Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio et eversio definitionis synodalis anni
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-patriarch-of-constantinople" aria-label="More works by Nicephorus Patriarch of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
73.1.1
αἱ τοίνυν ἅγιαι κατὰ ἀλήθειαν καὶ οἰκουμενικαὶ σύνοδοι, ἤτοι οἱ κατ' αὐτὰς θεόσοφοι πατέρες καὶ τῆς οἰκουμένης διδάσκαλοι, οὕτω τὸ μὲν ὅσον ὀθνεῖον καὶ ξένον τῆς καθ' ἡμᾶς θεοσοφίας τῇ δυνάμει καὶ χάριτι τοῦ ἐπιφοιτῶντος καὶ συνεργοῦντος πνεύματος ἀπεσκευάσαντο καὶ τῆς Χριστιανῶν θεοσεβείας ὑπερορίσαντες φροῦδον πεποιήκασιν, τὸ δὲ ὅσον οἰκεῖον καὶ γνήσιον καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ προσῆκον θεοπρεπῶς εἰσηγησάμενοι ἔθεντο, τοῦτο διὰ τῶν θείων ὅρων καὶ τύπων τῶν παρ' αὐτοῖς ἐκπεφωνημένων πραγματευσάμενοι κατὰ τὴν προφητικὴν φωνὴν τὴν κελεύουσαν· Πορεύεσθε, διέλθετε διὰ τῶν πυλῶν μου, σκυλεύσατε τὴν ὁδόν, ὁδοποιήσατε τῷ λαῷ μου, τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε, διὰ τῶν εὐαγγελικῶν δηλαδὴ καὶ προφητικῶν διδαγμάτων τοῦ πνεύματος ἰόντες, ἃ δὴ τὰς πύλας τῆς σωτηρίας ἡμῖν ἀναπετάννυσιν καὶ πρὸς τὴν πίστιν χειραγωγοῦσι τοῦ λέγοντος· Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. τοιγαροῦν τὰ κατὰ τὴν ὁδὸν τοῦ βίου παρὰ τῶν ἀνοσίων αἱρέσεων καὶ ἀκαθάρτων δυσφημιῶν τετραχυσμένα καὶ δυσάντητα καὶ λίθων δίκην ἀπεσκληκότα καὶ διαρριπτούμενα σκῶλα, οἷα δὴ διαπταίσματα ψυχῶν καὶ προσκόμματα, ἀνακαθαίροντες ἤδη καὶ ἐξευμαρίζοντες, διὰ λείας καὶ βασιλικῆς ὁδοῦ τῆς εὐσεβείας καὶ θείας ἐπιγνώσεως τὸν λαὸν κυρίου πορεύεσθαι παρασκευάζουσιν. ἐπεὶ οὖν τὸ μὲν ἐπιτιμᾶν οὐ μέγα (ῥᾷστον γὰρ καὶ τοῦ βουλομένου παντός), τὸ δὲ ἀντεισάγειν τὴν ἑαυτοῦ γνώμην ἀνδρὸς εὐσεβοῦς καὶ νοῦν ἔχοντος, ἀρχαῖος καὶ καλῶς ἔχων λόγος (ὅπερ παρὰ τοῖς ἁγίοις τετήρηται, τοῖς μὲν ἀλλοτρίοις εὐσθενῶς καὶ μάλα καιρίως ἐπιπλήξασιν καὶ τὴν ἀναίρεσιν τῶν δυσσεβῶς προαγομένων ποιησαμένοις, τῶν οἰκείων δὲ καὶ ὡς ἄγαν εὖ ἐχόντων τὴν ἀντεισδρομὴν ἐξειργασμένοις), ἴδωμεν λοιπὸν εἰ κατὰ ταῦτα τοῖς χριστομάχοις πεπραγμάτευται καὶ εἰ τοῖς ἐπηγγελμένοις ἀκόλουθα τὰ ἐν τῷ κατ' αὐτοὺς ὅρῳ τυγχάνει ἐκκείμενα. ἀλλ' ὁρίζονται μὲν οὐδέν, τὸ ἀλλότριον δὲ ἀνασκευάσαντες καὶ ἀποπεμψάμενοι (ἀλλότριον γὰρ αὐτοῖς ὡς ἀληθῶς τὸ μέγα τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ λόγου μυστήριον καὶ ξένον πᾶν ὅ, τι εὐσεβείας ἐχόμενον· τὸ δὲ ἦν ἀπροσκύνητον καὶ ἄχρηστον τὴν τῶν εἰκόνων ὑπάρξαι ποίησιν), ἴδιον ἔθεντο παντελῶς οὐδὲν οὐδὲ κατεσκεύασαν· οὐ γὰρ εἶχον ὃ θήσουσιν, πάντα ἀνελόντες τὰ εὖ δεδογμένα καὶ καλῶς ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ βεβηκότα καὶ ἱδρυμένα. πρὸς γὰρ τὴν ἀλήθειαν αὐτὴν ἀπομαχόμενοι καὶ ἀνασκευάζειν αὐτὴν δόξαντες οὐκ ἔσχον ὅ, τι ὁρίσονται ἢ ὅ, τι εἰσηγήσονται· τὸ γὰρ ψεῦδος ἀόριστον καὶ ἀνύπαρκτον καὶ οὐκ ἔχον ὅποι ποτὲ στήσεται. δύναμιν γοῦν ἀποφάσεως καὶ στερήσεως ὁ κατ' αὐτοὺς ὅρος μόνον περιέχει, θέσεως δὲ οὐδαμῶς ὅλως λόγον κέκτηται, ὥστε κινδυνεύειν μὴ δὲ ὅρον ὀνομάζεσθαι, εἴπερ οἱ κυρίως ὅροι ἐκ τῶν θέσεων μᾶλλον καὶ καταφατικῶν λόγων προΐασιν καὶ τὸ τί εἶναι ἀλλ' οὐ τὸ τί μὴ εἶναι τὸ ὑποκείμενον δηλοῦντες. ὅρος γὰρ ἐστὶν λόγος σύντομος δηλωτικὸς τῆς οὐσίας τοῦ ὑποκειμένου πράγματος, οὐκ ἀναιρετικός, ὡς αὐτοὶ κενολογοῦσιν. 74 ὡς δὲ ἀσύμφωνος καὶ ἀνακόλουθος τοῖς προκειμένοις τῶν ἱεροφαντῶν ὅροις (καὶ οὐκ οἶδα ὅπως αὐτοὺς ἀποδέχεσθαι καθυπέσχοντο), μαρτυρεῖ τὸ ἱερὸν τέμενος, ὃ ἐπ' ὀνόματι τῶν τὴν πρώτην ἁγίαν συγκεκροτηκότων σύνοδον ἀνεγήγερται, τὰς αὐτῶν ἐκείνων μέχρι καὶ σήμερον στήλας προβαλλόμενον, μονονουχὶ τὴν παρ' αὐτῶν ὁμολογίαν καὶ τὸ φρόνημα σαφῶς διακεκραγυίας εἰς ἔνδειξιν τῆς ὑγιοῦς πίστεως τοῦ θεοκινήτως συγκεκληκότος θεοφιλοῦς βασιλέως· ἃς ἤδη καὶ καθελεῖν πειραθέντες οἱ τῆς καταστροφῆς ἄνδρες, ὅμως οὐ συγκεχώρηνται τὴν εἰς τοῦτο παρανομίαν ἀνύσαι. εἰ δὲ τῇ πρώτῃ ἐκείνῃ καὶ ἡ δευτέρα σύστοιχος καὶ ἀκόλουθος, ἀναγκαίως καὶ ταύτης τῆς χάριτος ἀπορρήγνυται. τί οὖν φήσουσιν περί γε τῆς ἱερᾶς τρίτης συνόδου οἱ τάλανες, τοῖς φρικτοῖς παρ' αὐτῆς ἀναθέμασιν βαλλόμενοι; πῶς τῇ μετὰ ταύτας ἕψονται, τὸ τέλειον τῆς κατὰ τὸν σωτῆρα Χριστὸν σωματώσεως ἀφαιροῦντες; πῶς γὰρ σῶμα ὅλως ὑπάρξειεν ἀπερίγραπτον, ὅλον περιγραφῇ καὶ ὅρῳ περιειργόμενον, κἂν τῷ λόγῳ θεῷ ὑποστατικῶς ἥνωται, τῆς κατὰ φύσιν οὐκ ἐξεστηκὸς τελειότητος; εἰ δὲ καὶ ἡ ταύταις ἐπαριθμουμένη τὰ αὐτὰ ταῖς προαγούσαις δοξάζει, πῶς οὐχὶ καὶ ταύτῃ ἐναντιώσονται καὶ τοῖς αὐτοῖς ἀτόποις περιπεσοῦνται; ποίας αὐτοῖς ἀκολουθίας τρόπος λελείψεται πρὸς τοὺς θεοσόφους πατέρας οἳ τὴν ἕκτην ἀπεπλήρουν ἱερὰν σύνοδον, αὐθαδῶς ἀντιβλέποντες ἀναιδεῖ προσώπῳ καὶ ἀναισχύντῳ γνώμῃ, ὡς οἷα ἀσεβεῖς ὑφιστάμενοι; ἃ γὰρ ἐκεῖνοι κατηρτίσαντο εὐσεβῶς, οὗτοι καθεῖλον δυσσεβῶς· καὶ ἃ οἰκοδόμησαν ἐκεῖνοι ἐμμελῶς καὶ ἐνθέως, κατέστρεψαν οὗτοι ἀθέως καὶ ἀσυνέτως. πόθεν οὖν αὐτοῖς τὸ σύμφωνον καὶ ἀκόλουθον ταῖς συνόδοις περιστήσεται, ἀπεναντίας αὐταῖς κατὰ πάντα ἰοῦσιν, οὐκ ἔχουσιν εἰπεῖν, κἂν μυρία κομπάζωσιν, ἵνα δειχθῇ ὡς οὐδὲν αὐτοῖς ἐκκλησιαστικοῦ θεσμοῦ καὶ κανόνος μέτεστιν· ἀλλὰ κατηρτισμένην τὴν διάνοιαν πρός γε τὸ ἁμαρτοεπεῖν κατακτησάμενοι, ἐξ ὧν τερατευόμενοι παραπλάσσονται λόγων τὴν οἰκείαν βούλονται περιποιεῖσθαι κακοδοξίαν, ἵνα ὡς δῆθεν ἕπεσθαι ταῖς συνόδοις βαττολογοῦντες, εὐπαράδεκτοι τοῖς πολλοῖς περὶ τὴν ἀσέβειαν καταστῶσιν. 75 ταύτῃ δὴ ὁ καττυθεὶς παρ' αὐτῶν ὅρος ἔκπτωτος παντάπασιν καὶ ἀπόπεμπτος παρὰ τῆς ἐκκλησίας κρίνεται· οὐδὲ γὰρ ἂν ὅρος λεχθείη ἐν οἷς μάλιστα οὐδὲ ὁριστόν τι αὐτῷ καὶ ὑποκείμενον δέδοται. σύνοδον γὰρ καλεῖν τὸν παραφωνήσαντα ἀνδραποδώδη ὄχλον, πολλοῦ γε ἂν δέοι· τί οὖν αὐτὸν κλητέον; τί δὲ ἄλλο γε ἢ ὅπερ τὰ προφητικὰ προανακεκράγει θεῖα λόγια· Ἀνατροπὴν θολεράν, ἣν ἐπότισαν τὸν πλησίον αὐτῶν, μεθύσκοντες, ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν· πλησμονὴν ἀτιμίας καὶ δόξης· ἃ τοῖς τὰ ψεύδη διδάσκουσιν ἠπείληται. καὶ γὰρ οἱ τὰ τοιαῦτα κενοφωνοῦντες κατὰ τὸ γεγραμμένον· Πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσιν κενά, ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν, ἱστὸν ὄντως ἀράχνης ὑφαίνοντες. φλυαρία [ν] γὰρ τηνάλλως ταυτὶ καὶ μάτην αὐτοῖς ἐκπεπονημένα καὶ ἀκόσμως καὶ ἀνοσίως συντεθειμένα, καὶ στάσις ἄλογος καὶ Σατανικὴ τοὺς ἁπλουστέρους διοχλοῦσα καὶ θορυβοῦσα, καὶ παγὶς κεκρυμμένη εἰς πυθμένα θανάτου πέμπουσα καὶ εἰς πέτευρον Ἅιδου κατάγουσα, ἐν ᾗ οἱ ἀφυλάκτως παριόντες δεινῶς περιπίπτουσιν, καὶ καταστροφὴ πονηρὰ καὶ πονηρὸν ἐργαστήριον ἐκ σαρκικῶν καὶ ἐμπαθῶν θελημάτων, μᾶλλον δὲ τῶν ἀγόντων ἐναντίον, συγκροτούμενον. οὐ γὰρ ἔγνωσαν καλὸν ποιεῖν ἐναντίον κυρίου καὶ τοῦ πλησίον αὐτῶν· οὐδὲ γὰρ οἰκοδομεῖν ἴσασιν, ἀλλὰ καθαιρεῖν· οὐ τιμᾶν τὰ ἅγια, ἀλλ' ἀτιμίας ἁπάσης ἀποπληροῦν· οὐ σέβειν τὰ σεβασμοῦ ἄξια, ἀλλὰ σέβειν ἐκτόπως· οὐ τὸ συνάγειν, ἀλλὰ τὸ σκορπίζειν· οὐ πρὸς ὁμόνοιάν τι δρᾶν, ἀλλὰ τέμνειν καὶ ἀποσχίζειν τὴν καλῶς ἡνωμένην καὶ ἐνθέως κατηρτισμένην τοῦ Χριστοῦ ἐκκλησίαν καὶ τὰ εὖ συνηγμένα διασπᾶν καὶ μερίζειν, ὥσπερ λύκοι βαρεῖς τῇ ποίμνῃ Χριστοῦ ἐμπεσόντες καὶ ὅλῳ τῷ στόματι τὰ λογικὰ πρόβατα κατεσθίοντες καὶ εἰς τὸν ἴδιον περιελαύνοντες κρημνόν. εἰ τοίνυν διὰ πάντων δείκνυνται οὐδαμοῦ θείοις κανόσιν ἢ πατρικοῖς τε καὶ ἐκκλησιαστικοῖς ὅροις ἑπόμενοι, διατοῦτο πάντοθεν αὐτοῖς περίεστιν πόρρω τῶν ἱερῶν τῆς ἐκκλησίας περιβόλων ἐλαύνεσθαι, καὶ μάτην τὸ Χριστοῦ περιφέρουσιν ὄνομα, μήτιγε ἱερεῖς εἶναι καὶ ὀνομάζεσθαι. καὶ οὐδὲ τὸ παρ' αὐτοῖς τυρευθὲν ἐπ' ὀνόματι ὅρου σκευώρημα στάσιν ἂν σχοίη πώποτε· ἔστι γὰρ δήπου ὡς ἀληθῶς ἀόριστον καὶ ἄστατον καὶ ἄλογον καὶ ἀτελὲς καὶ ἄτακτον καὶ ἄκοσμον καὶ ἀνίδρυτον καὶ ἄσκοπον καὶ ἀκαλλὲς καὶ ἀργὸν καὶ ἀδρανὲς καὶ σκοτεινὸν καὶ αὐτὸ μηδαμῇ μηδαμῶς ὄν, ὡς ἤδη ξένον καὶ ἀλλότριον καὶ πόρρω τῆς καθ' ἡμᾶς θεοσοφίας ἀπεληλαμένον. σκεπτέον γάρ· ὁπηνίκα περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ λόγου ζήτησις γένοιτο καὶ περὶ τὸ αὐτὸ κεφάλαιον ἡ ἀντίθεσις ἵσταιτο, δεήσειεν ἂν τὰ τῶν ἀντιπάλων ἀνατρέψασιν τὰ οἰκεῖα ἐκ παντὸς ἀντιπαρατίθεσθαι· καὶ τούτοις τοίνυν τὴν Χριστοῦ καθελοῦσιν εἰκόνα, ἑτέραν δήπου πάντως καὶ τινὸς ἄλλου καινοποιοῦσιν ἀναστῆσαι εἰκόνα. φανερὸν δ' οὖν τὸ λειπόμενον. τί δὲ τοῦτό ἐστιν ἢ ὅπερ δρῶντες πανταχοῦ καταφαίνονται; εἴ που γὰρ τοῦ ἀντιχρίστου θεάσοιντο εἰκόνα ἢ ἄλλου τῶν ἀπειρημένων τινός, ἐπὶ σχήματος μένειν διαφιᾶσιν, τὰ ἅγια καταλύοντες, ἄξιά γε ὡς ἀληθῶς τῆς σφῶν αὐτῶν δυσσεβείας καὶ βδελυρίας καὶ φρονοῦντες καὶ πράσσοντες, ἵνα εἰδωλολάτραι καθαρῶς ἀναδεικνύωνται. τίσιν τούτους παραβλητέον; φασὶν ὡς αἱ παρδάλεις φυσικήν τινα πρὸς τὸν ἄνθρωπον ὀργὴν ἔχουσιν. τινὲς γοῦν τῆς τοῦ θηρίου κατα [ι] παίζοντες μανίας, ἐν χάρτῃ εἰκόνα προδεικνύουσιν· τὸ δὲ ὑπὸ τῆς ἄγαν ὁρμῆς σπαράσσει τὸν χάρτην ὡς ἄνθρωπον, κἀκεῖ δείκνυσιν τὸ μισάνθρωπον. οὕτω δὴ καὶ οὗτοι ἐν τῇ εἰκόνι Χριστοῦ ἐμφανίζουσι τὸ μισόχριστον· οὐχ' οἷοί τε γὰρ ὄντες τοῦ ἀρχετύπου προσψαύειν, ἔχθει τῷ εἰς αὐτόν, σὺν παρδαλέῃ τῇ γνώμῃ τῇ εἰκόνι ἐφάλλονται, σπαράσσοντές τε καὶ διαφθείροντες· ὥστε ἡ κατὰ τῶν ὁμοιωμάτων αὐτοῦ δυσμένεια θεομάχους αὐτοὺς παρίστησιν, κατ' αὐτοῦ Χριστοῦ ἀνελομένους τὸν πόλεμον. ἴσως τῇ τοῦ διδασκάλου Μαμωνᾶ ἑπόμενοι ἀθεΐᾳ, φήσουσιν εἰκόνα τοῦ Χριστοῦ σώματος δοξάζειν τὰ παρὰ τῶν ἀξίων ἱερουργούμενα θεῖα μυστήρια, ἀντινομοθετοῦντες τῷ εὐαγγελίῳ, τῇ τε κοινῇ δόξῃ μαχόμενοι καὶ τῇ αἰσθήσει καὶ πάσῃ τῇ Χριστιανῶν παραδόσει. πρῶτον μὲν γὰρ δειξάτωσαν ποῦ ταῦτα εἰκόνα Χριστοῦ προσαγορεύεσθαι παρειλήφασιν καὶ ἐν ποίοις τοῦ πνεύματος λογίοις γεγραμμένον εὗρον. ἀλλ' οὐκ ἂν δεῖξαι ἔχοιεν· ἐλέγχονται δὲ κἀνταῦθα ἀντίθετοι τῆς εὐαγγελικῆς ὑπάρχοντες παραδόσεως. ὁ κύριος γὰρ καὶ θεὸς ἡμῶν κατὰ τὴν ἱερὰν νύκτα ἐκείνην, καθ' ἣν ἔμελλε τοῖς σταυρωταῖς παραδίδοσθαι, θύων μυστικῶς καὶ κατὰ τὸ ἀπόρρητον ἑαυτόν, καὶ τοῖς ἀοιδίμοις μαθηταῖς ταῦτα παραδιδούς, οὐκ εἰκόνα σώματος ἢ αἵματος εἴρηκεν, ἀλλ' αὐτόχρημα σώματος καὶ αἵματος μετέδωκεν εἰπών· Λάβετε, φάγετε καὶ πίετε, οὐκ εἰκόνα, ἀλλά· Τοῦτό ἐστιν τὸ σῶμά μου καί· Τοῦτο τὸ αἷμά μου τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον. ἔπειτα δέ, ἢ καὶ τὰ ἱερευόμενα ἀπερίγραπτα δώσουσιν (ἵνα μὴ μόνον ἀσεβείας ἀποίσωνται ἔγκλημα, ἀλλὰ καὶ γέλωτα πρὸς τούτῳ ὀφλήσωσιν· τί γὰρ ἀτοπώτερον ἢ καταγελαστότερον, εἴ τις οὕτως ἔχοι ἅπερ ὁρατὰ τέ ἐστιν καὶ ἁπτὰ καὶ ἀνθρώποις μεταληπτὰ καὶ ὀδοῦσιν λεπτυνόμενα καὶ ἐδεστὰ γινόμενα;), ἢ συσφαγιάζεσθαι τοῖς ἱερουργουμένοις καὶ τὸν λόγον ἀποφανοῦνται, ὡς μὴ χωρίζοιτο τοῦ σώματος ὅσον ἐπὶ τῇ ἑαυτῶν δόξῃ. οἱ δέ γε οὐχ' ὅπως τὰ θεῖα τιμήσωσιν ταῦτα ἐνστήσονται, ἀλλ' ἵνα τὴν εἰκόνα Χριστοῦ σὺν αὐτῷ Χριστῷ ἀτιμάσωσιν. τί γὰρ μὴ μᾶλλον τῷ κοινῷ τῆς ἐκκλησίας συμφθέγγονται δόγματι, τήν τε ἄκαιρον φιλονεικίαν καὶ τὸ βλάσφημον διαφεύγοντες; ἀλλὰ πρόδηλον ὅτι βαρὺς αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος. καὶ τὰ μὲν τῶν ἀλλοτρίων τοιαῦτα καὶ οὕτως ἔχοντα· τὰ δὲ ἡμέτερα, ὁποῖα; λείπεται γὰρ μικρὰ περὶ τούτων νῦν διαλαβεῖν. ἡ γὰρ ἁγία καὶ οἰκουμενικὴ καὶ θεόλεκτος σύνοδος ἡ ἐν Νικαίᾳ τὸ δεύτερον οὐχ' οὕτω διατέθειταιπόθεν; ἀλλὰ κατὰ πάντα καὶ ἐν πᾶσιν τοῖς ἱερουργοῖς τῶν τοῦ θεοῦ μυστηρίων δι' ἀκριβείας ἁπάσης ἑπομένη, ταυτὸν δὲ εἰπεῖν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ, ἅτε τῆς αὐτῆς ἐκείνοις ἠξιωμένη χάριτος καὶ τῷ αὐτῷ ἐνεργουμένη πνεύματι, πάντα στέργει καὶ πάντα ἀσπασίως καὶ ὡς οἰκεῖα ἀποδέχεται καὶ περιέπει τὰ παρ' αὐτοῖς κηρυχθέντα καὶ ἐκτεθέντα· καὶ ὥσπερ τῷ τόπῳ, οὕτω δὴ καὶ τῷ τρόπῳ καὶ τοῖς δόγμασιν, τῇ πρωτίστῃ ἡ ὑστάτη κεκοινώνηκεν, τῷ αὐτῷ κανόνι καὶ ὑποδείγματι χρησαμένη, ἵνα ἔνθα ἡ ἀπαρχὴ τῶν ἱερῶν ἡμῶν τέθηλε δογμάτων, ἐνταῦθα καὶ τὸ πέρας καὶ τὸ οἱονεὶ ἐπισφράγισμα τῆς ἐνθέου ἡμῶν ὁμολογίας ἐπιτεθῇ. αὕτη γὰρ τὴν ἐπεισαχθεῖσαν καινοτομίαν παρὰ τῶν τῇ Χριστοῦ δόξῃ μεμαχημένων καὶ τὸ ἀντίθετον καθελοῦσα καὶ πονηρὸν δόγμα, τὴν ἐξ ἀρχῆς καὶ ἀνέκαθεν τῇ καθολικῇ ἐκκλησίᾳ κεκρατηκυῖαν παράδοσιν ἐπεκύρωσεν· τόν τε κόσμον καὶ τὴν εὐπρέπειαν αὐτῆς εὐσεβῶς ἔνειμεν, καλῶς καὶ θεαρέστως προσκυνεῖσθαι τὰ ἱερὰ τῆς τοῦ σωτῆρος ἡμῶν οἰκονομίας σύμβολα, καθὰ Χριστιανοῖς ἔθος καὶ νόμος εὐσεβοῦσιν, ὁρισαμένη. ἐπεὶ οὖν ὁ κατὰ τοὺς ἀνοσίους θεομάχος ὅρος ἐλήλεγκταί τε καὶ διέρριπται, τί τὸ κωλύσον ἢ τί τὸ ἐνστησόμενον καὶ ἡμᾶς ἀνθοριζομένους εἰπεῖν, ἐξ ὧν διὰ πλειόνων λόγων καὶ ἀποδείξεων παρίσταται, ὅτι τοι ἡ τῶν ἱερῶν τοῦ Χριστοῦ εἰκόνων καὶ ἡ ποίησις εὔχρηστος καὶ ἡ προσκύνησις ἀναγκαία καὶ ὀνησιφόρος καὶ δικαία μάλα καὶ τιμητέα καὶ τῇ ἐν λατρείᾳ καὶ ἀληθινῇ εἰς θεὸν προσκυνήσει, προτετιμημένῃ γε ὑπαρχούσῃ, καὶ αὐτὴ ἑπομένη καὶ ἀκολούθως τιμωμένη καὶ προσκυνουμένη κατὰ τὸν ἴδιον ὅρον καὶ λόγον; οὕτω δὲ καὶ περὶ τῶν σεμνῶν τῶν ἁγίων ὁμοιωμάτων κατὰ τὸν οἰκεῖον λόγον ἀναλόγως θεωρήσωμεν. 76 ἀλλ' ἐπανακτέον ἡμῖν τὸν λόγον παλινδρομοῦσιν ὅθεν ἐξέβημεν. φασὶ τοίνυν· εἴδωλα δὲ ταύτας εἰπεῖν φεισάμενοι. τοὺς ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἐξολισθήσαντας καὶ πρὸς τὸ σκότος τοῦ ψεύδους ἐθελουσίως αὐτομολήσαντας ἀνάγκη τῇ πολυσχιδεῖ περιαλωμένους πλάνῃ πολλαῖς περιπίπτειν ταῖς σκολιότησιν καὶ πλείστοις ἐναντιώμασιν περιέλκεσθαι καὶ προσκόμμασιν. τοῦτο καὶ οἱ ἄγαν πολυμαθεῖς καὶ σοφοὶ καὶ ἀγχίνοι πεπονθότες νῦν σαφῶς καταφαίνονται· τῶν ὀρθῶν γὰρ τῆς εὐσεβείας δογμάτων ἐκπεπτωκότες, οὐ μόνον τῇ εὐαγεῖ ἡμῶν ἀντεπεξάγουσι δόξῃ, ἤδη δὲ καὶ ἑαυτοῖς ἐνταῦθα ἀντίθετοι γινόμενοι προδήλως ἁλίσκονται. οὗτοι γὰρ τὴν Πλατανῖτιν ἐκείνην ἢ πλανῆτιν λοιμώδη συμμορίαν καὶ Ἰουδαϊκὴν σπείραν ἀσπασίως ἐπαγγειλάμενοι ἀποδέχεσθαι καὶ χερσὶν ὑπτίαις τὰ παρ' αὐτῆς καθοριζόμενα περιφέροντες, φυλάσσειν τε ἀκαινοτόμητα κατισχυριζόμενοι καὶ κανόνα τιθέμενοι ἀπαράβατον καὶ τοῦ παντὸς τιμώμενοι, ὅπως αὐτοῖς σύμφωνοι ἐνταῦθα τυγχάνουσιν καὶ ἀκόλουθοι, ἐπιμελῶς διασκέπτεσθαι ἄξιον. ὁ μὲν οὖν ἐκείνων σκοπὸς ὅλος καὶ ἡ πρόθεσις ἥ τε πραγματεία καὶ ἡ πᾶσα σπουδή, ἡ ἄθροισίς τε ἡ πολύανδρος ὁ σκυλμός τε καὶ ἡ ἐξέτασις καὶ ἡ βάσανος, ἡ πολυπραγμοσύνη καὶ ἔρευνα, τοῦ χρόνου ἡ πλείστη τριβὴ καὶ παρέλκυσις, ὁ τοσοῦτος πόνος καὶ ἡ φροντὶς πρὸς οὐδὲν ἕτερον ἀφεώρακεν ἢ ὅπως ἀπαρακαλύπτῳ καὶ λαμπρᾷ τῇ φωνῇ καὶ ἀνερυθριάστῳ προσώπῳ δυσσεβῶς καὶ ἀθέως κατὰ Χριστοῦ τοῦ θεοῦ ἡμῶν φρυαξάμενοι, καὶ γλῶσσαν ἀσελγῆ καὶ παράνομον κατὰ τοῦ κτίστου κινήσαντες, τῆς πάντα συνεχούσης καὶ πάντων περιδεδραγμένης δεξιᾶς καταγορεύσωσιν ὡς οὐδαμῶς εἰδώλων πλάνης τοὺς ἀνθρώπους ἐλευθερῶσαι κατίσχυσεν, εἴδωλά τε τὰ ἐπ' ὀνόματι τετυπωμένα Χριστοῦ ἱερὰ καὶ τῶν ἁγίων ἄντικρυς ἀποφήνωσιν, εἰδωλολατρίας λοιπὸν ἐντεῦθεν ἔγκλημα Χριστιανοῖς ἐπιπλέξωσιν, καθὰ δὴ καὶ ἐν τῷ παρ' αὐτοῖς νομιζομένῳ διαπραγματευσάμενοι ὅρῳ τρανῶς τε καὶ ἀνενδοιάστως ἐκπεφωνήκασιν· ἐξ ὧν ὁ βαρύτατος κατὰ τῶν εὐσεβούντων ἐγκατέσκηψε διωγμός. τί οὖν ἔν γε τῷ παρόντι οἱ τούτων τὰ δόγματα ὑπεσχημένοι τηρεῖν ἀκαινοτόμητα, εἴδωλα ταύτας εἰπεῖν φεισάμενοι, ἔφησαν; ὢ τῆς παραπληξίας καὶ δυσβουλίας· ὅπως ἐκπεπωκότες τῆς ἀμαθίας καὶ ἀλογίας ὅλον τὸν ἄκρατον ἐξελέγχονται· ὡς εὖγε οἵαν περὶ τοὺς διδασκάλους τὴν εὐγνωμοσύνην καὶ τὸ σύμφωνον ἐπιδείκνυνται. βαβαὶ ὁπόσης γέμει ταῦτα τῆς εὐνοίας τῆς πρὸς αὐτοὺς καὶ συμπνοίας. ὢ ποία τῶν διδαγμάτων καὶ πόνων ἡ ἀμοιβὴ καὶ ἀντίδοσις. οὕτως αὐθημερὸν καὶ ἀθρόον, ὥσπερ οἱ μῦθοι τοὺς γίγαντας ἔχουσιν, φοιτηταὶ καὶ μύσται γνήσιοι ἀναφανέντες, διὰ μιᾶς φωνῆς ἐν ὀλίγαις συλλαβαῖς καὶ ἀκαρεῖ τῷ χρόνῳ τὸ πᾶν τῆς σαθρᾶς καὶ ἀραχνώδους αὐτῶν οἰκοδομίας ὁμοῦ καὶ τὴν δόξαν τὴν οἰκείαν κατεστρέψαντο καὶ τὰ δόγματα τῶν διδασκάλων κατεδιῄτησαν καὶ τὸ κλέος ἅπαν κατέλυσαν, ἐφ' οἷς μέγα τὴν ὀφρῦν ἀνασπῶντες ἐφρόνουν. ἀλλ' ὅπερ πρὸς τοὺς ἐξ ἀρχῆς τῆς κατ' αὐτοὺς ἱερωσύνης ἡγεμόνας πεπόνθασιν, τοῦτο καὶ νῦν πρὸς τοὺς ἀρτιγενέθλους τῆς ἀσεβείας εἰσηγητὰς ὑπομένουσιν, τῆς οἰκείας ὥσπερ ἐπιλελησμένοι προθέσεως καὶ ἑκατέρωθεν ἑαυτοῖς τὴν ἔκπτωσιν καὶ ἀλλοτρίωσιν προσπορίσαντες. ποῦ οὖν ἐνταῦθα ἡ πρὸς τοὺς διδασκάλους εὐγνωμοσύνη, ποῦ ἡ ἀσπάσιος τῶν θεοκλύτων δογμάτων ἀποδοχή, ποῦ ἡ ἐπικύρωσις καὶ βεβαίωσις, ἅπερ καὶ παρὰ τὴν ἀρχὴν τοῦ ἰδίου καὶ θαυμαστοῦ ὅρου κατεκομψεύοντο; ποῦ ὁ κρότος καὶ ὁ κόμπος τῶν ἐγκωμίων; ποῦ τῶν θεοφιλῶν καὶ πνευματικῶν πατέρων ἡ σύνοδος ἡ ἐκ γραφικῶν καὶ πατρικῶν ὠχυρωμένη δογμάτων καὶ οἱ εὐαγεῖς οὓς ἐξέθετο κανόνες; ποῦ ἡ τῶν οἰκουμενικῶν συνόδων ἐπακολούθησις; ποῦ ἡ μετὰ πάσης ἀκριβείας καὶ ἐμμελείας ἐξέτασις; ποῦ ἡ προτιμηθεῖσα ἐν πνεύματι καὶ ἀληθείᾳ λατρεία τε καὶ προσκύνησις καὶ ἡ κατάκρισις καὶ διάπτυσις τῆς ἀκεφάλου καὶ ἀπαραδότου καὶ ἀχρήστου καὶ ἀπροσκυνήτου τῶν εἰκόνων ποιήσεως, δι' ὧν ἁπάντων ἀκύμαντος οὐκ ἐν ὀλίγοις ἔτεσιν ἡ ἐκκλησία διαμεμένηκεν; καὶ οὐκ οἶδα εἴ τινας ἄλλους ὕθλους καὶ λήρους κατὰ τῆς Χριστιανῶν εὐαγοῦς καὶ ἀμωμήτου θρησκείας ἐξυφᾶναι τετολμήκασιν οἱ ἐξάγιστοι. πάντα οἴχεται. πάντα φροῦδα κατέστη. πάντα ἐκ ποδῶν γέγονεν. μία φωνὴ ἔρρηκται καὶ ὁ πᾶς σύλλο γος διαλέλυται. μιᾶς ὑποσπασθείσης ψηφῖδος, τὸ πᾶν τῆς οἰκοδομίας κατέστραπται. ἆρ' οὖν οὐ νηπίων κομιδῇ ταῦτα καὶ μειρακίων τῶν κατ' ἀγορὰς παιζόντων καὶ ἄλλοτε ἄλλως τὰ τῆς παιδιᾶς μετατιθέντων καὶ μεταβαλλόντων, ἐφ' ὃ τὸ εὐχερὲς καὶ νηπιῶδες τῆς ἡλικίας τρέψειεν; καὶ πάνυ γε.

Intertext edge

Open linked passage

Note