ἠνέσχετο, ἤ, ὃ μεῖζον εἰς ἀ θεΐαν, τοῖς κενοῖς διδασκάλοις αὐτῶν ἕψονται, σύγχυσιν ἐπινοοῦσιν ἐπὶ τῶν κατὰ Χριστὸν φύσεων ἢ δοκήσει καὶ φαντασίᾳ ὀφθῆναι Χριστόν. τούτων γὰρ αἱ φωναὶ σαφῶς ἐνταῦθα προέρχονται καὶ περιέστηκεν αὐτοῖς οὐδὲν ἧττον τὰ ἄτοπα καὶ περιπεπτώκασιν ἀκόσμως ἐξ ὧν διαδιδράσκειν ἐνόμιζον. 40 εἰ δὲ χρὴ καὶ ἐκ περιουσίας τὸν ἐπὶ τῷδε διατρανοῦν καὶ ἀπευρύνειν λόγον, τοιαῦτα ἂν προσενέγκοιμεν· εἰ ἐν Ἱεροσολύμοις διατρίβων σωματικῶς ὁ Χριστός, διδάσκων τε ἐν τῷ ἱερῷ καὶ τὰ θεοπρεπῆ ἐκεῖνα ἐπιτελῶν θαύματα (ὡς θεὸς γὰρ πανταχοῦ καὶ ὑπὲρ τὸ πᾶν ἐστιν), ἦν ἄρα κατὰ τὸν αὐτὸν χρόνον σωματικῶς καὶ ἐν τῇ Γαλιλαίᾳ ἢ ἐν ἑτέροις τόποις ὅλως σαρκικῶς ὁρώμενος; καὶ τίς οὕτως φρενῶν ἔξω καὶ νοῦ τοῦ καθήκοντος, ὃς οὕτω ταῦτα ἔχειν διϊσχυρίσαιτο; εἰ δὲ παρὰ τὸ ὁρᾶσθαι σωματικῶς οὐχ' ἑωρᾶτο καὶ θεϊκῶς, οὐδὲ παρὰ τὸ ἐν τῷδε μὲν εἶναι τῷ τόπῳ, ἐν τῷδε δὲ μὴ εἶναι σώματι, ἤδη καὶ κατὰ τὴν θεότητα ἐν ταυτῷ μόνον ἦν, οὐδὲ παρὰ τὸ πάσχειν σαρκί, καὶ θεότητι παθεῖν τὶ λέγεται, τί τὸ ἐμποδὼν στήσεται τοῦ καὶ γραφόμενον αὐτὸν ἢ περιγραφόμενον σαρκὶ μὴ ἀποτέμνεσθαι τῆς κατ' αὐτὸν θεότητος ἢ πάντως συγγραφήσεσθαι ἢ συμπεριγραφήσεσθαι; ἀλλ' οὐκ ἔχον φύσιν ἐστὶν τοῦτό γε, ἐπεὶ οὕτω καὶ εἰ ἄνθρωπος τῶν καθ' ἡμᾶς (βασιλεύς, εἰ τύχοι) εἰκονίζοιτο σώματι, ἀνάγκη καὶ τὴν ψυχὴν συνεικονίζεσθαι ἢ πάντως τεθνήξεσθαι χωριζόμενον· τί γάρ ἐστιν ἕτερον θάνατος ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώματος; ὧν τί λέγειν ἀνοητότερον ἢ ἀφρονέστερον; ποῦ δὲ ὅλως σῶμα ἄγραφον ἢ ἀπερίγραφον ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσται; ἢ πῶς ὁ τοῦ σώματος ὅρος καὶ λόγος σωθήσεται, εἰ μὴ ταῦτα ἔχοι, εἴπερ σῶμά ἐστιν τὸ τριχῇ διάστατον, περὶ ὃ σχῆμά τε καὶ ἀντιτυπία καὶ χρῶμα, ὄγκῳ διειλημμένον καὶ πηλικότητι, ἃ δὴ καὶ τὴν σωματικὴν ἡμῖν περιγραφὴν ἐκ παντὸς ὑπαγορεύει. εἰ μὴ γὰρ κέχρωσται ἢ ἐσχημάτισται ἢ πεπόσωται, οὐδὲ πεπέρασται, οὐδὲ σῶμα, καθ' ὃ δὴ καὶ τόπῳ τινὶ περιείργεσθαι πέφυκεν τῷ ὧδε μὲν εἶναι, ἑτέρωθι δὲ μὴ εἶναι. ὅλως δὲ τὸ ἐν τῷδε εἶναι, ἐν τῷδε δὲ μὴ εἶναι, τί ἕτερον ἢ περιγραφῆς ἡμῖν ἔννοιαν ἄντικρυς ὑποτίθεται; ὁ τοίνυν μὴ δοξάζων γράφεσθαι ἢ περιγράφεσθαι τὸν Χριστὸν σώματι, ἢ ὅ, τι ἐστὶν σῶμα οὐκ ἔγνω, ἐξ οὗ μὴ δὲ δόξαν ὀρθὴν κέκτηται, ἢ γνοὺς σῶμα καὶ ψυχὴν σῴζεσθαι παρῄτηται. οὐδὲ γὰρ αὐτὸς οὗτος ἄγραπτος τὸ σῶμα ἢ ἀπερίγραπτος, εἴπερ τῷ ὁμοίῳ τὸ ὅμοιον Χριστὸς ἀνεκάθαρεν· τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον οἴδαμεν. ὁ γοῦν ὁμολογῶν σῶμα ἀνειληφέναι τὸν Χριστὸν ὁποῖον τὸ ἡμέτερον (τοῦτο δὲ περιγραπτὸν καὶ γραπτόν), ἐξ ἀνάγκης κἀκεῖνο γραπτὸν καὶ περιγραπτὸν εἶναι συνομολογήσειεν· εἰ δὲ τὸ δεύτερον οὐ δώσει, οὐδὲ τὸ πρότερον ἄρα· ὃ πάντῃ ἄλογον καὶ καταγέλαστον. τῶν μὲν οὖν ὁσίων πατέρων ἡμῶν τὰ δόγματα, ταυτὸν δὲ εἰπεῖν πάσης τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας τὸ κήρυγμα, τρανῶς καὶ διαρρήδην ἐκ δύο καὶ ἐν δυσὶν κατὰ πάντα τελείαις ταῖς φύσεσιν, μιᾷ δὲ ὑποστάσει ἤτοι προσώπῳ τὸν Χριστὸν καὶ θεὸν ἡμῶν ὁμολόγως δοξάζουσιν, ἐκ δύο δὲ τῶν ἐναντίων· Προελθὼν γάρ φησιν, θεὸς μετὰ τῆς προσλήψεως ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκός τε καὶ πνεύματος. εἰ τοίνυν ἡ ἑτέρα τούτων, ἡ θεία φημὶ τοῦ λόγου φύσις, ἄγραπτός τε καὶ ἀπερίγραπτος ὡμολόγηται, ἀνάγκη πᾶσα, διὰ τὴν ἐκ τῶν ἐναντίων πρόοδον, τὴν ἑτέραν ἤγουν τὴν ἀνθρωπίνην γραπτὴν καὶ περιγραπτὴν εἶναι ὁμολογεῖσθαι. εἰ γοῦν καὶ ταύτη ἀπερίγραπτος νοοῖτο, ποῦ στήσεται τῶν ἐναντίων ὁ λόγος; ὡς οὖν ἡ ἑτέρα ἀπαθὴς καὶ ἄτρεπτος καὶ ἄχρονος καὶ εἴ τι ἕτερον θεοπρεπῶς ἐπὶ τῆς θείας λέγοιτο φύσεως, ἐξάπαντος τὰ ἐναντία ἐπὶ τῆς ἑτέρας ῥηθήσεται· τρεπτὴ γὰρ ἦν καὶ παθητὴ καὶ ὑπὸ χρόνον καὶ τἄλλα ἃ τὴν φύσιν χαρακτηρίζει τὴν καθ' ἡμᾶς. ἐπεὶ πῶς σωθήσονται αἱ κατὰ Χριστὸν θεωρούμεναι οὐσιώδεις διαφοραὶ καὶ ἡ ἑκατέρας οὐσίας ἰδιότης τῶν συντεθεισῶν ἐν τῇ μιᾷ καὶ τῇ αὐτῇ κατὰ Χριστὸν ὑποστάσει; τίς οὖν ἡ ἀποκλήρωσις; ἐπὶ μὲν τῶν ἄλλων τὴν κατὰ συζυγίαν τῶν ἐναντίων τηρεῖσθαι ἀντίθεσιν, ἐπὶ δὲ τούτων μόνων ἀθετεῖσθαι τῶν φωνῶν; τίς δὲ ὁ ἀναπείθων λόγος καὶ ὅτου χάριν, ἀναδύεσθαι περιγραπτὴν ὁμολογεῖν τὴν τοῦ κυρίου σάρκα, ὡς ἐξ ἀνάγκης καὶ τὸν λόγον αὐτὸν συμπεριγραφησόμενον; ἐξ οὗ τί συμβαίνει; καὶ πάθος αὐτὸ τὸ περιγεγράφθαι περὶ τὸν λόγον ἀναφαίνεσθαι, ὡς ἐξεῖναι ὑμῖν καὶ παθητὸν καὶ τρεπτὸν καὶ θνητὸν δοξάζειν καὶ τοῖς ἄλλοις τῆς σαρκὸς ὑποβάλλειν πάθεσιν διὰ τὴν πρὸς αὐτὴν ἕνωσιν· εἰς τοῦτο γὰρ ὑμῖν ἀπιστίας ὁ λόγος ἔρχεται. καὶ ἄλλως ἀτοπώτερον· ὃν γὰρ φατὲ ἀπερίγραπτον οὐκ οἶδα ὅπως ὑπ' εὐηθείας συμπεριγράφεσθαι τῇ εἰκόνι λέγετε, ὡς εἶναι καθ' ὑμᾶς τὸν αὐτὸν κατὰ ταυτὸν καὶ περιγραπτὸν καὶ ἀπερίγραπτον, τὸ μὲν δι' ἑαυτόν, τὸ δὲ διὰ τὴν εἰκόνα· ἐν οἷς καὶ εἰς ἀντίφασιν ὑμῖν ὁ λόγος περιΐσταται. εἰ δὲ τοῦτο, τί μὴ μᾶλλον μὴ δὲ σεσωματῶσθαι τὸν λόγον εἴποιτε, ἵνα μὴ καὶ σῶμα ὁ αὐτὸς μετὰ τοῦ ἀσωμάτου περιτραπεὶς τὴν φύσιν γίγνοιτο, καὶ τἄλλα ὅσα περὶ τὴν διπλόην θεωρεῖται τῶν φύσεων; εἰ δ' οὖν ὁ λόγος παθητὸς ἦν φύσει, σχοίη ἂν αὐτόθεν καὶ ταῦτα, οὐ παρὰ τὴν πρὸς τὸ σῶμα ἕνωσιν ἢ τῷ εἶναι περιγραπτόν. εἰ δὲ φύσει ἀπαθής ἐστιν καὶ ἀπερίγραπτος, κἂν ἐν σώματι γίγνοιτο, οὔτ' ἂν συγχυθήσεται οὔτε τμηθήσεται οὐδ' αὐτῷ σώματι συμπεριγραφήσεται ἢ συγγραφήσεται· σῴ ζοι γὰρ ἂν τὸν ἴδιον τῆς ἀπαθείας καὶ παντελῆ τῆς ἀτρεψίας καὶ ἀπεριγραψίας ὅρον τε καὶ λόγον. ἀλλ' ὑμῖν γε σπουδὴ δι' ἑνὸς τούτου προσρήματος τὴν ὅλην τοῦ σωτῆρος ἡμῶν ἀνατετράφθαι σάρκωσιν, ὅτι βαρὺς ὑμῖν ἐστιν, καὶ περιγραφόμενος καὶ ἐν εἰκόνι βλεπόμενος. 41 τούτων οὕτως ἐξητασμένων, ἐπὶ τὰς φωνὰς ἐκείνας μετελεύσομαι (ἐπὶ καιροῦ γὰρ ἂν εἴη εἰς μέσους παραθεῖναι), ἀφ' ὧν οὗτοι καὶ οἱ νεόκτητοι πατέρες αὐτῶν ὁρμώμενοι καὶ μυσταγωγούμενοι ἐπὶ τοσοῦτον ἀσεβείας ἐξεκυλίσθησαν. τῆς οὖν δοκήσεως ταύτης καὶ φαντασίας πρῶτος ὁ μιαρὸς καὶ θεήλατος Βαλεντῖνος κατῆρξεν, ὃς τοῦ ἀποστόλου λέξεις τινὰς ἀποσυλήσας τολμᾷ κατὰ τοῦ μυστηρίου τῆς θείας οἰκονομίας ἀπορρίψαι τοιαῦτα, μορφὴν δούλου εἰληφέναι λέγων τὸν κύριον, οὐκ αὐτὸν τὸν δοῦλον, καὶ ἐν σχήματι ἀνθρώπου γεγενῆσθαι αὐτόν, οὐκ αὐτὸν τὸν ἄνθρωπον ἀνειλῆφθαι, ἐπ' αὐτὴν δὲ τὴν θεότητα διαβαίνειν τὰ πάθη τὰ ἀνθρώπινα. τοιαῦτα δὲ οὐδὲ αὐτὸς ὁ ἐνεργῶν διὰ τῆς πονηρᾶς ἐκείνης γλώσσης δυσφημῆσαι τετόλμηκεν. ἐντεῦθεν λοιπὸν αὐτῷ συνήγετο ἀπερίγραπτον λέγειν τοῦ κυρίου τὸ σῶμα. 42 μετ' ἐκεῖνον ὁ μιαρώτερος καὶ θεοστυγέστερος Μαρκίων, ἐκ τῆς μυσαρᾶς καρδίας τὸν δυσώδη τῆς φαντασίας ἀπερευγόμενος βόρβορον, ὡς ἐκ πλειόνων βλασφημιῶν ὀλίγα παραθέσθαι, φάσκει τὸν Χριστὸν δοκήσει πεπονθέναι καὶ τεθάφθαι, καὶ ὅτι οὐκ ἄνθρωπος ἀληθῶς, ἀλλ' ἐν ὁμοιώματι ἀνθρώπου γέγονεν. 43 ὁ τούτῳ παρωνομασμένος, πολλῷ δὲ τυγχάνων ὀψίγονος, Μαρκιανὸς ὁ ἀθεώτατος τῇ θεοστυγεῖ καὶ πολυωνύμῳ τῶν καλουμένων Μασσαλιανῶν συμφθειρόμενος αἱρέσει, τοῦ ἀπεριγράπτου τὴν φωνὴν τρανέστερον ἐκπομπεύων ἐπισημαίνεται, ἐπεὶ ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τῶν ληρωδουμένων παρ' αὐτοῖς ἀναγέγραπται οὕτως· Λέγουσιν ὅτι ὁ ἄνθρωπος ὃν ἀνέλαβεν ἐκ τῆς Μαρίας ὁ κύριος, ποτὲ μὲν αὐτὸν εἰς πνεῦμα μετέβαλλεν, ποτὲ δὲ εἰς σῶμα, καὶ ὅτι αὐτὸ τὸ σῶμα τοῦ κυρίου ἀπερίγραπτον ἦν καθάπερ ἡ θεία φύσις. 44 ὁ τούτων ἀθεώτερος μάλιστα καὶ βδελυρώτερος, ὁ τῆς μανίας ἐπώνυμος Μάνης ἐν τῇ πρὸς Ὀδδὰν ἐπιστολῇ γράφει τοιάδε· Τῶν Γαλιλαίων δύο φύσεις ὀνομαζόντων ἔχειν τὸν Χριστόν, πλατὺν καταχέομεν γέλωτα, ὡς οὐκ εἰδότων ὅτι ἡ οὐσία τοῦ φωτὸς ἑτέρᾳ οὐ μίγνυται ὕλῃ, ἀλλ' ἔστιν ἀκραιφνής, ἑνωθῆναι ἑτέρᾳ οὐσίᾳ μὴ δυναμένη, κἂν δοκῇ ταύτῃ συνῆφθαι. ἡ δὲ τοῦ Χριστοῦ προσηγορία ὄνομά ἐστιν καταχρηστικόν, οὔτε εἴδους οὔτε οὐσίας ὑπάρχον σημαντικόν. τὸ δὲ ἀνώτατον φῶς, τοῖς ἑαυτοῦ συνουσιωμένον, ἔδειξεν ἑαυτὸ ἐν τοῖς ὑλικοῖς σώμασιν σῶμα, μία ὢν αὐτὸς φύσις τὸ πᾶν. 45 ἔτι ὁ αὐτὸς ἐν τῇ πρὸς Σκυθιανὸν ἐπιστολῇ (ἔν τισι δὲ Βαλεντίνου, τοῦ διδασκάλου Μάνεντος, ἐπιγέγραπται) οὕτω φάσκει· Ὁ δὲ τοῦ ἀϊδίου φωτὸς υἱὸς τὴν ἰδίαν οὐσίαν ἐν τῷ ὄρει ἐφανέρωσεν, οὐ δύο ἔχων φύσεις, ἀλλὰ μίαν ἐν τῷ ὁρατῷ καὶ ἀοράτῳ. 46 ἐκ δὴ τούτων ἐπιφημιζόμενον τῷ Χριστῷ τὸ ἀπερίγραπτον, ὥσπερ φθοροποιόν τι νόσημα, εἰς τοὺς περὶ Ἄρειον τὸν ἐμμανῆ καὶ τοὺς τὰ Ἀρείου φρονοῦντας ἐγκατέσκηψεν. οἷς ἑπόμενος ὁ τῆς Ἀρειανικῆς μανίας ἔξαρχος καὶ τῶν νῦν ἀρειανιζόντων, ταυτὸν δὲ εἰπεῖν μανιχαϊζόντων, διδάσκαλος κορυφαῖος Εὐσέβιος πρὸς τὴν βασιλίδα Κωνσταντίαν ἐπιστέλλων, ἐν τῷ περὶ τῆς τοῦ σωτῆρος μεταμορφώσεως γενόμενος τόπῳ γράφει τοιαῦτα· Δύο μορφῶν αὐτῷ παρισταμένων, περὶ μὲν τῆς τοῦ θεοῦ μορφῆς οὐδὲ αὐτὸς ἡγοῦμαί σε ζητεῖν. εἶτα μικρὸν ὑποβὰς φησίν· Ἀλλὰ γὰρ πάντως τῆς τοῦ δούλου μορφῆς ἐπιζητεῖς καὶ οὗ δι' ἡμᾶς περιεβλήθη σαρκίου. ἀλλὰ καὶ τοῦτο τῇ δόξῃ τῆς θεότητος ἀνακεκρᾶσθαι μεμαθήκαμεν καὶ καταπεπόσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. καὶ οὔτι που θαυμαστὸν εἰ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοιοῦτόν που πέφηνεν, ὁπότε καὶ ἐν ἀνθρώποις ἔτι βιοτεύων ὁ θεὸς λόγος, τοῖς ἐγκρίτοις τῶν αὐτοῦ λόγων προαρραβωνιζόμενος τὴν θέαν τῆς αὐτοῦ βασιλείας, μεταβαλὼν τὴν τοῦ δούλου μορφήν, αὐτὴν ἐκείνην ἐπὶ τοῦ ὄρους ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἐπιδέδεικται, ὅτε τὸ μὲν πρόσωπον αὐτοῦ ἀπήστραψεν ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ὡς τὸ φῶς. τίς οὖν τῆς τοσαύτης ἀξίας τε καὶ δόξης τὰς ἀποστιλβούσας καὶ ἀπαστραπτούσας μαρμαρυγὰς οἷός τε ἂν εἴη καταχαράξαι νεκροῖς καὶ ἀψύχοις χρώμασιν, τί λέγων ἐνταῦθα τὸ ἀνακεκρᾶ σθαι καὶ μεταβαλὼν ἢ ὅπερ προϊὼν ἐξ ὅλων ὅλην μεταβεβλῆσθαι τὴν δούλειον ἔφη μορφήν; καὶ ἔτι μεταταῦτα εἰς θεὸν μεταβληθεῖσαν ἀπαρακαλύπτῳ φωνῇ ἐκτίθεται. εἶτα καὶ ὑπηρέτην, πρὸς δέ γε καὶ δεύτερον θεὸν τὸν μονογενῆ ἀθέως δοξάζει, ἡνίκα φάσκει ὅτι Ὁ ἀνωτάτω πατήρ, θεὸν καὶ κύριον καὶ βασιλέα τῶν ὅλων μόνον αὐτὸν μετά γε ἑαυτὸν ἀναδείξας. ἃ δὲ καὶ ἕτερα βλασφημῶν γράφει, τοῖς ἐντυγχνάνουσι τῇ ἐπιστολῇ ἔνδηλα γενήσεται· ἅπερ ἅπαντα ἀλλότρια τῆς εὐαγοῦς ἡμῶν τυγχάνει ὁμολογίας· περὶ ὧν καὶ ἐν ἑτέροις ἡμῖν ἐξήτασται. τῶν οὖν ἠφανίσθαι καὶ μὴ σεσῶσθαι τὴν καθ' ἡμᾶς φύσιν ἐπὶ Χριστοῦ καὶ διατοῦτο τὸ ἀπερίγραπτον ἐπ' αὐτῷ κενολογούντων ἡ συναυλία τοιαύτη. ὧν ἐστιν καὶ Ἐπιφανίδης τὶς τῆς φασματώδους μοίρας τυγχάνων (Ἐπιφάνιον δὲ τὸν ἱερὸν τῆς Κυπρίων νήσου ἀρχιερέα ἐπιγράφουσιν) καὶ εἴ τινες ἄλλοι τῆς ἀπατηλῆς δοκήσεως ἐξηγήσαντο, ὡς μεταταῦτα λεχθήσεται. οἷς καὶ οὗτοι συνεξεφύρθησαν, παρ' ὧν καὶ τοῦ ἀπεριγράπτου τὴν φαντασίαν μεμύηνται, τὴν πραγματιωδῶς καὶ κυρίως γεγενημένην τοῦ σωτῆρος ἡμῶν σάρκωσιν ἠθετηκότες, καὶ οἷα λώβην ἐσχάτην τῶν ψυχῶν παρεδέξαντο. 47 ἀλλ' οὗτοι μὲν ἅπαντες μετὰ τῆς βλασφημίας ἐρρέτωσαν· ἡμῖν δὲ τὰ θεῖα τῶν διδασκάλων τῆς ἐκκλησίας δόγματα, ὥσπερ ἔκ τινος ὑψηλοτάτης περιοπῆς τῆς θείας ἐπιπνοίας ἀπηχούμενα, τῆς τοῦ θεοῦ λόγου συγκαταβάσεως διατρανούτωσαν τὸ ἀπλανὲς καὶ μέγα μυστήριον, τῶν μὲν ἀθυ ρογλωττούντων ἀσεβῶν ἐπιστομίζοντα τὴν ἀσέβειαν, τῶν εὐσεβούντων δὲ τὴν παρρησίαν ἐπιρρωννύοντα, καὶ σύμφωνον καὶ ἐναρμόνιον τῆς ὀρθοδοξίας ἡμῖν τὴν ᾠδὴν ἀναπλέκοντα. εἶμι λοιπὸν καὶ ταῦτα προσφόρως δείξων καὶ εὐκαιρότατα. ἡγείσθω δὲ τῆς ἱερᾶς τρίτης συνόδου τὰ θεῖα ὁρίσματα. θεσπίζει γὰρ ὧδε· Εἴ τις οὐχ' ὁμολογεῖ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ θεόν, περιγραπτὸν κατὰ τὸ ἀνθρώπινον, ἀπερίγραπτον δὲ κατὰ τὴν θεότητα, ἔστω ἀνάθεμα. ἑπέσθω δὲ καὶ τὰ τούτοις συγγενῆ τε καὶ σύνδρομα. 48 ὁ γοῦν ἱερὸς καὶ μέγας Ἀθανάσιος, ὁ τῆς μεγάλης Ἀλεξάνδρου πρόεδρος καὶ μέγας τῆς εὐσεβείας ὑπέρμαχος, κατὰ τῶν τὰ Σαμοσατέως τοῦ δυσσεβοῦς φρονούντων καὶ περὶ πίστεως καὶ ὅτι εἷς ὁ Χριστός, φράζει τοιάδε· Ταῦτα καὶ νῦν ζητοῦσίν τινες, Ἑλληνικὴν καὶ Ἰουδαϊκὴν νοσοῦντες κακίαν καὶ μὴ παραδεχόμενοι μὴ δὲ πιστεύοντες ὅλως σωματοῦσθαι θεόν, ἀλλ' ἢ λογισμοῖς ἀνθρωπίνοις καὶ σοφίᾳ Ἑλληνικῇ γνῶναι καὶ καταλαβεῖν μᾶλλον βουλόμενοι τὰ μεγάλα καὶ ἀκατάληπτα· πῶς γεγέννηται τὸ ἀσώματον, πῶς δὲ καὶ πρόεισιν καὶ ποῦ τὸ πανταχῇ ὂν καὶ πάντα περιέχον καὶ πάντα πληροῦν. καὶ ἐκ τοῦ πῶς καὶ ὅπως, εἰς ἀπιστίαν ἐχώρησαν, καὶ ἀντὶ γεννήσεως ἐπλάσαντο ποίησιν, καὶ ἀντὶ προόδου κτίσιν καὶ πάροδον κατεσκεύασαν. οὕτω πάλιν καὶ ἐπὶ τῆς σαρκώσεως· πῶς σαρκοῦται, πῶς σωματοῦται, πῶς συντίθεται πρὸς σῶμα βραχὺ ὁ ἀχώρητος; πῶς δὲ καὶ ἑνοῦται τὸ ἄκτιστον τῷ κτιστῷ καὶ τῷ περιγραφομένῳ τὸ ἀπερίγραφον; πῶς καὶ ἐν μέρει ὁ μέγας ἐκεῖνος καὶ ἀμέτρητος καὶ ἀμέριστος; ἢ γὰρ τὸ μέγα εἰς μικρὸν συνεστάλη χωρίον ἢ τὸ μικρὸν γέγονεν μέγα ἢ μέρος τῆς θεότητος καὶ οὐ τὸ πᾶν ὑπεδέξατο· ὅπέρ ἐστιν ἀσεβές. 49 οἷς ἀκολούθως καὶ ὁ μέγας ἐν θεολογίᾳ λεγέτω Γρηγόριος ἐν τῷ εἰς τὸ ἅγιον Πάσχα λόγῳ· Ἐνιαύσιον δὲ ὡς ἥλιον δικαιοσύνης· ἢ ἐκεῖθεν ὁρμώμενον ἢ τῷ ὁρωμένῳ περιγραπτὸν καὶ εἰς ἑαυτὸν ἐπιστρέφοντα. 50 ταῦτα ἐπεξηγείσθω καὶ σαφηνιζέτω ὁ μέγας τῆς εὐσεβείας ὁμολογητὴς Μάξιμος φάσκων·" 3Ἥλιος δικαιοσύνης" 3 ὁ κύριος προσαγορεύεται, ὡς ποιητὴς καὶ συντελεστὴς τῶν αἰώνων καὶ ὡς ἀρχὴ πάντων καὶ τέλος." 3ἐκεῖθεν" 3 δὲ" 3ὁρμώμενος" 3 εἴρηται" 3ἢ τῷ ὁρωμένῳ περιγραπτός" 3, ἢ ὡς φῶς ἐκ φωτὸς καὶ θεὸς ἀληθινός, τοῦ πατρὸς γεννητῶς ὁρμώμενος, ἢ ὡς ἄνθρωπος ὁ αὐτός, τῷ καθ' ἡμᾶς ὁρωμένῳ τῆς φύσεως εἴδει περιγραπτός, καθάπερ ὁ ἥλιος ἐκ τοῦ οὐρανοῦ ὁρώμενος τῷ φαινομένῳ δισκοειδεῖ σώματι περιγέγραπται. 51 τοιαῦτα καὶ ἐν τῇ πρὸς Ἰωάννην τὸν Κουβικουλάριον δογματικῇ ἐπιστολῇ γράφει· Ἑκάτερόν τε ἐπαληθεύοντα, τὸ θεῖον ὁμοῦ καὶ τὸ ἀνθρώπινον, πιστοῦσθαι θαύμασι θείοις καὶ παθήμασιν ἀνθρωπίνοις· καὶ κατὰ μὲν τὴν ἑαυτοῦ πρὸς τὸν πατέρα φύσιν τε καὶ οὐσίαν, ἄκτιστον, ἀόρατον, ἀπερίγραφον, ἀναλλοίωτον, ἄτρεπτον, ἀπαθῆ, ἄφθαρτον, ἀθάνατον, δημιουργὸν τῶν πάντων, κατὰ δὲ τὴν τῆς σαρκὸς αὐτοῦ φύσιν καὶ ἡμετέραν, τὸν αὐτὸν κτιστόν, παθητόν, περιγρα πτόν, χωρητόν, θνητόν· τὸν αὐτὸν μέν, οὐ κατὰ τὸ αὐτὸ δέ, διὰ τὰ ἐξ ὧν καὶ ἐν οἷς τὸ εἶναι ἔχει. 52 ἔτι ὁ αὐτὸς θεῖος Γρηγόριος ἐν τῇ πρὸς Κληδόνιον πρώτῃ ἐπιστολῇ τῆς αὐτῆς ἐννοίας ἐπειλημμένος ἀποφαίνεται· Οὐ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρῶτον μὲν οὐκ ἄνθρωπον, ἀλλὰ θεὸν καὶ υἱὸν μόνον καὶ προαιώνιον, ἀμιγῆ σώματος· ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον προσληφθέντα ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, παθητὸν σαρκί, ἀπαθῆ θεότητι· περιγραπτὸν σώματι, ἀπερίγραπτον πνεύματι, τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, χωρητὸν καὶ ἀχώρητον, ἵνα ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν. 53 φωτιζέτω ἡμᾶς οὗτος ὁ θεῖος διδάσκαλος καὶ ἐκ τοῦ εἰς τὰ Φῶτα εἰρημένου αὐτῷ λόγου ταῦτα· Ἐπειδὴ καθαρὰν αὐτοῦ τὴν θεότητα φέρειν, οὐ τῆς ἐν γενέσει καὶ φθορᾷ φύσεως, διὰ τοῦτο τὰ ἄμικτα μίγνυται· οὐ γενέσει μόνον θεὸς οὐδὲ σαρκὶ νοῦς οὐδὲ χρόνῳ τὸ ἄχρονον οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον, ἀλλὰ καὶ παρθενίᾳ γέννησις καὶ ἀτιμία τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ καὶ πάθει τὸ ἀπαθὲς καὶ τῷ φθαρτῷ τὸ ἀθάνατον. φανερὸν δὲ ὅτι ἐνταῦθα ὁ πατὴρ τῷ μέτρῳ ἀντὶ τοῦ περιγραπτοῦ ἐχρήσατο, ἀντιθεὶς τῷ ἀπεριγράπτῳ. πᾶν γὰρ ὃ μέτρῳ ὑποπέπτωκεν περιγραπτὸν πάντως ἐστίν. καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἐκ τῶν λοιπῶν πειστέον ἀντιθέσεων, καθ' ἃς τὰ ἐναντία ἀλλήλαις παρέθετο. 54 ἑξῆς προκείσθω καὶ ὁ μέγας Εὐστάθιος, ὁ τῆς Ἀντιοχέων πάλαι γενόμενος πρόεδρος, ἐν τῷ ἐπιγεγραμμένῳ αὐτοῦ λόγῳ θεωρηματικῶς" 3εἰς τὸ ἐπίγραμμα τῆς στηλογραφίας" 3 οὑτωσὶ λέγων, περὶ τοῦ νομοθέτου Μωσέως τὸν λόγον ποιούμενος· Φαίνεται τοίνυν ὅτι διττὰς ὑποτίθεται στηλῶν εἰδέας· οὐ γὰρ ἂν τὴν τοῦ Ἰακὼβ ἀποδεχόμενος ἐυφήμως ἐπετίμα ταῖς τῶν ἐναντίων ὡς ἀσεβῶς ἱδρυμέναις. ἀλλ' ἐκεῖναι μὲν εἰδωλολατρίας ἐκτυποῦσι φάσματα δαιμονιώδη κακοδόξως, ἡ δὲ τοῦ προπάτορος Ἰακὼβ οὐ τὴν αὐτὴν ἐκείναις ἐμφαίνει πραγματείαν. ὁ γάρ τοι δίκαιος ἀνὴρ ἐνηχηθεὶς ἁγίῳ πνεύματι πρῶτον μὲν αὐτὸ τὸ σωματικὸν εἶδος ὁρᾷ τοῦ Χριστοῦ προαναζωγραφούμενον ἐναργῶς, ὅπέρ ἐστιν ὁρατὸν καὶ τοπικῆς ἐχόμενον περιγραφῆς· δεύτερον δὲ καὶ τὸ νικηφόρον τοῦ σταυροῦ τρόπαιον κλίμακι προσεμφερῶς ἀπεικαζόμενον ἱστορεῖ. τούτῳ γὰρ καὶ ἐπεστηρίχθη μετεώρως, ἑλκύσας ἅπαντας πρὸς ἑαυτόν. 55 ὁ τῆς Νυσαέων διακοσμῶν τὴν ἱεραρχίαν εἰσβαινέτω ἐπὶ τούτοις θεῖος Γρηγόριος, ἐν τοῖς Κατηχητικοῖς αὐτοῦ λόγοις τὰ παραπλήσια δοξάζων· Ἀλλὰ μικρόν, φησίν, καὶ εὐπερίγραπτον ἡ ἀνθρωπίνη φύσις, ἄπειρον δὲ ἡ θεότης· καὶ πῶς ἂν περιληφθῇ τῷ ἀτόμῳ τὸ ἄπειρον; καὶ τίς τοῦτο φησίν, ὅτι τῇ περιγραφῇ τῆς σαρκὸς καθάπερ ἐν ἀγγείῳ τινὶ ἡ ἀπειρία τῆς θεότητος περιελήφθη; οὐδὲ γὰρ ἐπὶ τῆς ἡμετέρας ζωῆς ἐντὸς κατακλείεται τῶν τῆς σαρκὸς ὅρων ἡ νοερὰ φύσις, ἀλλ' ὁ μὲν ὄγκος τοῦ σώματος τοῖς οἰκείοις μέρεσι περιγράφεται, ἡ δὲ ψυχὴ τοῖς τῆς διανοίας κινήμασιν πάσῃ κατ' ἐξουσίαν ἐφαπλοῦται τῇ κτίσει. 56 ὁ ἱερὸς Ἀμφιλόχιος, ὁ τῆς Ἰκονιατῶν ἐπιτροπεύσας, Σελεύκῳ μὲν τῷ ἐπιτηδείῳ ἐπιστελλέτω, τοῖς προκειμένοις δὲ συμφθεγγόμενος δογματιζέτω τρανέστερον· Ὥστε τὴν τοῦ θεοῦ μορφὴν καὶ τὴν τοῦ δούλου μορφὴν συντελεῖν εἰς ἓν πρόσωπον υἱοῦ τε καὶ κυρίου Ἰησοῦ Χριστοῦ· οὕτως θεόν τε καὶ ἄνθρωπον ὁμολογῶ τὸν υἱὸν τοῦ θεοῦ, ἕνα υἱὸν δύο φύσεων, παθητῆς καὶ ἀπαθοῦς, θνητῆς καὶ ἀθανάτου, ψηλαφητῆς καὶ ἀνεπάφου, ἀνάρχου καὶ ἀρξαμένης, ἀπεριγράφου καὶ περιγραφομένης. ἐρεῖ δὲ καὶ μετὰ βραχέα· Τίκτεται τοίνυν ἐκ τῆς ἁγίας Μαρίας ὁ δεσπότης Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ οὐ τῇ ἀπεριγράφῳ ἀλλὰ τῇ περιγεγραμμένῃ φύσει. ἔφην γὰρ ἐν τοῖς ἀνωτέρω τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ ἀπερίγραφον εἶναι καὶ περιγεγραμμένον· κατὰ μὲν τὴν θείαν φύσιν ἀπερίγραφον, κατὰ δὲ τὴν ἀνθρωπίνην περιγεγραμμένον· καθ' ἣν καὶ ἐν φάτνῃ καὶ ἐν σπαργάνοις καὶ ἐν σταυρῷ καὶ ἐν τάφῳ περιεγέγραπτο ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, κατὰ τὴν θεότητα δὲ ἀπεράντως καὶ ἀπεριγράφως τὰ πάντα περιεῖχέν τε καὶ περιέχει. τοῖς ἰσοδυναμοῦσι δὲ τὰ κατὰ τὴν ἐπιστολὴν διεξερχόμενος συμπεραιοῖ τὸν λόγον οὕτως· Εἷς τοίνυν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ παθητὸς καὶ ἀπαθής, παθητὸς μὲν σαρκί, ἀπαθὴς δὲ θεότητι, ὁρατὸς σαρκί, ἀόρατος θεότητι, περιγραπτὸς σαρκί, ἀπερίγραφος θεότητι· ἀρχὴν χρονικὴν ἔχων κατὰ τὴν σάρκα, ἄναρχος κατὰ τὴν θεότητα. καὶ ταῦτα μέν, ὡς ἐμαυτὸν πέπεικα, εὖ ἔχοντα πεποίημαι. 57 ὁ κατὰ τὴν Μυρηνῶν ἐκκλησίαν ἐμπρέψας Μεθόδιος ὁ ὅσιος εἰς τόνδε εἰστρεχέτω τὸν ἱερὸν σύλλογον, μέθοδον ὥσπερ ἱερὰν ἡμῖν καὶ σύντομον προχειριζόμενος ἐν τῷ πεποιημένῳ αὐτῷ εἰς τὴν τῆς ὑπαπαντῆς καλουμένην ἡμέραν ἑορτασίμῳ λόγῳ, καὶ συμφώνως τοῖς προκειμένοις ᾀδέτω καὶ πρὸς τὴν πάναγνον θεομήτορα τὰ ἐπ' εὐλογίαις ὑμνούμενα φωνείτω· Εὐλογημένη σύ, παντευλόγητε καὶ πασιπόθητε· ἐπ' εὐλογίαις κυρίου τὸ θεοχαρίτωτόν σου ὄνομα, θεογεννήτρια, δᾳδοῦχε πάντων· ἡ περιγραφή, ἵν' οὕτως εἴπω, τοῦ ἀπεριγράπτου, ἡ ῥίζα τοῦ τιμιωτάτου ἄνθους, ἡ μήτηρ τοῦ πλάσαντος, ἡ τίτθη τοῦ τρέφοντος, ἡ περιοχὴ τοῦ περιέχοντος, ἡ φέρουσα τὸν φέροντα ῥήματι πάντα. τί οὖν ἕτερον ἡμῖν τὰ προκείμενα ῥητὰ τοῦ πατρὸς παρίστησιν ἢ τὸ περιγεγράφθαι Χριστὸν σωματικῶς ἐν τῇ κατὰ τὴν παναγίαν παρθένον νηδύϊ κυοφορούμενον, καὶ μάλιστα τῷ εἰρῆσθαι περιγραφὴν τοῦ ἀπεριγράφου καὶ περιοχὴν τοῦ περιέχοντος; 58 ὁ θεῖος Ἱππόλυτος, ὁ τῆς Πορτίων ἐκκλησίας ἰθύνων τοὺς οἴακας, λυέτω τὴν ἱερὰν γλῶσσαν καὶ καταγορευέτω καὶ βαλλέτω κραταιῶς τοὺς νῦν ἀναφανέντας τῆς συγχυτικῆς μοίρας Βήρωνας καὶ Ἡλίκωνας. λέξει γοῦν ὧδε· Τὸ γὰρ ἄπειρον κατ' οὐδένα λόγον ἢ τρόπον ἐπιδέχεται κίνησιν, οὐκ ἔχον ὅποι καὶ περὶ ὃ κινηθήσεται· τροπὴ γὰρ τοῦ κατὰ φύσιν ἀπείρου κινεῖσθαι μὴ πεφυκότος ἡ κίνησις. διὸ καὶ καθ' ἡμᾶς ἀληθῶς γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας ὁ τοῦ θεοῦ λόγος, ἐνεργήσας τε καὶ παθὼν ἀνθρωπίνως ὅσα τῆς φύ σεώς ἐστιν ἀναμάρτητα καὶ φυσικῆς σαρκὸς περιγραφῆς ἀνασχόμενος δι' ἡμᾶς, τροπὴν οὐχ' ὑπέμεινεν, μηδενὶ παντελῶς, ᾧ ταυτόν ἐστιν τῷ πατρί, γενόμενος ταυτὸν τῇ σαρκὶ διὰ τὴν ἕνωσιν. καὶ αὖθις κατὰ τὸν αὐτὸν εἰρήσεται λόγον· Ὥσπερ οὖν ἐφ' ἡμῶν, ὅσον εἰκάσαι τὸ παντελῶς ἀνείκαστον, διὰ τῆς σωματικῆς ἡμῶν γλώσσης ἀτρέπτως ἡ κατὰ φύσιν τῆς ψυχῆς λογικὴ προφέρεται δύναμις, οὕτως καὶ ἐπὶ τῆς ὑπερφυοῦς τοῦ θεοῦ λόγου σωματώσεως διὰ τῆς αὐτοῦ παναγίας σαρκός, ἐν οἷς ἂν θεϊκῶς ἐνήργησεν, δίχα τροπῆς ἡ παντοκρατορικὴ καὶ τῶν ὅλων ποιητικὴ τῆς ὅλης θεότητος ἐνέργεια ἐδείκνυτο, πάσης ἐκτὸς κατὰ φύσιν περιγραφῆς διαμένουσα, κἂν διὰ σαρκὸς διέλαμπε φύσει πεπερασμένης. ἐπιστατέον δὲ ὅτι τὸ πεπερασμένης ταυτόν ἐστιν τῷ" 3περιγεγραμμένης" 3. 59 μετὰ δὴ τούτους ὁ θεοφόρος διανιστάσθω Ἀναστάσιος, ὁ τῆς Ἀντιοχέων μεγαλοπόλεως ἐγχειρισθεὶς τὰ πηδάλια, καὶ καθαιρείτω τοὺς ἀνιδρύτους καὶ κατασεσεισμένους καὶ γνώμην καὶ δόγματα καὶ δὴ καὶ ὁριζέσθω· Ἰδιότης ἐστὶν τὸ κυρίως ἔν τινι φύσει ἰδικῶς γνωριζόμενον, ἐν ἑτέρᾳ δὲ μὴ εὑρισκόμενον. οἷον τί λέγω· ἐν τῇ θείᾳ φύσει τὸ προαιώνιον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον, ἅτινα οὐχ' ὑπάρχουσιν ἐν ἄλλῃ οἱᾳδήποτε οὐσίᾳ οὔτε ἐν αὐτῷ τῷ παναγίῳ σώματι τοῦ Χριστοῦ κατ' οὐσίαν· οὔτε γὰρ προαιώνιόν ἐστιν οὔτε ἄκτιστον, οὔτε ἀπερίγραπτον ἔσται ποτέ. 60 ἐντεῦθεν ὁ ἱεροκῆρυξ προερχέσθω Σωφρόνιος, ὃς τὸν τῶν Ἱεροσολυμιτῶν ἔν τε δόγμασιν ἔν τε πράξεσιν κατεκάλλυνεν θρόνον, καὶ σωφρονιζέτω τοὺς ἀκολασταίνοντας καὶ ἀφραίνοντας· καὶ διδασκέτω μὴ πόρρω θέειν τῆς ἐκκλησίας τῶν θείων ὁρισμάτων, ἐν τῇ πρὸς Ὀνώριον τὸν τῆς Ῥωμαίων ἱερωσύνης οὐκ εὐαγῶς ἐξηγησάμενον δογματικῇ ἐπιστολῇ ὧδέ πῃ συγγεγραφώς· Ἐκ δύο φύσεων τὸν Χριστὸν νομίζοντες. καὶ μετὰ βραχέα· Ἁπτὸν τὸν αὐτὸν καὶ ἀνέπαφον, περιγραπτὸν τὸν αὐτὸν καὶ ἀπερίγραφον. καὶ μετά τινα· Ὅθεν καὶ τόπον ὡς ἡμεῖς ἐκ τόπου μετέβαινεν ὁ Χριστὸς δῆλον δήπου, ἐπεὶ καὶ κατὰ ἀλήθειαν γέγονεν ἄνθρωπος καὶ φύσιν τὴν ἡμῶν ἔσχεν ἀμείωτον καὶ περιγραφῆς ἠνέσχετο σώματος καὶ σχῆμα τὸ ἡμῖν ἁρμόζον πεφόρεκεν. σωματικὴ γάρ, τοῦτ' ἔστιν σώματος, καὶ ἡ μορφὴ τυγχάνει τοῦ σχήματος, καθ' ἣν ἐν μήτρᾳ συλληφθεὶς διεπέπλαστο καὶ ἣν εἰς ἀεὶ διετήρησεν καὶ εἰς αἰῶνα τηρεῖ τὸν ἀπέραντον. καὶ μετ' ὀλίγον· Εἷς υἱὸς γινωσκέσθω ὁ πᾶσαν ἐξ ἑαυτοῦ προφέρων ἐνέργειαν, θείαν τε καὶ ἀνθρώπειον, ταπεινὴν καὶ ὑπέρογκον, χθαμαλὴν καὶ οὐράνιον, σαρκικὴν καὶ ἀσώματον, ὁρατὴν καὶ ἀόρατον, περιγραπτὴν καὶ ἀπερίγραπτον, ἀναλογοῦσαν αὐτοῦ τῇ δυάδι τῶν φύσεων. 61 λεόντειον δὲ ἐξαλλέσθω καὶ σμερδαλέον ὁ σοφὸς καταβρυχέσθω Λεόντιος, ἐκδειματῶν ἐντόνως τῶν ἐναντίων τοὺς σκύλακας, μεγίστην αὐτοῖς ἐνεργαζόμενος παρὰ τῶν θείων δογμάτων τὴν πτοίαν, τοὺς κατὰ τῆς ποίμνης Χριστοῦ ἐπιφυέντας ἀγρίους θῆρας τοὺς περὶ Νεστόριον καὶ Εὐτυχέα τοὺς μιαρωτάτους καὶ ἀθεωτάτους τῇ ἀλκῇ καὶ τῇ πλοκῇ τῶν γλαφυρῶν δογμάτων εὐτόλμως τε καὶ γενναίως ἀποσοβῶν, ἐκεῖνά που διαπεραίνων ἐν λόγοις· Ἀλλ' ἡ ψυχή, φασὶν οἱ τῆς διαιρέ σεως πρόμαχοι, περιγέγραπται ἐν τῷ σώματι καὶ πάθη δέχεται καὶ ἀλγηδόνας ὑπομένει. καὶ εἰ οὕτως ἥνωται ὁ λόγος, ὥρα καὶ αὐτὸν τοῖς ἴσοις ὑποβάλλειν, καὶ ποιεῖν αὐτὸν παθητὸν καὶ περιγραπτόν. τί δέ; οὐχὶ μᾶλλον ὑμεῖς ταῦτα κατασκευάζετε, εἴποιμι ἄν, ἅπερ ἡμῖν ἐγκαλεῖτε; δεδοίκατε γὰρ αὐτὸν σαρκὶ συνάπτειν καὶ ὅλῳ ἀνθρώπῳ, ὡς ἐξ ἀνάγκης περιγραφησόμενον καὶ πεισόμενον. εἰ μὲν οὖν φύσει παθητὸς ὁ λόγος ἢ τὴν ἐν τόπῳ δέχεται περιγραφήν, ἔσται ταῦτα ἐν αὐτῷ δι' αὐτόν, ἀλλ' οὐ διὰ τὴν πρὸς τὸ περιγραπτὸν καὶ παθητὸν σῶμα ἕνωσιν· καὶ ἔσται οὕτως παθητὸς καὶ περιγραπτός, κἂν μὴ πέπονθε μὴ δὲ περιγέγραπται. εἰ δὲ φύσει ἄτρεπτός ἐστιν καὶ ἀπερίγραπτος καὶ ἀπαθής, κἂν ἐν σώματι γένηται, σῴζοι ἂν τὸν ἴδιον τῆς ἀπαθείας καὶ παντελῆ τῆς ἀτρεψίας λόγον.

Intertext edge

Open linked passage

Note