Refutatio et eversio definitionis synodalis anni
Nicephorus Patriarch of Constantinopleanni 77 · pg-scrape-grcMore by Nicephorus Patriarch of Constantinople
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-patriarch-of-constantinople" aria-label="More works by Nicephorus Patriarch of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
77.1.1
τί οὖν; μέχρι τούτων ἔστησαν καὶ τῆς ἄλης ἐπαύσαντο, ἢ οὐκ ἐφ' ἕτερα χείρονα, ὥσπερ πρύμνας κρουσάμενοι, ἵεντο; ἃ γὰρ λόγῳ εἴδωλα εἰπεῖν φεισάμενοι, ἐν τούτοις τἀναντία διαθέμενοι, οὐδενὸς ἠφειδηκότες ἔδρασαν, αὐτόχειρες οἱ δείλαιοι τῆς τῶν ἁγίων γενόμενοι καθαιρέσεως, εἰς τὴν τῶν εὐσεβούντων κάκωσιν ταῖς σπουδαῖς χρώμενοι· οὕτω πανταχῇ τὴν πίστιν ἡμῶν τὴν εὐκλεᾶ δείκνυνται καπηλεύοντες. διὰ γὰρ δὴ τοῦτο, μικρόν τι τῆς βλασφημίας νῦν καθυφέντες, τοὺς θαυμασίους παρορῶσιν ἐκείνους διδασκάλους, εἰδώλων φωνὴν τοῖς ἁγίοις ῥῆξαι κατατολμήσαντας καὶ εἰδωλολατρίας τὸ δύσφημον Χριστιανῶν καταραψῳδῆσαι οὐκ ἀποκνήσαντας, ἵνα οἰκονομεῖν τὸ παρὸν πλασάμενοι, εἶτα εἰς τὸ ἑξῆς ἑαυτοῖς ἑπόμενοι, τῶν ἴσων εἰς κακίαν μὴ ἀπολειφθεῖεν. ὃ γὰρ γλῶσσα παλίμφημος τέως συμφθέγξασθαι κατενάρκησεν, οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τοῦτο χεῖρες ἀθέμιτοι συγκατεπράξαντο, ὡς εἰδώλοις δῆθεν τοῖς ἁγίοις ἐναγῶς καὶ αὐταὶ προσπλεκόμεναι. ἀλλὰ καὶ αὖθις ἡμῖν τῶν αὐτῶν ἐπιληπτέον· εἴδωλα ταύτας εἰπεῖν φεισάμενοι. πῶς καὶ τίνα τρόπον; εἰ μὲν καλῶς παρὰ τῶν τετολμηκότων ἐκεῖνο τὸ πονηρὸν ἐξερεύξασθαι κεκλημένον ὁμολογεῖς, τί μὴ καὶ σὺ συμφθέγγῃ καὶ ἀποδέχῃ, τοῦ καλοῦ θερμῶς περιεχόμενος; εἰ δὲ κακῶς, ὥσπερ δὴ καὶ κακῶς καὶ λίαν πονηρῶς καὶ ἀθέως δεδυσφήμηται καὶ πεφλυάρηται, τί δήποτε μὴ τοῖς βαρυτάτοις καταδεσμεῖς ἀναθέμασιν καὶ τοῖς ἀξίοις ὑπάγεις κατα κρίμασιν, ἃ πόρρω θεοῦ καὶ τῆς σωτηρίας ἵστησιν; ἀλλ' ἐπὶ τὸν κρημνὸν τῆς ἀμφιβολίας ἕστηκας, μᾶλλον δὲ ἐπὶ τὸν κρημνὸν ἡ ἀπιστία σε περιωθεῖ κατασύρουσα. εἰ δὲ ἔδοξας μετριάζειν περὶ τὴν ἀσέβειαν καὶ φείδῃ λέγειν τὸ πονηρὸν καὶ ἐκκλίνεις τὸ βλάσφημον, τίνος ἕνεκεν οἰκεῖον οὐκ ἔθου ὄνομα, ὅ, τι δεῖ καλεῖν αὐτάς; σεαυτὸν δὲ μιμούμενος, ὥσπερ περὶ τὸν ὁρισμόν σου πεποίηκας (καὶ γὰρ ἐκεῖσε τοῦ ἀλλοτρίου τὴν ἀναίρεσιν δόξας ἐργάσασθαι, τὸ οἰκεῖον οὐκ ἀντεισήγαγες) οὕτω κἀνταῦθα οὐκ εἴδωλα φής, ὅτι πᾶν εἴδωλον ὁμοίως κακὸν καὶ φευκτὸν καὶ πᾶν ὅ, τι ἐν τῇ ἐκκλησίᾳ Χριστοῦ ὁμοίως καλὸν καὶ αἱρετόν, σεαυτὸν δὲ παραλογίζῃ, δεδοικὼς μήποτέ σε ἄρα ὁ λόγος καὶ ἄκοντα πρὸς τὴν εὐσέβειαν μεταγάγοι. ὡς οὖν περὶ τὴν πίστιν σκάζεις, οὕτω δὴ καὶ περὶ τὴν κλῆσιν τῶν προκειμένων ἀμηχανεῖς· Ἀνὴρ γὰρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ὁ ἱερὸς φησὶν λόγος· ἤ που καὶ τὰ Σαμαρειτῶν σε πάσχειν ὥρα, οἳ καὶ τὸν κύριον ἐφοβοῦντο καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον. εἰ ἄχρηστος τούτων ἡ ποίησις καὶ ἡ προσκύνησις, εἰ ψευδωνύμους ἀπεφήνω καὶ οὗτινος ἡ εἰκὼν οὐδαμοῦ προστέθεικας καὶ εἴ τι ἄλλο ἐκαινολόγησας, ὅτου δὴ χάριν ἐν τούτῳ μόνον φειδοῦς ἀξιοῖς; εἰ οὐκ οἶδας εἰκονιζόμενον τὸν Χριστόν, τί δέδοικας ὀνομάζειν εἴδωλον, ὃ κατ' οὐδένα τρόπον ἐπικοινωνεῖν Χριστῷ δύναται; τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; ἢ οὐχὶ σὺ εἶ ὁ ἄνω καὶ κάτω τὸ ἀκατάληπτον καὶ ἀπερίγραπτον, ὅπερ ἐκ τῶν καινῶν διδασκάλων παρείληφας, διαθρυλῶν ἐπὶ Χριστοῦ; ἵνα τί σοι διανυσθήσεται; ἢ πάντως τὸ μὴ εἰκονίζεσθαι Χριστόν σοι συμπορισθήσεται καὶ ὡς δῆθεν ξένον αὐτοῦ καὶ ἀλλότριον τὸ γεγραμμένον εὑρισκόμενον, εἴδωλον ἀποφήνῃς; ταύτῃ γοῦν καὶ εἰκόνος ὀνόματος τῷ λόγῳ σοι προκειμένου, τίνος ἂν ἡ εἰκὼν εἴη, ὡς ἥκιστά γε προσεπενήνεκται. ἁπλῶς γὰρ εἰκόνα λέγων, τοῦ πρός τι τὴν σχέσιν διέφυγες, πάντοθεν τὰ ἐντεῦθεν προσαπαντῶν τὰ ἄτοπα, προϊδόμενος ὃ οὐκ ἄν τις ἀκούων ἀνασχετὰ ποιήσαιτο. τοῦτον γὰρ ἐπανῃρημένοι τὸν σκοπόν, τὴν εἰδωλολατρίαν Χριστιανοῖς ἐπεγράψατε καὶ τῶν μυρίων ἐκείνων δεινῶν γεγόνατε πρόξενοι. ἀλλὰ φείδῃ εἴδωλον καλεῖν, κεκαυτηριασμένος τὴν συνείδησιν, καὶ ῥυπαρῶν καὶ ἀκαθάρτων οὐ καθαρεύων ἐννοιῶν, καὶ καταπνίγῃ καὶ ἀλύεις ὡς ὑπ' ἀγχόνης τῆς ἀπιστίας στενοχωρούμενος, τοῖς τοῦ κόσμου τερπνοῖς ἐπτοημένος καὶ τῇ παρούσῃ προσκεχηνὼς δόξῃ, οὐκ ἔχων ὅποι τὸν λογισμὸν ἀπερείσειας, καθάπερ οἱ ἀπείρῳ καὶ ἀχανεῖ πελάγει περιπεσόντες. τί μὴ πρὸς τὴν εὐσέβειαν ἀπαυτομολεῖς καὶ μετὰ Χριστιανῶν ἕστηκας καὶ ὁμολογεῖς Χριστὸν εἰκονιζόμενον, καταληπτόν τε καὶ γραπτὸν καὶ περιγραπτὸν κατὰ τὸ ἀνθρώπινον, παρὰ τῶν τῆς ἐκκλησίας δογμάτων διδασκόμενος, καὶ σέβεις τὰ σεβασμοῦ ἄξια καὶ παύεις τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλεῖν δόλον καὶ ἀνομίαν, ἃ τὴν ἄρνησιν καὶ ἀθέτησιν τῆς τοῦ θεοῦ λόγου σαρκώσεώς σοι μνηστεύεται, ἀλλὰ βασκαίνεις σεαυτῷ τῆς σωτηρίας αὐτὸ τὸ καίριον, τὴν πίστιν ζημιούμενος, καὶ τιμὴν τὴν εἰς Χριστὸν ἀτιμίαν ἀφρόνως λογιζόμενος ὥσπερ τὴν τιμὴν ἀτιμίαν; καὶ εἴ πού τίς σου διαπύθοιτο τίνος καθαιρεῖς εἰκόνα, οὐδὲ ὑπέχειν τὴν ἀκοὴν ἀνέχῃ καὶ ἰλιγγιᾷς περὶ τὴν ἀπόκρισιν, ἔκφορον ἀποκνῶν ποιῆσαι τὸ προσιστάμενον, τὰ ὑφορμοῦντα ἐξ ἀνάγκης εὐθὺς προορώμενος, τὸ μετὰ Χριστοῦ μὴ τετάχθαι μήτε Χριστιανὸν πάντως νομίζεσθαι, ταῦτα δρᾶν ἑλόμενον· τοσοῦτό [ς] σοι ὁ Χριστὸς φορτικὸς καὶ εἰς μνήμην ἰὼν καὶ ἐν εἰκόνι ὁρώμενος. 78 ἀληθὴς δὴ οὖν ὁ λόγος ὅτι κύων εἰς τὸ ἴδιον ἐπιστρέφει ἐξέραμα καὶ ὗς τῷ βορβόρῳ κυλίνδεται· ὃ δὴ καὶ ἐν τούτοις συμβέβηκεν, ἵνα κἀνταῦθα τῆς γνώμης τῆς ἀστηρίκτου τὸ ἀπαγὲς ἐκφαίνοιτο καὶ ἀνίδρυτον. κακὰ γὰρ κακοῖς ἀεὶ ἐφευρίσκοντες, οἰόμενοι τῷ ἥττονι κακῷ τὸ μεῖζον κακὸν ἐξιάσασθαι, τί τοῖς προειρημένοις αὐτοὶ προστιθέασιν; ἔστιν γὰρ κακοῦ πρὸς κακὸν διάκρισις. τίνες ταῦτα; οἱ πρὸ βραχέος εἴδωλα εἰπεῖν φειδόμενοι. κακὸν οὖν οἱ κακοὶ δοῦλοι προσηγόρευσαν καὶ κακῶν κάκιστοι τὰ ἅγια, τό γε ἐπ' αὐτοῖς χραίνοντες καὶ κακίζοντες· δούλων γὰρ κακῶν ἐπανίστασθαι κυριότητι καὶ κακουργεῖν εἰς τὰ ἐν οἷς τῷ δεσπότῃ ἀνῆκεν καὶ ἀνατέθειται. ταῦτα τῶν κακῶς λέγειν εἰδότων, τὸ καλὸν δὲ ποιεῖν οὐκ ἐπεγνωκότων παντάπασιν. ὢ ψυχῆς ἀχαρίστου καὶ γνώμης δυσγνώμονος· οὕτω διακεῖσθαι περὶ τὸν εὐεργέτην καὶ κύριον. οὕτω περὶ τὸ ἀγαθὸν δυσχεραίνουσιν, ὥσπερ οἱ τὰς ὄψεις λελωβημένοι περὶ τὸν ἥλιον. πῶς γὰρ δύνανται ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ὁ σωτήριος αὐτοῖς ἐπιφωνείτω λόγος, ὅτι ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας ἐκφέρει τὰ πονηρά, ὥσπερ ἐκ τοῦ ἀγαθοῦ ὁ ἀγαθὸς ἄνθρωπος. τί δὲ δεῖ πρὸς ταῦτα λέγειν; ἔστιν κακὸν τὸ εἴδωλον, πάντως ἴσασιν καὶ ὀνομάζειν δήπουθεν. καὶ εἰ τὸ μᾶλλον κακὸν εἴδωλόν ἐστιν, ταῦτα δὲ πρὸς διάκρισιν, ἥττονα κακά. τὸ δὲ ἧττον κακόν, κακὸν πάντως ἐστίν. τὸ κακὸν δὲ στῆναι ἐφ' ἑαυτοῦ οὐ δύναται, προϊὸν ἀεὶ ἐπὶ τὸ κάκιον. ἥττονα εἴδωλα παρ' αὐτοῖς τὰ ἅγια νενόμισται. ἀλλ' οὐδὲν διοίσει εἰδώ λου εἴδωλον, κἂν ἧττόν ἐστιν· εἴδωλον γὰρ ἅπαν ἤδη που πάντως ἐστίν. τί οὖν φημὶ ὅτι εἴδωλον τί ἐστιν ἢ εἰδωλόθυτον τί ἐστιν, ἀλλ' ἢ ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει καὶ οὐ θεῷ; ἡ ἀποστολικὴ ῥῆσις προαναπεφώνηκεν. ἆρα οὖν καὶ οἱ Χριστοῦ δαιμονίοις θύουσιν, καὶ οὐ θεῷ, καὶ ἔθνη ἄπιστα καὶ ἄλογα; καὶ ποῦ ἡ παρὰ Χριστιανοῖς ἐλπὶς καὶ πίστις; ποῦ ἡ λατρεία καὶ ἡ προσκύνησις; ποῦ τὸ καύχημα, ὃ ἐπὶ τῇ προσκυνήσει τῆς ὑπερουσίου τριάδος αὐχοῦμεν; ποῦ τὸ τῆς οἰκονομίας τοῦ θεοῦ λόγου μυστήριον; ἄρδην ἅπαντα ἐκ μέσου γέγονεν καὶ ἀπέσβη τὰ τῆς σωτηρίας ἡμῖν; κενὸν τὸ κήρυγμα ἡμῶν καὶ ματαία ἡ ἐλπίς; καὶ ποίας ταῦτα ἀτοπίας καὶ ἀθεΐας ὑπερβολὴν ἀπολείπει; μετὰ τῶν δαιμονίων τὰ τοῦ Χριστοῦ, μετὰ ἐθνῶν ἀπίστων τὰ Χριστιανῶν. καὶ ποῖος λόγος συναναγκάσει ἐκείνοις παραβάλλεσθαι τὰ ἡμέτερα; ἃ ὅσα ἀλλήλων διέστηκεν, οὐκ ἂν οἶμαι γλῶσσαν φθέγξασθαι κατισχῦσαι· οὐδὲ φωτὸς τοσοῦτον πρὸς σκότος τὸ διάφορον. σκεπτέον δὲ καὶ οὕτως· εἰ μᾶλλον βδελυκτὸν τὸ εἴδωλον, ὅτι πρὸς ἀκαθάρτους δαίμονας ἡ περὶ αὐτὸ θυσία ἔρχεται, ἧττον δὲ πρὸς διάκρισιν κακοῦ ἡ τοῦ κυρίου εἰκών, διότι πρὸς αὐτὸν ἡ ἐπ' αὐτῇ προσκύνησις ἄνεισιν, ὡς ἡ τοῦ λόγου ἀκολουθία ὁμολογεῖν ἐνδίδωσιν, βδελυκτὰ δὲ τὰ δαιμόνια διὰ τὴν τῆς εἰδωλολατρίας θυσίαν, ἧττον δὲ βδελυκτὸν ἡ Χριστοῦ εἰκὼν κατὰ διάκρισιν... τὸ ἑξῆς σιγῇ τιμητέον. ἀλλὰ μὴν τὸ αὐτὸ ἄτοπον καὶ ἄλλως ἀναδειχθήσεται. τῶν ἀγαθῶν αἱ εἰκόνες ἀγαθαὶ δι' αὐτοὺς πάντως εἰσίν, καὶ τῶν φαύλων φαῦλαι ὡσαύτως, παντί που δῆλον. εἰ δὲ ὅ τινος ἕνεκεν ἔλαττον τοῦ δι' ὃ γέγονεν ὡμολόγηται, ἐλάττους ἄρα τῶν ἀρχετύπων αἱ εἰκόνες ὡς δι' αὐτὰ γεγονυῖαι. ὧν δὲ αἱ εἰκόνες κακαί, μᾶλλον ἐκεῖνα κακά, ἤτοι τὰ ἀρχέτυπα· κακὸν δὲ ἧττον, φασίν, κατὰ διάκρισιν τῶν χειρόνων ἡ τοῦ κυρίου εἰκών. τὰ ἐκ τῶν οὕτω κατασκευαζομένων τῆς θεομάχου γλώσσης συμπεραίνειν ἐστίν, καὶ τὸ τηλικοῦτον βλάσφημον ἐπὶ τὰς κεφαλὰς αὐτῶν, οἳ τὰς ὑποθέσεις καὶ τὰς ἀρχὰς τῶν ἀτοπωτάτων τούτων παρέσχοντο λόγων· τοιαῦτα γὰρ οὐδὲ οἱ ἀκάθαρτοι δαίμονες τολμήσειάν ποτε φθέγξασθαι. ἀλλ' ἡμῖν γε ὀρθὰ φρονεῖν εἰδόσιν ῥητέον ὡς, εἰ πάντων τῶν ἀγαθῶν τὸ ἀκρότατον καὶ τῶν ὀρεκτῶν τὸ ἔσχατον καὶ μᾶλλον αὐτοαγαθὸν καὶ ἀγαθῶν πηγὴ καὶ αὐτοαγαθότης καὶ ἀγαθῶν τοῖς ἀξίοις παρεκτικὸς ὁ Χριστὸς καὶ θεὸς ἡμῶν ἐστιν πάντῃ καὶ πάντως, καὶ τὴν εἰκόνα αὐτοῦ ἀγαθὸν ἐκ παντὸς συνομολογεῖσθαι δίκαιον. 79 ὅθεν δὲ ταῦτα πάσχουσιν οἱ ἠπατημένοι καὶ ἀνόητοι, οὐκ ἀσυμφανές· οὐ γὰρ ἔγνωσαν ἀναμέσον ἁγίου καὶ βεβήλου ἢ καθαροῦ καὶ ἀκαθάρτου διαστεῖλαι καὶ ὡς οὐδεμία κοινωνία Χριστῷ πρὸς Βελίαρ οὐδὲ φωτὶ πρὸς σκότος οὐδέ τις συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων. ταῦτα γὰρ ἡ ἐκκλησία τοῦ θεοῦ ἄνωθεν πεπαιδευμένη ἐκ χάριτος, κακόν τι ὅλως ἐν ἑαυτῇ οὐκ ἐπίσταται οὔτε ἁπλῶς οὔτε πρὸς διάκρισιν· πᾶν γὰρ κακὸν ἐξ αὐτῆς ἐξώρισται καὶ οὐδὲν εἴδωλον ἐν αὐτῇ, εἴ γε ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ τῷ λέγοντι πειστέον· πάντα δὲ τὰ ἐν αὐτῇ τίμια καὶ ἀγαθὰ καὶ σεβάσμια καὶ τοῦ παντὸς ἄξια. ἐξ ὧν ἀβούλως καὶ ἀνοσίως ἀποφοιτήσαντες οἱ δείλαιοι, τιμῆσαι ἃ τιμᾶν χρεὼν ἀναξίους ἑαυτοὺς κατέστησαν καὶ οὐ κατῃσχύνθησαν τὰ Χριστοῦ καταλύειν, Χριστιανῶν ὄνομα περιφέροντες. εἰ οὖν τὰ ὀνόματα δεύτερα τῶν πραγμάτων, τιμιωτέρων γε ὄντων, τὸ πρότερον δὲ καὶ τιμιώτερον ἀποπέμ πονται ἀτιμοῦντες, πῶς τοῦ δευτέρου μετασχεῖν ἄξιοι; ἢ τοίνυν καὶ τοῦ πράγματος ἀντεχέσθωσαν ἢ καὶ τὴν κλῆσιν παραιτείσθωσαν καὶ μὴ ἐν προσποιήσει Χριστιανισμοῦ τὰ Χριστιανῶν καθαιρείτωσαν, εἴπερ παρ' ἡμῖν ταῦτα· οὐ γὰρ εἰς τοσοῦτον οἶμαι ἠλιθιότητος ἵκοντο, ὡς παρ' ἑτέρας θρησκείας καὶ ἀνίστασθαι καὶ τιμᾶσθαι φρονεῖν ἢ λέγειν. ἤδη δὲ καὶ αὐτὴ ἡ τοῦ ὀνόματος προφορὰ μάχεται. εἰ γὰρ ἐκ τοῦ ὀνόματος Χριστοῦ γνωρίζεται καὶ δὴ καὶ τὰ ἐπιγεγραμμένα στοιχεῖα ἐπισημαίνεται, πῶς αὐτοὶ διαπτύοντες τῆς αὐτῆς μετάσχοιεν κλήσεως; τὸ γὰρ τῶν εἰκόνων Χριστοῦ χρῆμα ἐκεῖθεν ἠρτημένον πρὸς αὐτὸν ἡμᾶς καὶ οἰκειοῖ καὶ προσάγει. ψιλοῦ λοιπὸν μετέχουσι τοῦ ὀνόματος, τοῦ πράγματος ὁλοτρόπως χηρεύοντες, καὶ μάτην ὑποδύονται τὴν κλῆσιν, Χριστιανοὺς ἑαυτοὺς ἐπιφημίζοντες· καὶ γὰρ ἐκ τοῦ καρποῦ τὸ δένδρον καὶ ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνωσθήσονται, ὡς ὁ τῆς ἀληθείας ἐμπεδοῖ λόγος. 80 οἱ μὲν οὖν τὴν ἡμετέραν καὶ ἑαυτῶν ἀπολιπόντες ἐφ' ἑτέραν ἀκλεῶς καὶ ἀθλίως ἐτράποντο· καὶ τὴν τιθηνησαμένην ἐκκλησίαν ὑπεριδόντες, πρὸς τοὺς νεοφυεῖς πατέρας καὶ οὓς διδασκάλους παρεσχεδίασαν νόθους μετέθεντο. οἵ γε προφάσεις ἐν ἁμαρτίαις προφασιζόμενοι περιγραπτὰς καὶ ἀπεριγράπτους φωνὰς προχειριζόμενοι εἰσηγήσαντο. πᾶσαν δὲ παλαιὰν καὶ νέαν παρὰ τοῦ πνεύματος ἐκτεθειμένην γραφὴν παραγραψάμενοι, εἰδώλων ἐπ' ὀνόματι τὴν ἐκκλησίαν διώκειν ἐπετεχνάσαντο, ὅλην ὑπόθεσιν τῶν μεταχειριζομένων πόνων τὴν τῆς σαρκώσεως τοῦ θεοῦ λόγου ἀθέτησιν ἐνστησάμενοι. ἐξ ὧν ἅπαντες τοῦ εἰς ὀρθὸν φρονεῖν ἐκκεκλικότες ἀλλήλοις τε καὶ τοῖς ἀνὰ τὴν ὑφ' ἡλίῳ ἅπασαν ἀσύμφωνοι καὶ ἀσύμβατοι ὤφθησαν. πολλαῖς οὖν τερατολογίαις καὶ βατταρισμοῖς τὰς ἑαυτῶν ἀποπλήσαντες διανοίας καὶ περὶ τὸ ψεῦδος ἐνειλούμενοι καὶ ἀστατοῦντες, ὡς ἐκφανείη τὸ προπετὲς καὶ παλίμβολον τῆς γνώμης, καὶ εἴδωλα καὶ οὐκ εἴδωλα καλοῦντες, ποτὲ μὲν κατὰ τῆς δόξης τῶν ἁγίων τολμῶντες, ποτὲ δὲ τῆς βλασφημίας ἐπανιέντες, ἔπειτα πρὸς τὴν συνηγορίαν τῶν λογοποιηθέντων ἀποτρέχουσιν, δι' ἀσυναρτήτων τινῶν καὶ ἀνακολούθων τὸ ἐντεῦθεν ἰόντες. καὶ συγκομίζουσιν χρήσεις ἀχρήστους καὶ οἷά τινα ἐφολκίδα κακῶν ἐπαγόμενοι φέρουσιν, παρ' ὧν τὴν ἰσχὺν τῶν παραπεπλασμένων ἐπεισκρίνεσθαι ᾤοντο. (ἤνυσαν δὲ πλέον οὐδὲν ὧν ὁ τῆς ἀποστασίας ἡγεμὼν Μαμωνᾶς Κωνσταντῖνος, παρὰ τῶν ἀγόντων μυούμενος, ἀκόσμως τε καὶ ἐκθέσμως ἠθροικὼς συντέθεικεν. ταῦτα δὴ οὖν, πρὸς δέ γε καὶ οὓς πατέρας νῦν κεχειροτονήκασιν, κανόνα πίστεως ἀθεεὶ παρεδέξαντο, οὐκ εἰδότες οὔτε ἃ λέγουσιν οὔτε περὶ τίνων διαβεβαιοῦνται.) αἱ πλείους γὰρ αὐτῶν οὔτε πρὸς ἀλλήλας οὔτε πρὸς τὴν ἀλήθειαν τὸ σύμφωνον διασῴζουσιν· ἔνιαι δέ, εἴ που βραχύ τι τῆς ἀληθείας ἅπτοιντο, οὐχ' ὅπως τῷ σκοπῷ τῷ ἐκείνων οὐ συναίρονται, ἀλλὰ καὶ τῷ φρονήματι τῆς ἐκκλησίας μᾶλλον συνέπονται καὶ τῷ ὀρθῷ λόγῳ συναγορεύουσιν. αὐτῶν δὲ τούτων ἃς μὲν παραπεποιηκότες ἐνόθευσαν, προσθήκαις τισὶ καὶ ὑφαιρέσεσιν καὶ μεταθέσεσιν κατὰ τὸ οἰκεῖον παραφθείροντες βούλημα, πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων, ἃς δὲ ἀκρωτηριάσαντες καὶ ἀποξύσαντες, καθ' ἅς γε ἀληθείας τι ἐχόμενον κατελάμβανον (ὃ δὴ καὶ ἐπὶ ταῖς τῶν κλεινῶν ἡμῶν διδασκάλων αἷς περιέτυχον δόξαις δράσαι οὐκ ἀπώκνησαν) ἢ ἀπαρεγχειρήτους παρενεγκόντες, μήτε ἐπιστήσαντες μήτε νοήσαντες ὅ, τί ποτε διαγορεύουσιν οἱ ἀνόητοι. ἔστιν δὲ ὧν καὶ τὰς προσηγορίας δι ήμειψαν, ἵνα τῷ ἀξιοπίστῳ τῶν ἐπισημοτέρων προσώπων τοὺς πολλοὺς ἐπάγοιντο, καὶ ἁπαξαπλῶς οὐδὲν τῶν ὅσα τοῖς παραχαράκταις τοῦ καθ' ἡμᾶς εὐθυτάτου λόγου ἐπινοεῖσθαι καὶ δρᾶν ἔθος καταλελοίπασιν. ἐκ δὴ τούτων καὶ ἄκοντες ὁμολογήσουσιν ὡς ἀρχαϊκὸν καὶ παλαιγενὲς τῶν ἱερῶν ἀπεικασμάτων τὸ χρῆμα κατὰ τὴν ἐκκλησίαν ὡς ἱερὸν χρηματίζον ἐπέπρεπεν· ἀλλ' ἐν οἷς μὲν οἱ ἠπατημένοι ἥδονται, συνηγοροῦντας ἐπὶ τῇ τῶν ἁγίων καθαιρέσει τοὺς διδασκάλους ἀποδέχονται· ἐν οἷς δὲ ἄχθονται, τῇ τούτων ἀρχαιότητι προσμαρτυροῦντας ἀποπέμπονται. ἀλλ' ἐχρῆν μὲν ἡμᾶς, τούτων ἀφεμένους οἷα Σειρήνων λόγων οὐδὲν ἀποδεόντων, τὸ ἀπατηλὸν καὶ γεγοητευμένον καὶ τὸ μυθῶδες ἐπαγομένων καὶ διατοῦτο λοιπὸν ἀπευκτῶν καὶ ἀπειρημένων φωνῶν θεῷ τε καὶ ἀνθρώποις τοῖς εὐσεβεῖν αἱρουμένοις, ἤδη τοῦ ἐν αὐταῖς ψεύδους πανταχοῦ πεφωραμένου, ἐφ' ἑαυτοῖς ἡσυχάζειν καὶ σχολὴν ἀπὸ τούτων τῶν ματαίων ἄγειν, οὐκ ἀπωτάτω βλάβης τοὺς προσωμιληκότας ἰέναι εἰδότας. ἵνα δὲ μή τινες σκανδαλίζοιντο λόγου τινὸς τῶν ἀναγκαίων ἐνταῦθα ἔχεσθαι ὑποπτεύοντες, ταύτῃ τοι ἐπ' αὐτὰς μετοίχεσθαι καὶ μάλα εὐκαίρως δεῖν ᾠήθημεν εἰς μέσους τε προθεῖναι καὶ ἀντιπαραθεῖναι τῶν ἱερῶν τῆς ἐκκλησίας διδασκάλων τὰς φωνὰς καὶ θριαμβεῦσαι τῶν δι' ἐναντίας τὰ ἄτοπα καὶ παράλογα, ἵνα μὴ ἀνεξέλεγκτον ᾖ τὸ κακὸν καὶ τῶν ἀκεραιοτέρων τὰ ἤθη κατασίνοιτο καὶ τὴν ὀρθὴν καὶ ἀπλανῆ δόξαν λυμαίνηται. 81 πῶς οὖν καὶ πόθεν τῶν συμπεφορημένων τῆς ματαιοπονίας λόγων κατάρχονται; οἱ τὸ πρὶν εἴδωλα κατονομάσαι τὰ ἅγια φεισάμενοι, εἴτε κατασχηματισάμενοι εἴτε τὸ δύσφημον κατορρωδήσαντες (κάμπτει γὰρ πολλάκις καὶ ἀντιπά λους ἡ δίκη, τῷ ἀξιώματι τῶν πλεονεκτουμένων ἀντισηκοῦσα τὴν ἔκπληξιν), πρωτίστην καὶ κρατίστην κατὰ εἰδώλων προτιθέασιν χρῆσιν, ὡς ἐξ Ἀποστολικῶν καταρχόμενοι Διατάξεων, φάσκοντες ὅτι ἀρχῆθεν αὐτῶν τῶν ἀποστόλων ἐστὶν ἡ διάταξις πρὸς τὸν τῇ ποικιλίᾳ καὶ βαφῇ τῶν χρωμάτων χρώμενον αὕτη· Τοίνυν ἔσο τὸν δάκτυλον ῥυθμίζων ἐπὶ τῇ τοῦ σταυροῦ γραφῇ· φεῦγε τὸν ἄκοσμον κόσμον, ἵνα μὴ τὸν τῆς παρακοῆς ἐνδύσῃ δερμάτινον χιτῶνα. ταῦτα μὲν προηγάγοντο, τὴν εἰδώλων προσηγορίαν κρύπτειν ἐκμηχανώμενοι τῷ μὴ λέξει αὐτῇ ἐνταῦθα ἐμφέρεσθαι· ἀλλὰ τά γε προηγούμενα, ὡς ἐν ταῖς ἀκόσμοις βίβλοις τῶν πάλαι ἠθροικότων εὕρηται, ἐμφανέστερον τὴν τῶν εἰδώλων ἡμῖν ἔννοιαν παρίστησιν. πρός τινα γὰρ ἀργυροκόπον διάταξιν ἑτέραν προτεθείκασιν ἔχουσαν ὧδε· Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μὴ δὲ ζηλώσῃς ἐν παρανομίᾳ Δημήτριον. ὁ γὰρ ἀκούσας·" Οὐ ποιήσεις παντὸς ὁμοίωμα εἰς τὸ λατρεύειν ἔργοις χειρῶν ἀνθρώπων", παρακούσας πεποίηκεν ἀντὶ σταυροῦ ναοὺς ἀργυροῦς τῆς Ἀρτέμιδος (αἰνίττεται δὲ εἰς Δημήτριον ἀργυροκόπον ἐν ταῖς Πράξεσιν τῶν Ἀποστόλων μνημονευόμενον). μεθ' ἣν ἡ παροῦσα διάταξις, πρός τινα πλουμμάριον ἐπιγεγραμμένη, ἐξ ἐγκωμίων τῆς τέχνης κατάρχουσα οὕτως· Ἡ μὲν τέχνη ἐπίδοξος, ἡ δὲ ταύτης πολύτροπος γραφὴ ἔσθ' ὅτε τοῖς νέοις ῥαθυμίας γίνεται πρόξενος. οὐκοῦν ἔσο τὸν δάκτυλον ῥυθμίζων ἐπὶ τῇ τοῦ σταυροῦ γραφῇ· φεῦγε τὸν ἄκοσμον κόσμον, ἵνα μὴ τὸν τῆς παρακοῆς ἐνδύσῃ δερμάτινον χιτῶνα. οἱ ταῦτα διδασκόμενοι πᾶσαν γραφικὴν τέχνην κακίζουσιν, καὶ τοὺς διδασκάλους αὐτοὺς ἐν τούτῳ παραγραφόμενοι· οὐδὲν γὰρ αὐτοῖς οὕτω τερπνὸν καὶ χαρίεν ὡς τὸ φιλείδωλον καὶ διὰ μνήμης εἰδώλων ἰέναι ἀεί, καθάπαξ τῆς τοῦ θεοῦ μνήμης εἰς λήθην βαθεῖαν ἐκπεπτωκόσιν. 82 εἰ δὲ χρὴ καὶ ἡμᾶς ἐξ Ἀποστολικῶν Διατάξεων ὁρμωμένους ὑπαντιάζειν, ἀποχρήσειν οἶμαι καὶ ταύτην μόνην ἀντιπαρατεθεῖσαν τὴν ῥῆσιν πρὸς τὴν τοῦ ψεύδους ἀναίρεσιν καὶ τοῦ παῦσαι τοὺς ἀνοήτους σφαλερῶς καὶ ἀφρόνως ἐπὶ τοῖς μηδὲν προσήκουσιν τοῖς ἱεροῖς συμβόλοις αὐτομολεῖν. παρίτω γὰρ ἡμῖν τανῦν Πάμφιλος ὁ μέγας ἱερομάρτυς, τῆς ἀληθείας μάρτυς ἀξιόχρεως, ἐκ τῶν τῆς ἐν Ἀντιοχείᾳ τῶν ἀποστόλων γεγενημένης συνόδου, τοῦτ' ἔστιν συνοδικῶν κανόνων, φθεγγόμενος, ἔνθα πρώτως τὸ τῶν Χριστιανῶν κεχρημάτικεν ὄνομα· ἐν οἷς ἔφησαν εἰκονίζειν τὴν θεανδρικὴν ἄχραντον χειροποίητον στήλην τοῦ ἀληθινοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ θεραπόντων ἄντικρυς τῶν εἰδώλων καὶ μηκέτι πλανᾶσθαι εἰς αὐτὰ τοὺς σῳζομένους μὴ δὲ ὁμοιοῦσθαι Ἰουδαίοις. ὡς οὖν ταῦτα τὸ ἀληθὲς καὶ ἀξιόπιστον κέκτηται, συνηγορήσει τὰ πράγματα· ὡς δὲ τὸ ψευδὲς καὶ ἀπίθανον τὰ τῶν δι' ἐναντίας ἔχει, τίς ἐκ τῶν καιρῶν καὶ τῶν τότε ἐσπουδασμένων οὐ συνήσει; πῶς γὰρ ὤφθη κατὰ Χριστοῦ εἰκόνος ἀποστολικὴ διάταξις, καιροῦ τηνικαῦτα τυγχάνοντος καὶ σπουδῆς προκειμένης τοῖς ἀποστόλοις οὐ τοῦ κηρυσσομένου εἰκόνας καθαιρεῖν (ποῦ γὰρ ἢ πῶς ἐπιστεύθη αὐτὸ τὸ κήρυγμα;), τὴν τῶν εἰδώλων δὲ ἐλαύνειν πλάνην, καὶ τῶν βωμῶν διὰ πλείστων ὅσων πόνων καὶ διδαγμάτων αὐτοῖς καταβεβλημένων τοὺς ἀνθρώπους ἁρπάζειν καὶ πρὸς τὴν τρίβον τῆς θεογνωσίας ποδηγεῖν καὶ τὴν χάριν ἐμφυτεύειν διὰ τοῦ κηρύγματος; ὃ δὴ καὶ πεποιήκασιν κατὰ χώρας καὶ γλώσσας καὶ ἔθνη καὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκεχυμένοι, τὸν λόγον τὸν εὐαγγελικὸν διακηρύσσοντες. εἰ γοῦν ἀληθείας ὁπωσοῦν τοῖς λόγοις τῶν ἀντιπάλων μετῆν, πῶς ἐκ τοῦ παραχρῆμα κατὰ τοῦ θεοτεύκτου τύπου ἐκείνου πρῶτον οὐκ ἠυτομόλησαν, ὃν ὁ σωτὴρ τῷ πίστει αἰτήσαντι εὐμενῶς παρέσχετο, τῷ τῶν Ἐδεσηνῶν ἡγεμόνι φημί, ὃς καὶ μέχρι τοῦ δεῦρο ἐν θαύμασιν κηρυσσόμενος διασῴζεται; τί δεῖ κατὰ τοῦ τύπου λέγειν; πῶς κατὰ τοῦ διδασκάλου τοῦτο δράσαντος οὐκ ἤραντο χεῖρας, ἔγκλημα μέγα ἐπάγοντες οἰκοδομοῦντι πάλιν ἅπερ αὐτοὶ κατεστρέψαντο; ὅπερ καὶ νῦν οἱ κατὰ τοῦ ὀρθοῦ λόγου συμφραξάμενοι τολμῶσιν. ἀλλὰ τίς τοῦτο φάναι τολμήσοι πίστεως τῆς καθ' ἡμᾶς κἂν ποσῶς μετασχών, εἰ μὴ καὶ αὐτὸν Χριστὸν αἰτιάσοιντο καὶ μέμψεως οὐκ ἀφήσουσιν τῆς ἐσχάτης, ἑαυτὸν ἐν ὀθόνῃ τυπώσαντα καὶ παράδειγμα ἡμῖν τοῖς εἰς αὐτὸν πιστεύουσιν εὐσεβείας τε καὶ τῆς ἰδίας μνήμης καταλελοιπότα; τί δὲ οὐχὶ κατὰ τοῦ θείου ἀνδριάντος ἔδρασαν ἄτοπον, παρατηρήσεως τῆς οἱασοῦν ἐκτός, ὃν ἡ αἱμόρρους γυνὴ τῷ θεραπευτῇ καὶ εὐεργέτῃ, τοῦ χαλεποῦ ἀπαλλαγεῖσα νοσήματος, ἐπιρρεῖν πεπαυμένη τῶν ἀκαθάρτων αἱμάτων τοὺς ῥύακας καὶ τὴν εὐεργεσίαν ἀμειβομένη ἀνέθηκεν, τοῦ θαύματος κήρυκα ἀπαράγραπτον καὶ στήλην ἐναργεστάτην ταῖς μετέπειτα γενεαῖς τὸ κατ' αὐτὴν θαυματουργηθὲν παράδοξον δημοσιεύουσα; οὐδὲ γὰρ ἂν ἔλαθεν ἐν μέσῃ πολυανδρούσῃ πόλει καὶ δήμῳ πλείστῳ περιρρεομένῃ καὶ νόμοις διαιτωμένῃ καθιδρυμένον τὸ ἀνάθημα καὶ ἐν οἴκῳ γυναικὸς περιφανοῦς καὶ τῶν εὖ γεγονότων ἀνεστηλωμένον. πῶς οὖν παρὰ τῶν θεσπεσίων ἀποστόλων ἐπὶ πλεῖστον διαρκεῖν χρόνον συγκεχώρητο, εἴπερ ἀληθείας μετρίως γοῦν ἔναυσμά τι ἐν τοῖς λεγομένοις παρὰ τῶν ἀνοσίων διεφαίνετο; εἰ δὲ πρὸς εὐγνώμονας καὶ πιστοὺς ὁ λόγος ἴοι, πεισθεῖεν ἂν οὐκ ἐκεῖνα μᾶλλον τοὺς θείους ἀποστόλους, τἀναντία δὲ τῶν εἰρημένων ἐπιτελέσαντας· παράδοσις γὰρ καὶ λόγος ἐχόμενος πειθοῦς μέχρις ἡμῶν κάτεισι, τὸν θεῖον εὐαγγελιστὴν Λουκᾶν εἰκόνι διαγράψαι τὸν κύριον, πρὸς δέ, καὶ τὴν πανάχραντον αὐτοῦ ἀειπάρθενον μητέρα καὶ τὰς ἱεροτυπίας ταύτας τὴν Ῥωμαίων διαφυλάσσειν πόλιν. τί δεῖ λέγειν περί γε τῆς Ἱεροσολυμιτῶν, ὡς οἱ αὐτόθι γενόμενοι ἱστορήσαντες περιαγγέλλουσιν ὡς πλείστας μέχρι τοῦ δεῦρο πιστῶς καὶ εὐλαβῶς ἱερογραφίας ἐκ παλαιοῦ δι' ἀκριβείας κειμένας τηροῦσι καὶ σεμνῶς περιέποντες προσκυνοῦσι; καὶ τὰ πράγματα αὐτὰ μαρτυρεῖ καὶ βεβαιοῖ τῶν ἱστορουμένων καὶ ἀπαγγελλομένων τὸ ἀληθές. ὡσαύτως συναναγέγραπται ὡς μετὰ τὴν Σίμωνος τοῦ μάγου κατάλυσιν Πέτρος καὶ Παῦλος, οἱ κορυφαῖοι τοῦ ἀποστολικοῦ χοροῦ, τὰ μεγαλεῖα τοῦ θεοῦ κηρύσσοντες καὶ ἃ πεποίηκεν ὁ σωτὴρ θαύματα, πρῶτα τὰ τῆς θείας μεταμορφώσεως ἐξεικονίσαντες Ῥωμαίοις παραδεδώκασιν, καθὰ ὤφθη Μωυσεῖ ἐν μέσῳ καὶ Ἠλίᾳ, τοῖς θεσπεσίοις προφήταις· ἃ δὴ καὶ σῴζεσθαι εἰς δεῦρο φασίν. πῶς οὖν ἀντιβλέψουσιν οἱ ἀπειθεῖς καὶ ἀγνώμονες πρὸς τὸ μέχρι τοῦ νῦν καὶ ὁρώμενον καὶ ᾀδόμενον θαῦμα ἐν τῷ κατὰ τὸν σεπτὸν ναὸν τῆς πανάγνου θεομήτορος, ὃν ἐν τῇ πόλει τῇ καλουμένῃ Λύδδῃ, ἔτι περιούσης κατὰ τὸν τῇδε βίον, οἱ θεσπέσιοι ἀπόστολοι ἐδωμήσαντο; πολλοὶ γὰρ τεθέανται προσκυνούμενον εὐλαβῶς καὶ τιμώμενον τὸ ἀχειρότευκτον ἐκεῖνο καὶ σεβάσμιον ἀπεικόνισμα, πλαξὶν τετυπωμένον λαμπραῖς καὶ διαυγέσι καὶ διὰ βάθους ὅλον κεχωρηκός· ὃ δή τινες τῶν δυσμενῶν Ἑλλήνων καὶ Ἰουδαίων ἀπαχρειοῦν πειραθέντες διέξεσαν νεανικῶς, ἀλλὰ διήμαρτον τῆς ἀνοσίου ἐγχειρήσεως· οὐδὲν γὰρ ἧττον ἐπὶ σχήματος ἕστηκεν ἡ μορφή, εἶδός τε καὶ στολὴν καὶ τἄλλα τῆς θέας ἀνεξάλειπτα καὶ ἀλώβητα διασῴζουσα. ἱστόρηται γὰρ ὑποσχέσει τῆς πανάγνου παρθένου τῇ πρὸς τοὺς ἀποστόλους αὐτόματον ἀναδοθῆναι τὸ σεβάσμιον τουτὶ χρῆμα. ἀλλ' οἵ γε τηνικαῦτα ἐπὶ τῷ θαύματι παρόντες Ἰουδαῖοι μίσει τοῦ ἀρχετύπου καὶ τὸν ναὸν ὁμοῦ διὰ τὴν μορφὴν καίτοι προσήκοντα ἤδη παρῄτηνται, οἱ δὲ νῦν τὸν ἐκείνων τρόπον εἰς τὸ ἰουδαΐζειν ὑπερακοντίσαντες, τῷ τύπῳ ἅμα, καὶ τοὺς ναοὺς αὐτοὺς διορύττουσιν καὶ τὰ ἐνταῦθα ἱερὰ δυσμενῶς καταπιμπρᾶσιν. 83 ἐπὶ τούτοις ὁ βίος εἰσήχθω καὶ τὰ θαύματα ἀνδρὸς γνωρίμου καὶ φοιτητοῦ τῶν θείων ἀποστόλων καὶ μαρτυρίου στεφάνῳ κεκοσμημένου· Παγκράτιος ὄνομα αὐτῷ. ὃς τῆς Ταυρομενιτῶν ἐκκλησίας τῆς κατὰ τὴν Σικελιῶτιν νῆσον προεδρεύων ἐξηγήσατο, ὑπ' αὐτῶν τῶν ἀποστόλων ἐπιτραπεὶς τὸ εὐαγγέλιον, Μαρκιανῷ ἅμα συμφοιτητῇ καὶ ὁμοτρόπῳ, ἑτέρας τῶν αὐτόθι κατὰ τὴν ἱερωσύνην ἐξάρχειν κεχειροτονημένῳ πόλεως, ὥστε καὶ κατὰ τὴν ἑσπερίαν διαδραμεῖσθαι τὸ κήρυγμα. ἃ δὴ συντέταχεν Εὐάγριος ὁ τούτου ὁπαδὸς καὶ τῆς ἐπισκοπῆς διάδοχος. ἐν οἷς γράφει λέξεσιν αὐταῖς ὧδε· Ἐγένετο μετὰ τὸ ἀναληφθῆναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς τοὺς οὐρανοὺς καὶ καθίσαι ἐν δεξιᾷ τοῦ πατρός, ὅθεν οὐκ ἐχωρίσθη, ἦλθον οἱ ἀπόστολοι ἀπὸ τοῦ ὄρους τῶν ἐλαιῶν εἰς Ἱερουσαλὴμ καὶ εἰσῆλθον εἰς τὸν οἶκον οὗ ἦσαν καταμένοντες. καὶ μεθ' ἕτερα· Ταῦτα οὖν λαλήσας ὁ μακάριος ἀπόστολος Πέτρος, προσκαλεσάμενος Ἰωσὴφ τὸν ζωγράφον λέγει αὐτῷ·" Τέκνον Ἰωσήφ, ἐξένεγκε τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐντύπωσον αὐτὴν ἐν τῷ πυργίσκῳ, ἵνα ἴδωσιν οἱ λαοὶ ποίαν μορφὴν ἀνελάβετο ὁ υἱὸς τοῦ θεοῦ· ἵνα ἰδόντες ἐπὶ πλεῖον πιστεύσωσιν, ὁρῶντες τὸν τύπον τῆς μορφῆς καὶ ὑπόμνησιν λαμβάνωσιν τῶν παρ' ἡμῶν εἰς αὐτοὺς κηρυχθέντων." ὁ οὖν ζωγράφος λαβὼν ἐγκηρότατα χρώματα ἀνθητὰ ἐζωγράφησε τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ὁ οὖν μακάριος ἀπόστολος·" Ζωγράφησον, τέκνον, καὶ τὴν ἐμὴν καὶ τοῦ ἡμετέρου ἀδελφοῦ Παγκρατίου, ἵνα λέγωσιν εἰς ὑπόμνησιν λαμβάνοντες·" 3Οὗτός ἐστιν ὁ τὸν λόγον τοῦ θεοῦ κηρύξας ἐν ἡμῖν ὁ ἀπόστολος Πέτρος" 3 καὶ διὰ τὸν κύριν Παγκράτιον·" 3Οὗτός ἐστιν ὁ οἰκοδομήσας τὸν πύργον τοῦ σκευοφυλακίου" 3." ὁ οὖν παῖς ὁ ζωγράφος καὶ ταύτας ἀπετέλεσεν ἐπιγράψας ἑκάστην εἰκόνα τὸ ἴδιον ὄνομα. οὕτως οὖν ἐποίουν οἱ ἅγιοι ἀπόστολοι ἔν τε πόλεσιν καὶ κώμαις, ἕκαστος αὐτῶν ἀπὸ Ἱεροσολύμων ἀνελόμενος τὸν ἴδιον ζωγράφον. ἂν μέντοι ἡ ἐκκλησία παρόντος τοῦ ἀποστόλου οἰκοδομήθη, ἐπληροῦτο ἅπασαν ἱστορίαν τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὴν ἐκκλησίαν διεκόσμουν ἀπ' ἀρχῆς, ὅτε ὁ ἄγγελος τὸ Χαῖρε κέκραγεν τῇ παρθένῳ μέχρις ὅτου ἀνελήφθη· εἰ δὲ οὐκ ἦν κεκριμένον αὐτοῖς ἀλλ' ἐν ἑτέρᾳ πόλει ἢ κώμῃ ἐσπούδαζον, αὐτοὶ ἐνετύπουν αὐτὰς ἐν πίναξιν χαρτῴοις καὶ παρεδίδοσαν τῷ ἐπισκόπῳ καὶ αὐτοὶ μετὰ τὴν πλήρωσιν τῆς οἰκοδομῆς ἐνετύπουν αὐτάς· ἃς καὶ φόβῳ παρῄνουν τιμᾶσθαι ὡς ὁρῶντες τῶν ἱστοριῶν τοὺς τύπους. τινῶν δὲ μεταξὺ περί γε τιμῆς καὶ προσκυνήσεως τοῦ σταυροῦ ῥηθέντων, ἐπάγει ὁ αὐτὸς ὅτι Πάντων ἐκ τοῦ πύργου κατελθόντων, σταθεὶς ὁ μακάριος ἀπόστολος καταμόνας ἔμπροσθεν τῆς εἰκόνος τοῦ κυρί ου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔλεγεν προσευχόμενος μετὰ δακρύων·" Εὐλογητὸς κύριος ὁ θεός μου ὁ ὀφθείς μοι ἐν τῷ τόπῳ τούτῳ· ὁ εὐδοκήσας διὰ τῆς σῆς χάριτος τὸ τῶν ἀνθρώπων γένος ἐπισκέψασθαι, μὴ παρίδῃς με, ὅτι μονογενὴς καὶ πτωχὸς εἰμὶ ἐγώ· ἔπιδε ἐπὶ τὴν ταπείνωσίν μου καὶ σῶσόν με, ὅτι πρὸς σὲ καταφεύγω τὸν παντοδύναμον." καὶ πληρώσας ὁ μακάριος τὴν εὐχὴν ἐξῆλθεν ἐκ τοῦ πύργου. τοῦ αὐτοῦ ἐκ τοῦ ˉβ βιβλίου· Λαβὼν ὁ κατηχηθεὶς τὰς καινὰς στολάς, ἦλθεν πρὸς τὸν μακάριον Ἐπαφρόδιτον, διακατέχων τὰ καινὰ ἄμφια. ἀναστὰς οὖν καὶ κατελθὼν ἐν τῷ χειμάρρῳ, ἔπηξεν τὸν σταυρὸν καὶ τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ ὕδατος. ἐγὼ γὰρ Εὐάγριος πελεκητὸν ξύλον εὑρὼν ἐποίησα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς αὐτὸ ὀρθόστατον, κατὰ κέλευσιν Παγκρατίου· ἦν δὲ τὸ ξύλον μῆκος ὡς ἥμισυ πήχεως καὶ πλάτος αὐτοῦ ὡσεὶ σπιθαμὴν καὶ ἀνάγοντα χειρός, τὸ δὲ ξύλον ἦν τῷ γένει κυπάρισσος. ὡς δὲ ἔστη καὶ ἡγίασεν, κατῆλθεν ὁ ἀνὴρ ἐν τῷ ὕδατι καὶ βαπτισθεὶς ἀνῆλθεν λέγων ὅτι" Πῦρ με περιήστραψεν"· ὡς ἦν δὲ κατελθών, τὸ ἅγιον πνεῦμα, τοῦτο ἦν ἑωρακώς. ἠρώτησεν δὲ τὸν Ἐπαφρόδιτον·" Τίνος ἐστίν, κύριέ μου ἀπόστολε, ἡ φαιδρὰ εἰκὼν ταύτη;" ὁ πρεσβύτερος πρὸς αὐτόν·" Τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐστιν." καὶ ὡς ἔλεγεν ὁ ἀνὴρ πρὸς τὸν Ἐπαφρόδιτον ὅτι" Εἶδον τὴν εἰκόνα ταύτην ἁπλώσασαν τὴν χεῖρα αὐτῆς καὶ ἁψαμένην μου." ἔτι ἐκ τῆς αὐτῆς βίβλου· Ἦν ὁ μέγας ἀπόστολος δεδωκὼς τοῖς περὶ Παγκράτιον καὶ Μαρκιανὸν στελλομένοις ἐπὶ τὰ ἑσπέρια μέρη πᾶσαν ἐκκλησιαστικὴν κατάστασιν· εὐαγγέλιον καὶ ἀποστο λικὰ βιβλία καὶ σκεύη ἱερὰ καὶ δύο σταυροὺς ἔχοντας ῥάβδους κεδρίνους, τὴν διακόσμησιν τῆς ἐκκλησίας ἤγουν τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν παλαιάν τε καὶ καινὴν διαθήκην· ἃ ἐγένοντο κατὰ κέλευσιν τῶν ἀποστόλων. καὶ μετά τινα· Λαβὼν ὁ μακάριος Παγκράτιος τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν καὶ τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου καὶ τὴν καθολικὴν ἱστορίαν τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἃ καὶ ποιήσας ἦν ἐν πίναξιν χαρτῴοις σὺν τῇ τοῦ ἀποστόλου εἰκόνι, καὶ ταύτας τὰς δύο εἰκόνας σὺν τῷ σταυρῷ διακατέχων προσῆλθεν τῷ Φάλκωνι. καὶ ἐγγίσας τῷ ἀνδριάντι καὶ τύψας αὐτὸν τῇ χειρὶ αὐτοῦ, οὐδαμοῦ ῥῆσις, οὐδαμοῦ πνοή. καὶ προσευξαμένου αὐτοῦ καὶ ὁρκίσαντος τοῖς δαιμονίοις, ἦραν τὸν ἀνδριάντα καὶ ἔρριψαν αὐτὸν εἰς τὴν θάλασσαν σταδίους τριάκοντα. καὶ μετὰ πολλά· Ἀναστὰς ὁ μακάριος Παγκράτιος ἐφόρεσεν τὴν ἱερὰν καὶ ἀληθινὴν στολὴν αὐτοῦ ἅπασαν σὺν τῇ διπλοΐδι καὶ πάσῃ ἀκολουθίᾳ καὶ προεκάθισεν ἐπὶ θρόνου ὡς πρέπον ἐστὶν ἱερεῖ ἐπισκόπῳ. καὶ ἐνέγκας τὸν τίμιον σταυρὸν καὶ τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὴν τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου παρέστησεν ἐνώπιον αὐτοῦ. καὶ οὕτως ἐδέξατο τὸν Βονιφάτιον τὸν ἡγεμόνα Ταυρομενίας. καὶ πάλιν ὅτι ἐν εὐχαῖς καὶ ψαλμῳδίαις μετὰ τῶν λοιπῶν ἱερῶν ἔμπροσθεν αὐτῶν προετίθεσαν τὰς ἱερὰς εἰκόνας. καὶ αὖθις φησὶν ὅτι ἐπὶ τῇ καταλύσει τοῦ εἰδώλου τοῦ Λύσσωνος καὶ τῶν εἰδώλων τῶν Μοντανῶν τὰς αὐτὰς ἱερὰς εἰκόνας ἐπεφέ ροντο. καὶ μετ' ὀλίγα ὅτι μέλλοντος ἀπέρχεσθαι εἰς πόλεμον Βονιφατίου τοῦ ἡγεμόνος Ταυρομενίας, χειροτονεῖ ὁ μακάριος Παγκράτιος τὸν Εὐάγριον πρεσβύτερον πρὸς τὸ συνοδεῦσαι αὐτῷ. ἐνέγκας δὲ τὰ σίγνα, ἅπερ ἦν ποιήσας, ἐπιστέλλει Εὐαγρίῳ ποιῆσαι ἐν τῷ πρώτῳ σίγνῳ τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τοῖς λοιποῖς τὸν τύπον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ· ἅπερ δὴ καὶ ἀπετέλεσεν. καὶ ἀπάραντες πλοῒ ἀνήχθησαν ἐπὶ τὸ Δυρράχιον καὶ συμβαλόντες τοῖς ὑπερκειμένοις βαρβάροις καὶ νικήσαντες αὐτοὺς ἐν τῷ πολέμῳ ἔλαβον ἐξ αὐτῶν αἰχμαλωσίαν ἕως τῶν ὀγδοήκοντα χιλιάδων καὶ σκύλα πολλά, χρυσὸν καὶ ἄργυρον καὶ ἅρματα παμπληθῆ. τοιαῦτα καὶ ἕτερα πλεῖστα ἀναγεγραμμένα ἐν τῇ βίβλῳ εὕρηται τοῦ ὁσίου. 84 οὕτως οἵ τε θεῖοι ἀπόστολοι καὶ οἱ τούτων μαθηταὶ ἐπὶ τὸ κήρυγμα διαθέοντες καὶ τὸν λόγον τὸν σωτήριον πανταχῇ διασπείροντες καὶ τὴν τῶν εἰδώλων ἐξαμαυροῦντες πλάνην, τὰ τῆς ἐπιδημίας πρὸς ἀνθρώπους Χριστοῦ τῇ τε διδασκαλίᾳ καὶ τῇ ἱστορίᾳ ταύτῃ (ἐπεὶ εἰς ταυτὸν φέρει ἀμφότερα) διετίθεντο, ὡς δι' ἀμφοῖν ὁμοτίμως τρέχειν τὸ εὐαγγέλιον· καθὰ καὶ τὸν ἱερὸν Θωμᾶν πεποιηκέναι ἱστόρηται ἐφ' οἷς ἔθνεσιν τὸ εὐαγγέλιον ἐμαθήτευσεν, ὡς ἀκόλουθον καὶ οἰκεῖον τῷ λόγῳ καὶ τὴν γραφὴν ταύτην παραδίδοσθαι. εἰ δέ τινες, ἀπιστίᾳ καὶ ἀγνωμοσύνῃ περὶ τὰ θεῖα ἔτι κεκρατημένοι, τῶν φωνῶν τούτων χάριν διαμφισβητοῖεν, καίτοι ἐπὶ πλέον παρὰ πολλοῖς φερομένων, τῷ τινὰς ἴσως τῶν ὁλοκλήρων βιβλίων ἀμοιρεῖν, οἱ τῆς ἐκκλησίας πολέμιοι ἀπολογείσθωσαν, παρ' οἷς ἔργον καὶ σπούδασμα καὶ πάλαι καὶ νῦν τὰς βίβλους πανταχόθεν ἀθροίσασι καθ' ἃς εἰκόνος μνήμη ἐφέρετο, τὰς μὲν ὅσαι τῶν ἀλλοτρίων ἔτυχον τῆς θείας καθυλακτοῦσαι σαρκώσεως σὺν προθυμίᾳ περιποιεῖσθαι πολλῇ, τὰς δὲ ὅσαι τῇ ἐκκλησίᾳ οἰκεῖαι καὶ τῷ λόγῳ τῷ καθ' ἡμᾶς συναγορεύουσαι σθένει διαλυμαίνεσθαι παντί. τούτων γὰρ τινὰς μὲν καθὰ καὶ τὰ λοιπὰ ἱερὰ καὶ ἅγια πυρὶ παραδιδόασιν, ἐνίας δὲ διατέμνοντες καὶ ἀποξέοντες, ἄλλας δολίως παραποιοῦντές πως καὶ νοθεύοντες ἀκλεῶς διέφθειραν. ταῦτα καὶ ἐξ ἑτέρων μὲν πλειόνων ἐμφανὲς πολλοῖς γέγονεν, ἐκδηλότερον δ' ἂν φωραθείη εἴ τινι τῇ βίβλῳ καθ' ἣν τὰ τοῦ προειρημένου ἱερομάρτυρος Παγκρατίου ἱστόρηται, ἀρχαιοτάτῃ γε οὔσῃ περιτυχεῖν ποθεν περιγένοιτο, ἣν αὐτοὶ ὄψεσιν αὐταῖς τέλεον ἀπηχρειωμένην τεθεαμένοι, τὴν τόλμαν τῶν ἀσεβῶν κατεπλάγημεν· οὕτως αἰσχρῶς καὶ ἀκόσμως αἱ ἱεραὶ παρ' αὐτοῖς ἐπιβουλεύονται δέλτοι, ὡς μὴ δὲ νηπιάζοντα παῖδα τὰ τοῦ δόλου λανθάνειν. τὰ οὖν προδεδειγμένα τοῖς μὲν πιστοῖς τὴν θείαν καταγγέλλει κηδεμονίαν, ἣν δὴ διὰ τῆς τοῦ θεοῦ λόγου ἐπιφανείας καὶ ἔγνωμεν καὶ πεπιστεύκαμεν καὶ πεπλουτήκαμεν, τοῖς ἀπίστοις δὲ παιδιά τις καὶ λῆρος τάχα φανεῖται· καὶ ξένον γε οὐδέν, ἐπεὶ τὸ εὐαγγέλιον ἐν τοῖς ἀπίστοις κεκαλυμμένον τυγχάνει, τὴν ἀχλὺν τῆς ἀπιστίας τὰς ψυχὰς ἐπισκοτίζουσαν ἔχουσιν· καὶ ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. 85 τούτων οὕτως προενηνεγμένων, τὰς ἑξῆς ἐπισκεψώμεθα χρήσεις. δεύτερον γὰρ παράγουσιν Ἀστέριον ἐπίσκοπον Ἀμασείας ἐπιγραφόμενον, ἐν τῷ πεποιημένῳ αὐτῷ εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον λόγῳ φάσκοντα οὕτως· Μὴ γράφε τὸν Χριστόνἀρκεῖ γὰρ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη, ἣν αὐθαιρέτως δι' ἡμᾶς κατεδέξατο, ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον λόγον περίφερε. καὶ ταῦτα μὲν ἐκ τοῦ ὅλου συγγράμματος πρὸς τὸν ἴδιον σκοπόν, ὡς ἐνόμιζον, χρησιμεύοντα μόνα ὑφελόμενοι προὔθηκαν, τὰ λοιπὰ (ἐπεὶ ἅπερ αὐτοῖς αἱρετὰ ἐδόκει ἔπραττον) παριδόντες· ἡμεῖς δὲ δίκαιον ᾠήθημεν ἄνωθεν τὸν λόγον ἀναλαβόντες τὰ λειπόμενα πρὸς τὴν ὑπόθεσιν προσεκπληρῶσαι, ὡς ἂν οἱ ἐντυγχάνοντες εὐμαρέστερον τοῦ γεγραφότος τὸν νοῦν καὶ ὅτου δὴ χάριν γεγράφηκεν ἕλοιεν. ἔχουσι γὰρ ὧδε· Ὅσοι τε καὶ ὅσαι τῶν πλουτούντων ἐν ὑμῖν εὐλαβέστεροι, ἀναλεξάμενοι τὴν εὐαγγελικὴν ἱστορίαν, τοῖς ὑφάνταις παραδεδώκασιν, αὐτὸν λέγω τὸν Χριστὸν μετὰ τῶν μαθητῶν ἁπάντων καὶ τῶν θαυμασίων ἑκάστων ὡς ἡ διήγησις ἔχει (ὄψει τὸν γάμον τῆς Γαλιλαίας καὶ τὰς ὑδρείας, τὸν παραλυτικὸν τὴν κλίνην ἐπὶ τῶν ὤμων φέροντα, τὸν τυφλὸν τῷ πηλῷ θεραπευόμενον, τὴν ἁμαρτωλὸν τοῖς ποσὶν τοῦ κυρίου προσπίπτουσαν, τὸν Λάζαρον ἐκ τοῦ τάφου πρὸς τὴν ζωὴν ὑποστρέφοντα), καὶ ταῦτα ποιοῦντες εὐσεβεῖν νομίζουσιν καὶ ἱμάτια κεχαρισμένα τῷ θεῷ ἀμφιέννυσθαι. ἐμὴν δὲ εἰ δέχονται συμβουλήν, ἐκεῖνα ἀποκτώμενοι, τὰς ζώσας εἰκόνας τοῦ θεοῦ τιμάτωσαν· μὴ γράφε τὸν Χριστόνἀρκεῖ γὰρ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη, ἣν αὐθαιρέτως δι' ἡμᾶς κατεδέξατο ὁ κύριος, ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον λόγον περίφερε. μὴ ἐν τοῖς ἱματίοις ἔχε τὸν παραλυτικόν, ἀλλὰ τὸν κείμενον ἄρρωστον ἐπιζήτησον· μὴ θεώρει συνεχῶς τὴν αἱμορροοῦσαν, ἀλλὰ χήραν θλιβομένην ἐλέησον· μὴ τὴν ἁμαρτωλὸν γυναῖκα ἐπι μελῶς ὅρα γονυπετοῦσαν τὸν κύριον, ἀλλ' ἐπὶ τοῖς ἑαυτοῦ πλημμελήμασιν συντριβόμενος πυκνὸν ἔκχει τὸ δάκρυον· μὴ τὸν Λάζαρον ἐγειρόμενον ἐκ νεκρῶν σκιαγράφει, ἀλλὰ τῆς σῆς ἀναστάσεως ἀγαθὴν τὴν ἀπολογίαν εὐτρέπιζε· μὴ τὸν τυφλὸν ἐπὶ ἐσθῆτος περίφερε, ἀλλὰ τὸν ζῶντα καὶ τῶν ὄψεων ἀφῃρημένον ταῖς εὐποιΐαις παραμύθησαι· μὴ τοὺς κοφίνους ζωγράφει τῶν λειψάνων, ἀλλὰ τρέφε τοὺς πεινῶντας· μὴ τὰς ὑδρείας ἐπὶ τῶν ἱματίων βάσταζε, ἃς ἐν Κανᾷ τῆς Γαλιλαίας ἐπλήρωσεν, ἀλλὰ πότιζε τοὺς διψῶντας. καὶ ταῦτα μὲν ὧδε ἐπὶ λέξεως ἔχει. οὗτος δ' οὖν ὁ Ἀστέριος, ὅσον ἐκ τῆς ἐπιγραφῆς τοῦ λόγου νοεῖν ἐνδίδωσιν, οὐ φαίνεται προηγουμένως οὐδὲ τὸν Χριστὸν ἀπείργων εἰκονίζεσθαι οὔτε μὴν ἀπροσκύνητον τὸ εἰκονιζόμενον εἶναι· σκοπὸς δὲ αὐτῷ πρόκειται διὰ τῆς ἠθικῆς ταύτης διδασκαλίας τῆς μὲν τῶν πενομένων προμηθεῖσθαι οἰκονομίας, τῆς δὲ τῶν εὐθηνουμένων καθικνεῖσθαι μικρολογίας. πρῶτον μὲν γὰρ εὐλαβεστέρους τοὺς ἀναλεξαμένους καλεῖ καὶ ὅτι εὐλαβείας τοῦτο ἔργον οἶδεν (εὐλαβείας δὲ εἵνεκεν οὐκ οἶδα εἴ τις τοὺς κεκτημένους διαμέμψαιτο), ἔπειτα δὲ εὐαγγελικὴν ἱστορίαν καλεῖ, ἣν διαμωμεῖσθαι πῶς οὐ πόρρω που τῆς Χριστιανῶν θεοσεβείας ἀπῴκισται; ταῦτα τοίνυν πρότερον ὥσπερ ἐν ἐγκωμίου τρόπῳ διεξελθών, ἐπὶ τὴν ἰδίαν ἐπάνεισιν πρόθεσιν. ἐπεὶ οὖν πρὸς τοὺς κατὰ τὸν παρόντα βίον πλουσίους τὸν λόγον προάγει, ὁρῶν τινας τάχα ἐμμανῶς περὶ τὴν ὕλην διακειμένους, ὡς δὴ καὶ τοῖς ὑφάνταις αὐτοῖς παρέχειν πράγματα καὶ πρὸς τὴν ποικιλτικὴν ταύτην τῶν σηρικῶν ὑφασμάτων καὶ τὴν Συβαρικὴν ἐσθῆτα κατατρίβεσθαι, παραινεῖ λοιπὸν τὸ περιττὸν καὶ φιλότιμον τῆς περὶ τὸν πολυτελῆ τοῦ ἱματισμοῦ κόμπον δαπάνης περικόπτειν καὶ μὴ περὶ πολλοῦ τῶν περιβολαίων τὴν ἄχρηστον κτῆσιν ποιεῖσθαι καὶ τὴν λαμπρότητα, ὧν ἡ δόξα καὶ ἡ εὐπρέπεια ἐν ἴσῳ καὶ ἐαρινοῖς ἄνθεσιν διαρρεῖ τε καὶ ταχέως ἀπομαραίνεται, ἐπιμέλεσθαι δὲ μᾶλλον τοῦ τιμιωτέρου τῆς ψυχῆς κτήματος καὶ τοῦτο κατορθοῦσθαι διὰ τῆς εἰς τοὺς δεομένους ἀδελφοὺς δαψιλοῦς ἐπιδόσεως καὶ ἐνταῦθα τὴν πλείστην τῶν χρημάτων καταναλοῦν εὐπορίαν καὶ κτῆσιν. καὶ ταῦτα μὲν τὰ τῆς παρούσης ὑποθέσεως ἐπαγγέλλεται· εἰ δέ τις ἀκριβέστερον ἐπιστήσειεν, εὕροι ἂν τουτονὶ τὸν Ἀστέριον γεγηθότα πως καὶ ἡδόμενον περὶ αὐτὸ τὸ τῆς ἱστορίας φαινόμενον, ἐν ᾧ μάλιστα εὐαγγελικὴν προσαγορεύει καὶ ὥσπερ ὑπ' ὄψιν ἄγει διὰ τοῦ καταλόγου τὰ πράγματα, εὐλαβεστέρους τε τοὺς ἀναλεξαμένους ἐπίσταται, καὶ οὐδὲ εἰκόνας κατονομάζει τὰ γεγραμμένα ἀλλὰ κύριον ἁπλῶς μάλιστα ἐπὶ τῇ γυναικὶ τῇ ἁμαρτωλῷ καὶ μαθητὰς καὶ τὰ κατὰ τὸν γάμον τῆς Γαλιλαίας καὶ τὰ λοιπὰ πρόσωπά τε καὶ πεπραγμένα θαύματα, ἅπερ ἐκεῖσε ἀπηριθμήσατο, δίχα τῆς ὁπωσοῦν ἑτερωνυμίας καὶ παραφράσεως. εἰ γοῦν τὸν Χριστὸν μόνον ἐνταῦθα μὴ γράφεσθαι παρῄνει, εἴχετο ἂν ἀφορμῆς τινος τῶν ματαίων ὁ λόγος· εἰ δὲ καὶ τοὺς μαθητὰς καὶ τὸν τυφλὸν καὶ τὸν παράλυτον καὶ πάντα ὅσα πρόκειται γράφειν ἐπὶ τῇ συμβουλῇ διεκώλυεν, τίς οὐκ ἂν αἴσθοιτο, εἰ καὶ τῶν ἀγροικοτέρων καὶ ἀμαθεστέρων εἴη, ὅτι οὐ τὸ μὴ γράφεσθαι πάντως τὸν Χριστὸν ἐντεῦθεν εἰσφέρεται, τῆς δὲ τῶν πτωχῶν εἵνεκεν κηδεμονίας τὸ εἶδος τοῦτο τῆς παραινέσεως ἐπιτετήδευται, ἐπεὶ οὕτω γε δεήσοι, μὴ δὲ τυφλὸν μὴ δὲ παράλυτον ἢ γυναῖκας καὶ ὑδρείας καὶ κοφίνους γράφεσθαι, εἴ γε λέγειν ἐξὸν ὡς διὰ σεβάσματος τοὺς κοφίνους καὶ τἄλλα οὐχ' ἧττον ἢ θεοὺς γεγραμμένους ἡγοῦντο τηνικαῦτα οἱ ἄνθρωποι. ἀλλ' οὐδεὶς ἂν τοῦτο σω φρονῶν ἐννοήσειεν· μόνων γὰρ τῶν ἀφραινόντων ἐστὶν τὸ φλυάρημα. 86 οὐκοῦν ἐμφανὲς διὰ πάντων καθίσταται ὡς οὐ πρὸς καθαίρεσιν τῶν ἱερῶν ἀπεικονισμάτων προηγουμένως ὁ λόγος αὐτῷ, πρὸς δὲ τὸ περιορᾶν τὴν τῶν ἱματίων ἄκαιρον περιφάνειαν καὶ τὸν κόσμον καὶ τῆς τῶν πτωχῶν ἐπιμελείας ἀντέχεσθαι· πρὸς γὰρ τοὺς τῇ ἀμετρίᾳ τοῦ καλλωπισμοῦ τῶν ὑφασμάτων χρωμένους ὥσπερ ἀγανακτῶν δείκνυται· διόπερ παρεγγυᾷ τοῖς πλουσίοις τοῦ μὲν ἱματισμοῦ τὴν πολλὴν φιλοτιμίαν καὶ τὸ φιλόπλουτον περιΐστασθαι καὶ μὴ τὴν σπουδὴν ἅπασαν περὶ τὰ ὑλικὰ καὶ σωματικὰ τίθεσθαι, παραμυθεῖσθαι δὲ καὶ περιέπειν τοὺς ἐκ τῆς αὐτῆς εἰκόνος καὶ τοῦ αὐτοῦ πηλοῦ καὶ συγκράματος, διὰ τῆς συμπαθείας καὶ εὐποιΐας εὐεργετοῦντας μετὰ πολλῆς τῆς ἀφθονίας. τὸ τοιοῦτο δ' ἄν τις τῆς διδασκαλίας εἶδος οὐ παρὰ Ἀστερίῳ μόνῳ, ἤδη δὲ καὶ παρὰ πᾶσιν τοῖς θεοσόφοις τῆς ἐκκλησίας καθηγεμόσιν πανταχοῦ προχειριζόμενον ἴδοι· οἰκεῖον γὰρ τῆς τῶν διδασκάλων ὡς ἀληθῶς προστασίας καὶ τῆς τῶν πενεστέρων ἕνεκεν παραμυθίας μάλιστα· προσεκτέον δὲ ὅτι προστάττων Ἀστέριος μὴ γράφειν τὸν Χριστόν, γραφόμενον αὐτὸν εἰδὼς καὶ μάλα προδήλως ἑαυτὸν νῦν ἡμῖν εἰσάγει. ἆρα γὰρ ὡς πεφυκότα γράφεσθαι τοῦτο ποιεῖ ἢ μή; ὡς μὲν γὰρ πεφυκότα, οὐδεὶς τῶν νοῦν ἐχόντων ἀντερεῖ· τίς γὰρ σωφρονῶν προστάττει τινὶ μὴ δρᾶν ἃ μὴ πέφυκε γίνεσθαι; οἷον, οὐδεὶς προστάττει τινὶ μὴ ἵπτασθαι. τίνος ἕνεκεν; ὅτι μὴ πέφυκεν ἵπτασθαι δῆλον δήπου· βαδίζειν μέντοι καὶ ναυτίλλεσθαι καὶ ὅ, τι ὅμοιον τῇ φύσει πρόσεστιν, ὅτι πέφυκεν ἤδη· ᾔδει οὖν ἐκ παντὸς ζωγραφούμενον τὸν Χριστόν. διατοῦτο μὴ γράφεσθαι αὐτὸν παρηγγύα, ὡς τοῦτο ἤδη πεφυκότα· καὶ ὃ πέφυκε γίνε σθαι, διὰ δὲ τὰς εἰρημένας αἰτίας, οὐ διὰ τὸ μὴ εἰκονίζεσθαι, ἀπείργειν ἐβούλετο. εἰ δέ τις τὸ ἀρκεῖ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη ὡς αἴτιον καὶ κατασκευαστικὸν τοῦ μὴ γράφεσθαι τὸν Χριστὸν ἐννοῶν ἀντιθείη, ἴστω ὡς ὁ τῆς ταπεινοφροσύνης τρόπος γραφόμενον ἡμῖν μᾶλλον αὐτὸν ὑποδείκνυσιν· εἰ γὰρ τὸ ὑψηλὸν καὶ θεῖον ἄγραπτον, τὸ ταπεινὸν καὶ ἀνθρώπινον γραφόμενον ἀνάγκη δίδοσθαι. τὸ δὲ εἰρημένον παρ' αὐτῷ· ἐπὶ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον, ἐν ἤθει λεχθὲν οἰητέον, οὐκ ἀποφάσεως χώραν ἔχειν· τοιαῦτα γὰρ πρὸς τοὺς πολίτας διαλεγόμενον ἐννοεῖν πάρεστιν, ὡς" Εἴ γε διὰ τὴν ἐνσωμάτωσιν τοῦ Χριστοῦ", φησίν," περὶ τὴν πολυτέλειαν καὶ ποικιλίαν τῶν ἀμφίων τοσοῦτός σοι ὁ πόνος καὶ ἡ φροντὶς ἐγγίνεται, ἐννόησον αὐτόν ποτε καὶ ἀσώματον, μὴ ἐξιστάμενον μέντοι τοῦ σώματος (ἔστι γὰρ καὶ παρὰ σοὶ τὸ ἀσώματον ὡς εἰκονίζεις θεόν· οὐδὲ γὰρ ὁ σὸς νοῦς καὶ ἡ ψυχὴ σῶμα, κἂν ἐν σώματι συνῆπται καὶ ἥνωται), ἵνα σὺ εἰς μνήμην ἐπὶ τῆς ἀσωμάτου ψυχῆς φέρῃς ἀεὶ καὶ νοῦν καὶ ψυχὴν θεραπεύῃς, καὶ καθαρεύῃς τὸν λογισμὸν καὶ τὴν διάνοιαν διὰ τῆς τῶν ἐντολῶν τηρήσεως καὶ ἐπισκέψεως τῶν πενίᾳ τρυχομένων καὶ νόσῳ βεβλημένων ὁμοιοπαθῶν ἡμῖν ἀνθρώπων, καὶ κατευθύνηταί σοι πρᾶξις καὶ βίος καὶ φωτίζηται τὰ κατὰ θεὸν διαβήματα. καὶ μὴ πάντα τοῖς σωματικῶς ὁρωμένοις καὶ εἰς χρῆσιν κόσμου σωματικοῦ χρησιμεύουσιν χαρίζου, δι' ἃ φθέγγεσθαι ταῦτα ἠνάγκασμαι καὶ τὸν λόγον προάγειν ὑμῖν ἐπαχθέστερον." οὐκοῦν οὐδὲ τὸ ἀσώματον ἐκληπτέον ἐνταῦθα καθάπερ οὗτοι ὑπολαμβάνουσιν, ἐπεὶ οὕτω γε ταῖς ἀληθείαις Μανιχαῖος καθαρὸς καὶ τὰ Μανιχαίων νοσῶν ἀναδειχθήσεται, οἷς ἀκολουθεῖν ὡς διδασκάλοις πρόθυμοί τε καὶ ἑτοιμότατοι. ἐκ δὴ τούτων ἁπάντων ἐμφανῆ ἑαυτὸν καθίστησιν ὅπως περὶ τῆς τοῦ Χριστοῦ ἐδόξαζεν ἐνσωματώσεως, ὅτι ὁ γινώσκων ὡς κατὰ τὸ ἀσώματον αὐτοῦ ὁ Χριστὸς πανταχοῦ πάρεστιν οἶδεν ὅτι σωματικῶς οὐ πάρεστιν· ὅθεν σαφέστερον συναναφαίνεται ὅτι καὶ περιγραπτὸν αὐτὸν δοξάζει καὶ γραπτὸν κατὰ τὸ σωματικῶς νοούμενον. ἐν οἷς καὶ τὴν τοῦ λόγου δύναμιν καὶ τοῦ συγγραφέως τὴν πρόθεσιν συνορᾶν ἔξεστιν, ὅπως περιεργότερον τοῦ δέοντος διελέχθη, μικρὸν καὶ τὸ εὐσεβὲς παριδών, ἵνα τοὺς περὶ τὴν τοῦ πλούτου ἀδηλότητα ἐκ περιουσίας στρεφομένους οἰκοδομήσῃ καὶ κερδήσῃ τοὺς πλείονας ταῦτα οἰκονομῶν. ἐντεῦθεν οἱ πάντα παραχαράσσοντες, τὸ μὴ γράφεσθαι Χριστὸν καὶ τὸ ἀσώματον ὑφαρπάσαντες, τῆς οἰκείας παρανομίας τὴν κακουργίαν συνιστᾶν ἔδοξαν· ὧν οὕτως ἀνακαθαρθέντων μάτην αὐχοῦσιν Ἀστέριον οἱ παράπαιστοι. 87 καὶ ταῦτα μὲν οὕτως ἔχοντα δεδείχθω· ἐφεπομένως δὲ τούτοις εἰσήχθω πάλιν Ἀστέριος. εἰ μὲν παρὰ τὸν ἐν χερσὶν ἕτερος, ἡ ἀλήθεια εἰδείη ἂν μόνη, ἡμεῖς δὲ οὐδὲν τούτου γε εἵνεκεν διοισόμεθα· εἰ δὲ ὁ αὐτὸς οὗτός ἐστιν, αὐτόθεν τοῖς οἰκείοις τοξεύμασιν βαλλέσθωσαν καὶ βολίσιν ὀξείαις τραυματιζέσθωσαν καὶ τῶν ἐξευρημένων μηχανημάτων τὰς σφενδόνας δεχέσθωσαν. παραιτείσθω γὰρ νῦν καὶ πλουσίους καὶ πένητας πλοῦτόν τε καὶ πενίαν ὡσαύτως καὶ πᾶσαν τὴν κατὰ τὸν βίον εὐδαιμονίαν καὶ δυστυχίαν, καὶ περιαιρείσθω τὰ ἐντεῦθεν παρακαλύμματα καὶ προβλήματα. γυμνὴ δὲ καὶ διαφανεστέρα ἡ ὀρθὴ τῆς ἐκκλησίας ἐκκαλυπτέσθω καὶ προερχέσθω δόξα, ἐξυμνείτω δὲ τὸν ἱερὸν ἐκεῖνον τοῦ Χριστοῦ ἀνδριάντα ὅπως τε συνήγορος τοῦ εὐαγγελικοῦ κηρύγματος ἕστηκεν καὶ μάρτυς τὸν τοῦ θεοῦ λόγον ἄνθρωπον καθ' ἡμᾶς πεφηνέναι σιωπῶν ἀπαράγραπτος καὶ κῆρυξ τῶν θαυμάτων αὐτάγγελος, ἔλεγχος δὲ τῆς Ἰουδαίων καὶ Ἑλλήνων ἀπιστίας καὶ ἀθεΐας. κἂν εἰς δεῦρο τὸ θεῖον ἐκεῖνο ἄγαλμα ἐπὶ σχήματος ἔμενεν, εἰ μὴ τῶν δυσσεβῶν τινὲς καὶ ἀθέων τῶν κατὰ καιροὺς ἐπὶ τῆς Ῥωμαίων ἀρξάντων, μίσει τε τῷ εἰς Χριστὸν καὶ ζήλῳ τῷ κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας, καθεῖλον· καὶ ἐκ μέσου ἀρθέν, ὅ, τι γέγονεν νῦν οὐκ ἐγνωσμένον ἡμῖν. ἐγκωμιαζέτω δὲ ὁ αὐτὸς καὶ τὸ ἱδρύσαν γύναιον, καὶ μάλα ἀγάμενος τῆς ἀρίστης εὐγνωμοσύνης τὴν ἄνθρωπον καὶ ὧν εἵνεκεν τὸν εὐεργέτην ἀμείβεται, τὸ περὶ τὴν συμπεσοῦσαν χαλεπωτάτην νόσον θαῦμα τοῦ θεραπευτοῦ στηλιτεύουσα. ἐκκείσθω δὲ ἐπὶ λέξεως ὧδε ἔχων ὁ λόγος· Καταμάθωμεν δὲ λοιπὸν τῆς ἰαθείσης γυναικὸς τὸ εὐχάριστον καὶ τὴν εὐγνώμονα ψυχὴν μεθ' ἧς τὴν δωρεὰν ὑπεδέξατο. τῆς γὰρ Πανιάδος οὖσα πολῖτις (πολίχνη δὲ αὕτη τῆς Παλαιστίνης), ἀγάλματι χαλκῷ τὸν εὐεργέτην ἐτίμησεν, τοῦτο γέρας ἀξιόπιστον οἰηθεῖσα τῆς χάριτος. καὶ χρόνος πολὺς ἐτήρει τὸ ξόανον εἰς ἔλεγχον ἀκριβῆ τῶν τὸ ψεῦδος τολμώντων ἐπιφημίζειν τοῖς εὐαγγελισταῖς· τοῦτο γὰρ μισθὸς τῆς ἰατρείας· βοώσης τὴν χάριν, πῶς ἐνῆν ἀθετῆσαι τὴν θεραπείαν; καὶ οὐδὲν ἐκώλυεν μέχρι νῦν σῴζεσθαι τὸν ἀνδριάντα καὶ δεικνύειν ἀμφότερα, καὶ τοῦ θεοῦ τὸ θαυμάσιον καὶ τῆς εὖ παθούσης τὸ χαριστήριον, εἰ μὴ Μαξιμῖνος ἐκεῖνος ὁ μικρὸν πρὸ τοῦ Κωνσταντίνου τῆς Ῥωμαίων βασιλείας προηγησάμενος, ἀνὴρ εἰδωλολάτρης καὶ δυσσεβὴς καὶ ζηλοτυπῶν ἐν τῷ ἀγάλματι τὸν Χριστόν, ἀνείλετο τῆς πολίχνης τὸν χαλκὸν μόνον, οὐ τὴν μνήμην τῶν γενομένων. ἰδοὺ γὰρ ὁ μὲν ἀνδριὰς οὐ φαίνεται, τὸ δὲ εὐαγγέλιον πανταχοῦ βοᾷ καὶ κηρύσσει, καὶ ὁ λόγος τῆς αἱμορροούσης ἀπὸ ἡλίου ἀνίσχοντος μέχρι καὶ δυομένου ἀνὰ πᾶσαν τὴν οἰκουμένην λαλεῖται, καὶ συνέβη μάταιος πόνος τῷ δυσσεβεῖ ἡ τῆς αἰσθητῆς ὕλης κλοπή· ὁ μὲν γὰρ χαλκὸς καὶ φαινόμενος ἑστὼς ἐσιώπα, ἄψυχον τῶν θαυμασίων ὑπόμνημα, ἡ δὲ μνήμη μετὰ τοῦ λόγου παραλαβοῦσα τὸ ἔργον καθημέραν διατρέχει πόλεις καὶ κώμας, πανταχοῦ τὸν εὐεργέτην κηρύσσουσα. ἐμφανὴς οὖν ἐνταῦθα Ἀστέριος οὐκ ἀπείργων ἀνίστασθαι τὰ Χριστοῦ ὑπομνήματα οὐδὲ μεμφόμενος τῇ γυναικὶ τῆς πράξεως, οὐδὲ πλούτου καὶ περιουσίας χρημάτων καὶ ἱματισμοῦ τοῦ πολυτελοῦς κατηγορῶν, ἀλλὰ καὶ ἐγκωμίοις ἐπαίρων τὸ πρᾶγμα· ἐπεὶ λόγος ἔχει καὶ τῶν ἐπιφανῶν εἶναι ταύτην καὶ τῶν εὐπορωτάτων τῆς πόλεως, ἐξ οὗ καὶ ἴδιον ἐπίπροσθεν τοῦ ἱεροῦ ἀγάλματος συνανεστήλωσεν ἀνδριάντα, δημοσιεύουσα καὶ τοῦ θεραπευτοῦ τὸ μεγαλεῖον καὶ τῆς θεραπευθείσης τὴν πίστιν καὶ τὴν εὐγνώμονα πρᾶξιν. εἰ δέ που καὶ περὶ τῶν ἱερῶν τῶν ἁγίων μορφωμάτων ἁγιοπρεπῶς ἡμῖν Ἀστέριος διαλέγεται, ὁποῖά ἐστιν ἅπερ εἰς τὴν πανεύφημον μάρτυρα Εὐφημίαν ἐξέφρασεν, ὑπερκείσθω μὲν τανῦν, οὐ πολλῷ δὲ ὕστερον εὐκαίρως καὶ κατὰ τὸν οἰκεῖον παραλαμβανέσθω τόπον, ὁπότε καὶ κατὰ τῶν ἁγίων οἱ τῶν ἁγίων ἔχθιστοι τὴν παροινίαν διασκευάζουσιν. 88 εἰ δέ τις καὶ τῶν οὐ κεκλημένων παρὰ τῶν ἀθλίων τυγχάνει, ἀλλ' ἡμῖν γε καλείσθω καὶ παρατιθέσθω, ἐπεὶ τῶν διδασκάλων τῶν κατὰ τὴν ἐκκλησίαν ὑπάρχει ἐπισημότατος–̓ Αντίπατρος δ' οὗτός ἐστιν, ὃς τῆς Βοστρηνῶν ἱερωσύνης τὰς ἡνίας πεπίστευτο, καὶ δὴ καὶ φραζέτω ἐν τοῖς συντεθειμένοις αὐτῷ εἰς τὴν αἱμόρρουν λόγοις τοῖς προφθάσασιν συμβαίνοντα· Ταῦτα τοῦ σωτηρίου κρασπέδου λαβομένη ἔλεγεν ἡ αἱμόρρους, ὡς βασιλέα τῆς φύσεως κρατοῦσα τὸν κύριον καὶ τοῦ πάθους τὴν τυραννίδα διδάσκουσα· καὶ τυχοῦσα τῆς δωρεᾶς, ἀνδριάντα ἤγειρεν τῷ Χριστῷ τὸν μὲν πλοῦτον ἰατροῖς ἀναλώσασα, τοῦ δὲ πλούτου τὰ λειπόμενα προσενέγκασα τῷ Χριστῷ. οὗτοι οἱ θεοφόροι οὐ μόνον οὐ κωλύουσιν Χριστοῦ τε αὐτοῦ καὶ τῶν ἁγίων τὰς ἱεροτυπίας ἀνιστᾶν, ἤδη δὲ καὶ προτρέπουσιν, τοὺς ἀνιστῶντας ἐγκωμίων ἀξιοῦντες μεγίστων. τί γὰρ ἂν εἴη ἄλλο ἐγκώμιον ἢ ὅπως οἱ ἀρετῶντες καὶ ἀγαθουργεῖν ἐθέλοντες πρὸς τὸν ὅμοιον διεγείροιντο ζῆλον καὶ πρὸς εὐσέβειαν ἐπιδιδοῖεν; Ὧν γὰρ τοὺς ἐπαίνους οἶδα, τῶν ἁγίων τις ἔφησεν, τούτων σαφῶς καὶ τὰς ἐπιδόσεις. παρῃτήσθω ἡμῖν Εὐσέβιος ὁ τοῦ Παμφίλου λεγόμενος καὶ τῆς Καισαρέων τῆς κατὰ Παλαιστίνην ἀρχιερεὺς ἀνιέρως γενόμενος, καίτοι τὰ κατὰ τὸν ἱερὸν τοῦτον ἀνδριάντα καὶ εἰδὼς καὶ ἀναγράφων τηλαυγέστερον, ἐπεὶ καὶ αὐταῖς ὄψεσιν παραλαβεῖν ἱστορεῖ, τῷ τοῦ γυναίου ὁμοῦ χαλκουργήματι, ὃ τὴν θεραπευθεῖσαν τοῦ δυσιάτου πάθους εἰκόνιζεν. εἰ γοῦν περὶ ταῦτα τῶν ἀληθῶν ἐξήρτηται, τῶν καιρίων ὅμως ἀπέρρηκται. ἐκ κακῆς οὖν γλώσσης οὐκ ἂν δῶρον ἡδὺ δεξαίμην καὶ μῦθοι οὐκ ἀπεικότως ἔχουσιν. 89 οὕτω ταῦτα διεξιόντες ἐφ' ἑτέραν τῶν ἐκπεφαυλισμένων χρῆσιν μέτιμεν· προάγουσι γὰρ μεταταῦτα Λεοντίου τινὸς λόγον περιέχοντα οὕτως· Ἐν δὲ τῷ προσεύχεσθαι αὐτὸν ἐγένετο τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ὡς ὁ ἥλιος καὶ ὁ ἱματισμὸς αὐτοῦ λαμπρῶς ἐξαστράπτων. οἷς ἐπιφέρει λέγων· Καλῶς οἱ χρωμα τογράφοι ζωγράφοι μίαν εἰκόνα τοῦ κυρίου γράφειν οὐ μεμαθήκασιν. ποίαν γὰρ εἰκόνα ἰσχύουσιν γράψαι; τὴν ἐν τῷ βαπτίσματι, ἣν ὁ Ἰορδάνης ἰδὼν ἔφριξεν; ἀλλὰ τὴν ἐν τῷ ὄρει, ἣν οὐχ' ὑπήνεγκαν κατανοῆσαι Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης; ἀλλὰ τὴν ἐν τῷ σταυρῷ, ἣν ὁ ἥλιος κατανοήσας ἐσκοτίσθη; ἀλλὰ τὴν ἐν τῷ τάφῳ, ἣν κατανοήσασαι αἱ κάτω δυνάμεις ἔφριξαν; ἀλλὰ τὴν ἐν τῇ ἀναστάσει, ἣν ὅτε οἱ μαθηταὶ θεασάμενοι οὐ συνῆκαν; ἐκπλήττει με σφόδρα εἷς ἕκαστος τῶν λεγόντων ὅτι" Ἐγὼ τὸ ὁμοιωσείδιν τοῦ κυρίου κέκτημαι." θέλεις τὸ ὁμοιωσείδιν αὐτοῦ κτήσασθαι; ἐν τῇ ψυχῇ σου αὐτὸ κτῆσαι· εἰκόνι γὰρ ἀμήχανον γραφῆναι τὸν κύριον. οὗτος διὰ τοῦ λόγου παντὸς φαίνεται ὅλος φαντασιώδης ὢν καὶ τῆς τῶν ἀνοσίων Δοκητῶν αἱρέσεως τυγχάνων ὁ δοκιμώτατος· οὐχ' ἥκιστα δὲ τοῦ λόγου τὸ πέρας τὸ ἔμπληκτον αὐτοῦ καὶ μανικὸν ἐκκαλύπτει σαφῶς· τὸ γὰρ λέγειν ὅτι ἀμήχανον ἐν εἰκόνι γραφῆναι τὸν κύριον οὐδενὶ τρόπῳ ἐκείνων διοίσει. τίνι γὰρ οὐ πρόδηλον ὡς ἄλλος Ἐπιφανίδης ἡμῖν νῦν ἀναπέφανται ἢ Εὐσέβιος ἕτερος, τὸ ἀκατάληπτον ἐπὶ τῆς σαρκώσεως τοῦ κυρίου δοξάζοντες, ἐξ οὗ τὸ τῆς δοκήσεως πονηρὸν αὐτοῖς ἐπικρατύνεται δόγμα; εἰ δὲ οὗτοι τοῖς Βαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνεντος τῶν μιαρωτάτων καὶ ἀθεωτάτων σύμφωνοι, καθὰ πρότερον ἡμῖν ἐλέχθη, ἀκόλουθος δὲ τῇ δόξῃ τῶν περὶ Ἐπιφανίδην καὶ Εὐσέβιον ὁ ἐνταῦθα διαλεγόμενος, φανερὸν ὅτι τῆς φασματώδους μοίρας κριθήσεται· καὶ γὰρ Εὐσέβιος, καθὰ εἴρηται, πρὸς τὴν βασιλίδα Κωνσταντίαν γράφων, ἐν τῷ τῆς μεταμορφώσεως τόπῳ γενόμενος, οὐκ ἀρειανίζων μόνον ἀλλὰ καὶ μανιχαΐζων δείκνυται· ᾧ καὶ οὗτος ἑπόμενος ὡσαύτως ἐκείνῳ, ἵνα ἐξ ἑνός γε τοῦ τρόπου, τῆς μεταμορφώσεως φημί, διατεκμήραιτό τις, τὰ κατὰ τὴν οἰκονομίαν Χριστοῦ διατίθεται. τί δὲ ἐκφρονέστερον ἢ ἀνοητότερον; καὶ ποίας μωρίας καὶ ἀναισθησίας οὐχ' ὑπεραίρει λόγον, οὕτως ἀναιδῶς καὶ ἀπηρυθριασμένως πρὸς κόσμον ἅπαντα καὶ ἐκκλησίαν ὅλην ἀπὸ περάτων γῆς εἰς πέρατα διήκουσαν ἀπομάχεσθαι καὶ χρόνον ἄπειρον καθ' ὃν ὁ Χριστός, ἀληθὴς γεγονὼς ἄνθρωπος, καὶ εἰκονίζεται, καὶ προσκυνεῖται αὐτοῦ τὸ ὁμοίωμα παρὰ πάντων Χριστιανῶν τῶν εὐσεβεῖν εἰδότων καὶ αἱρουμένων; ἀληθὲς δ' οὖν ἄρα ὅ φησιν ὁ ἱερὸς λόγος ὅτι Ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ, καὶ ταῦτα βάρβαρος καὶ μὴ δὲ παιδείας ἐλευθέρου μετασχὼν καὶ βαρβαρίζειν οὐδὲν ἧττον ἢ αἱρετίζειν εἰδώς. 90 τούτων οὕτως εἰρημένων, ἐπισκέπτεσθαι καὶ τὰ τῆς λέξεως αὐτῆς χρεών, εἰ ἀκόλουθα ἑαυτοῖς ὄντα εὑρίσκεται· καλῶς, φησίν, οἱ χρωματογράφοι ζωγράφοι μίαν εἰκόνα τοῦ κυρίου γράφειν οὐ μεμαθήκασιν. τί οὖν φαμέν; εἰ καλῶς οἱ ζωγράφοι μίαν εἰκόνα τοῦ κυρίου γράφειν οὐ μεμαθήκασιν, ἄρα πολλὰς γράφειν μεμαθηκότες τὸ καλῶς ποιεῖν ἕξουσιν, καὶ οὐδὲν οἶμαι τὸ ἀντιστατοῦν τῷ λόγῳ ἐξευρεθήσεται. τοῦτο καὶ μέγα τῶν ζωγράφων ἐγκώμιον· ἐπειδὴ γὰρ δι' ἄφατον ἔλεον καὶ φιλανθρωπίαν ἀνέκφραστον καθῆκεν ὁ σωτὴρ ἑαυτὸν εἰς κένωσιν, τοῖς ἀνθρώποις ἐπιδεδημηκώς, καὶ πολυτρόπως τὰ τῆς θείας οἰκονομίας διετίθετο, πάντα θεοπρεπῶς ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας πραγματευόμενος· ἐξ ἁγίας ἀχράντου παρθένου μητρὸς προῆλθεν ὑπερφυῶς ὡς οἶδεν αὐτὸς καὶ ἐνηπίασεν δι' ἡμᾶς καὶ παῖς ἐγένετο καὶ καθ' ἡλικίαν ηὔξανενΤὸ γὰρ παιδίον, ὁ εὐαγγελικὸς ἔφη λόγος, ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, πάθη τε ὑπέμεινεν καὶ θαύματα ἐπετέλεσεν. κατὰ ταῦτα δὴ καὶ ὁ γραφεὺς ἐν οἷς ἐδέησεν ἀναλόγως, καθ' ὅσον οἷόν τε τῇ τέχνῃ καὶ ταῖς εὐφυΐαις χρώμενος, τὴν φύσιν ἀπομιμούμενος γράφει· καὶ παῖδα μετὰ τῆς μητρὸς ὡς ὤφθη διέγραψεν τὸν κύριον· καὶ γυμνὸν ἐπὶ τοῦ βαπτίσματος ἵστησιν, τὴν κάραν ὑποκλίνοντα τῷ βαπτίζοντι· καὶ λαμπρότερα ἐπὶ τῆς θείας μεταμορφώσεως κεράννυσι χρώματα· ἐνερόχρωτα δὲ ἀναρτήσας ἐπὶ τοῦ σταυροῦ δείκνυσιν καὶ τὴν κεφαλὴν ἐπὶ θάτερα κατακλίναντα, ὃ τοῖς νεκροῖς σχῆμα προσέοικεν· τὸ φαιδρὸν δὲ καὶ ἐξηλλαγμένον κατακαλλύνει ἐπὶ τῆς ἀναστάσεως καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, ὡσαύτως τὸ διαφανὲς καὶ περιηνθισμένον· καὶ ἁπαξαπλῶς ὡς ἕκαστα τὸ εὐαγγελικὸν παραδίδωσι κήρυγμα. ὡς οὖν διαφόρως καὶ πράττων καὶ πάσχων τεθέαται, οὕτως ἤδη διαφόρως καὶ γράφεται. καὶ εἰ ταῦτα οὕτως ἔχει, καλῶς ἄρα οὐ μίαν εἰκόνα ποιεῖν οἱ χρωματογράφοι μεμαθήκασιν, ἀλλὰ πολλάς· καὶ γὰρ ἂν μεμπτέοι τῷ ὄντι ἐτύγχανον, εἰ ἐν διαφόροις καὶ ποικίλοις πράγμασιν ἐπὶ μιᾶς ἑστήκασι πράξεως, ἁπλοῦν καὶ ἀποίκιλον καὶ μονόσχημον τὸ πολύσχημον ἐργαζόμενοι ἢ ἑτέρως πάλιν παρὰ τὰ πεπραγμένα καὶ τεθεαμένα ἔγραφον. οὐ γὰρ δήπου ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς ἡλικίας ἀεὶ ὁ Χριστὸς ἕστηκενὉ γὰρ Ἰησοῦς, φησίν, προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι, οὐδὲ ἀεὶ ἐπὶ τῷ αὐτῷ τόπῳ ἐπεχωρίαζεν οὐδὲ ἓν ἀλλὰ πολλὰ ἐργαζόμενος διεφαίνετο· ταῦτα γὰρ νόμῳ φύσεως ἔπραττεν, ἵνα τὸ κατ' αὐτὸν ἀνθρώπινον καὶ τὸ ἀληθὲς τῆς σωτηρίου οἰκονομίας πιστώσηται, οὐ φάσματι καὶ δοκήσει κατὰ τοὺς ἀσεβεῖς καὶ ἀπίστους γινόμενον. ἀκόλουθον οὖν καὶ πρὸς τὰς ἡλικίας καὶ πρὸς τοὺς ἐν οἷς διῃτᾶτο τόπους, εἴ που καὶ τοῦ σχήματος βραχύ τί πως ἐντεῦθεν συμμετεχρώννυτο, καὶ τυποῦν καὶ ἐξεικονίζειν· ταύτῃ γοῦν ἐπαινετέοι οἱ γραφεῖς καὶ τὴν τέχνην καὶ τὴν εὐφυΐαν. ἐπὶ τίσιν δὲ ὁ γεννάδας οὗτος ἀλύει καὶ ἄχθεται; ἢ ἐφ' οἷς τὰ τοῦ εὐαγγελίου ἡμῖν τρανέστερον δηλοῦται καὶ ἐκφανέστερον, καὶ αὐτόχρημα δεικνύμενον εὐαγγέλιον; προθεὶς οὖν οὗτος ὅτι καλῶς οἱ ζωγράφοι μίαν εἰκόνα τοῦ κυρίου γράφειν οὐ μεμαθήκασιν, δέον ἐπαγαγεῖν ὅτι" ἀλλὰ πολλὰς" καθάπερ ἡμεῖς διεξήλθομεν παραθέμενοι, τοὐναντίον ποιεῖ καὶ τοὺς οἰκείους λόγους παρὰ πόδας ἀνασκευάζει. ὡς γὰρ ἂν τὸ ῥητὸν τοῦτο νοοῖτο, ἢ κατ' εἰρωνείαν ἢ ὁπωσοῦν ἑτέρως, τῶν ἑξῆς ἐπαγομένων ἀντίθετον εὑρίσκεται· ὅλως γὰρ ὁ τὸ" ἓν" ἀναιρῶν λόγος δύο ἢ καὶ πλείω ἐξ ἀνάγκης ἀντιτιθέμενα εἰσφέρεσθαι ἐπαγγέλλεται. ἀλλ' ὅ γε ὥσπερ ἐπὶ ἀμηχάνοις διαπορῶν ὡς οὐδεμίαν εἰκόνα δυνατὸν γράφεσθαι ἀντίθετος ἑαυτῷ καταλαμβάνεται προσθεὶς τὸ ὁποίαν γὰρ εἰκόνα τοῦ κυρίου ἰσχύουσιν γράψαι; τὴν ἐν τῷ βαπτίσματι; καὶ ἅστινας ἄλλας λοιπὸν ἀπηριθμήσατο, ἐν οἷς οὐδὲ τὸ τῆς διανοίας ἀκόλουθον διασῴζεται. πῶς γὰρ ὁ καλῶς μίαν εἰκόνα γράφειν οὐ μεμαθηκὼς πολλὰς γράφων οὐκ εὖ ποιεῖν ἐνδίκως νομισθήσεται; ἀλλὰ τοιοῦτον τὸ ψεῦδος καὶ οἱ τοῦ ψεύδους ἐρασταί, τὸν νοῦν ἐσκοτισμένοι καὶ ἑαυτοῖς καὶ τῇ ἀληθείᾳ ἀντιπαραταττόμενοι. 91 τί δὲ δὴ ἐπὶ τούτοις γράφει; ἐκπλήττει με σφόδρα εἷς ἕκαστος τῶν λεγόντων ὅτι" Ἐγὼ τὸ ὁμοιωσείδιν τοῦ κυρίου κέκτημαι." 0 ἀλλὰ σὺ μὲν ἐφ' ἑκάστῳ τούτων ἐκπλήττῃ, τῶν Χριστιανῶν δὲ ἕκαστος σφοδρότερον ἐπὶ σοὶ ἐκπλήττεται, ὅτι παρὰ πάντων εἰδὼς τοῦτο γινόμενον, μόνος περὶ τὴν κοινὴν δόξαν ἀγνωμονῶν καὶ δυσχεραίνων ἁλίσκῃ. ἤδη καὶ οὗτος ὁμολογεῖ ἀρχαιότητι δια φέρειν ἐν Χριστιανοῖς ταῦτα, κἂν οὐδ' αὐτοῖς τοῖς διδασκάλοις πείθωνται οἱ ἄφρονες." Ἀλλ' οὐ γράφεται", φησίν. ἐξήμεσας τῆς φαντασίας τὸν ἰόν. καὶ γὰρ διατοῦτο γράφεται, ὅτι, ὡς καὶ σὺ φής, πολλαχῶς ὡράθη καὶ διαφόρως· εἰ γὰρ οὐκ ὦπται, οὐδὲ ἐγράφετο. τὸ τοιοῦτο δ' ἂν καὶ ἐπ' ἄλλου τῶν πολλῶν ἀνθρώπων ἀπεφαίνετο, ὥσπερ αὐτὸς ἐκτὸς τῆς ἀνθρωπείας καθεστὼς φύσεως, οὐκ ἀνεχόμενος κατὰ καιροὺς καὶ ἡλικίας μεταβαλλόμενον ἄνθρωπον ἢ κράσεσιν καὶ ἕξει καὶ ἀλλοιώσεσιν ἑαυτοῦ διαφέροντα ἢ πρᾶξιν ἀμείβοντα καὶ βίον μεθαρμοζόμενον· ὧν τί ἀλογώτερον ἢ ματαιότερον; ἆρ' οὖν οὐχ' ὁ Ἐπιφανίδης κἀνταῦθα παρατρύζει, ὁ αὐτὸς ἡμῖν ἐν διαφόροις ὀνόμασιν ἀναφαινόμενος, ὃς οὐδὲ Πέτρον ἡβάσκοντα ἢ γηράσκοντα ἢ τὴν γενειάδα κειρόμενον ἐπίσταται; καὶ διατοῦτο μὴ δὲ γράφεσθαι αὐτὸν ἐπιτρέπει, σφόδρα τῷ Χριστῷ ἀντιδιατιθέμενος τῷ μαθητῇ λέγοντι· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν· ὅταν δὲ γηράσῃς, ἄλλος σε ζώσει. τοιαῦτα καὶ ἐπὶ τῶν ἄλλων τοῦ σωτῆρος μαθητῶν γραώδη καὶ φασματώδη πλέκων μυθάρια οὐκ ἐρυθριᾷ· ὡς δὲ καὶ ἄλλως τὸ ληρῶδες αὐτοῦ καταφαίνεται, συνιδεῖν ῥᾴδιον· ἀπολιπὼν γὰρ τὸν Χριστόν, τὸ ἀρχέτυπον, ἐπὶ τὰς χρωματουργουμένας παρὰ τοῖς ζωγράφοις εἰκόνας ἀνοήτως μετῴχετο. καὶ παρὸν εἰπεῖν ὡς τὸν Χριστὸν ὁ Ἰορδάνης ἰδὼν ἔφριξεν, ἣν ἰδὼν ἔφριξεν, ἔφη, τοῦτ' ἔστιν, ἣν ἰδὼν εἰκόνα. καὶ πάλιν· ἣν οἱ μαθηταὶ ἐν τῷ ὄρει οὐκ ἤνεγκαν κατανοῆσαι, ὡσαύτως καὶ ἃς ἑξῆς ἄλλας κατονομάζει· καὶ πολλὰς εἰκόνας εἰσφέρων, καὶ ταύτας φρικτάς, οὐδεμιᾶς παραδέχεται λόγον. ὡς οὖν συνελόντα εἰπεῖν, συνάψαντας τοῦ λόγου τὰ ἄκρα, ἐπιτηρεῖν τὸ σύμφωνον καὶ ἀκόλουθον· ἦρκται ὁ λόγος· καλῶς οἱ ζωγράφοι μίαν εἰκόνα τοῦ κυρίου γράφειν οὐ μεμαθήκασιν. καὶ τί ἔδει μαθεῖν; πολλὰς γράφειν πάντῃ καὶ πάντως. εἶτα πῶς συμπεραίνει; ἀλλὰ τὸ καλῶς τοῦτο δεῖν ποιεῖν, τοῦτ' ἔστιν, πολλὰς γράφειν, ἀμήχανον· ἀμήχανον γάρ, φησίν, εἰκόνι γραφῆναι τὸν κύριον. ταῦτα τοῦ μεγάλου Λεοντίου τὸ σοφὸν καὶ περιεσκεμμένον ἡμῖν παρίστησιν. 92 ἡμεῖς δὲ παρέντες τῆς τοιαύτης τερθρείας τὸ πεφενακισμένον καὶ ἀλλόκοτον, καὶ ὅστίς ἐστιν ὃν μεγαλαυχοῦσι Λεόντιον καταλελοιπότες, τὸν ἀληθῆ καὶ ἱερὸν Λεόντιον τῆς κατὰ Νεάπολιν τῆς Κυπρίων νήσου ἐκκλησίας προεδρεύσαντα προστησώμεθα, τὸν μὲν τοῦ Χριστιανοῦ λόγον ἤτοι τῆς εὐθυτάτης ἡμῶν πίστεως ἀποπληροῦντα, πρὸς Ἰουδαῖον δὲ τὴν διάλεξιν περί γε τῶν ἱερῶν ἀπεικασμάτων ποιούμενον, τῶν νεοφανῶν Ἰουδαίων τῆς δόξης ἀντεχόμενον. καὶ ἀμφοτέρων οἱ λόγοι εἰς μέσους προσαγέσθωσαν, ὡς ἂν καὶ οὗτοι τὴν αἰσχύνην τὴν ἑαυτῶν εἰδεῖεν, ὅτι οὐ Χριστιανῶν τὸ παρ' αὐτοῖς πρεσβευόμενον φρόνημα, Ἰουδαίων δὲ τῶν κυριοκτόνων καὶ Ἑλλήνων ἀθέων τὸ ἐξ ἀρχῆς πρὸς Χριστιανοὺς διαπληκτιζομένων, καὶ ὡς Χριστιανοίτούτου γε χάριν ἐγκαλοῦνταιοὐκ εἰς ἀμφιβολίαν ἐληλύθεισαν πώποτε. παρίτω οὖν Λεόντιος (ὥρα γὰρ λοιπὸν τῶν λόγων αὐτῶν ἐπακούειν) λεόντειόν τι αὐχῶν καὶ ἀγέρωχον, βλοσυρῷ τῷ βλέμματι δεδορκώς, δεινῷ δὲ καὶ βριαρῷ ἀπερευγόμενος τῷ βρυχήματι, καὶ πτοείτω τὴν δολερὰν τῶν αἱρετιζόντων ἀλώπεκα, ἣν νεκρὰ τρέφει καὶ ὀδωδότα δόγματα, ὡς ἂν εἰς τὰ ἑαυτῶν σκοτεινὰ καὶ ἀφεγγῆ καταδύσωνται σπήλαια καὶ μηκέτι τὸ κερδαλέον καὶ δύστροπον τῆς ἀσεβείας παρρησιάζοιτο. Λεοντίου ἐπισκόπου Νεαπόλεως τῆς Κύπρου, ἐκ τοῦ ˉε λόγου ὑπὲρ τῆς Χριστιανῶν ἀπολογίας κατὰ Ἰουδαίων καὶ περὶ εἰκόνων τῶν ἁγίων. Φέρε δὴ λοιπὸν περὶ τῶν σεπτογράφων εἰκόνων ἀπολογίαν ποιήσωμεν, ὅπως ἐμφραγῶσιν στόματα ἀνόμων λαλούντων ἀδι κίαν· νομικὴ γὰρ καὶ αὕτη ἡ παράδοσις. καὶ ἄκουσον τοῦ θεοῦ λέγοντος πρὸς Μωσῆν εἰκόνας δύο Χερουβὶμ χρυσῶν γλυπτῶν κατασκευάσαι κατασκιαζόντων τὸ ἱλαστήριον. καὶ πάλιν τὸν ναὸν ἔδειξεν ὁ θεὸς τῷ Ἰεζεκιήλ·" Πρόσωπα," εἶπεν," φοινίκων καὶ λεόντων καὶ ἀνθρώπων καὶ Χερουβὶμ ἀπὸ τοῦ ἐδάφους αὐτοῦ ἕως τοῦ φατνώματος τῆς στέγης." ὄντως φοβερὸς ὁ λόγος ὁ ἐντειλάμενος τῷ Ἰσραὴλ μὴ ποιῆσαι παντοῖον γλυπτὸν μὴ δὲ εἰκόνα μὴ δὲ ὁμοίωμα ὅσα ἐστὶν ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐστὶν ἐπὶ τῆς γῆς. αὐτὸς προστάσσει τῷ Μωσεῖ ποιῆσαι γλυπτὰ ζῷα τὰ Χερουβικὰ καὶ τῷ Ἰεζεκιὴλ πλήρη εἰκόνων καὶ ὁμοιωμάτων γλυπτῶν, λεόντων, φοινίκων καὶ ἀνθρώπων, οὕτω δείκνυσιν τὸν ναόν. ὅθεν καὶ Σολομῶν ἐκ νόμου λαβὼν τὸν τύπον, πλήρη πεποίηκεν τὸν ναὸν χαλκῶν καὶ γλυπτῶν καὶ χωνευτῶν, λεόντων καὶ βοῶν καὶ φοινίκων καὶ ἀνθρώπων καὶ οὐ κατεγνώσθη ἐν αὐτῷ ὑπὸ τοῦ θεοῦ. εἰ τοίνυν ἐμοῦ καταγινώσκειν θέλεις περὶ εἰκόνων, κατάγνωθι τοῦ θεοῦ τοῦ ταῦτα ποιεῖν κελεύσαντος εἰς ὑπόμνησιν αὐτοῦ εἶναι παρ' ἡμῖν. ὁ Ἰουδαῖος· Ἀλλ' οὐ προσεκυνοῦντο ἐκεῖνα ὡς θεοὶ τὰ ὁμοιώματα, ἀλλ' ὑπομνήσεως μόνης ἐγένοντο. ὁ Χριστιανός· Καλῶς εἶπας. οὐδὲ παρ' ἡμῖν ὡς θεοὶ προσκυνοῦνται οἱ τῶν ἁγίων χαρακτῆρες καὶ εἰκόνες καὶ τύποι. εἰ γὰρ ὡς θεὸν προσεκύνουν τὸ ξύλον τῆς εἰκόνος, ἔμελλον καὶ τὰ λοιπὰ ξύλα προσκυνεῖν. εἰ ὡς θεὸν προσεκύνουν τὸ ξύλον, οὐκ ἂν πολλάκις λειανθέντος χαρακτῆρος τὴν εἰκόνα κατέκαιον. καὶ πάλιν, ἕως μέν ἐστιν συνδεδεμένα τὰ δύο ξύλα τοῦ σταυροῦ, προσκυνῶ τὸν τύπον διὰ Χριστὸν τὸν ἐν αὐτῷ σταυρωθέντα· ἐπὰν δὲ διαιρεθῶσιν ἀπ' ἀλλήλων, ῥίπτω αὐτὰ καὶ καίω. καὶ ὥσπερ ὁ κέλευσιν βασιλέως δεξάμενος καὶ ἀσπασάμενος τὴν σφραγῖδα οὐ τὸν πηλὸν ἐτίμησεν ἢ τὸν χάρτην ἢ τὸν μόλιβδον, ἀλλὰ τῷ βασιλεῖ τὴν προσκύνησιν καὶ τὸ σέβας ἀπένειμεν, οὕτω καὶ οἱ Χριστιανῶν παῖδες τὸν τύπον τοῦ σταυροῦ προσκυνοῦντες οὐ τὴν φύσιν τοῦ ξύλου τιμῶμεν, ἀλλὰ σφραγῖδα καὶ δακτύλιον καὶ χαρακτῆρα Χριστοῦ αὐτὸν βλέποντες, δι' αὐτοῦ τὸν ἐν αὐτῷ σταυρωθέντα ἀσπαζόμεθα καὶ προσκυνοῦμεν. καὶ ὥσπερ παῖδες γνήσιοι πατρὸς τινὸς ἀποδημήσαντος πρὸς καιρὸν ἀπ' αὐτῶν, πάλιν τινὶ στοργῇ πρὸς αὐτὸν ἐκ ψυχῆς διακείμενοι, κἂν τὴν ῥάβδον αὐτοῦ ἐν τῷ οἴκῳ θεάσωνται κἂν τὸν θρόνον κἂν τὴν χλαμύδα, ταῦτα μετὰ δακρύων καταφιλοῦντες ἀσπάζονται, οὐκ ἐκεῖνα τιμῶντες ἀλλὰ τὸν πατέρα ποθοῦντες καὶ τιμῶντες, οὕτως καὶ ἡμεῖς οἱ πιστοὶ ἅπαντες ὡς μὲν ῥάβδον Χριστοῦ τὸν σταυρὸν προσκυνοῦμεν, ὡς δὲ θρόνον καὶ κοίτην αὐτοῦ τὸ πανάγιον μνῆμα, ὡς δὲ οἶκον τὴν φάτνην καὶ τὴν Βηθλεὲμ καὶ τὰ λοιπὰ ἅγια αὐτοῦ σκηνώματα, ὡς δὲ φίλους αὐτοῦ τοὺς ἀποστόλους καὶ ἁγίους μάρτυρας καὶ λοιποὺς ὁσίους· ὡς δὲ πόλιν αὐτοῦ σέβομεν τὴν Σιών, ὡς δὲ χωρίον αὐτοῦ πάλιν τὴν Ναζαρὲτ ἀσπαζόμεθα καὶ ὡς θεῖον αὐτοῦ λουτρὸν τὸν Ἰορδάνην περιπτυσσόμεθα. τῇ γὰρ πολλῇ καὶ ἀφάτῳ πρὸς αὐτὸν στοργῇ, ἔνθα ἐπέβη ἢ κεκάθικεν ἢ ἐπέφανεν ἢ ἥψατο ἢ ὅλως ἐπεσκίασεν σέβομεν καὶ προσκυνοῦμεν ὡς τόπον θεοῦ, οὐ τὸν τόπον οὐδὲ τὸν οἶκον οὐδὲ τὴν χώραν ἢ τὴν πόλιν ἢ τοὺς λίθους τιμῶντες, ἀλλὰ τὸν ἐν αὐτοῖς ἀναστραφέντα καὶ ἐπιφανέντα καὶ γνωρισθέντα σαρκὶ καὶ ἡμᾶς τῆς πλάνης ἐλευθερώσαντα Χριστὸν τὸν θεόν. καὶ διατοῦτο Χριστὸν καὶ τὰ Χριστοῦ πάθη ἐν ἐκκλησίαις καὶ οἴκοις καὶ ἀγοραῖς καὶ ἐν εἰκόσι καὶ ἐν σινδόναις καὶ ἐν ταμείοις καὶ ἐν ἱματίοις καὶ ἐν παντὶ τόπῳ ἐκτυποῦμεν καὶ διαζωγραφοῦμεν, ἵνα διηνεκῶς ὁρῶντες ταῦτα ὑπομιμνησκώμεθα καὶ μὴ ἐπιλαθώμεθα, ὡς σὺ ἐπελάθου κυρίου τοῦ θεοῦ σου. καὶ ὥσπερ σὺ προσκυνῶν τὸ βιβλίον τοῦ νόμου, οὐ τὴν φύσιν τῶν ἐν αὐτῷ δερμάτων καὶ τοῦ μέλανος προσκυνεῖς ἀλλὰ τοῖς λόγοις τοῦ θεοῦ τοῖς ἐν αὐτῷ κειμένοις, οὕτως κἀγὼ τῇ εἰκόνι τοῦ Χριστοῦ προσκυνῶν οὐ τὴν φύσιν τοῦ ξύλου καὶ τῶν χρωμάτων προσκυνῶμὴ γένοιτο, ἀλλὰ τὸν ἄψυχον χαρακτῆρα Χριστοῦ κρατῶν, δι' αὐτοῦ Χριστὸν κρατεῖν δοκῶ καὶ προσκυνεῖν. καὶ ὥσπερ ὁ Ἰακὼβ δεξάμενος παρὰ τῶν υἱῶν αὐτοῦ χιτῶνα ποικίλον ᾑμαγμένον τοῦ Ἰωσὴφ κατεφίλησεν μετὰ δακρύων καὶ τοῖς ἰδίοις ὀφθαλμοῖς τοῦτον περιέθηκεν, οὐ τὸ ἱμάτιον ἀγαπῶν ἢ τιμῶν τοῦτο ἐποίησεν ἀλλὰ δι' αὐτοῦ νομίζων τὸν Ἰωσὴφ καταφιλεῖν καὶ ἐν χερσὶν αὐτὸν κατέχειν, οὕτω καὶ οἱ Χριστιανοὶ πάντες, εἰκόνα Χριστοῦ ἢ ἀποστόλου ἢ μάρτυρος κρατοῦντες καὶ ἀσπαζόμενοι τῇ σαρκί, τῇ ψυχῇ αὐτὸν τὸν Χριστὸν νομίζομεν ἢ τὸν μάρτυρα αὐτοῦ κατέχειν καὶ κρατεῖν. εἰπέ μοι δὲ σὺ ὁ ὀνομάζων χειροποίητον μηδὲν ἢ ὅλως κτιστὸν προσκυνεῖν, ἆρα οὐ πολλάκις γυναικὸς σῆς ἢ τέκνων τελευτησάντων χιτῶνα ἢ κόσμιον ἰδὼν ἐν τῷ σῷ ταμιείῳ κρατήσας ἐφίλησας καὶ δάκρυσιν αὐτὸ κατέβρεξας; καὶ οὐκ ἐν τούτῳ κατεκρίθης· οὐδὲ γὰρ ὡς θεὸν τὸ ἱμάτιον προσεκύνησας, ἀλλὰ τὸν πόθον πρὸς τὸν ποτὲ αὐτὸ περιβεβλημένον διὰ τοῦ φιλήματος ἔδειξας, ἐπεὶ καὶ αὐτὰ ἡμῶν τὰ τέκνα καὶ τοὺς πατέρας, κτιστοὺς ὄντας καὶ ἁμαρτωλούς, πολλάκις ἀσπαζόμεθα· οὐ γὰρ ὡς θεοὺς αὐτοὺς ἀσπαζόμεθα, ἀλλὰ τὴν στοργὴν ἡμῶν τῆς φύσεως τὴν πρὸς αὐτοὺς διὰ τοῦ φιλήματος ἐνδεικνύμεθα. ὡς γοῦν πολλάκις εἶπον, ὁ σκοπὸς ἐξετάζεται ἐπὶ παντὸς ἀσπασμοῦ καὶ ἐπὶ πάσης προσκυνήσεως. εἰ δὲ ἐγκαλεῖς μοι ὅτι ὡς θεὸν προσκυνῶ τὸ ξύλον τοῦ σταυροῦ, διατί οὐκ ἐγκαλεῖς τῷ Ἰακὼβ προσκυνήσαντι ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου τοῦ Ἰωσήφ; ἀλλὰ πρόδηλον ὅτι οὐ τὸ ξύλον ἰδὼν προσεκύνησεν, ἀλλὰ διὰ τοῦ ξύλου τὸν Ἰωσὴφ προσεκύνησεν, ὥσπερ καὶ ἡμεῖς διὰ τοῦ σταυροῦ τὸν Χριστόν· ἐπεὶ καὶ τοῖς πωλήσασιν τὸν τάφον ἀσεβέσιν ἀνθρώποις ὁ Ἀβραὰμ προσεκύνησεν καὶ γόνυ ἔκαμψεν ἐπὶ τὴν γῆν, ἀλλ' οὐχ' ὡς θεοὺς αὐτοὺς προσεκύνησεν. καὶ πάλιν, ὁ Ἰακὼβ τὸν Φαραὼ εὐλόγησεν, ἀσεβῆ καὶ εἰδωλολάτρην, ἀλλ' οὐχ' ὡς θεὸν αὐτὸν εὐλόγησεν. καὶ πάλιν, τὸν Ἡσαῦ πεσὼν προσεκύνησεν, ἀλλ' οὐχ' ὡς θεόν. εἶδες πόσους ἀσπασμοὺς καὶ προσκυνήσεις ἀπεδείξαμέν σοι γραφικὰς καὶ μὴ ἐχούσας κατάγνωσιν; καὶ σὺ μὲν τὴν σὴν σύμβιον, ἴσως καὶ ἄσεμνον οὖσαν καὶ ἐμπαθῆ, καθεκάστην ἀσπαζόμενος ἀκατάγνωστος εἶ, καίπερ οὐδαμοῦ σοι τοῦ θεοῦ σωματικὸν ἀσπασμὸν γυναικὸς ἐντειλαμένου· ἐμὲ δὲ ἐπὰν ἴδῃς εἰκόνα Χριστοῦ ἢ τῆς παναμώμου αὐτοῦ μητρὸς ἢ ἄλλου τινὸς δικαίου ἀσπαζόμενον, ἀγανακτεῖς εὐθέως, βλασφημεῖς, ἀποπηδᾷς, εἰδωλολάτρας ἡμᾶς ἀποκαλεῖς. εἶτα οὐκ αἰσχύνῃ; εἰπέ μοι. οὐ φρίσσεις; οὐ τρέμεις; οὐκ ἐρυθριᾷς ὁρῶν με καθημέραν ἐν πάσῃ τῇ οἰκουμένῃ ναοὺς εἰδώλων καταλύοντα καὶ ναοὺς μαρτύρων οἰκοδομοῦντα; εἰ τὰ εἴδωλα προσεκύνουν, διατί τιμῶ τοὺς καταλύσαντας τὰ εἴδωλα τοὺς μάρτυρας; εἰ τὰ ξύλα ὡς θεοὺς τιμῶ καὶ δοξάζω, πῶς τιμῶ καὶ δοξάζω τοὺς μάρτυρας τοὺς τὰ ξύλινα ξόανα καταλύσαντας; εἰ τοὺς λίθους ὡς θεοὺς δοξάζω, πῶς τιμῶ καὶ προσκυνῶ τοὺς μάρτυρας καὶ ἀποστόλους τοὺς συντρίψαντας καὶ ἀπολέσαντας τὰ λίθινα ζῷδα; πῶς τιμῶ καὶ ἐπαινῶ καὶ ναοὺς ἐγείρω καὶ ἑορτὰς ἐπιτελῶ τοῖς τρισὶν παισὶν τοῖς ἐν Βαβυλῶνι τῇ εἰκόνι τῇ χρυσῇ μὴ προσκυνήσασιν; ὄντως πολλὴ τῶν ἀ νόμων ἡ πώρωσις. ἀληθῶς πολλὴ τῶν Ἰουδαίων ἡ τύφλωσις, πολλὴ ἡ ἀναίδεια, πολλὴ ἡ ἀσέβεια· ἀδικεῖται ὑπ' αὐτῶν ἡ ἀλήθεια, θεὸς ὑβρίζεται ὑπὸ γλώσσης ἀχαρίστων Ἰουδαίων. ἐκ λειψάνων μαρτύρων καὶ εἰκόνων πολλάκις ἐλαύνονται δαίμονες, καὶ ταῦτα ἐνυβρίζοντες ἄνθρωποι μιαροὶ διαστρέφουσιν καὶ ἁρπάζουσιν καὶ διακλῶσιν. πόσαι, εἰπέ μοι, ἐπισκιάσεις, πόσαι ἀναβλύσεις, πολλάκις δὲ καὶ αἱμάτων ῥύσεις ἐξ εἰκόνων καὶ λειψάνων μαρτύρων γεγόνασιν; καὶ οἱ ἀσύνετοι τῇ καρδίᾳ ὁρῶντες οὐ πείθονται, ἀλλὰ μύθους ταῦτα καὶ λήρους λογίζονται, ὁρῶντες οὕτως τὸ καθημέραν ἐν πάσῃ τῇ οἰκουμένῃ σχεδὸν ἄνδρας ἀσεβεῖς καὶ παρανόμους, εἰδωλολάτρας καὶ φονεῖς, πόρνους καὶ λῃστὰς ἐξαίφνης διὰ Χριστὸν καὶ τὸν σταυρὸν αὐτοῦ κατανυγομένους καὶ εἰς ἐπίγνωσιν ἐρχομένους καὶ κόσμου παντὸς ἀποτασσομένους καὶ πᾶσαν ἀρετὴν ἐργαζομένους. εἰπέ μοι· πῶς ἐσμὲν εἰδωλολάτραι οἱ καὶ αὐτὰ τὰ ὀστᾶ καὶ τὴν κόνιν καὶ τὰ ῥάκη καὶ τὸ αἷμα καὶ τὴν σορὸν τῶν μαρτύρων προσκυνοῦντες καὶ τιμῶντες διὰ τὸ μὴ θῦσαι αὐτοὺς τοῖς εἰδώλοις; ὁ Ἰουδαῖος· Καὶ πῶς διὰ πάσης τῆς γραφῆς παραγγέλλει ὁ θεὸς μὴ προσκυνῆσαι παντὶ κτίσματι; ὁ Χριστιανός· Εἰπέ μοι· ἡ γῆ καὶ τὰ ὄρη κτίσματά εἰσιν θεοῦ; ὁ δὲ ἔφη· Δηλονότι. ὁ δὲ εἶπεν· Πῶς οὖν διδάσκει· Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν; καὶ πάλιν αὐτὸς φησίν· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. ὁ Ἰουδαῖος· Ἀλλ' οὐχ' ὡς θεούς, ἀλλὰ δι' αὐτῶν τὸν ποιήσαντα προσκυνεῖς. ὁ Χριστιανός· Πιστὸς ὁ λόγος. οὐκοῦν γνῶθι ὅτι κἀγὼ δι' οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης καὶ ξύλων καὶ λίθων καὶ λειψάνων καὶ ναῶν καὶ σταυροῦ καὶ δι' ἀγγέλων καὶ ἀνθρώπων καὶ διὰ πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου τῷ πάντων δημιουργῷ καὶ δεσπότῃ καὶ ποιητῇ μόνῳ τὴν προσκύνησιν καὶ τὸ σέβας προσάγω· οὐ γὰρ δι' ἑαυτῆς ἡ κτίσις τῷ ποιητῇ προσκυνεῖ, ἀλλὰ δι' ἐμοῦ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, δι' ἐμοῦ ὑμνεῖ θεὸν ἥλιος, δι' ἐμοῦ προσκυνεῖ θεὸν σελήνη, δι' ἐμοῦ δοξάζει θεὸν ἄστρα, δι' ἐμοῦ ὕδατα, ὄμβροι, δρόσοι, καὶ πᾶσα κτίσις δι' ἐμοῦ προσκυνεῖ καὶ δοξάζει θεόν. καὶ ὥσπερ βασιλέως τινὸς ἀγαθοῦ καὶ εὐσεβοῦς στέφανον ποικίλον καὶ πολύτιμον ἑαυτῷ ἰδιοχείρως κατασκευάσαντος, πάντες οἱ γνησίως προσκείμενοι τῷ βασιλεῖ ἀσπάζονται καὶ τιμῶσιν τὸν στέφανον, οὐ τὸν χρυσὸν ἢ τὸν μαργαρίτην τιμῶντες, ἀλλὰ τὴν κορυφὴν τοῦ βασιλέως ἐκείνου τιμῶντες καὶ τὰς πανσόφους αὐτοῦ χεῖρας τὰς τὸν στέφανον κατασκευασάσας, οὕτως, ὦ ἄνθρωπε, οἱ Χριστιανῶν λαοί, ὅσους ἐὰν τύπους σταυροῦ καὶ εἰκόνων ἀσπάζωνται, οὐκ αὐτοῖς τὸ σέβας τοῖς ξύλοις ἢ τοῖς λίθοις προσάγουσιν ἢ τῷ χρυσῷ ἢ τῇ φθαρτῇ εἰκόνι ἢ τῇ λάρνακι ἢ τοῖς λειψάνοις, ἀλλὰ δι' αὐτῶν τῷ θεῷ τῷ καὶ αὐτῶν καὶ πάντων ποιητῇ τὴν δόξαν καὶ τὸν ἀσπασμὸν καὶ τὸ σέβας προσφέρουσιν· ἡ γὰρ εἰς τοὺς ἁγίους αὐτοῦ τιμὴ εἰς αὐτὸν ἀνατρέχει. ποσάκις τινὲς εἰκόνας βασιλικὰς ἀφανίσαντες ἢ ἀτιμάσαντες, ἐσχάτην τιμωρίαν κατεδικάσθησαν, ὡς αὐτὸν τὸν βασιλέα ἀτιμάσαντες καὶ οὐκ αὐτὴν τὴν σανίδα; εἰκὼν τοίνυν τοῦ θεοῦ ἐστιν ὁ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονὼς ἄνθρωπος, καὶ μάλιστα ἐκ πνεύματος ἁγίου ἐνοίκησιν δεξάμενος δίκαιος. οὐκοῦν ὁ τὴν εἰκόνα τῶν τοῦ θεοῦ δούλων τιμῶν καὶ προσκυνῶν, τὴν εἰκόνα τοῦ θεοῦ προσκυνεῖ καὶ τὸν οἶκον τοῦ ἁγίου πνεύματος δοξάζει· Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, φησίν, καὶ ἐμπεριπατήσω. αἰσχυνέθωσαν Ἰουδαῖοι οἱ βασιλεῦσιν ἰδίοις τε καὶ ἀλλοτρίοις εἰδωλολάτραις προσκυνήσαντες, εἴπερ Χριστιανοὺς καταγγέλλουσιν εἰδωλολάτρας· ἡμεῖς δὲ Χριστιανοὶ κατὰ πᾶσαν πόλιν καὶ χώραν κατὰ τῶν εἰδώλων ὁπλιζόμεθα, κατὰ εἰδώλων ψάλλομεν, κατὰ εἰδώλων συγγράφομεν, κατὰ εἰδώλων καὶ δαιμόνων εὐχόμεθα· καὶ πῶς ἡμᾶς εἰδωλολάτρας καλοῦσιν Ἰουδαῖοι; ποῦ νῦν εἰσὶν αἱ προσαγόμεναι τοῖς εἰδώλοις ὑπ' αὐτῶν θυσίαι τῶν προβάτων καὶ τῶν βοῶν καὶ τῶν τέκνων; ποῦ αἱ κνῖσαι; ποῦ οἱ βωμοὶ καὶ αἱ προσχύσεις τῶν αἱμάτων; ἡμεῖς δὲ οἱ Χριστιανοὶ οὐδὲ βωμὸν οὐδὲ θυσίαν πῶς ἢ τίς ἐστιν ἐπιστάμεθα. οἱ μὲν γὰρ Ἕλληνες μοιχοῖς ἀνθρώποις καὶ φονευταῖς καὶ ἀκαθάρτοις καὶ μιαροῖς τοὺς ναοὺς ὠνόμαζον καὶ τὰ εἴδωλα, καὶ αὐτοὺς ἐθεοποίουν, οὐ μέντοι γε προφητῶν ἢ ἁγίων μαρτύρων ναὸν ἢ βωμὸν ὠνόμασαν. ὥσπερ γὰρ οἱ ἐν Βαβυλῶνι Ἰσραηλῖται εἶχον ὄργανα καὶ κιθάραν καὶ ἕτερά τινα καθὼς καὶ οἱ Βαβυλώνιοι, καὶ τὰ μὲν εἰς δόξαν θεοῦ, τὰ δὲ εἰς θεραπείαν δαιμόνων, οὕτω καὶ ἐπὶ εἰκόνων Ἑλληνικῶν καὶ Χριστιανικῶν νοήσωμεν, ὅτι ἐκεῖνοι μὲν εἰς λατρείαν τοῦ διαβόλου, ἡμεῖς δὲ εἰς δόξαν θεοῦ καὶ ὑπόμνησιν. πλὴν καὶ πολλὰ θαυμάσια ὁ θεὸς διὰ ξύλου ἀκούειν πεποίηκεν, ξύλον ζωῆς καὶ ξύλον γνώσεως ὀνομάσας, καὶ ἄλλο φυτὸν ὀνομάσας σαβέκ, ἤγουν συγχωρήσεως, τίθησιν. εἶτα ῥάβδῳ τὸν Φαραὼ ἐκόλασεν, θάλασσαν ἔσχισεν, ὕδωρ ἐγλύκανεν, ὄφιν ὕψωσεν. διὰ ξύλου πέτραν διέρρηξεν, ὕδωρ ἐξήγαγεν, ξύλῳ βλαστήσαντι ἐν τῇ σκηνῇ τὴν Ἀαρὼν ἱερωσύνην ἐκύρωσεν. οὕτω καὶ Σολομῶν φησίν· Εὐλογεῖται ξύλον δι' οὗ γίνεται δικαιοσύνη. οὕτω καὶ Ἐλι σαῖος ξύλον ἀπορρίψας ἐν Ἰορδάνῃ τὸν εἰς τύπον τοῦ Ἀδὰμ σίδηρον ὡς ἐξ Ἅιδου ἀνήγαγεν. οὕτω προστάσσει τῷ ἑαυτοῦ παιδὶ διὰ τῆς ῥάβδου ἀναστῆσαι τὸν παῖδα τῆς Σωμανίτιδος. ὁ οὖν διὰ τοσούτων ξύλων θαυματουργήσας θεὸς οὐ δύναται, εἰπέ μοι, θαυματουργεῖν διὰ τοῦ τιμίου ξύλου τοῦ ἁγίου σταυροῦ; εἰ ἀσεβές ἐστιν τιμᾶν τὰ ὀστᾶ, πῶς μετὰ πάσης τιμῆς μετεκόμισαν τὰ ὀστᾶ Ἰωσὴφ ἐξ Αἰγύπτου; πῶς νεκρὸς ἄνθρωπος ἁψάμενος τῶν ὀστέων Ἐλισαίου ἀνέστη; εἰ δὲ δι' ὀστέων θαυματουργεῖ ὁ θεός, εὔδηλον ὅτι δύναται καὶ δι' εἰκόνων καὶ διὰ λίθων καὶ δι' ἑτέρων πολλῶν· ἐπεὶ καὶ Ἀβραὰμ οὐ κατεδέξατο θάψαι τὸ σῶμα Σάρρας ἐν μνήμασιν ἀλλοτρίοις, ἀλλ' ἐν ἰδίῳ τάφῳ τιμῆς χάριν, ἐπεὶ καὶ Ἰακὼβ τιμᾷ διὰ λίθου θεόν, στήσας καὶ χρίσας αὐτὸν εἰς τύπον Χριστοῦ τοῦ ἀκρογωνιαίου λίθου, καὶ πάλιν, βουνὸν λίθων ἐπὶ τοῦ Λάβαν, ὃν ὠνόμασεν μάρτυρα· Ἰησοῦς ὁ τοῦ Ναυῆ δώδεκα λίθους ἔστησεν εἰς θεοῦ ἀνάμνησιν. εἰ γὰρ ἦσαν, ὦ Ἰουδαῖε, νῦν ἐν τῷ σῷ ναῷ τὰ δύο Χερουβὶμ ἐκεῖνα τὰ σκιάζοντα τὸ ἱλαστήριον τὰ γλυπτά, εἰσῆλθεν δέ τις Ἕλλην εἰδωλολάτρης ἐν τῷ ναῷ σου καὶ θεασάμενος ταῦτα, ἐμέμψατο τῶν Ἰουδαίων ὡς καὶ αὐτῶν εἴδωλα προσκυνούντων, τί ἂν εἶχες, εἰπέ μοι, ἀπολογήσασθαι αὐτῷ περὶ τῶν δύο Χερουβὶμ τῶν χωνευτῶν καὶ τῶν βοῶν καὶ φοινίκων καὶ λεόντων τῶν ὄντων ποτὲ ἐν τῷ ναῷ γλυπτῶν; οὐδὲν ἂν εἶχες ἀληθὲς πρὸς αὐτὸν λέγειν, εἰ μὴ τοῦτο ὅτι" Οὐχ' ὡς θεοὺς ἔχομεν αὐτὰ ἐν τῷ ναῷ, ἀλλ' εἰς ἀνάμνησιν θεοῦ καὶ δόξαν τὰ Χερουβὶμ ταῦτα ἔχομεν ἐν τῷ ναῷ." εἰ οὖν ταῦτα οὕτως, πῶς ἐμοὶ περὶ εἰκόνων ἐγκαλεῖς; ἀλλ' ἐρεῖς μοι ὅτι" Ὁ θεὸς τῷ Μωσεῖ προσέταξεν ποιῆσαι ἐν τῷ ναῷ τὰ γλυπτά", κἀγὼ τοῦτο λέγω· ἀλλ' ὁ Σολομῶν ἐκεῖθεν ὁ δηγηθεὶς καὶ πλείονα ἐν τῷ ναῷ κατεσκεύασεν, ἅπερ οὐδὲ ὁ θεὸς αὐτῷ προσέταξεν οὐδὲ ἡ σκηνὴ τοῦ μαρτυρίου ἔσχεν οὔτε ὁ ναὸς ὃν ὁ Ἰεζεκιὴλ ἐκ θεοῦ ἑώρακεν, καὶ οὐ κατεγνώσθη ἐν τούτῳ ὁ Σολομῶν· εἰς δόξαν γὰρ θεοῦ τὰς τοιαύτας μορφὰς κατεσκεύασεν, ὥσπερ καὶ ἡμεῖς. εἶχες δέ, ὦ Ἰουδαῖε, καὶ ἕτερά τινα εἰς μνήμην καὶ δόξαν θεοῦ, τὴν ῥάβδον Μωσέως, τὰς νεοτεύκτους πλάκας, τὴν ἄφλεκτον βάτον, τὴν ξηρένυγρον πέτραν, τὴν μαννοφόρον στάμνον, τὴν κιβωτόν, τὸ θυσιαστήριον, τὸ θεώνυμον πέταλον, τὸ θεόδηλον ἐφούδ, τὴν θεόσκηνον σκηνήν. εἴθε καὶ σὺ πρώην τούτοις ἐσχόλαζες, προσκυνῶν καὶ ἐπικαλούμενος τὸν ἐπὶ πάντων θεόν, καὶ αὐτοῦ ἐμνημόνευες διὰ τῶν μικρῶν εἰκόνων τούτων καὶ τύπων, καὶ μὴ τὸν μόσχον καὶ τὰς μυίας κατεῖχες ὑπὲρ τὰς θεοπνεύστους πλάκας. εἴθε καὶ τὸ ἅγιον καὶ χρυσοῦν θυσιαστήριον ἐπόθεις καὶ σὺ καὶ μὴ τὰς δαμάλεις τῆς Σαμαρείας. εἴθε τὴν βλαστήσασαν ῥάβδον καὶ μὴ τὴν Ἀστάρτην τὴν ἐρημώσασάν σου τὴν πόλιν. εἴθε τὴν ὀμβρήθεον ἠσπάσω πέτραν καὶ μὴ Βάαλ τὸν ἄθεον. ἀλλὰ διατοῦτο ταῦτα πάντα οὐ προσκυνεῖς, ὁ πάλαι Ἰσραήλ, ἐπειδὴ οὐκ ἠγάπας τὸν θεὸν ἐξ ὅλης τῆς καρδίας σου· ὁ γὰρ ἀγαπῶν τὸν ἑαυτοῦ φίλον ἢ βασιλέα καὶ μάλιστα εὐεργέτην, κἂν υἱὸν αὐτοῦ θεάσηται, κἂν ῥάβδον, κἂν θρόνον, κἂν στέφανον, κἂν οἶκον, κἂν δοῦλον, κρατεῖ καὶ ἀσπάζεται καὶ τιμᾷ διὰ τούτων τὸν εὐεργέτην, καὶ μάλιστα τὸν θεόν. ὅταν οὖν ἴδῃς Χριστιανοὺς προσκυνοῦντας τὸν σταυρόν, γνῶθι ὅτι τῷ σταυρωθέντι Χριστῷ τὴν προσκύνησιν προσάγουσιν καὶ οὐ τῷ ξύλῳ, ἐπεὶ εἰ τὴν φύσιν τοῦ ξύλου ἔσεβον, πάντως ἂν καὶ τὰ δένδρα καὶ τὰ ἄλση προσεκύνουν, ὥσπερ σὺ ποτὲ Ἰσραὴλ προσεκύνεις τούτοις λέγων τῷ δένδρῳ καὶ τῷ ξύλῳ· Σύ μου εἶ θεὸς καὶ σύ με ἐγέννησας. πάλιν δέ, οὐχ' οὕτως λέγομεν ἡμεῖς τῷ σταυρῷ οὐδὲ ταῖς μορφαῖς τῶν ἁγίων·" Θεοὶ ἡμῶν ἐστέ." οὐ γὰρ εἰσὶν θεοὶ ἡμῶν, ἀλλ' ὁμοιώματα καὶ εἰκόνες Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ, πρὸς ἀνάμνησιν καὶ τιμὴν καὶ εὐπρέπειαν ἐκκλησιῶν προκείμενα καὶ προσκυνούμενα· ὁ γὰρ τιμῶν τὸν μάρτυρα τὸν θεὸν τιμᾷ, καὶ ὁ τῇ μητρὶ αὐτοῦ προσκυνῶν, αὐτῷ τὴν τιμὴν προσάγει, καὶ ὁ τὸν ἀπόστολον τιμῶν, τὸν ἀποστείλαντα τιμᾷ. εἴθε καὶ σὺ Μωσαϊκὰς εἰκόνας ἐποίεις καὶ προφητικὰς καὶ καθ' ἑκάστην ἡμέραν ἐν αὐταῖς προσεκύνεις τῷ θεῷ καὶ δεσπότῃ αὐτῶν καὶ μὴ τῇ εἰκόνι τῇ χρυσῇ Ναβουχοδονόσορ. καὶ πῶς οὐκ αἰσχύνῃ κατ' ἐμοῦ κινούμενος καὶ κατεπαιρόμενος περὶ τῶν εἰκόνων καὶ τοῦτο ἐγκαλῶν, εἰ Ἀβραὰμ τοὺς εἰδωλολάτρας προσεκύνει, εἰ Μωσῆς τῷ Ἰοθὸρ εἰδωλολάτρῃ προσεκύνησεν καὶ Ἰακὼβ τῷ Φαραὼ καὶ Δανιὴλ τῷ Ναβουχοδονόσορ· εἰ οὗτοι, προφῆται καὶ δίκαιοι ὄντες, διά τινας εὐεργεσίας προσεκύνουν αὐτοῖς ἐπὶ τὴν γῆν, εἰδωλολάτραις οὖσιν, ἐμοῦ κατεπαίρῃ προσκυνοῦντος τῷ σταυρῷ καὶ χαρακτῆρσιν ἁγίων, ἐξ ὧν μυρία ἀγαθὰ παρὰ θεοῦ δι' αὐτῶν κομίζομαι; ὁ γὰρ τὸν βασιλέα φοβούμενος οὐκ ἀτιμάζει τὸν υἱὸν αὐτοῦ, καὶ ὁ τὸν θεὸν φοβούμενος τιμᾷ πάντως καὶ σέβει καὶ προσκυνεῖ ὡς υἱὸν θεοῦ Χριστὸν τὸν θεὸν ἡμῶν καὶ τὸν τύπον τοῦ σταυροῦ αὐτοῦ καὶ τοὺς χαρακτῆρας τῶν ἁγίων αὐτοῦ. Καὶ τὰ μὲν ἐκ τῶν τοῦ αὐτοῦ μεταλαχόντων ὀνόματος (ὀκνῶ γὰρ εἰπεῖν προσώπου) ἀντίθε τα πρὸς αἰσχύνην τῶν ἀθετούντων εἰς τὸν οἶκον τοῦ νοητοῦ Δαυΐδ, τοιαῦτα· ἐῶμεν δὲ τανῦν λέγειν, ὥστε μὴ ἐν παρεκβάσει τοῦ προκειμένου σκοποῦ γενέσθαι, οἷα καὶ ὅσα πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ εἴ τις ἄλλη ἀντίθετος τοῦ ὀρθοῦ λόγου μοῖρα καὶ ἕτεροι ἱεροὶ ἄνδρες τῆς εὐσεβείας προμαχησάμενοι ἀντεῖπον, Ἀναστάσιός τε ὁ θεοφιλὴς ὁ κατὰ τὸ Σιναῖον ὄρος ἤτοι τῆς Ἀντιοχέων προεδρεύσας, καὶ Ἰωάννης ὁ τῆς Θεσσαλονικέων ἐπιτροπεύσας ἀρχιερωσύνης, Σέργιός τε καὶ Μόσχος οἱ εὐλαβέστατοι καὶ Κωνσταντῖνος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ τῆς μεγάλης κατὰ τὴν βασιλεύουσαν ἐκκλησίας γνωρισθείς· ὧν οἱ λόγοι ὁποῖοι καὶ ὑπὲρ τίνων τοῖς φιλοπόνως ἐκζητοῦσιν ἐμφανεῖς καθίστανται. 93 ἐντεῦθεν ἐφ' ἑτέραν χρῆσιν οἱ τῆς Ἰουδαϊκῆς μοίρας ἵενται Θεοδότου τοῦ ἐκ Γαλατίας ἐπιγραφομένην τοὔνομα ἔχουσαν ὧδε· Τὰς τῶν ἁγίων εἰδέας οὐκ ἐν εἰκόσιν ἐξ ὑλικῶν χρωμάτων διαμορφοῦν παρειλήφαμεν, ἀλλὰ τὰς τούτων ἀρετὰς διὰ τῶν ἐν γραφαῖς περὶ αὐτῶν δηλουμένων οἷόν τινας ἐμψύχους εἰκόνας ἀναμάττεσθαι δεδιδάγμεθα, ἐκ τούτου πρὸς τὸν ὅμοιον αὐτοῖς διεγειρόμενοι ζῆλον· ἐπεὶ εἰπάτωσαν οἱ τὰς τοιάσδε ἀναστηλοῦντες μορφὰς ποίας ἄρα ἐκ τούτων καταπολαύοιεν ὠφελείας, ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ. ἀλλ' εὔδηλον ὡς ματαία ἡ τοιαύτη ἐπί νοια καὶ διαβολικῆς μεθοδείας εὕρημα. τί οὖν πρὸς ταῦτα ποιεῖν ἐχρῆν; παραγράφεσθαι μὲν εὐθὺς τουτονὶ τὸν Θεόδοτον ἀλογῆσαί τε τὰς φωνὰς ὡς ἀλλοτρίας τῆς καθολικῆς ἐκκλησίας καὶ μὴ δὲ τοῦ ὁπωσοῦν ἀξιοῦν λόγου, ἐπεὶ τῷ ἔναγχος ἐκτεθειμένῳ διαλόγῳ παραβαλλόμενος τοῖς μὲν παρὰ τοῦ Ἰουδαίου λεχθεῖσιν καθίσταται σύμφωνος, τοῖς δὲ παρὰ τοῦ ἱεράρχου δογματιζομένοις ἀντίπαλος ἀναφαίνεται· οὐκ ἄδηλον οὖν τοῖς νοῦν ἔχουσιν ὅποι καὶ μετὰ τίνων τετάξεται. ὅμως δ' οὖν τῆς τῶν ἀσεβῶν ἀναισχυντίας χάριν οὐκ ἀναδυόμεθα πρὸς τὸν λόγον, ἀλλ' οὕτως πρὸς τὰ προκείμενα ἀπαντησόμεθα· πρῶτον μὲν μὴ δὲ ἡγεῖσθαι τοῦ ἐξ Ἀγκύρας Θεοδότου ὑπάρχειν ταῦτα γεννήματα, καὶ ὅπως, οὐκ εἰς μακρὰν ἐροῦμεν· ἔπειτα δὲ εἰ καὶ δοθείη τοῦτο, οὐδὲν πρόσαντες τῇ ἐκκλησίᾳ ἐντεῦθεν ἢ ἐπίμωμον συναντήσεται· λέγεται γὰρ τῶν διαβεβλημένων εἶναι οὑτοσὶ ὁ Θεόδοτος, οὐ τῶν ἐγκεκριμένων τῷ τῶν πατέρων χορῷ. ἵνα δὲ καὶ ἡμεῖς τὰ δοκοῦντα καὶ ὅσον ἡ τῶν ἀληθῶν κρίσις ἐπιτρέπει καταστοχάζεσθαι εἰσαγάγωμεν, τοιαῦτά τινα περὶ αὐτοῦ λέγομεν· γνώριμον ἤδη ἀνθρώπῳ παντὶ ὡς τὰ ἀμφιβαλλόμενα τῶν λόγων ἐκ τῶν ὁμολογουμένων κρίνεται καὶ τὰ νενοθευμένα ἐκ τῶν γνησίων δοκιμάζεται. 94 λόγος τοίνυν ἑορταστικὸς τῷ ἐκ Γαλατίας Θεοδότῳ πεποίηται, ἐγκώμιον εἰς τὴν πανάμωμον θεομήτορα καὶ εἰς τὸν δίκαιον Συμεῶνα τὴν ὑπόθεσιν ἔχων, χρόνῳ τε βεβαιούμενος καὶ τοῖς εἰδόσιν τῶν γνησίων αὐτοῦ κρινόμενος. ἐνταῦθα οὖν τοιαῦτα περὶ τῆς ἁγίας παρθένου διέξεισιν· Τί θαυμάσομεν; τὸν θεῖον καὶ ἀνέκφραστον τόκον ἢ τὴν ἀνερμήνευτον λοχόν; οὐ περιδράσσεται λόγῳ τὰ ὑπὲρ λόγον, οὐ περιγράφεται νῷ τὰ ὑπὲρ ἔννοιαν. εἰ γὰρ καὶ γράφει γραφεὺς τὴν μητέρα τῆς οἰκονομίας, ἀλλ' οὐχ' ἑρμηνεύει λόγος τὸν τρόπον τῆς κυοφορίας. βρέφος ὀνομάσωμεν τὸν τεχθέντα; ἀλλὰ τὸν παλαιὸν τῶν ἡμερῶν κέκτηται προκαταρκτικὸν καὶ αἴτιον· νικᾷ τὴν ὕφεσιν ἡ ἐπίτασις καὶ ὑπερίπταται τῆς περιγραφῆς τὸ ἀπερίγραφον. τίνος οὖν ἕνεκεν ταῦτα παρεθέμεθα; οἱ τῆς οἰκονομίας τοῦ σωτῆρος ἐχθροὶ σπουδὴν ἅπασαν καταβέβληνται, διὰ τῆς τοῦ ἀπεριγράφου φωνῆς τὸ μηδαμῶς εἰκονίζεσθαι τὸν Χριστὸν κατασκευάζοντες, καθαιρεῖσθαι δὲ αὐτοῦ πανταχοῦ τὸ ἱερὸν ἀπεικόνισμα· ἐφ' ᾧ κανὼν αὐτοῖς κεκύρωται καὶ προχειρότατον ἔχουσιν ὡς, τούτου ἐκ ποδῶν γινομένου, ἀκόλουθον εἶναι πάντως καὶ τὰ τῶν ἁγίων συνοιχήσεσθαι ἀπεικάσματα καὶ τοῖς πρὸς τῷ ἑνὶ συναναιρεῖσθαι καὶ τὰ πρὸς τοῖς πολλοῖς. εἰ οὖν σαφῶς ἐνταῦθα ὁ Θεόδοτος περιγραφόμενον κηρύσσει τὸν Χριστόν, ἤδη δὲ καὶ τὴν τεκοῦσαν παρθένον γραφομένην, ᾗ συγγεγράφθαι καὶ τὸ οἰκεῖον βρέφος ἀκόλουθον (καὶ τοῦτο τοῖς τῇ ἀληθείᾳ καὶ τοῖς τῆς φύσεως προσέχουσι νόμοις ὀρθῶς ὡμολόγηται, ὥσπερ σὺν πατρὶ ἔχειν τὸ ἀπερίγραπτον πρόδηλον ἂν εἴη), ὡς καὶ τοὺς λοιποὺς ἁγίους γραφομένους παρειληφὼς ἐπίσταται, καὶ εἰ διὰ τὸ ἀπερίγραπτον ἀναιρεῖται τὸ εἰκονίζεσθαι Χριστόν, ταύτῃ δὲ καὶ τοὺς ἁγίους. περιγραπτὸν ἄρα κηρύσσων οὗτος τὸν Χριστὸν οἶδεν αὐτὸν καὶ εἰκονιζόμενον· καὶ εἰ τοῦτο, καὶ τοὺς ἁγίους εἰκονιζομένους ἐξ ἀνάγκης εἰδὼς εἰσαχθήσεται. οὐκοῦν εἰ οὕτως παρίσταται τὸ Θεοδότου φρόνημα, ψευδῆ ἄρα καὶ ἀλλότρια τοῦ ἐπὶ χεῖρας Θεοδότου ὑπάρχουσιν ἅπερ οὗτοι ἐπ' ὀνόματι ἐκείνου πλασάμενοι παράγουσιν· οὐ γὰρ ἐπὶ τοσοῦτον ἀνοίας ἐξώκειλεν ὡς τἀναντία ἑαυτῷ φρονεῖν τε καὶ γράφειν. πῶς γὰρ οἷόν τε τὸν αὐτὸν ἐν ἐγκωμίου μέρει καὶ τὸν γραφέα γράφοντα δέχεσθαι καὶ διαβολικῆς μεθοδείας εὑρή ματα τὰ αὐτὰ διορίζεσθαι; ὁ δὲ μέγας παρ' αὐτοῖς Λεόντιος ἀμήχανον τὸ Χριστὸν ἐν εἰκόνι γράφεσθαι διὰ τὸ ἀπερίγραπτον ἀπισχυρίζεται. 95 οὐδὲν δὲ χεῖρον καὶ αὐτὴν ἐπισκέψασθαι τὴν λέξιν· τὰς τῶν ἁγίων εἰδέας, φησίν, οὐκ ἐξ ὑλικῶν χρωμάτων διαμορφοῦν παρειλήφαμεν. ἀλλ' ἡμεῖς γε οἱ Χριστιανοὶ παρειλήφαμεν, παῖδες παρὰ πατέρων ἄνωθεν διαδεξάμενοι· καὶ εἴπερ πρὸς τὸ μὴ παρειληφέναι καταφεύγεις καὶ τοῦτό σοι πρόφασις τῆς εἰς τοὺς ἁγίους ὕβρεως, πολλῷ μᾶλλον ἡμεῖς ἐπὶ τὸ παρειληφέναι καταφευξούμεθα καὶ τοῦτο ἡμῖν τῆς εἰς τοὺς ἁγίους τιμῆς ἀφορμὴ καὶ ὑπόθεσις. καὶ ὅθεν μάνθανε· ὅτι γε δὴ παρὰ τῶν συγγεγραμμένων βίβλων, αἳ τοὺς ἄθλους καὶ τὰς ἀριστείας αὐτῶν ἡμῖν διαγορεύουσιν. εἰ δὲ σὺ πόρρω τῆς Χριστιανῶν θεοσεβείας αὐλίζῃ καὶ ἠγνόηταί σοι τὰ παρ' ἡμῖν ἔθη καὶ θεσμοὶ καὶ μυστήρια, καὶ τῆς ἐποφειλομένης τοῖς ἁγίοις τιμῆς ὑπάρχεις ἀμύητος, ἐπὶ σὴν κεφαλὴν τὸ κρῖμα καὶ τὸ τῆς ἀμαθίας ἔγκλημα· τῇ γὰρ καθολικῇ ἐκκλησίᾳ οὐδὲν ἐντεῦθεν προστρίψεται πρόκριμα, ἐπεὶ καὶ τοὺς σοὺς λήρους ὡς ἀλλοτρίους βδελυσσόμεθα. ὅταν γάρ τις τὸ ψεῦδος λαλῇ, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ ἐν τῇ ἀληθείᾳ οὐχ' ἕστηκεν. ὡς μὲν οὖν τῆς ἁπασῶν ἐσχάτης ἠλιθιότητος ταυτὶ τὰ ἔκτοπα ῥήματα καὶ φρενὸς ἀλόγου καὶ ἀλλοκότου, οὐδένα ἂν οἶμαι τῶν νοῦν ἐχόντων ἀντερεῖν. καὶ οὐκ οἶδα πότερον οὗτος ὁ ἐμβρόντητος τῆς ἀγνωσίας καὶ ἀβλεψίας καταγνωσθείη, ἢ οἱ τοὺς λόγους τούτου ὡς νόμον ἰσχυρὸν καὶ ἀπαράβατον κανόνα παραδεχόμενοι· ὡς γὰρ ἐξ ἀρχῆς ἡμῖν ταῦτα παραδέδοται, καὶ ἡ ὄψις διδάσκαλος καὶ ἡ πληθὺς τῶν γεγραμμένων καὶ τῶν θείων οἴκων ἡ ἄπειρος καὶ τοῦ χρόνου τὸ μήκιστον, ὃ πάντων ἐστὶν τὸ ἰσχυρότατον· βεβαιοῖ γὰρ τὰ φαινόμενα καὶ τῶν πιστῶν ἡ παραδοχὴ καὶ ἡ μέχρι καὶ νῦν ἀναστήλωσις· οἱ δέ γε πρὸς πᾶσαν κτίσιν καὶ οἰκουμένην ὅλην παραταττόμενοι οὐκ ἐρυθριῶσιν. πρὸς μὲν οὖν τὴν τοῦ σωτῆρος εἰκόνα οὐδὲν τέως ἐνταῦθα ἀποτολμᾷ δύσφημον φθέγξασθαι ὁ ἐξάγιστοςἔλαθεν ἴσως, πρὸς τοὺς ἁγίους δὲ τρανῶς προπηλακίζων ἀποδύεται· τοῖς γοῦν ἄλλοις μάρτυσιν αὐτῶν τὸ δόξαν τοῦ Χριστοῦ πολύμορφον, ἀφορμὴ τῆς φασματώδους δόξης αὐτῶν γέγονεν. τούτῳ δὲ ποία πολυμορφία ἢ πολυειδία τῆς ἑκάστου τῶν ἁγίων εἰδέας ἐξευρεθήσεται, μιᾶς καὶ τῆς αὐτῆς ἑκάστῳ ἐνούσης κατὰ τὸ ἰδιάζον τοῖς ἀφοριστικοῖς γνωρίσμασιν, ἵνα ταύτῃ καὶ τὸ μὴ γράφεσθαι κατασκευάζοιτο; ἢ κἀνταῦθα τὸ ἀπερίγραπτον αὐτῶν προστήσεται; ἀλλ' οὐκ ἀσυμφανὲς ὅτι, ὥσπερ ἔχθιστοι τῆς Χριστοῦ οἰκονομίας, οὕτω καὶ τῶν ἁγίων οἱ δυσμενέστατοι τυγχάνουσιν, ἵνα καὶ πάλιν ὑβριζομένῳ Χριστῷ συνυβρίζωνται, ὥσπερ καὶ πρὶν παθόντι ὑπὲρ ἡμῶν συνέπαθον, καὶ αὖθις συνδοξασθῶσιν, καὶ ἐν ζῶσιν μάρτυρες καὶ ἐν εἰκόσιν μάρτυρες. οὐδαμῶς οὖν ταῦτα Χριστιανοῦ φιλομάρτυρος. πόθεν, κἂν τὰς ἀρετὰς αὐτῶν προΐσχεσθαι σχηματίζωνται; οὕτω γὰρ βαρὺς αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος, καὶ οἱ ἅγιοι φευκτοὶ καὶ ἀπόπεμπτοι κἀν τοῖς ὁμοιώμασιν αὐτῶν δεικνύμενοι. ἐπειδὴ δὲ οἱ ἀσύνετοι οὐ συνιᾶσιν τὸ ἐν τοῖς μάρτυσιν αὐτῶν ἀσύμφωνον καὶ ἀσύμβατοντολμῶσι γὰρ καὶ τῶν θείων ἡμῶν πατέρων φωνὰς παραπεποιημένας ἢ κακῶς νοηθείσας παράγειν, φέρε τὰς γνησίας αὐτῶν φωνὰς τούτοις ἡμεῖς ἀντιπαραθέμενοι, μὴ δὲ γὰρ ἄλλοθεν ἢ ἐντεῦθεν τόν τε συνασπισμὸν αὐτῶν διαλύσωμεν καὶ τὸ λοιπὸν ἐληλεγμένους τῆς παρανοίας καὶ ἀφροσύνης αὐτοὺς ἀποδείξωμεν· ἰδοὺ γὰρ ἐπὶ θύραις ἑστήκασιν οὐ συνήγοροι, ἀλλὰ κατήγοροι, λόγοις παίοντες ἀληθείας καὶ παραδειγματίζοντες τοὺς δόλους τῶν παρανόμων καὶ τὴν ὑπόκρισιν· ὅπως τε παρειλήφασιν ταῦτα καὶ ἑωράκεσαν, μεγαλοφώνως βοῶντες, καὶ ἄλλοις παραδιδόναι προήχθησαν. 96 καὶ ἡγείσθω ὁ μέγας Ἰωάννης ὁ τῆς βασιλίδος ἀρχιερεὺς ὁ Χρυσόστομος ἐν τῷ εἰς τὸν Ἰὼβ λόγῳ τοιαῦτα φάσκων· Ὡς γὰρ ἐπὶ τῶν ἄλλων μαρτύρων ἔνι πολλάκις ἰδεῖν ἐν γραφῇ τὰ παθήματα, καὶ τοῖχος ἕστηκεν διηγούμενος τοὺς ἀγῶνας τοῦ μάρτυρος καὶ γραφέων χεῖρες πομπεύουσιν τῆς ἀρετῆς τὴν ὑπόμνησιν, οὕτως κἀνταῦθα. 97 τὰ παραπλήσια δὲ καὶ ἐν τοῖς εἰς τὸ ἔνδυμα τοῦ ἱερέως αὐτῷ πέφρασται· Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων νέφη· εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυῒδ ἀληθεύοντα· Κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. 98 τοιαῦτα καὶ εἰς τὸν ἱερὸν Μελέτιον τῆς Ἀντιόχου ἀρχιερέα εἰρημένα αὐτῷ, ἐνορᾶν πάρεστιν· Οὐ πρὸς τὸ ὄνομα δὲ τοσοῦτον ἐπάθετε πόθον μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸν τοῦ σώματος τὸν τύπον. ὅπερ οὖν ἐν ὀνόμασιν ἐποιήσατε, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος ἐπράξατε τῆς ἐκείνου· καὶ γὰρ ἐν δακτυλίων σφενδόναις καὶ ἐν ἐκπώμασιν καὶ ἐν θαλάμων τοίχοις καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην διεχάραξαν πολλοί, ὡς μὴ μόνον ἀκούειν τῆς ἁγίας προσηγορίας ἐκεί νης, ἀλλὰ καὶ καθορᾶν αὐτοῦ πανταχοῦ τοῦ σώματος τὸν τύπον καὶ διπλῆν τινα τῆς ἀποδημίας ἔχειν παραμυθίαν. 99 ὅπως δὲ αὐτὸς ὁ ἱερὸς ἡμῶν διδάσκαλος πολλοῦ ἐτίμα τὰ τῶν ἁγίων ἐκτυπώματα δηλώσει ἡμῖν καὶ τὰ ἐν τῷ βίῳ αὐτοῦ τῷ ἐνθέῳ συγγεγραμμένα, ὧδέ πως ἔχοντα· Ἠγάπα δὲ ὁ μακάριος Ἰωάννης τὰς ἐπιστολὰς τοῦ σοφωτάτου Παύλου ἄγαν. καὶ μετ' ὀλίγα· Ἦν δὲ καὶ τὸ ἐκτύπωμα τοῦ ἀποστόλου Παύλου ἔχων ἐν εἰκόνι ἔνθα ἀνεπαύετο διὰ τὴν τοῦ σώματος ἀσθένειαν βραχύ τι (ἦν γὰρ πολυάγρυπνος ὑπὲρ φύσιν), καὶ ἡνίκα διήρχετο τὰς ἐπιστολὰς αὐτοῦ, ἐνητένιζεν αὐτῇ καὶ ὡς ἐπὶ ζῶντος αὐτοῦ οὕτως προσεῖχεν αὐτῷ, μακαρίζων αὐτόν, καὶ ὅλον αὐτοῦ τὸν λογισμὸν πρὸς αὐτὸν εἶχεν φανταζόμενον καὶ διὰ τῆς θεωρίας αὐτῷ ὁμιλῶν. καὶ μεθ' ἕτερα· Ὡς δὲ ἐπαύσατο ὁ Πρόκλος λαλῶν, ἀτενίσας τῇ εἰκόνι τοῦ ἀποστόλου καὶ θεασάμενος τὸν χαρακτῆρα αὐτοῦ ὅμοιον τοῦ ὀφθέντος αὐτῷ, βαλὼν μετάνοιαν τῷ Ἰωάννῃ, δακτυλοδεικτῶν τὴν εἰκόνα, εἶπεν·" Συγχώρησόν μοι, πάτερ· ὃν εἶδον λαλοῦντά σοι ὅμοιός ἐστιν τούτῳ· ὡς δὲ ὑπολαμβάνω, καὶ αὐτός ἐστιν." 100 συμφθεγγέσθω τούτοις καὶ ὁ θεῖος Βασίλειος καὶ ὑποτιθέσθω τοῖς ζωγράφοις καὶ προσταττέτω διανίστασθαι καὶ ταῖς παρ' ἑαυτῶν τέχναις καὶ τοῖς χρώμασιν περιλάμψαντας μεγαλύνειν τοὺς μάρτυρας καὶ τοὺς ἄθλους αὐτῶν. οὐ μὴν δέ γε ἀλλὰ καὶ ἡττᾶσθαι τὸν λόγον ὑπὸ τῆς τέχνης ὁμολογείτω· ἅπερ γράφοντα αὐτὸν εἰς τὸν ἅγιον μάρτυρα Βαρλαὰμ ἔγνωμεν, ἆρ' οὖν οὐ παρείληφεν; ἢ ὡς παρειληφὼς καὶ τοῖς μετ' αὐτὸν ὡσαύτως ποιεῖν μεταδίδωσιν, ἀξίως τῆς οἰκείας ἀρετῆς πράττων καὶ τῆς εἰς τοὺς μάρτυρας τιμῆς, ἤδη δὲ καὶ εἰς δόξαν τοῦ τῶν μαρτύρων θεοῦ; ἔχει δὲ τὰ γεγραμμένα οὕτως· Ἀνάστητέ μοι, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι· τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις· ἀμαυρότερον παρ' ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ' ὑμῶν νενικημένος γραφῇ· χαίρω τῇ τοιαύτῃ τῆς ὑμετέρας ἰσχύος σήμερον ἡττώμενος νίκῃ· ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ' ὑμῶν γραφομένην τὴν πάλην· ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. κλαυσάτωσαν δαίμονες καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι. φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. ἐμφανὲς οὖν ὡς καὶ ὁ μέγας οὗτος διδάσκαλος διατρανοῖ ἐναργέστερόν πως δεικνύειν τὴν τῶν πραγμάτων ἀλήθειαν τὰ παρὰ τῆς τῶν ζωγράφων τέχνης γραφόμενα, κἂν οἱ τὴν διάνοιαν βεβουκολημένοι ἐπ' ἀλληγορίαις ἀνοήτως τρέπονται καὶ πρὸς μυθοποιΐας ἐκφέρονται φάσματα, φρενὸς ἐκστάντες ἅμα καὶ πίστεως καὶ πόρρω τῆς τοῦ διδασκάλου ἐννοίας ἀπαγόμενοι, τὰς τοιαύτας φωνὰς τροπικῶς, ὥσπερ ὀνειροπολοῦντες, παρεξηγούμενοι. 101 ἀδελφὰ τοῖς τοῦ διδασκάλου λόγοις καὶ ὁ ἀδελφὸς εἰσηγείσθω Γρηγόριος ὁ τῆς Νυσαέων ἱεράρχης, περιπαθῶς ἐπὶ τῇ θυσίᾳ τῇ κατὰ τὸν πατριάρχην Ἀβραὰμ διακείμενος, καὶ δὴ καὶ λεγέτω· Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον, ἐναργῶς τῆς τέχνης ὑπ' ὄψιν ἀγούσης τὴν ἱστορίαν. πρόκειται ὁ Ἰσαὰκ παρ' αὐτὸ τὸ θυσιαστήριον ὀκλάσας ἐπὶ τὸ γόνυ καὶ περιηγμένας ἔχων εἰς τοὐπίσω τὰς χεῖρας· ὁ δὲ ἐπιβεβηκὼς κατόπιν τῷ παιδὶ τῆς ἀγκύλης καὶ τῇ ἀριστερᾷ χειρὶ τὴν κόμην τοῦ παιδὸς πρὸς ἑαυτὸν ἀνακλάσας, ἐπικύπτει τῷ προσώπῳ ἐλεεινῶς πρὸς αὐτὸν ἀποβλέποντι, καὶ τὴν δεξιὰν καθωπλισμένος τῷ ξίφει πρὸς τὴν σφαγὴν κατευθύνει, καὶ ἅπτεται ἤδη τοῦ σώματος ἡ τοῦ ξίφους ἀκμή, καὶ τότε αὐτῷ γίνεται θεόθεν φωνή, τὸ ἔργον κωλύουσα. 102 ὁ αὐτὸς δὴ οὗτος πατὴρ ἐν τοῖς εἰς τὸν ἅγιον μάρτυρα Θεόδωρον τοιάδε διεξέρχεται· Ὁ ἐλθὼν τοίνυν εἴς τι χωρίον ὅμοιον τούτῳ ἔνθα σήμερον ὁ ἡμέτερος σύλλογος, ὅπου μνήμη δικαίου καὶ ἁγίων λείψανα, πρῶτον μὲν τῇ μεγαλοπρεπείᾳ τῶν ὁρωμένων ψυχαγωγεῖται, οἶκον βλέπων ὡς θεοῦ ναὸν ἐξησκημένον λαμπρῶς τῷ μεγέθει τῆς οἰκοδομῆς καὶ τῷ κάλλει τῆς ἐπικοσμήσεως· ἔνθα καὶ τέκτων εἰς ζῴων φαντασίαν τὸ ξύλον ἐμόρφωσεν καὶ λιθοξόος εἰς ἀργύρου λειότητα τὰς πλάκας ἐπέξεσεν. ἐπέχρωσέν τε καὶ ζωγράφος τὰ ἄνθη τῆς τέχνης, ἐν εἰκόνι διαγραψάμενος τὰς ἀριστείας τοῦ μάρτυρος, τὰς ἐνστάσεις, τὰς ἀλγηδόνας, τὰς θηριώδεις τῶν τυράννων ἐπηρείας, τὴν φλογοτρόφον ἐκείνην κάμινον, τὴν μακαριωτάτην τελείωσιν, τοῦ ἀγωνοθέτου Χριστοῦ τῆς ἀνθρωπίνης μορφῆς τὸ ἐκτύπωμα· πάντα ἡμῖν ὡς ἐν βιβλίῳ τινὶ γλωττηφόρῳ διὰ χρωμάτων τεχνουργησάμενος, σαφῶς διηγόρευσεν τοὺς ἀγῶνας τοῦ μάρτυρος καὶ ὡς λειμῶνα λαμπρὸν τὸν νεὼν κατηγλάϊσεν· οἶδεν γὰρ καὶ γραφὴ σιωπῶσα ἐν τοίχῳ λαλεῖν καὶ τὰ μέγιστα ὠφελεῖν· καὶ ὁ τῶν ψηφίδων συνθέτης ἱστορίας ἄξιον πεποίηκεν τὸ πατούμενον ἔδαφος. καὶ ὁ τοῖς αἰσθητοῖς οὕτω φιλοτεχνήμασιν ἐνευπαθήσας τὴν ὄψιν ἐπιθυμεῖ λοιπὸν καὶ αὐτῇ πλησιάσαι τῇ θήκῃ, καὶ ἁγιασμὸν καὶ εὐλογίαν τὴν ἐπαφὴν εἶναι πιστεύων. εἰ δὲ καὶ κόνιν δέον φέρειν τὴν ἐπικειμένην τῇ ἐπιφανείᾳ τῆς ἀναπαύσεως, ἀεὶ δῶρον ὁ χοῦς λαμβάνεται καὶ ὡς κειμήλιον ἡ γῆ θησαυρίζεται· τοῦ γὰρ αὐτοῦ λειψάνου προσάψασθαι, εἴ ποτέ τις ἐπιτυχία παράσχῃ τὴν ἐξουσίαν, ὅπως ἐστὶν πολυπόθητον καὶ εὐχῆς τῆς ἀνωτάτω δῶρον, ἴσασιν οἱ πεπειραμένοι καὶ τῆς τοιαύτης ἐμφορηθέντες δυνάμεως. ὡς σῶμα γὰρ ἀνθοῦν οἱ βλέποντες κατασπάζονται, τοῖς ὀφθαλμοῖς, τῷ στόματι, ταῖς ἀκοαῖς, πάσαις ταῖς αἰσθήσεσιν προσάγοντες, ἢ τὸ τῆς εὐσεβείας καὶ τοῦ πάθους προχέοντες δάκρυον· ὡς ὁλοκλήρῳ καὶ φαινομένῳ τῷ μάρτυρι τὴν τοῦ πρεσβεύειν ἱκεσίαν προσάγουσιν, ὡς δορυφόρον τοῦ θεοῦ παρακαλοῦντες αὐτόν, ὡς λαμβάνοντα τὰς δωρεὰς ὅταν ἐθέλῃ ἐπικαλούμενος. 103 τούτοις σύνδρομα καὶ εἰς τὸν ἅγιον μάρτυρα διέξεισιν Βασιλίσκον τοιάδε λέγων· Τὰ μὲν περὶ τῆς ὑπομονῆς τοῦ ἀνδρός, ὅσα περὶ διηγήσεως, ταῦτα ἴσμεν· ἅτινα εἶδον ἐγὼ πολλάκις ἐν τοίχῳ γραφέντα καὶ φοβοῦντα πρὸ τῆς πείρας τοὺς ἀγνοοῦντας τῇ πείρᾳ τε τῆς βασάνου τὸ ἀφόρητον δεικνύντα· οἶδεν γὰρ καὶ γραφὴ σιωπῶσα λαλεῖν καὶ τὰ μέγιστα ὠφελεῖν. 104 ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος ἀναφαινέσθω· οὗτος δὴ τὸν μέγαν Βασίλειον πλείστοις καὶ μεγίστοις ἐγκωμίοις ἐπάρας, τὴν ἐκ τῶν λόγων καταβαλλόμενος δύναμιν καὶ ἡττᾶσθαι ὑπὸ τῆς μεγαλοφυΐας καὶ ἀρετῆς τοῦ ἀνδρὸς διομολογήσας, εἰκόνι τοῦτον γεραίρειν ἔδοξεν, ἐμφανέστερον παριστῶν ἐκεῖθεν τὰ τοῦ πόθου· ἣν ἀναθεὶς αὐτῷ καὶ ἡρωϊκοῖς μέτροις καὶ ἐλεγείοις ἐφαίδρυνεν, ὡς ζῶντι προσφθεγγόμενος τῷ γεγραμμένῳ· ὧν τοὺς τελευταίους παραθέντες στίχους, τοὺς λοιποὺς τοῖς βουλομένοις ἐντυγχάνειν καὶ τὴν τῶν ἀγίων ἀναμανθάνειν δόξαν παρήσομεν. ἔχουσι δὲ ὧδε· Χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, γρηγορίου τόδ' ἐστιν γράμμ' ἐπιτυμβίδιον, μῦθος δ' ὃν φιλέεσκες, ἔχοις χρέος, ὦ Βασίλειε, τῆς φιλίης καὶ σοὶ δῶρον ἐπευκτότατον. Γρηγόριος, Βασίλειε, τεῇ εἰκόνι τήνδ' ἀνέθηκα τῶν ἐπιγραμματίων, θεῖε, δυωδεκάδα. 105 τούτοις ἑπέσθω Ἀστέριος ὁ τῆς Ἀμασέων γεγονὼς πρόεδρος θαυμαστῶς ὅπως μουσουργῶν ἐκείνην τὴν ἔκφρασιν, ὄπα λειριόεσσαν ἱείς, ὡς ἄν τις εἴποι ποιητικῶς, καὶ τεθεάσθω πάλιν τὴν ἱερὰν ἐκείνην γραφὴν τῆς πανευφήμου μάρτυρος καὶ τὴν τέχνην θαυμαζέτω τὴν τῶν ζωγράφων καὶ εἰς μέγα αἴρειν πειράσθω, καὶ τοὺς λόγους παρεξεταζέτω τῇ τέχνῃ ὡς οὐ φαυλότερα μουσοπόλων τὰ φάρμακα καὶ καταρχέτω τοῦ λόγου ὧδέ πῃ ἔχοντος· Πρώην μέν, ὦ ἄνδρες, Δημοσθένην εἶχον ἐν χερσὶν τὸν δεινόν, καὶ Δημοσθένους ἐκεῖνα ἔνθα δὴ τὸν Αἰσχίνην πικροῖς βάλλει τοῖς ἐνθυμήμασιν· ἐγχρονίσας δὲ τῷ λόγῳ καὶ πυκνωθεὶς τὴν διάνοιαν, ἀνέσεως ἐδεόμην καὶ περιπάτου ὥστε μοι λυθῆναι μικρὸν τῆς ψυχῆς τὸ πονούμενον· προελθὼν δὲ τοῦ δωματίου καὶ ὀλίγα τοῖς γνωρίμοις συμβαδίσας ἐπ' ἀγορᾶς, ἐκεῖθεν εἰς τὸ τοῦ θεοῦ τέμενος ἀφικόμην εὐξόμενος ἐν σχολῇ. ὡς δὲ καὶ τούτου τυχὼν ἕνα δὴ τῶν ὑποστέγων δόμων ἐβάδιζον, εἶδον ἐκεῖ γραφήν τινα καί με κατ' ἄκρας εἷλεν ἡ θέα· Εὐφράνορος ἂν εἶπες εἶναι τὸ φιλοτέχνημα ἤ τινος ἐκείνων τῶν παλαιῶν, οἳ τὴν γραφικὴν ἦραν εἰς μέγα, ἐμψύχους ὀλίγου δέοντος ἐργασάμενοι πίνακας. δεῦρο δ' εἰ βούλεικαὶ γὰρ σχολὴ νῦν διηγήματοςφράσω σοι τὴν γραφήν· οὐδὲ γὰρ φαυλότερα πάντως τῶν ζωγράφων οἱ μουσῶν παῖδες ἔχομεν φάρμακα. γυνή τις ἱερὰ παρθένος ἀκήρατον θεῷ τὴν σωφροσύνην καθιερώσασα (Εὐφημίαν καλοῦσιν αὐτήν), τυράννου δέ ποτε τοὺς εὐσεβοῦντας ἐλαύνοντος, μάλα προθύμως τὸν ἐπὶ θανάτῳ εἵλετο κίνδυνον· οἱ δὲ δὴ πολῖται καὶ κοινωνοὶ τῆς θρησκείας ὑπὲρ ἧς ἐτελεύτησεν, ὡς ἀνδρείαν ὁμοῦ καὶ ἱερὰν τὴν παρθένον θαυμάσαντες, πλησίον τοῦ ἱεροῦ τὴν θήκην δειμάμενοι καταθέμενοί τε τὴν λάρνακα, τιμὰς τελοῦσιν αὐτῇ, καὶ τὴν ἐτήσιον ἑορτὴν κοινὴν καὶ πάνδημον ποιοῦνται πανήγυριν. οἱ μὲν οὖν τῶν τοῦ θεοῦ μυστηρίων ἱεροφάνται καὶ λόγῳ τιμῶσιν τὴν μνήμην ἀεί, καὶ ὅπως ἐξετέλεσεν τὸν τῆς καρτερίας ἀγῶνα, ἐπιμελῶς τοὺς συνιόντας λαοὺς ἐκδιδάσκουσιν· ὁ δὲ δὴ ζωγράφος εὐσεβῶν καὶ αὐτὸς διὰ τῆς τέχνης τὰ κατὰ δύναμιν πᾶσαν τὴν ἱστορίαν ἐν σινδόνι χαράξας, αὐτοῦ που περὶ τὴν θήκην ἱερὸν ἀνέθηκε θέαμα. ἔχει δὲ ὧδε τὸ φιλοτέχνημα· ὑψηλὸς ἐπὶ θρόνου καθίδρυται δικαστής, πικρὸν καὶ δυσμενὲς βλέπων εἰς τὴν παρθένον (ὀργίζεται γὰρ ὅταν ἐθέλοι κἀν ταῖς ἀψύχοις ὕλαις ἡ τέχνη), δορυφόροι δὲ τῆς ἀρχῆς καὶ στρατιῶται πολλοί, οἱ μὲν τῶν ὑπομνημάτων ὑπογραφεῖς δέλτους φέροντες καὶ γραφίδας· ὧν θάτερος ἀναρτήσας ἀπὸ τοῦ κηροῦ τὴν χεῖρα, βλέπει πρὸς τὴν κρινομένην σφοδρῶς, ὅλον ἐκκλίνας τὸ πρόσωπον ὥσπερ παρακελευόμενος γεγωνότερον λαλεῖν, ἵνα μὴ κάμνων περὶ τὴν ἀκοὴν ἐσφαλμένα γράφῃ καὶ ἐπιλήψιμα. ἕστηκεν δὲ ἡ παρθένος ἐν φαιῷ χιτῶνι καὶ ἱματίῳ τὴν φιλοσοφίαν σημαίνουσα, ὡς μὲν ἔδοξεν τῷ γραφεῖ, καὶ τὴν ὄψιν ἀστεία, ὡς δὲ ἐμοὶ δοκεῖ, τὴν ψυχὴν κεκαλλωπισμένη ταῖς ἀρεταῖς. ἄγουσι δὲ αὐτὴν πρὸς τὸν ἄρχοντα δύο στρατιῶται, ὁ μὲν ἕλκων ἐπὶ πρόσω, ὁ δὲ κατόπιν ἐπείγων. κεκραμένον τῆς παρθένου τὸ ἦθος αἰδοῖ καὶ στερρότητι, νεύει μὲν γὰρ εἰς γῆν ὥσπερ ἐρυθριῶσα τὰς ὄψεις τῶν ἀρρένων, ἕστηκεν δὲ ἀκατάπληκτος, οὐδὲν πάσχουσα πρὸς τὸν ἀγῶνα δεινόν. ὡς ἔγωγε τοὺς ἄλλους τέως ἐπῄνουν ζωγράφους, ὅταν ἐθεασάμην τῆς γυναικὸς ἐκείνης τῆς Κολχίδος τὸ δρᾶμα, ὅπως μέλλουσα τοῖς τέκνοις ἐπιφέρειν τὸ ξίφος ἐλέῳ καὶ θυμῷ μερίζει τὸ πρόσωπον· καὶ θάτερος μὲν τῶν ὀφθαλμῶν τὴν ὀργὴν ἐμφανίζει, θάτερος δὲ τὴν μητέρα μηνύει φειδομένην καὶ φρίττουσαν, νῦν δὲ τὸ θαῦμα ἀπ' ἐκείνης τῆς ἐννοίας πρὸς ταύτην μετέθηκα τὴν γραφήν· καὶ σφόδρα γε ἄγαμαι τοῦ τεχνίτου ὅτι μᾶλλον ἔμιξε τῶν χρωμάτων τὸ ἦθος, αἰδῶ τε ὁμοῦ καὶ ἀνδρείαν κεράσας, πάθη κατὰ φύσιν μαχόμενα. προβαινούσης δὲ εἰς τὸ πρόσω τῆς μιμήσεως, δήμιοί τινες ἐν χιτωνίσκοις γυμνοὶ ἤδη ἤρχοντο τοῦ ἔργου· καὶ ὁ μὲν δραξάμενος τῆς κεφαλῆς καὶ ἀνακλίνας εἰς τὸ κατόπιν, παρεῖχεν τῷ ἑτέρῳ εὐτρεπὲς εἰς τιμωρίαν τῆς παρθένου τὸ πρόσωπον, ὁ δὲ παραστὰς ἐξέκοπτε τῶν ὀδόντων· σφύρα δὲ καὶ τέρετρον φαίνεται τῆς τιμωρίας τὰ ὄργανα. δακρύω δὲ τὸ ἐντεῦθεν καί μοι τὸ πάθος ἐπικόπτει τὸν λόγον· τὰς γὰρ τοῦ αἵματος σταγόνας οὕτως ἐπέχρωσεν ὁ γραφεύς, ὥστε εἴποις ἂν προχεῖσθαι τῶν χειλέων ἀληθῶς καὶ θρηνήσας ἀπέλθοι. δεσμωτήριον μεταταῦτα· καὶ πάλιν ἡ παρθένος σεμνὴ ἐν τοῖς φαιοῖς ἱματίοις κάθηται μόνη, ἐκτείνουσα τὼ χεῖρε πρὸς οὐρανὸν καὶ καλοῦσα θεὸν ἐπίκουρον τῶν δεινῶν. εὐχομένῃ δὲ αὐτῇ φαίνεται ὑπὲρ κεφαλῆς τὸ σημεῖον, ὃ δὴ νόμος Χριστιανοῖς προσκυνεῖν τε καὶ ἐπιγράφεσθαι, σύμβολον οἶμαι τοῦ πάθους ὅπερ αὐτὴν ἐξεδέχετο. εὐθὺς γοῦν καὶ μετ' ὀλίγον πῦρ ἀλλαχοῦ σφοδρὸν ὁ ζωγράφος ἀνῆψεν, ἐρυθρῷ χρώματι ἔνθεν καὶ ἔνθεν ἐπιλαμφθέντι σωματοποιήσας τὴν φλόγα, ἵστησιν δὲ μέσην αὐτήν, τὰς μὲν χεῖρας πρὸς οὐρανὸν διαπλώσασαν, ἀχθηδόνα δὲ οὐδεμίαν ἐπιφαίνουσαν τῷ προσώπῳ, ἀλλὰ τοὐναντίον γεγηθυῖαν ὅτι πρὸς τὴν ἀσώματον καὶ μακαρίαν ἐξεδήμει ζωήν. μέχρι τούτου καὶ ὁ ζωγράφος ἔστησεν τὴν χεῖρα κἀγὼ τὸν λόγον· ὥρα δέ σοι καὶ αὐτήν, εἰ βούλει, τελέσαι τὴν γραφήν, ἵνα κατίδῃς ἀκριβῶς, εἰ μὴ πολὺ κατόπιν τῆς ἐξηγήσεως ἤλθομεν. 106 τί πρὸς ταῦτα φατέ; ἆρα συνήγοροι ἀλλήλοις οἱ συγκεκλημένοι παρ' ὑμῖν μάρτυρες; ἢ οὐχὶ δὴ μᾶλλον τὴν εἰς ἄκρον ἀντίθεσιν ἔχει τά τε παρὰ τῶν θεοφόρων ἡμῖν ἐγνωσμένα πατέρων καὶ ἅπερ τοῦ παρ' ὑμῖν κεχειροτονημένου Ἰουδαιόφρονος Θεοδότου ἡ χρῆσις φέρει; ὁπότερα μὲν οὖν ἑλέσθαι τούτων, τῆς ὑμῶν ἀβελτηρίας ἠρτήσθω· παρὰ γὰρ τοῖς σωφρονοῦσιν φανερὸν καθίσταται ὅτι καὶ ἦν ἐξ ἀρχῆς τὰ τῶν ἁγίων ὁμοιώματα καὶ παρείληπται ἐν τῇ ἐκκλησίᾳ παρὰ Χριστιανοῖς, οἷς μάλιστα πλέων ὁ πόθος ὁ πρὸς τοὺς ἁγίους καὶ τὸ σέβας ἐνήκμασεν. ὁ γοῦν μὴ παρειληφώς, οὐδὲ Χριστιανός, καὶ μάτην ὁ δυσσεβὴς οὗτος καὶ ἄφρων ἀναισθητεύεται. 107 πολλῶν δὲ καὶ ἀπείρων λόγων δυναμένων λεχθῆναι, οἳ καὶ τὴν παραδοχὴν καὶ τὸ γέρας ἡμῖν τῶν λεγομένων παριστῶσιν, τοῖς συγκεκλημένοις παρ' αὐτῶν ἀρκεσθησόμεθα, τῶν ἑξῆς δὲ τοῦ χριστομάχου λόγων ἐχόμεθα· ἀλλὰ τὰς τούτων ἀρετάς, φησίν, διὰ τῶν ἐν γραφαῖς περὶ αὐτῶν δηλουμένων οἷόν τινας ἐμψύχους εἰκόνας ἀναμάττεσθαι δεδιδάγμεθα, ἐκ τούτου πρὸς τὸν ὅμοιον αὐτοῖς διεγειρόμενοι ζῆλον. ἔοικεν ὅλος Ἰουδαῖος ὑπάρχων καὶ τοῦ παλαιοῦ ἀντεχόμενος γράμματος· οὕτω γὰρ αὐτὸν φρονοῦντα ἡ διὰ τῶν ἐν γραφαῖς περὶ τῶν ἁγίων δηλουμένων παρίστησι πρόσρησις τῶν περὶ τὸν Ἀβραὰμ τάχα καὶ Μωσέα καὶ τοὺς προφήτας (οὐ γὰρ ἂν ἑτέρως παρὰ τὸ δοκοῦν τοῖς τῆς ἐκκλησίας διδασκάλοις ἐδογμάτιζεν, εἰ μὴ τῷ Ἰουδαίων κρατούμενος ἔθει), οἷς πάλαι νενομοθέτητο μὴ δεῖν εἰκόνα παντὸς ποιεῖν ὁμοιώματος τῶν ὅσα ἐν οὐρανῷ καὶ γῇ καὶ τοῖς ὕδασιν. ἐπεὶ τίνος ἕνεκεν τὰς μὲν ἀρετὰς τῶν ἁγίων διὰ τῶν γεγραμμένων ἐναπομάττεσθαι οὕτω δεδιδαγμένον τίθεται, τὰς δὲ τούτων εἰδέας γράφεσθαι ἀπαναίνεται, εἰ μὴ τῇ νομικῇ παχύτητι καὶ τῇ σκιᾷ τοῦ γράμματος προσκαθέζεται; καὶ οὕτω τις τοῦτο εἴσεται. εἰ γὰρ αἱ ἀρεταὶ τῶν ἁγίων οἱονεὶ εἰκόνες ἔμψυχοι διὰ τῶν γεγραμμένων δείκνυνται, τὰ κατορθοῦντα τὰς ἀρετὰς σώματα, πόσῳ δικαιότερον κατὰ τὰς εἰδέας αὐτῶν εἰκονίζεσθαι, ὅσῳ καὶ σῶμα πράξεως ἀναγκαιότερόν τε καὶ τιμιώτερον, ὡς τὰ μὲν ἐνεργοῦντα τὰ δὲ ἐνεργούμενα, καὶ τὰ μὲν ἀποτελοῦντα τὰ δὲ ἀποτελούμενα, καὶ αἴτια καὶ πρῶτα αἰτιατῶν καὶ δευτέρων τῶν ἔργων ὄντων; εἰ γοῦν μὴ ταῦτα οὕτως ἔχοι, καὶ οἶκος καὶ ναῦς καὶ κλίνη τοῦ κατασκευάσαντος οἰκοδόμου καὶ τέκτονος τιμιώτερα. καὶ αἱ μὲν ἀρεταὶ οἷα πράξεις τυγχάνουσαι περὶ τὰ σώματα τὸ ἐπιεικὲς καὶ πρακτικὸν αὐτῶν παραδηλοῦσιν, αἱ εἰδέαι δὲ αὐτὰ τὰ σώματα ἤγουν αὐτοὺς τοὺς ἁγίους ἡμῖν ἐμφανίζουσιν, ὁποῖοί τε ὄντες ἐτύγχανον καὶ ὅπως εὐανδρίας εἶχον καὶ γενναιότητος. καὶ εἰ τὰ ἄψυχα καὶ ἀνείδεα εἰκόνων λόγον αὐτοῖς ἀποπληροῦσιν, ἐπινοίᾳ τινὶ καὶ τροπικῶς σχηματιζόμενα, τὰ ἔμψυχα καὶ εἰδοπεποιημένα καὶ ἃ πέφυκε κυρίως γράφεσθαι καὶ τοιαύτην ἔλαχε φύσιν, πῶς οὐκ εἰκονισθήσεται; ἢ πῶς οὐκ εὔλογον δι' αὐτὸ τοῦτο μάλιστα, τὴν ὑπερβάλλουσαν ἀρετὴν φημί, τοὺς ἁγίους γράφεσθαι; καὶ γὰρ ἐκ τῶν εἰκονογραφουμένων λαμπρότερον καί, ὡς ἂν εἴποι τις, αὐτόχρημα ταῦτα παραδείκνυνται, ὥσπερ παρόντων αὐτῶν καὶ ἐναθλούντων τοῖς σκάμμασιν καὶ τὰς καθέκαστον ἀριστείας καὶ πράξεις καὶ οὓς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας ἀνεστήσαντο. εἰ δὲ ἀνθρώπων πλεῖστοι μικρόν τι κατωρθωκότες ἐν τῷ βίῳ περί τε πολέμους καὶ ἕτερα ἐμπρέψαντες ἀνδραγαθήματα, καὶ τούτων τινὲς μιαροὶ τυχὸν καὶ ἄθεοι, βαφαῖς τε καὶ χρώμασιν ψηφῖσί τε λαμπραῖς ἔσθ' ὅτε ἀνεστήλωνται, πῶς οὐ δικαιότερον τὰς ὑπὲρ λόγον καὶ φύσιν τῶν ἁγίων πράξεις καὶ αὐτούς γε τοὺς ἁγίους κατὰ τὸν ἶσον γράφεσθαι τρόπον; ἆρ' οὖν οὐχὶ καὶ αὗται αἱ γραφαὶ πρὸς ζῆλον τοὺς ὁρῶντας διανιστῶσιν καὶ μίμησιν; πάνυ μὲν οὖν, εἴποι τις.