Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio et eversio definitionis synodalis anni
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-patriarch-of-constantinople" aria-label="More works by Nicephorus Patriarch of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
62.1.1
ὁ τῆς Κυπρίων ἱερομύστης, ὁ μακάριος καὶ σημείων παραδοξοποιῶν ἐργάτης Ἐπιφάνιος, ὃν κατήγορον ἀλλ' οὐ συνήγορον ἐναργῆ ἐν τοῖς ἑαυτῶν ἀτόποις δόγμασιν οἱ δυσσεβεῖς κέκτηνται, ἑπομένως ἡμῖν τὸν περὶ τῆς περιγραφῆς εἰσηγείσθω λόγον, κἂν μὴ πρὸς ἔπος ἀποφαινόμενος, ὅμως γοῦν οὐδὲν ἧττον καὶ δι' ἑτέρων πλειόνων λέξεων τὴν αὐτὴν ἡμῖν τῆς περιγραφῆς ἔννοιαν παριστώντων διεξερχόμενος εὐκρινῶς, ἐν τῷ Ἀγκυρωτῷ αὐτοῦ καλουμένῳ βιβλίῳ ὡδὶ συγγεγραφώς· Ὅσα γὰρ ἐν ἀνθρώπῳ καὶ εἴ τι ἐστὶν ἄνθρωπος, ταῦτα ἦλθεν καὶ ἔλαβεν ὁ μονογενής, ἵνα ἐν τῷ τελείῳ ἀνθρώπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας θεὸς ὢν ἀπεργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος εἰς μέρος πάλιν γένηται βρώματος διαβόλου. τούτων τῶν λόγων τί ἂν γένοιτο πρὸς τὴν τοῦ ζητουμένου εὕρεσιν ἐμφαντικώτερον; τὸ γὰρ ὅσα ἐν ἀνθρώπῳ καὶ οἷα ἄνθρωπος καὶ τὰ λοιπὰ ταυτὸν ἐκείνῳ σημαίνουσιν. τί οὖν πρὸς τὸ ἐν ἀνθρώπῳ τέλειον φαῖεν; εἰ μὴ περιγραπτὸς ὁ ἄνθρωπος, οὐχ' ὁπωσοῦν τέλειος· ἀλλ' οὐδὲ ἄνθρωπος ὅλως ἔσται. ὥστε τὸ κατὰ τὸ ἀνθρώπινον περιγραπτὸν εἶναι τὸν σωτῆρα πάντων μᾶλλον τῶν ἄλλων πατέρων διεκήρυξεν. 63 Κλήμης ὁ ἱερὸς ὁ Ἀλεξανδρείαθεν τοῖς προανατεταγμένοις παρομαρτείτω καὶ κατὰ ἰουδαϊζόντων γράφων λεγέτω τοιάδε· Σολομῶν ὁ τοῦ Δαυῒδ παῖς ἐν ταῖς Βασιλείαις ἐπιγραφομέναις τὴν τοῦ ἀληθινοῦ νεὼ κατασκευὴν συνείς, οὐ μόνον ἐπουράνιον εἶναι καὶ πνευματικήν, ἤδη δὲ καὶ εἰς τὴν σάρκα διαφέρειν, ἣν ἔμελλεν οἰκοδομεῖν ὁ τοῦ Δαυῒδ υἱός τε καὶ κύριος εἴς τε τὴν αὐτὸς αὐτοῦ παρουσίαν, ἔνθα καθιδρύεσθαι καθάπερ τι ἄγαλμα ἔμψυχον διεγνώκει, εἴς τε τὴν κατὰ σύνοδον πίστεως ἐγειρομένην ἐκκλησίαν κατὰ λέξιν λέγει· Εἰ ἀληθῶς ἄρα κατοικήσει ὁ θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; κατοικεῖ δὲ ἐπὶ τῆς γῆς σάρκα περιβαλλόμενος κύριος, καὶ μετὰ ἀνθρώπων αὐτῷ κατοίκησις γίνεται ἐν τῇ κατὰ τοὺς δικαίους συνθέσει τε καὶ ἁρμονίᾳ, νεὼν ἅγιον ἐργαζομένῳ τε καὶ ἀνιστάντι· γῆ γὰρ οἱ δίκαιοι, τὴν γῆν ἔτι περικείμενοι, καὶ γῆ ὡς πρὸς τὸ μέγεθος παραβαλλόμενοι τοῦ κυρίου. ταύτῃ τοι καὶ ὁ μακάριος Πέτρος οὐκ ὀκνεῖ λέγειν· Καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας τὰς προσδεκτὰς τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ. ἐπὶ δὲ τοῦ σώματος, ὃ κατὰ περιγραφὴν τόπον ἔνθεον ἑαυτῷ καθιέρωσεν ἐπὶ γῆς, ὁ κύριος" Λύσατε", εἶπεν αὐτός," τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." εἶπον οὖν οἱ Ἰουδαῖοι·" Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ὁ ναὸς οὗτος οἰκοδομήθη, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;" ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος. 64 τὴν ὑποκειμένην χρῆσιν οὐκ ἦν ἀναγκαῖον παρατίθεσθαι· οὐ γὰρ τῶν ἐπισήμων οὐδὲ τῶν ἄγαν ἐπιφανῶν ὁ Γαλάτης ὁ ἐξ Ἀγκύρας Θεόδοτος. ἀλλ' ἐπεὶ οἱ δι' ἐναντίας λόγους αὐτοῦ παραπλαττόμενοι παραφέρουσιν, μὴ δεῖν τὸν Χριστὸν περιγράφεσθαι ἢ εἰκονίζεσθαι νομοθετοῦντας, εἰς αἰσχύνην καὶ ἔλεγχον αὐτῶν ταύτην ὑπετάξαμεν, ἵνα καὶ ἐντεῦθεν δειχθῶσιν νόθους καὶ ἀλλοκότους φωνὰς εἰσφέροντες, ἐξ ὧν τὸ ψεῦδος συνιστάνειν, κρύπτειν δὲ τὴν ἀλήθειαν, σπουδὴν ἅπασαν τίθενται. ἐν γὰρ τῷ εἰς τὴν πανύμνητον θεοτόκον καὶ τὸν Συμεῶνα συντεθειμένῳ αὐτῷ λόγῳ γέγραφε τοιάδε· Χαίροις, χώρημα ἐλάχιστον χωρῆσαν τὸν τοῖς πᾶσιν ἀχώρητον. καὶ τίς τὴν γενεὰν τοῦ ἀρχαιοτέρου τῆς γεννήσεως διηγήσεται; τί θαυμάσομεν; τὸν θεῖον καὶ ἀνέκφραστον τόκον ἢ τὴν ἀνερμήνευτον λοχόν; οὐ περιδράττεται λόγῳ τὰ ὑπὲρ λόγον· οὐ περιγράφεται νῷ τὰ ὑπὲρ ἔννοιαν. εἰ γὰρ καὶ γράφει γραφεὺς τὴν μητέρα τῆς οἰκονομίας, ἀλλ' οὐχ' ἑρμηνεύει λόγος τὸν τρόπον τῆς κυοφορίας. ἀρχὴν ἐπιθῶμεν τῷ τόκῳ; ἀλλ' οὐχ' ὑφέστηκεν ἄτερ τοῦ ἀνάρχου. βρέφος ὀνομάσωμεν τὸν τεχθέντα; ἀλλὰ τὸν παλαιὸν τῶν ἡμερῶν κέκτηται προκαταρκτικὸν καὶ αἴτιον. νικᾷ τὴν ὕφεσιν ἡ ἐπίτασις καὶ ὑπερίπταται τῆς περιγραφῆς τὸ ἀπερίγραπτον. τοιαῦτα ἡμῖν ἀεὶ ἡ θεία μητροπάρθενος ἐν ἁγίαις αὐτῆς ἐπιλάμψεσιν προκομίζει τὰ ἀγαθά, ὅτι παρ' αὐτῇ πηγὴ ζωῆς. ἐπιστατέον δὲ ὅτι γραφομένην εἰσάγων τὴν τοῦ Χριστοῦ μητέρα, οἶδεν καὶ τὸν ἐξ αὐτῆς κατὰ σάρκα τεχθέντα γραφόμενον ὡς ὁμοούσιον σαρκὶ καὶ αὐτῇ. ὡσαύτως καὶ τὴν περιγραφὴν ἐπὶ τοῦ σωματικοῦ τοῦ κατὰ Χριστὸν τίθησιν, ὥσπερ τὸ ἀπερίγραφον ἐπὶ τῆς θεότητος. 65 αἱ μὲν οὖν περιγραπτὸν τὸν Χριστὸν κατὰ τὸ ἀνθρώπινον αὐτῇ λέξει τῶν θεοφόρων συνῳδὰ καταγγέλλουσαι φωναὶ καὶ ὡς οὐκ ἔχον φύσιν ἐστὶν συμπεριγεγράφθαι τὸν θεῖον λόγον περιγραφομένῳ τῷ σώματι ἢ κεχωρίσθαι πάντως ἀπ' αὐτοῦ (οὐδεὶς γὰρ ὁ συναναγκάσων λόγος ἐξευρεθήσεται), ὡς ἐκ προχείρου τε καὶ κατὰ δύναμιν παραθέσθαι, αὗται. αἱ δὲ ὅσαι τέλειον ἡμῖν τὸν ἕνα υἱὸν καὶ κύριον Ἰησοῦν Χριστὸν καὶ θεὸν ἡμῶν ἐν ἀνθρωπότητι καὶ τέλειον τὸν αὐτὸν ἐν θεότητι εἰσηγοῦνται, αἵπερ οὐδὲν ἧττον τὸ κατ' αὐτὸν σῶμα περιγραπτὸν κηρύσσουσιν, ὥσπερ τὴν θεότητα ἀπερίγραπτον, τί δεῖ λέγειν ὡς πλεῖσται καὶ ἄπειροι, ἤδη δὲ καὶ ἐν ἅπασιν σύνδρομοι; ἃς εἰ μέλλοιμεν ταῖς προκειμέναις ἐπισυνάπτειν φωναῖς, εἰς ἀπέραντον τὸν λόγον ἐξοίσομεν· οἷς δὲ μέλει δογμάτων εὐθύτητος καὶ τῆς σωτηρίας τῆς ἑαυτῶν ἔξεστιν βουλομένοις ἀνιχνεύειν μετ' ἐμμελείας καὶ ἀναλέγεσθαι, πρὸς τὸν σκοπὸν τοῦ μυστηρίου τῆς θείας οἰκονομίας ἀπευθυνούσας καὶ ποδηγούσας. οἱ δὲ πρὸς τοσοῦτον στόλον ὁσίων καὶ μακαρίων ἀνδρῶν παρὰ τῆς τοῦ πνεύματος συγκροτούμενον χάριτος ἀντιφερόμενοι καὶ πρὸς τὸ ἐναστράπτον τῆς ἀληθείας σέλας ἀντωπεῖν φιλονεικοῦντες, τίνων οὐκ ἂν εἶεν ἀθλιώτεροι, τῷ σκότῳ τῆς πλάνης ἐξαμαυρούμενοι; ποίας δὲ συγγνώμης τεύξονται; μᾶλλον δὲ ποίοις κατακρίμασιν ὑπόδικοι οὐ γενήσονται, καὶ κατὰ τὸν τῇδε βίον φευκτοὶ καὶ ἀποτρόπαιοι τοῖς εὐσεβοῦσι δεικνύμενοι καὶ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα τιμωρίᾳ μακρᾷ καὶ ἀπεράντῳ κολάσει καταδικασθησόμενοι; 66 ἀλλ' οὗτοι μὲν τὴν ἑαυτῶν ἐρχέσθωσαν· ἡμεῖς δὲ καὶ αὖθις ἐπὶ τοῖς καταλειφθεῖσιν εἰς ἐπίσκεψιν παλινοστήσωμεν. ἐντεῦθεν γὰρ κακὸν ἐκ κακοῦ οἱ ἀνόσιοι διαμείβοντες πρὸς ἀτοπωτέρας ἵενται δυσφημίας, φάσκοντες· Ὅθεν ἡμεῖς τὸ ἰθὺ τοῦ δόγματος ἐγκολπωσάμενοι, τὴν αὐθαδῶς δογματισθεῖσαν ἄκυρον ποίησιν τῶν ψευδωνύμων εἰκόνων τῆς καθολικῆς ἐκκλησίας ἐξοστρακίζομεν,... πρὸς μὲν οὖν τὸ αὐθαδῶς ἐδογμάτισεν, οὐδὲν δεήσει λόγων ἡμῖν ἔν γε τῷ παρόντι, προειρημένον ἤδη ἱκανῶς ὅθεν τε καὶ ὅπως ἐδογμάτισεν ἡ μεγάλη ἐκείνη καὶ ἱερὰ σύνοδος. πρὸς δὲ τὰ ἐπαγόμενα παρὰ τῶν χριστομάχων, τί ἄν τις εἴποι; ποία ἀκοὴ οἴσειεν; τίς τῶν οὕτω βλασφήμων καὶ θεομάχων ἀνέξεται λόγων; ὡς ἰταμὸν καὶ ἄσχετον κατὰ Χριστοῦ τολμῶσιν ἀνοιγνύναι τὸ στόμα. φεῦ τῆς ὕβρεως. φεῦ τῆς βλασφημίας. ποῦ πέμπουσιν τὴν δυσφημίαν καὶ ὅποι ἀναβαίνει τὰ τῆς ὕβρεως; τί χρὴ λοιπὸν εἰκόνων ἕνεκεν λέγειν; οὐκ ἄδηλον γὰρ ὡς ἐπ' αὐτὸ τὸ ἀρχέτυπον τὸ ψεῦδος ἐναργῶς ἀνατιθέασιν. διὸ κἀνταῦθα ὥσπερ ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρεφόμενοι πάλιν τῇ τοῦ παμπονήρου Ἐπιφανίδου μιαρᾷ χρῶνται γλώσσῃ. ταύτην γὰρ ἐκεῖνος τετόλμηκεν ἐπ' ἀναιρέσει τῆς ἀληθοῦς τοῦ λόγου σαρκώσεως ῥῆξαι τὴν φωνήν, τῆς Μανιχαϊκῆς λύσσης ὑπάρχων ἐραστὴς ὁ θερμότατος καὶ τῶν ἄλλων Δοκητῶν τὴν φαντασίαν πρεσβεύων ἐκτοπώτερον. ἐντεῦθεν λοιπὸν τοῦ ἀρχετύπου τὸ ἀληθὲς ἀναιροῦντες συνεξαφανίζειν καὶ τὰ ἀπ' αὐτοῦ τυπούμενα ἀκολούθως πειρῶνται· ψευδὴς γὰρ οὐκ ἂν ῥηθείη εἰκών, εἰ μὴ ἀρχετύπου ἀμοιρήσειεν. ἀλλὰ τοῦτο ἐμφανέστερον ἂν μᾶλλον ἐπ' αὐτοῖς θεωρηθείη· εἰ γὰρ ψευδώνυμος ἡ Χριστοῦ εἰκών, ψευδεῖς ἄρα καὶ αὐτοὶ λεχθεῖεν εἰκόνες. κινδυνεύσειαν γάρ, εἴπερ οὐκ ἐξὸν Χριστὸν εἰκονίζεσθαι, ὁλοτρόπως τοῦ τῆς εἰκόνος ἐκβάλλεσθαι λόγου, μήτε ὡς ἄνθρωποι εἰκόνος θείας μετέχοντες μήτε μὴν ὡς ἱερεῖς τοῦ πρώτου καὶ μεγάλου ἀρχιερέως Χριστοῦ τῆς χάριτος κοινωνήσαντες, ἐπεὶ μὴ δὲ εἶναι ἀρχιερέα, εἰ μὴ καὶ ἄνθρωπον εἶναι εἰκονιζόμενον, δοῖεν. ψευδωνύμως γοῦν αὐτὸν ἀμφοτέρωθεν εἰκονίζουσιν. ἀλλ' οὐδ' ἄν τις ἀναφανείη ποτὲ ἀποκληρωτικὸς λόγος, ὃς ἐπὶ τῶν ἀληθῶς ὄντων καὶ εἰκονίζεσθαι πεφυκότων τὸ μὲν οὕτω γράφεσθαι κωλύσειεν, ἑτέρως δὲ εἰκονίζεσθαι συγχωρήσειεν· ἀνάγκη γὰρ ἐπίσης καὶ ὡς ὁ τῆς εἰκόνος ἔχει λόγος ἢ ἀληθεύειν πανταχῇ ἢ ψεύδεσθαι. ἀνέρεσθαι δὲ αὐτοὺς ἄξιον, ὁπηνίκα εἰκόνα Χριστοῦ θεάσοιντο καὶ τὸ ἐπιγεγραμμένον ἀναγνοῖεν ὄνομα, τίνα δὴ διενθυμοῦνται καὶ τίνος εἰς μνήμην ἔρχονται. εἰ μὲν ἑτέρου τινός, λεγέτωσαν, κἀκεῖνον Χριστὸν εἰσηγείσθωσαν· εἰ δὲ πάντῃ καὶ πάντως τὸν διὰ τῆς οἰκείας εἰκόνος καταγγελλόμενον ἐννοοῦσιν (ὃν γὰρ σημαίνει καὶ ὑποδείκνυσιν, φανερὸν ὅτι καὶ εἰκονίζει· καὶ ἀδύνατον τοῦ τινὸς εἰκόνα καὶ τὴν μίμησιν τοῦ ἀρχετύπου φέρουσαν ἄλλου λέγειν ὁμοίωμα, ὡς οὐκ ἐνὸν τὴν ἔν τινι κηρῷ σφραγῖδα ἑτέρῳ δακτυλίῳ παρὰ τὸν ἐκτυπώσαντα ἐναρμόσασθαι), ἐμφανὲς οὖν ὅτι ὁ Ἐμμανουὴλ ἡμῖν διὰ τῆς οἰκείας εἰκόνος ἐκδείκνυται· οὗ καὶ τὴν θέαν καὶ τὴν μνήμην καὶ τοὔνομα ἐξομνύμενοι ἐκδήλους ἑαυτοὺς καθιστῶσιν ὅτι βαρύς ἐστιν αὐτοῖς ὁ Χριστὸς καὶ ὀνομαζόμενος καὶ μνημονευόμενος καὶ ἐν εἰκόνι βλεπόμενος. ταῦτα οἶμαι πείθει καὶ βαρβάρους καὶ Ἕλληνας καὶ ἀνθρώπους ἅπαντας μὴ ἑτέρως ἢ οὕτως ἔχειν, εἰ μὴ τῶν μεμηνότων καὶ λίαν ἐξεστηκότων τινὲς εἶεν. εἰ δὲ τοσοῦτον τὴν διάνοιαν ἐσκοτίσθησαν οὗτοι καὶ μετὰ τῶν νοητῶν ὀμμάτων καὶ τῶν αἰσθητῶν ἀφῄρηνται τὴν ἐνέργειαν, ὀρθὰ βλέπειν οὐκ εἰδότες, πάντων ἀνθρώπων εἶεν ἀθλιώτεροι καὶ ἐθνῶν καὶ ἀλόγων καὶ ἀπίστων ἀλογώτεροι καὶ ἀπιστότεροι. καὶ τοίνυν τῷ φωτὶ τοῦ πυρὸς αὐτῶν πορεύσονται καὶ τῇ φλογὶ ᾗ ἐξέκαυσαν, ἡ προφητικὴ αὐτοῖς ῥῆσις ἐπιφωνείτω ἄνωθεν. 67 σκεπτέον δὲ καὶ ὧδε· ἡ ἀνθρωπεία εἰκὼν ὁμοίωμά τι ἐστὶν προσώπῳ ἐοικὸς ἐκείνῳ ὃ δὴ καὶ εἰκονίζειν πέφυκεν, καὶ οὐδεὶς ἂν τῶν αἰσθήσεως καὶ λόγου μετεσχηκότων ἀντείποι· τὸ ὅμοιον δὲ φερομένη, εἰκότως καὶ τῶν πρός τι παρὰ τοῖς τὰ λογικὰ μετιοῦσι σκέμματα λεγομένων φωνῶν τῆς προσηγορίας τετύχηκεν· ἐν οἷς δὴ καὶ σχέσις τὶς ἐνθεωρεῖται, καθ' ἣν τῆς πρὸς ἄλληλα κοινωνίας ἔχονται. δηλοῖ δὲ καὶ τοὔνομα ὅθεν ἡ εἰκὼν παρῆκται· καὶ ἵνα μικρόν τι τῷ λόγῳ ἐνδιατρίψωμεν, διὰ τὴν τῶν ἀθετούντων τὴν σωτήριον χάριν ἀγνωμοσύνην... ἀπὸ γὰρ τοῦ εἴκω ῥήματος, τοῦ σημαίνοντος τὸ ὁμοιῶ, ἑνὶ στοιχείῳ πλεονάζοντος, σχηματίζεται. ἐπεὶ τοίνυν ἡ ἐν τούτοις ὁμοίωσις, σχέσις τις οὖσα, μεσιτεύει τοῖς κατὰ τὴν ἐμφέρειαν κοινωνοῦσιν ἄκροις, τῷ τε ὁμοιοῦντι καὶ τῷ ὁμοιωμένῳ φημί, ἑνοῖ καὶ συνάπτει τῷ εἴδει ταῦτα, κἂν τῇ φύσει διέστηκεν. εἰ γὰρ καὶ ἄλλο καὶ ἄλλο τῇ φύσει τύχοι ἑκάτερον, ἀλλ' οὐκ ἄλλος καὶ ἄλλος· διὰ τοῦ τύπου γάρ, τοῦ ἐξ ἀρχῆς ἡ γνῶσις ἐγγίνεται, καὶ ἐν αὐτῷ τοῦ γεγραμμένου ἡ ὑπόστασις καθορᾶται. ἀμέλει γοῦν καὶ ἡ βασιλέως εἰκὼν εἴποι ἄν·" Εἰ ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν, καὶ ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν βασιλέα". ἐντεῦθεν λοιπὸν ἐφ' ὧν τὰ ὅμοια πρόκειται τῷ κοινῇ μετέχειν τῆς σχέσεως, συνεισάγεσθαι ὡς τὰ πολλὰ καὶ συναναιρεῖσθαι κατὰ τὸ εἶδος τοῦ λόγου τούτου συμβήσεται. καὶ εἰ πρὸς θάτερον τὸ ψεῦδος ἐπιφημισθείη, καὶ τὸ ἕτερον ὡσαύτως τὸ ψεῦδος ἂν ἀπενέγκοιτο· εἰ δὲ τὸ ἕτερον τἀληθὲς ἔχοι, καὶ θάτερον δήπουθεν, ὡς, φέρε εἰπεῖν, ἡ τοῦ βασιλέως εἰκὼν ὁμοία τῷ βασιλεῖ ἐστιν, ὅστις ποτὲ ὢν αὐτὸς τυγχάνει. οὐκοῦν εἰ ὁ εἰκονιζόμενος ἀληθὴς βασιλεὺς ὑπάρχει, ἔσται καὶ ἡ ἐκεῖνον εἰκονίζουσα, ἀληθὴς εἰκών· εἰ δὲ ψευδὴς ὑπάρχει, καὶ ἡ κατ' αὐτὸν εἰκὼν ψευδὴς ἐξ ἀνάγκης δειχθήσεται. καὶ εἰ δεῖ τἀληθέστερον φάναι, οὐ μᾶλλόν ἐστιν εἰπεῖν τοῦ ὁπωσοῦν ψευδοῦς τὴν εἰκόνα ψευδῆ ἢ μὴ δὲ εἶναι τὸ παράπαν εἰκόνα· οἷάπερ εἰσὶν τὰ πλαττόμενα (ἱπποκενταύρους λέγω καὶ τραγελάφους), ἃ μὴ ὑφεστῶτα τῶν πλασσόντων ἐλέγχει τὴν κακοδαιμονίαν, εἰδωλικοῖς προσανεχόντων φάσμασιν. οὕτω τοίνυν κατὰ τὸ ἀκόλουθον τοῦ λόγου, ὁπηνίκα οἱ ψευδίεροι τὰς τοῦ μεγάλου βασιλέως Χριστοῦ καὶ θεοῦ εἰκόνας ψευδωνύμους ἀποκαλεῖν τολμῷεν, πᾶσα ἀνάγκη, ἐπειδὴ ἀλλήλων ἐστὶν δηλωτικὰ καὶ τὰς ἐμφάσεις ἀλλήλων κέκτηνται, αὐτὸν τὸν Χριστὸν ψευδῆ Χριστὸν καὶ ψευδῆ βασιλέα τυγχάνειν αὐτοὺς ἀποφαίνεσθαι· καὶ δογματισθήσεται αὐτοῖς ἐμφανέστερον καὶ Χριστὸς ψευδώνυμος, μηδαμῇ μηδαμῶς ὤν· τὸ γὰρ ψεῦδος μὴ ὄν ἐστιν παντί που δῆλον. οὕτω γὰρ διὰ μέσης τῆς πρὸς ἄλληλα σχέσεως τὸ ἀρχέτυπον αὐτοὶ ὡς οἴονται ἀναιρεῖν ἐπειράθησαν, εἰδότες ὅτι διὰ τῆς κατὰ τὴν ὁμοιότητα σχέσεως ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον ἡ ὕβρις ἀναφέρεται. ψευδώνυμος γὰρ οὐκ ἂν ὀφθείη εἰκών, εἰ μὴ ἀρχετύπου διαμαρτήσειεν· οὐκ ἔχουσα γὰρ πρὸς ὃ ἀπεικασθήσεται, ἐφ' ἑαυτῆς τὸ ψεῦδος ὡς τὸ εἰκὸς ἐπισύρεται. εἰ δὲ δὴ μὴ χρῆναι εἰκονίζεσθαι τὸν Χριστὸν πάλιν κενολογήσουσιν καὶ διατοῦτο τῷ ψεύδει τὴν εἰκόνα αὐτοῦ ἀνατιθέασιν, καὶ αὖθις ἡ τοῦ Μάνεντος Χάρυβδις αὐτοῖς μέγα περικέχηνεν, Βαλεντίνου τε καὶ Μαρκίωνος τὰ φάσματα αὐτοὺς περιστοιχί ζεται, περὶ ὧν ὀλίγῳ πρόσθεν εἴρηται· δοκήσει γὰρ καὶ φαντασίᾳ τὸν θεῖον λόγον σεσωματῶσθαι, οὐκ ἀληθείᾳ δοξάζοντες, οὐδὲν ἧττον τῇ προτέρᾳ τοῦ ψεύδους βλασφημίᾳ περιπαρήσονται. οὕτω μὲν οὖν διὰ μιᾶς τῆς τοῦ ψευδωνύμου φωνῆς τὸ ἀπόρρητον αὐτῶν δείκνυται, δι' ἧς σαφῶς ἤρνηνται τὸ κατὰ Χριστὸν ἀνθρώπειον, μᾶλλον δὲ τὴν θείαν ὅλην οἰκονομίαν τέλεον ἀποσκευάζονται· τοιγάρτοι καὶ ψευδώνυμοι Χριστιανοὶ καὶ χριστομάχοι δικαίως μάλα νομισθήσονται. ἡμεῖς δὲ ὁμολογοῦντες ὅτι ἀληθείᾳ καὶ δυνάμει ἐστὶν ὁ Χριστὸς ζῶν καὶ βασιλεύων καὶ συμβασιλεύων τῷ θεῷ καὶ πατρὶ εἰς τοὺς αἰῶνας καὶ κατὰ ἀλήθειαν ἄνθρωπος πέφηνεν καθ' ἡμᾶς ἁμαρτίας δίχα, καὶ τὰς ἱερὰς εἰκόνας αὐτοῦ ἀληθεῖς εἰκόνας εἶναι γινώσκομεν· τὸν χαρακτῆρα γὰρ τοῦ ζωαρχικοῦ αὐτοῦ σώματος ἡμῖν τρανῶς ἐμφανίζουσιν πρὸς πίστωσιν τῆς ἀληθοῦς καὶ σωτηρίου αὐτοῦ ἐνσωματώσεως, τὸ ἐξ ἀρχῆς παρὰ Χριστιανοῖς ἀναστηλούμεναι· ἐξ ὧν καὶ ἡ μνήμη αὐτοῦ ἐναυγάζουσα ταῖς τῶν ὁρώντων πιστῶν διανοίαις ἐναποτίθεται. οὐκοῦν οὐ ψευδώνυμοι αὗται, κἂν δοκῇ τοῖς ὑπηρέταις τοῦ ψεύδους, τὸ ἀναμφήριστον δὲ καὶ πάγιον ἐν τῇ ἀληθείᾳ ἑστηκυῖαι διακέκτηνται. 68 ἀλλὰ δὴ καὶ οὕτω περὶ τούτων θεωρείσθω· ἡ γὰρ τῶν ἀνοσίων ἀναισχυντία καὶ τοῖς τῶν ἔξωθεν συγκεχρῆσθαι λόγοις συναναγκάζει. τὸ αἴτιον τῶν πολλαχῶς λεγομένων οἱ περὶ τὰ τοιαῦτα ἐσχολακότες φασίν· ποιητικόν τε γὰρ εἶναι καὶ ὀργανικόν, παραδειγματικόν τε αὖ καὶ ὑλικὸν καὶ ἔτι πρὸς τούτοις τελικὸν καὶ ὅ, τι ἕτερον ἐνταῦθα συναναφαίνεται. καὶ ταῦτα θεωρεῖται καὶ ἐπὶ τῶν χειροτεύκτων ὡς τὰ πολλὰ καὶ ὑπὸ τέχνης κατὰ τὸν βίον ἀποτελούμενα τὸν ἀνθρώπειον· ἐν οἷς καὶ ἡ τινὸς εἰκὼν παρὰ τοιούτων αἰτίων προάγεται. ἐπεὶ οὖν καὶ ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰκὼν τεχνητή τέ ἐστιν καὶ χειρόκμητος, ἵνα τἄλλα παρῶμεν νῦν, παραδειγματικὸν αἴτιον οὐχ' ἕτερόν τι ἢ αὐτὸν τὸν Χριστὸν κέκτηται, ἤτοι τὸ κατ' αὐτὸν εἶδος. οἱ τοίνυν τοῦ ψεύδους καθηγεμόνες διὰ τῆς φωνῆς ταύτης λυμαίνονται τῷ τοῦ αἰτίου λόγῳ, ταυτὸν δὲ εἰπεῖν, ἀναιροῦσιν τὸ σωματικὸν εἶδος αὐτό, καθ' ὃ ἡ τοιαύτη γραφὴ διακεχάρακται. τούτου δὲ τί ἂν γένοιτο εἰς τὴν τοῦ λόγου σάρκωσιν δυσφημότερον; τί δὲ οἱ ἐξοστρακίζοντες ἀποίσονται ἢ ἵνα κατηγόρους ἑαυτοὺς τῆς καθολικῆς ἐκκλησίας ἀποφήνωσιν; εἰ μὲν γὰρ ἔν τινι μέρει τῆς ἐκκλησίας καὶ οἷον ἐν ἔθνει τινὶ μόνῳ τῶν πιστῶν καὶ χώρᾳ σεβόμενα τὰ ἱερὰ ταῦτα ἑώρων, τῆς καθολικῆς ἐκκλησίας κατὰ ταῦτα μὴ φρονούσης, ἔσχεν ἂν ἴσως ἀφορμὴν τινὰ ὁ λόγος αὐτοῖς πρὸς τὸ ἐκ μέρους διακωλύειν καὶ διορθοῦσθαι διὰ τὸ πρὸς τὸ καθόλου ἀσύμφωνον. ἐπειδὴ δὲ ἐκ τῆς καθολικῆς ἐκκλησίας ἐξοστρακίζειν ὁρίζονται, ὁμολογοῦσιν καὶ ἄκοντες ὡς πᾶσα ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ταῦτα δέδεκται, τιμῶσα καὶ περιέπουσα· πρὸς ἣν αὐθαδῶς ἀπομάχονται, κατήγοροι Χριστιανῶν πάντων λαμπρῶς στηλιτευόμενοι. ὅθεν ἑαυτοὺς μᾶλλον ἢ τὴν τῶν ἱεροτύπων ποίησιν τῆς ἐκκλησίας ἐξοστρακίζουσιν. 69 οἷα δὲ οἱ χριστομάχοι ἑαυτοῖς χαριζόμενοι ἤ, ἀληθέστερον εἰπεῖν, ἑαυτοὺς φενακίζοντες οἱ φρεναπάται καὶ βωμολόχοι ἑξῆς ἐπισυνάπτουσιν, ἐπιστατέον. γράφουσι γὰρ ταυτί·... οὐ κρίσει ἀκρίτῳ φερόμενοι, ἀλλὰ κρίσιν δικαίαν κατὰ τὴν ἀκρίτως ὑπὸ Ταρασσίου ἐκφωνηθεῖσαν τῶν εἰκόνων προσκύνησιν ὁρίζοντες ἀνατρέπομεν, καὶ τὸν αὐτοῦ σύλλογον ἀθετοῦμεν ὡς ὑπερβάλλουσαν τιμὴν τοῖς χρώμασι χαρισάμενον κατὰ τὸ πρόσθεν εἰρημένον·... οἷόνπερ σύλλογον ἀθετοῦσιν οἱ γεννάδαι· οὐκ οἶδα εἴ τις ἄλλος τοσοῦτον τοὺς ὀφθαλμοὺς ἐκάμμυσεν καὶ τὴν καρδίαν ὡς οὗτοι πεπώρωται καὶ εἰς ἄκρον μανίας καὶ ἐμπληξίας καθίκετο, ὥστε καὶ ἑαυτὸν ὁποῖός τις ἐστὶν ἀγνοεῖν καὶ ἅπερ πράττει μὴ εἰδέναι ὅλως. οὕτω γὰρ προπετῆ τὴν γλῶσσαν προτείνοντες κατὰ τῆς ἑαυτῶν ψηφηφοροῦσι κεφαλῆς, οὐκ εἰδότες οἷ ἐκβήσεται αὐτοῖς ἡ ἀθέτησις· οὐ δεόμενοι κατηγόρων τῶν ἔξωθεν, αὐτοὶ δὲ καθ' ἑαυτῶν ἀποφαίνονται ὡς οὐχὶ τὴν σύνοδον (βέβηκε γὰρ ἐν θεῷ καὶ ἐρήρεισται), ἑαυτοὺς δὲ καὶ τὰ ἐπ' αὐτοῖς κατὰ τὴν ἱερωσύνην ἐπιτελεσθέντα ἀθετοῦσιν ἅπαντα, ὑπεύθυνοι μὲν τοῖς θείοις κανόσιν, οἷς ἀπεναντίας ἦλθον, καταστάντες, ὑπόδικοι δὲ τοῖς τοῦ θεοῦ κρίμασιν ἀθλίως ὀφθέντες· ὧν δὴ χάριν κἀν τοῖς πρόσθεν ἡμῖν ἐρρήθη. 70... ὡς ὑπερβάλλουσαν τιμὴν τοῖς χρώμασιν, φασίν, χαρισάμενον· κηρῶν τε καὶ λύχνων ἁφάς, θυμιαμάτων προσενέξεις, ὡς ἔπος εἰπεῖν σέβασμα λατρείας·... τί τῆς ἀφροσύνης ταύτης ἀλογώτερον; τί τῆς τοιαύτης παρανοίας ἀναισθητότερον, ὡς οἴεσαι τοῖς χρώμασιν αὐτοῖς τὴν τιμὴν παρὰ Χριστιανῶν προσφέρεσθαι; πῶς οὖν οὐκ ἤμελλον οἱ τῇ μανίᾳ ταύτῃ ἑαλωκότες καὶ τοὺς τύπους τοῦ σταυροῦ καθαιρήσειν, ὃ δὴ πεπραγμένον πολλαχοῦ παρ' αὐτῶν δείκνυται; ταύτῃ γοῦν καὶ τὰς εὐαγγελικὰς καταπεπατήκασι δέλτους, καὶ ἄλλα ἱερὰ πλείονα, ὅ, τι ἐκ χρωμάτων κατεσκεύασται ἢ διακεχάρακται, πυρὶ παραδιδόασιν. ὧν τὴν τιμὴν σέβασμα λατρείας τοῖς τιμῶσιν ἐπιγράφοντες εἰδωλολατρίας ἐπίκλημα προσεπάγουσιν. εἶτα, οἱ τὴν ὑπερβάλλουσαν ἐπὶ τοῖς χρώμασιν ἐγκαλοῦντες τιμήν, πρὸς ποίαν τὴν ἐπιβάλλουσαν αὐτοῖς καὶ προσήκουσαν ἐλθόντες ἔστησαν, ἵνα τὴν δόξασαν ὑπερβολὴν διαφυγόντες τοῦ συμμέτρου καὶ τῆς μεσότητος μὴ διαμάρτοιεν; ἀλλ' οὐδὲν μέν τι τοιοῦτον ποιοῦσιν· οὐδὲν γὰρ ὑπερβολῆς ἄξιον γινόμενόν που τεθέανται, ταῖς ἀληθείαις δέ, ἀσχέτοις καὶ ἐκθέσμοις ὑπερβολαῖς ἐπιόντες πρὸς πᾶσαν ἀτιμίαν ἐχώρησαν, ὥστε ἐξ ὧν ἑτέρους ἀλόγως κατῃτιῶντο, αὐτοὶ ἐφ' ἑαυτοῖς ὑπερβαλλόντως ἐπάγουσι τὸ ἔγκλημα. εἰ γὰρ ἐκεῖνοι ὑπερβολῆς εἵνεκεν μεμπτέοι, πόσῳ μᾶλλον οὗτοι δι' αὐτὸ τοῦτο φευκτέοι, ἐπεί τοι γε καὶ τὰ χρώματα καὶ τὰ πράγματα ἤτοι τὰ ἐκ τῶν χρωμάτων διαμορφούμενα καὶ δηλούμενα ἀνοήτως συγχέοντες ἀθετοῦσιν, τὴν ἰδίαν ἣν ἔχουσιν ἀγνωμοσύνην περὶ τὰ θεῖα καὶ τοὺς τὰ θεῖα θεοπρεπῶς μετ' εὐλαβείας ὁρῶντας καὶ σέβοντας ἐμφανῶς ἐκπομπεύοντες. ὡς παχεῖς γὰρ καὶ χαμαιπετεῖς τὴν διάνοιαν καὶ οὐδὲν ὑπὲρ τὰ βλεπόμενα φανταζόμενοι, πρὸς αὐτὰ δὲ μόνον τὸν νοῦν ἐνερείδοντες, καὶ περαιτέρω τὸν τῆς διανοίας ὀφθαλμὸν πεπηρωμένον ἔχοντες, ἀνανεῦσαι οὐ κατισχύοντες, τοσοῦτον ἀπέσχον εἰδέναι τοῦ μυστηρίου τῆς καθ' ἡμᾶς πίστεως τὴν δύναμιν, ὡς μήτε νοοῦντες μὴ δὲ μυηθέντες ποτὲ ὅστις ὁ ἐπὶ τοῖς σεβασμίοις τῆς προσκυνήσεως τρόπος ἢ ὅποι δι' αὐτῶν τὸ σέβας ἀνάγεται. μάτην οὖν τὸ Χριστιανῶν ἑαυτοῖς ἐπιφημίζουσιν ὄνομα, τοῦ ὀνόματος ἠρνημένοι τὴν δύναμιν· Χριστιανοὶ γὰρ εὐσεβεῖν εἰδότες οὐ ταῖς βαφαῖς καὶ τοῖς ἄνθεσιν τὸν νοῦν ἐγκατακλείουσιν (ἦ γὰρ ἂν πᾶσαν ὕλην καὶ χρώματα ἔσεβον τὸ ἀνέκαθεν), ἀλλὰ πρὸς τὰ ἐκεῖθεν ἡμῖν σημαινόμενα διὰ μέσων τούτων ἀναγόμεθα καὶ τῆς προσγινομένης ἡμῖν ὠφελείας διὰ τῆς ἀπ' αὐτῶν μνήμης τοὺς καρποὺς δρεπόμεθα· καὶ γὰρ οἱονεὶ προπύλαια τῶν ἱερῶν ἀδύτων τυγχάνει. δι' αὐτῶν γοῦν ἐκεῖσε τῶν εὐσεβούντων ὁ νοῦς εἰσάγεται ἢ ἀνάγεται, ἐπειδὴ ἑρμηνευτικὰ καὶ ἐπεξηγητικὰ καὶ διασαφητικὰ τοῦ εὐαγγελίου ἐστίν, τῶν ὡς εἰκὸς διὰ τῆς ἀκοῆς ἐσθ' ὅτε διαφευγόντων, ἀρίδηλον καὶ τε τρανωμένην διὰ τῆς φαινομένης ὄψεως τὴν διάνοιαν διευκρινοῦντα καὶ ἀπαρτίζοντα. τοιοῦτος γὰρ τῶν συμβόλων ὁ λόγος καὶ ἡ φύσις, διαμέσου τούτων ἐπὶ τὰ ὧν ἐστιν σύμβολα τὸν νοῦν ἀπευθυνόντων καὶ προαγόντων ἀνίπτασθαι. 71 καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον· ἐκεῖνοι δὲ ἐπὶ τὸν κολοφῶνα τῆς ματαιότητος ἀφρόνως ἐξωρμημένοι ἐπάγουσι τοιαῦτα·... τὴν δὲ εὐαγῆ σύνοδον τὴν συγκροτηθεῖσαν ἐν Βλαχέρναις ἐν τῷ ναῷ τῆς παναχράντου παρθένου ἐπὶ τῶν πάλαι εὐσεβῶν βασιλέων Κωνσταντίνου καὶ Λέοντος ἀσπασίως ἀποδεχόμενοι ὡς ἐκ πατρικῶν δογμάτων ὀχυρωθεῖσαν, ἀκαινοτόμητα τὰ ἐν αὐτῇ ἐμφερόμενα φυλάττοντες, ἀπροσκύνητόν τε καὶ ἄχρηστον τὴν τῶν εἰκόνων ποίησιν ὁρίζομεν, εἴδωλα δὲ ταύτας εἰπεῖν φεισάμενοι· ἔστιν γὰρ καὶ κακοῦ πρὸς κακὸν ἡ διάκρισις... οἱ ταῦτα κενολογοῦντες σφηκῶν ἀγρίων δίκην περιβομβοῦσιν ἡμῶν τὰ ὦτα καὶ ὄχλον ἀηδίας καὶ ἀκοσμίας ἡμῖν ἐνεργάζονται· ληροῦσι γὰρ μακρὰ καὶ οὐκ οἶδα εἴ τις ἱκανὸς ὃς τῆς τοσαύτης ἀναλγησίας καὶ ἀβουλίας τὸ μέγεθος ἀναμετρήσαιτο. πῶς οὐ καταδύονται οἱ ἄφρονες κατονομάζειν σύνοδον, ἣ πόρρω καὶ μακρὰν πάσης ἐκκλησιαστικῆς θεσμοθεσίας ἐκπέπτωκεν; ἀλλὰ τοῦτο πάσχουσιν ἵνα τῇ ἑαυτῶν κακίᾳ συστήσωνται, πᾶσαν εὐταξίαν ἱερατικὴν κατὰ νώτου θέμενοι. ναὸν δὲ τῆς παναχράντου παρθένου οὐκ οἶδα ὅπως καὶ προσαγορεύειν τολμῶσιν καὶ τιμᾶν ἐπαγγέλλονται, ὃν πάσης πεπληρώκασιν οἱ πάντοθεν κατεγνωσμένοι καὶ ἠτιμωμένοι λώβης καὶ ἀτιμίας, ἐπεὶ τοῦ θεοδόχου σώματος τὸ ἱερὸν καὶ σεβάσμιον τὸ πρὶν ἐκτετυπωμένον καὶ διαπρέπον ἐν αὐτῷ ὁμοίωμα κατεστρέψαντο, δι' οὗ καὶ ὁ ναὸς τῆς τοσαύτης ἠξίωτο τιμῆς· καὶ πάντα τὰ κατὰ τὸν ναὸν ἅγια διὰ πλείστων ὅσων ὕβρεων χραίνοντες ἀπὸ τῶν ἁγίων οὐκ εὐλαβήθησαν, ἀλλ' ἵνα μὲν δόξαν ἐντεῦθεν ἀποίσωνται, ἐπὶ τὸν ἱερὸν τουτονὶ ναὸν καταφεύγουσιν, καὶ τιμᾶν προσποιοῦνται ἅπερ κατέπτυσαν, τὰς δὲ εὐκλάδους καὶ ὑψικόμους πλατάνους καταλελοίπασιν μνήμης αὐτὰς οὐκ ἀξιοῦντες τὸ σύνολον, αἳ δὴ ἔξω τειχῶν τῆς βασιλίδος τεθήλασιν, ἔνθα μᾶλλον τὸ ὀχλαγωγὸν ἐκεῖνο σύστημα συνηθροίζετο, κατὰ Χριστοῦ καὶ τῆς ἁγίας παρθένου καὶ τῶν ἁγίων ἐξυφαῖνον τὴν παροινίαν. ὃ εἴ γε χρὴ σύνοδον ὀνομάζειν, Πλατανῖτιν ἄν τις καλέσειεν, τῶν φυτῶν ἐκείνων τὴν ἀκαρπίαν νοσήσασαν· καὶ γὰρ τὸ ἐκεῖσε συναγηγέρθαι τοῦτο ἔοικεν παραινίττεσθαι, ὡς οὐδὲν ἕτερον ὅτι μὴ μόνον εἰς κακίαν ἐπιδοῦσαν πολύχουν τε καὶ παμφορωτάτην καρποφορῆσαι τὴν ἀσέβειαν. ἐξ ὁποίων δὲ πατρικῶν ὠχυρῶσθαι δογμάτων καταλαζονεύεται, ἐξ ὧν τῇ καινοτομίᾳ ταύτῃ ἐπέθετο, καταθρῆσαι ῥᾴδιον· πατέρας γὰρ τοὺς περὶ Εὐσέβιον καὶ Ἐπιφανίδην παραπλασάμενοι προχειρίζονται καὶ εἴ τινες ἄλλοι τῆς Ἀρειανικῆς ἀθεΐας, ταυτὸν δὲ εἰπεῖν τῆς Βαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνεντος δεισιδαιμονίας, οἵ γε ὡς πορρωτάτω λίαν καὶ ἐκτὸς τῆς Χριστιανικῆς μοίρας αὐλίζονται, καὶ δὴ καὶ διδασκάλους καὶ νῦν προκαθίζουσιν· παρ' ὧν μαθητευθέντες τὴν τοῦ ἀπεριγράφου φωνήν, τῆς σωτηρίου τοῦ Χριστοῦ καθυλακτοῦσιν οἰκονομίας, δοκήσει καὶ οὐκ ἀληθείᾳ ταύτην γεγενῆσθαι οἱ φασματώδεις ὡς ἀληθῶς φαντασιούμενοι. εἴ που γὰρ τῶν θεοφόρων ἡμῶν πατέρων καὶ διδασκάλων ὄντως τῆς ἐκκλησίας προήγαγον λόγον, ἢ περικόψαντες ἢ νοθεύσαντες καὶ παραφθείραντες τοῦτο ἐπετεχνάσαντο, τῆς τῶν ἀμαθεστέρων δι' αὐτῶν ἁπλότητος κατατρέχοντες, ὡς ἂν τῷ ἀξιοπίστῳ τῶν προσώπων εἰς τὰ ἴδια τῆς πλάνης βάραθρα ἐφελκύσωνται. οὐ γὰρ τὰ αὐτὰ τοῖς ἀσεβέσιν, ἢ πεφρονήκασιν οἱ τῶν ὀρθῶν δογμάτων ὑφηγηταὶ ἢ ἐκπεφωνήκασινἄπαγε. γραφικῶν δὲ λογίων τοῦ πνεύματος εἰ μετέσχον ὅλως, τί χρὴ λέγειν; ὅπου γε καὶ τὰ χρυσοτό ρευτα Χερουβὶμ ἐκεῖνα, ἅπερ ἡ παλαιὰ ἔφερε σκηνή, τῆς κιβωτοῦ ἱδρυμένα καθύπερθε θείοις νεύμασιν, ὑπουργίᾳ δὲ τοῦ πανσόφου Μωσέως κατασκευασθέντα, αἰσχρῶς καθυβρίσαι οὐκ ἀπώκνησαν, μυρίαις δυσφημίαις καὶ ἀτιμίαις βάλλοντες καὶ ἀποσκώπτοντες. ἐκ τῆς βρυώδους οὖν ἐκείνης μυήσεως, ὥσπερ ἐκ τῆς Σοδομηνῆς ἀμπέλου καὶ τῆς Γομορρηνῆς κληματίδος τῶν καρπῶν ἐκμεμεθυσμένοι, οἷα τῆς ἀσεβείας τὸν ἄκρατον ἐγχεάμενοι, χολῆς καὶ πικρίας ἔμπλεα ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας ἀπερεύγονται ῥήματα. καὶ δὴ τοῖς παρ' ἐκείνων ὀχυρωθέντες θεοστυγέσι διδάγμασιν παρρησιάζονται λοιπὸν τὸ πονηρόν, καὶ τὰ δοκοῦντα ὁριζόμενοι ἀποφαίνονται. 72 τί οὖν ὁρίζονται, καὶ τίς ποτε ἄρα ἐστὶν ὁ παρ' αὐτῶν ἐξενηνεγμένος ὅρος, καὶ ὁποῖος τὴν δύναμιν, καὶ εἰ σύμφωνος καὶ ἀκόλουθος αἷς κατακομψεύονται ἀποδέχεσθαι ἁγίαις ἓξ συνόδοις, καὶ ἐκ ποίων αὐτῶν δογμάτων ἀφορμηθέντες τὰ σφῶν κρατύνειν ἐπιχειροῦσιν καὶ εἰ τὴν παρ' ἐκείναις ἀκολουθίαν καὶ τάξιν τετηρήκασιν, ὥρα νῦν κατοπτεύειν καλεῖ. τῶν τοίνυν ὁσίων πατέρων ἡμῶν, οἳ κατὰ τὰς ἁγίας συνόδους διέπρεψαν καὶ τὴν θείαν αἴγλην ἐν ταῖς ἁπάντων ψυχαῖς ἄνωθεν πυρσεύοντες ἐναστράπτουσιν, ὡς ἐπιτομώτερον ἐπελθεῖν, ἡ μὲν πρώτη κατὰ τὴν ἐκκλησίαν προλάμπουσα σύνοδος τὰς {2αʹ} 2 θεομισεῖς αἱρέσεις πάλαι ἐν Χριστιανοῖς πονηρῶς φυείσας, τήν τε Αἰγυπτιακὴν φημὶ καὶ Λιβυκὴν ἀθεότητα, δι' ὧν ἥ τε Σαβέλλιος σύγχυσις καὶ Ἀρειανικὴ διαίρεσις, τὰ ἀντίθετα κακὰ καὶ ἰσοσθενῆ τὴν δυσσέβειαν περὶ τὴν θεολογίαν ὁρώμενα, κατὰ τὴν οἰκουμένην πᾶσαν σχεδὸν ἐξεχύθησαν, θεόθεν κεκινημένη, καθελοῦσα καὶ ἐκσοβήσασα, ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ ἐνθέως καὶ τετρανωμένως, ἤτοι τῆς αὐτῆς οὐσίας καὶ δόξης, ἐδογμάτισεν, συμφυᾶ τε καὶ ὁμότιμον ἔν τε πράγμασιν ἔν τε ὀνόμασιν τὴν ὑπερούσιον καὶ ὑπέρθεον τριάδα ἐκήρυξεν, τὴν ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι γνωριζομένην τε καὶ προσκυνουμένην μίαν θεότητα καὶ βασιλείαν καὶ ἐξουσίαν καὶ κυριότητα, οὐσίᾳ μὲν ἑνίζουσα καὶ θεότητι, διαιροῦσα δὲ ὥσπερ ἀδιαιρέτως ταῖς ὑποστάσεσιν καὶ ἑκάστῃ τούτων τὴν ἰδιότητα ἀσύγχυτον καὶ ἀσύμφυρτον διαφυλάττουσα. ἡ ταύτῃ δὲ ἀκόλουθος ταῖς ἀληθείαις καὶ μετ' ἐκείνην ἁγία {2βʹ} 2 σύνοδος, τῇ αὐτῇ τάξει καὶ πράξει χρωμένη, ἐπεὶ τῆς ὁμοίας μετέσχε τοῦ πνεύματος χάριτος, τὴν Μακεδονιανὴν εἰς τὸ πανάγιον καὶ ζωαρχικὸν πνεῦμα βλασφημίαν καταρράξασα, ὁμοούσιον αὐτὸ τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ ὁμότιμον καὶ ὡς θεὸν καὶ αὐτὸ συμπροσκυνούμενον ἐξεφώνησεν. καὶ ταῦτα μὲν περὶ τὴν θεολογίαν. ἐπὶ δὲ τῆς οἰκονομίας ἡ ταύταις ἑπομένη θεόλεκτος ὁμήγυ {2γ} 2 ρις τὴν Νεστοριανὴν παραφροσύνην καὶ Ἰουδαϊκὴν παχύτητα, υἱῶν δυάδα εἰσηγουμένην καὶ τὸν ἕνα υἱὸν ἀθέσμως διαιροῦσαν καὶ ἀποσχίζουσαν καὶ διατοῦτο ἀνθρωπολατρίαν μυθευομένην, ἐξήλεγξεν, αὐτόν τε Νεστόριον τὸν δυσσεβῆ καὶ τοὺς ἀμφ' αὐτὸν ἀναθέμασιν καταδικάσασα· ἕνα δὲ ἡμῖν υἱὸν ἐγνώρισεν, θεόν τε τῶν ὅλων καὶ κύριον, ἄποπτον μὲν καὶ ἀπόρρητον τὴν ἐκ τοῦ θεοῦ καὶ πατρὸς προαιώνιον ἔχοντα γέννησιν, συνάναρχον δὲ αὐτῷ ὑπάρχοντα καὶ συναΐδιον, τὸν αὐτὸν δὲ υἱὸν πρὸς δυσμαῖς τοῦ χρόνου ἐλαύνοντος ἐκ τῆς παναγίας καὶ ἀειπαρθένου θεομήτορος ἐνηθρωπηκότα ἀτρέπτως καὶ ἀναλλοιώτως καὶ καθ' ἡμᾶς χωρὶς ἁμαρτίας ἐκπεφηνότα, τήν τε πάναγνον παρθένον κυρίως καὶ ἀληθῶς θεοτόκον ἀνεῖπεν. τέλειον δὲ ἐν ἀνθρωπότητι καὶ τέλειον ἐν θεότητι, οἱ {2δʹ} 2 τούτων ὁπαδοί, ἡ θεόκλητός φημὶ καὶ πολυάνθρωπος πληθύς, τὸν ἕνα καὶ τὸν αὐτὸν υἱὸν τὸν σωτῆρα Χριστὸν καὶ θεὸν ἡμῶν θεοφρόνως ἐδογμάτισεν καὶ τήν τε τοῦ θεηλάτου Νεστορίου κατέκρινεν ἤδη διαίρεσιν, καὶ τὴν παρὰ τῶν θεοστυγῶν καὶ βδελυρῶν Διοσκόρου καὶ Εὐτυχοῦς καὶ τῶν περὶ αὐτοὺς πρεσβευομένην σκοτεινὴν καὶ ἔκφρονα σύγχυσιν στηλιτεύσασα, τὴν μὲν δυάδα τῶν φύσεων, τὴν μονάδα δὲ τοῦ προσώπου, ἤτοι τὴν καθ' ὑπόστασιν ἕνωσιν, ἐπὶ τῆς τοῦ δεσπότου Χριστοῦ καὶ θεοῦ ἡμῶν διετράνωσεν οἰκονομίας· ταυτὸν γὰρ περὶ τὴν οἰκονομίαν Εὐτυχὴς πρὸς Νεστόριον πέπονθεν, ὅπερ περὶ τὴν θεολογίαν πρὸς Ἄρειον ὁ Σαβέλλιος. ἡ ταύταις κατ' ἴχνος ἰοῦσα πνευματοκίνητος συνέλευσις, {2εʹ} 2 τοῦ χριστομάχου καὶ μιαρωτάτου Θεοδώρου, τοῦ κακῶς τῆς Μομψουεστίας ὀνομασθέντος ἐπισκόπου, τὰς ἀπείρους θριαμβεύσασα καθῄρηκε βλασφημίας, ὥσπερ ἐκ λάκκου συντετριμμένου τῆς ἀσεβείας, ἄρτι παρὰ τῶν ἐκείνου ἀνοσίων φοιτητῶν ἀνισχούσας τε καὶ καινιζομένας. οἵπερ δὴ κορυβαντιῶντές πως καὶ ἐξεστηκότες ἄλλον μὲν τὸν θεὸν λόγον εἶναι ἔλεγον, ἕτερον δὲ τὸν Χριστόν, ὡς ἐκ προκοπῆς ἔργων βελτιωθέντα καὶ ὡς ψιλὸν ἄνθρωπον βαπτισθέντα καὶ παρὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου πνεύματος εἰληφότα καὶ τῆς υἱοθεσίας ἀξιωθέντα, σχετικάς τινας καὶ πολυτρόπους ἑνώσεις καθάπερ καὶ οἱ περὶ τὸν δυσσεβῆ Νεστόριον ἀνιέρως ἐπινοοῦντες· ἀνθρωποτόκον δὲ ἀλλ' οὐ θεοτόκον τὴν παναγίαν παρθένον δυσφημεῖν ἀπετόλμων ἄλλα τε πλεῖστα καὶ χείριστα κατὰ τῆς τοῦ σωτῆρος ἡμῶν οἰκονομίας ἀπερρίπτουν, ἃ καὶ ψυχὴν καὶ σῶμα εἰς μνήμην μόνον ἰόντα χραίνουσιν, πρὸς δέ γε καί τινα τούτοις προσόμοια ἄτοπα ἀφρόνως κατὰ τῆς ἀμωμήτου ἡμῶν συγγραφέντα πίστεως. ταῦτά τε καὶ τοὺς οὕτω πεφρονηκότας οἱ θεόσοφοι οὗτοι διδάσκαλοι παραδειγματίσαντες, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα διαρρήδην ἐξεβόησαν ἡνῶσθαί τε καθ' ὑπόστασιν σαρκὶ ἐψυχωμένῃ λογικῇ καὶ νοερᾷ ψυχῇ ἀσυγχύτως τε καὶ ἀδιαιρέτως, μήτε τοῦ λόγου εἰς τὴν σαρκὸς μεταποιηθέντος φύσιν μήτε μὴν τῆς σαρκὸς εἰς τὴν τοῦ λόγου μεταχωρησάσης οὐσίαν, μένειν δὲ ἑκατέραν ὅπέρ ἐστιν καὶ μετὰ τὴν ἕνωσιν, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ἡμῖν τὸν αὐτὸν ὁμοούσιον κατὰ τὴν ἀνθρωπότητα· μιᾷ δὲ προσκυνήσει τὸν θεὸν λόγον μετὰ τῆς σαρκὸς προσκυνεῖσθαι κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν, αὐτοῦ τε τὰ θαύματα ὑπάρχειν καὶ τὰ παθήματα· κυρίως δὲ καὶ ἀληθῶς τὴν πανύμνητον παρθένον θεοτόκον διωμολόγησαν. ὁ δὲ ἐπὶ ταύταις ἀοίδιμος καὶ θεόμητις τῶν ἱερῶν διδα {2 ʹ} 2 σκάλων ὅμιλος τοὺς μὲν τὸ ἓν θέλημα καὶ τὴν μίαν ἐνέργειαν ἀβούλως καὶ σφαλερῶς ἐπὶ Χριστοῦ δοξάσαντας, οἵπέρ εἰσιν οἱ ἀμφὶ Ὀνώριον καὶ Σέργιον καὶ Μακάριον καὶ ὅσοι ἄλλοι τῆς τοιαύτης συμμορίας, τῆς ἐκκλησιαστικῆς αὐλῆς ἐξήλασαν, δύο δὲ φυσικὰ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τοῦ αὐτοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν, τοῖς προλαβοῦσιν θεοφάντορσιν ἐξακολουθοῦντες πατράσιν, τρανῶς ἐξεφώνησαν.

Intertext edge

Open linked passage

Note