Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 10 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.2.1
Ὁ οὖν στρατηγὸς τὴν ἐξέλευσιν αὐτῶν καταμηνυόμενος, τὰς παρανομὰς ἀποστελλέτω καὶ πάντα ποιείτω κατὰ τὴν ἀνωτέρω διάταξιν. Καὶ εἰ μὲν εὐχερές ἐστι τῷ στρατηγῷ τοὺς εἰς τὴν λείαν ἐκδραμόντας διεσκεδασμένους καταλαβεῖν καὶ τούτους κατατροπώσασθαι, ἔργῳ τοῦτο σπευσάτω πληρῶσαι· εἰ δὲ διά τινα σφάλματα καὶ τὰς συμβαινούσας ἐναντιώσεις ἐμπόδιον προσυπαντήσει αὐτῷ, εἰς τὸν κατὰ τοῦ φοσσάτου πόλεμον παρασκευασθήτω, καὶ τὸν τόπον ἐν ᾧ τὰς σκηνὰς ἐπήξαντο ἀκριβῶς διασκοπησάτω, μή ποτε ποταμός ἐστιν ἀσφάλειαν αὐτοῖς προξενῶν ἢ ῥύαξ. Καὶ πρὸς τὴν θέσιν τοῦ τόπου δεῖ καὶ αὐτὸν παρασκευασθῆναι, καὶ σπουδῇ πολλῇ πρὸς ἑαυτὸν τὸ πεζικὸν στράτευμα, εἰ δυνατόν, ἐπισυναγαγεῖν.
10.3.1
Προσδοκῶντος δὲ τοῦ στρατηγοῦ τὴν τούτων ἀποκίνησιν καὶ ἐν ἑτέρῳ ἀπλήκτῳ μετάβασιν, εἰ τυχὸν δι' αὐτομόλων τοῦτο πυνθανομένου, δέον ἱππεῖς ἀποστεῖλαι νυκτός, ἀρχηγοὺς ἔχοντας τῶν ἐμπείρων ἀνδρῶν καὶ ἀξιολόγων, καὶ δύο ἐγκρύμματα παρασκευάσαι ἔνθεν κἀκεῖθεν τῆς ὁδοῦ, δι' ἧς γενήσεται ἡ τῶν πολεμίων διέλευσις. Ἐξ αὐτῶν δὲ τῶν ἀποσταλέντων ἑκατὸν ἄνδρας ἐπιλεξάμενος εἰς λόχον καταστησάτω, χωρία φυλάττοντας τὰ πλησίον τῆς παρόδου τῶν πολεμίων διακείμενα. Καὶ αὐτὸν δὲ τὸν στρατηγὸν χρὴ ἐν ἐπιτηδείῳ τόπῳ μετὰ παντὸς τοῦ λαοῦ αὐτοῦ ἵστασθαι κεκρυμμένον καὶ ἐκ περιωπῆς ἐφορῶντα τὴν τῶν πολεμίων διάβασιν.
10.4.1
Οἱ οὖν ἱππεῖς τῶν πολεμίων, οἱ εἰς συλλογισμὸν χρειῶν τὰ χωρία διερευνώμενοι τὰ πλησίον τούτοις συμπαρακείμενα, ἡνίκα ἐν τοῖς φυλαττομένοις χωρίοις εἰσέλθωσι καὶ τῶν ἵππων ἀποβάντες οἰκίας ἀναψηλαφῶσι τῶν χωριτῶν, κατ' αὐτῶν οἱ εἰς τὸν λόχον ἱστάμενοι ἑκατὸν ἱππεῖς ὁρμησάτωσαν καὶ ὅσους ἀνελεῖν δυνηθῶσιν εἴτε ζωγρῆσαι παραυτίκα πρὸς φυγὴν ὁρμήσουσιν, ὑποφεύγοντες τὴν ὁδὸν τὴν ἀναμεταξὺ τῶν δύο ἐγκρυμμάτων διερχομένην, ἐφελκόμενοι τοὺς πολεμίους πρὸς δίωξιν· καταδιωκόμενοι δὲ ταῖς ἐνέδραις περιπεσεῖν τοὺς πολεμίους παρασκευάσουσι. Τότε οὖν ἐξερχέσθωσαν τὰ ἑκατέρωθεν ἱστάμενα ἐγκρύμματα καὶ σφοδρῶς τὴν κατ' αὐτῶν ὁρμὴν ποιησάτωσαν· καὶ πολλοὺς τῶν πολεμίων ἔργον μαχαίρας ποιήσονται. Τοῦ δὲ στρατηγοῦ ταῦτα ὁρῶντος, παραυτίκα καὶ αὐτὸς μετὰ τῶν πλειόνων τοῦ σὺν αὐτῷ λαοῦ ὁρμήματι σφοδροτάτῳ τὴν προσβολὴν εἰς τὴν παράταξιν τῶν πολεμίων ποιείτω, τοὺς δέ γε ὑπολοίπους τοῦ λαοῦ αὐτοῦ κατὰ νώτου τῶν πολεμίων γενέσθαι καὶ συνάψαι πόλεμον παρασκευασάτω. Καὶ εἰ μή τι ἐμπόδιον ἐξ ἡμετέρων ἁμαρτιῶν γένηται, τῶν πολεμίων ὑπερισχύσουσιν.
10.5.1
Εἰ δέ γε ἰσχυρῶς μαχόμενοι οἱ πολέμιοι ἀντισχεῖν δυνηθῶσι καὶ στῶσιν ἐν αὐτῷ τῷ τόπῳ, τὰ ἀχθοφόρα ζῷα ἀποφορτίσαντες ἄπληκτον δῆθεν ποιούμενοι, ἐκ πολλῆς περιστάσεως, καὶ πειρῶνται τοῦ ἀντιπαρατάξασθαι, πολλὴν ἐν τούτῳ ἐφεύρωσι τὴν δυσχέρειαν, ἀλλ' ὅμως χρὴ καὶ τὸν στρατηγὸν κύκλῳ κατ' αὐτῶν ἐπαγαγεῖν τὸν πόλεμον καί, εἰ δυνατὸν καὶ πεζικὸν λαὸν τῇ αὐτῇ τοῦ πολέμου ἡμέρᾳ καταλαβεῖν τάχει πολλῷ, παραγενέσθαι τοῦτο παρασκευάσαι. Εἰ δὲ τοῦτο ἀδύνατόν ἐστι διὰ τὸ πόρρω τούτους τυγχάνειν, τοὺς προσήκοντας τῶν ἱππέων τῶν ἵππων ἀποβῆναι διορισάτω καὶ πεζῇ τοῖς πολεμίοις μετὰ τῶν ἱπποτῶν μάχεσθαι, τόξοις καὶ σφενδόσι καὶ δόρασι σὺν ἀσπίσι χρωμένους.
10.6.1
Δεῖ οὖν τὸν στρατηγὸν καὶ τὴν αὐτοῦ ἀποσκευὴν ἀγαγεῖν καὶ τὸ τοῦλδον, εἴγε πλησίον τυγχάνει, καὶ σύνεγγυς τῶν πολεμίων ἀπληκεῦσαι εἰς ἔκπληξιν αὐτῶν καὶ ἀπόγνωσιν. Εἰ δὲ ἐν αὐτῷ τῷ τόπῳ ὕδωρ τοπαράπαν οὐκ ἔστι, καὶ τοῦτο πολλὴν ἀθυμίαν αὐτοῖς προξενήσει. Καὶ εἰ μὴ τελέως τούτους καταγωνίσηται, ἀλλ' οὖν πολλοὺς καὶ τούτων ἀνδραποδίσῃ, πλείστους δὲ καὶ θανατώσῃ καὶ τραυματίας ἐργάσηται καὶ τὸ ἀλαζονικὸν αὐτῶν καταβάλῃ φρόνημα, ὥστε μὴ ἀδεῶς κατατολμᾶν κατὰ τῶν ῥωμαϊκῶν χωρίων τὰς ἐφόδους ποιεῖσθαι.
10.7.1
Εἰ δὲ μὴ πρότερον ὁ στρατηγὸς ἐπιγνῷ τὴν ἀπὸ τοῦ ἀπλήκτου αὐτῶν ἐν ἑτέρῳ ἀπλήκτῳ μετάβασιν ἤ, ὡς ἔφην, δι' αὐτομόλων ἢ διὰ δεσμωτῶν, ὅπως ἐν νυκτὶ ἀποστείλας παρασκευάσῃ ἐν τῇ παρόδῳ αὐτῶν τὰ ἐγκρύμματα, καὶ ἐν ἡμέρᾳ, ὁδοιπορούντων τῶν πολεμίων, φανερῶς παρασκευασάμενος τὸν κατ' αὐτῶν διάθηται πόλεμον, εἴ γε οὐ πάντη ὀλιγοστὸν καὶ εὐαρίθμητον κέκτηται στράτευμα. Ὁ γὰρ κατὰ τούλδου αὐτῶν πόλεμος συντόμως οὐδέποτε ἐναντίωσιν ἢ βλάβην τῷ ἡμετέρῳ στρατῷ προεξένησεν, ὀλίγους ἔχον μαχίμους ἱππεῖς εἰς φυλακὴν ἑαυτοῦ· ἀλλ' ὁσάκις ἂν κατ' αὐτῶν συνήφθη πόλεμος, πολλοὺς αὐτῶν ὁ τῶν Ῥωμαίων στρατὸς καὶ ἠνδραποδίσατο καὶ ἀνεῖλε, καὶ πολλὰ τῶν ὑποζυγίων καὶ ἡμιόνων αὐτῶν πεφορτισμένα ἀνελάβοντο.
10.8.1
Εἰ δὲ καὶ τὸ πεζικὸν στράτευμα ἐν ἡμέρᾳ πολέμου τύχῃ, τὸ ὡπλισμένον δηλονότι καὶ πρὸς πολέμους ἐγγεγυμνασμένον, καὶ κύκλῳ κατ' αὐτῶν στρατηγικῶς παρασκευάσει τὸν πόλεμον, τελείῳ τούτους ἀφανισμῷ παραδῷ.
10.9.1
Τοιαῦτα γὰρ γενέσθαι ἐν τῷ τούλδῳ τῶν πολεμίων, ἀλλὰ καὶ παρ' αὐτῶν ἐν τῷ ἡμετέρῳ καὶ ἐθεασάμεθα καὶ ἐν ἱστορικοῖς ἀνέγνωμεν καὶ παρὰ τῶν ἀρχαιοτέρων μεμαθήκαμεν. Διὰ ταῦτα μὲν οὖν ὠφέλιμος ὁ κατὰ τοῦ τούλδου πόλεμος, ὡς μὴ φέρων τινὰ βλάβην ἢ ἐναντίωσιν, μᾶλλον δὲ νίκην καὶ εὔκλειαν· εἰ γὰρ καὶ μὴ τὴν νικῶσαν εὕρῃ εἰς τὸν κατ' αὐτῶν πόλεμον ὁ τῶν Ῥωμαίων στρατός, ἀλλ' οὗν οὐδεμίαν βλάβην ὑποστήσεται.
10.10.1
Εἰ δέ, ἐν ᾧ τόπῳ πρότερον ηὐλίζοντο, διέμειναν ἐν αὐτῷ, μηδαμῶς τῶν ἐκεῖσε ἀπάραντες διὰ τὴν τοῦ τόπου ὀχυρότητα, τὸ κοῦρσον ἀπεκδεχόμενοι, καὶ ὡσαύτως ὁ στρατηγὸς κατ' αὐτῶν ἐπάξει τὸν πόλεμον, μή ποτε, ἐμβραδύνοντος διὰ τὴν τοῦ πεζικοῦ ἰδίου λαοῦ ἐπισώρευσιν ἢ δι' ἄλλην τινὰ πρόφασιν, ὑποστρέψῃ τὸ κοῦρσον καὶ διακωλύσῃ τὸν πόλεμον.
10.11.1
Οὕτως δὲ χρὴ τὸν στρατηγὸν κατ' αὐτῶν ἐπελθεῖν· διασκοπῆσαι διὰ τῶν ἀποστελλομένων βιγλατόρων τὰ συμπαρακείμενα χωρία καὶ σύνεγγυς ὄντα τοῦ ἀπλήκτου τῶν πολεμίων, κἀκεῖσε ἀποκρύψαι ἱππεῖς ἐκλεκτοὺς ἐν ἐπιτηδείῳ τόπῳ μετὰ ἄρχοντος ἐμπειροτάτου καὶ ἀνδρείου, καὶ ἐπεὶ ἐν αὐτοῖς εἰσέρχονται τροφὰς διερευνώμενοι, κατ' αὐτῶν ὁρμησάτωσαν. Ἑτέρους δὲ ἱππεῖς εἰς λόχον ἀπαρτίσαι εἰς βοήθειαν καὶ ἐκδίκησιν τῶν ἔμπροσθεν ἀποσταλέντων· καὶ εἴγε τούτους βουληθῶσιν ἐπιδιῶξαι οἱ τῶν πολεμίων ἱππεῖς, ἐπίθωνται κατ' αὐτῶν, καὶ τρέψονται καὶ καταδιώξουσι, διὰ τὸ ἀείποτε ὀλιγοστοὺς εἶναι τοὺς ἱππεῖς τοὺς εἰς φυλακὴν τοῦ τούλδου τῶν πολεμίων καταλιμπανομένους.
10.12.1
Τῶν δὲ πολεμίων ἐν τοῖς χωρίοις μὴ εἰσερχομένωνεἰ καὶ ἀδύνατον τοῦτο τυγχάνει, διορισάτω ὁ στρατηγὸς τοὺς ἀποστελλομένους παρ' αὐτοῦ τῶν ἐμπείρων ἀνδρῶν βιγλάτορας καὶ διασκοπησάτωσαν ἐν ᾧ μέρει τοῦ ἀπλήκτου αὐτῶν τὰς καμήλους οἱ πολέμιοι εἰς νομὴν ἐξάγουσι. Καὶ διαχωρισάτω εἴτε τουρμάρχην εἴτε τοποτηρητὴν χρήσιμον μεθ' ἱππέων ἀνδρείων· καὶ σκοπησάτωσαν ῥύακα, εἰ εὕρηται ἐν τῷ τόπῳ ἐπιτήδειος, καὶ παρασυρθῶσιν ἐν αὐτῷ κεκρυμμένοι, ἕως οὗ πλησίον γένωνται, καὶ τότε φανερῶς κατὰ τῶν καμήλων τὴν ἐπίθεσιν ποιήσονται.
10.13.1
Εἰς δύο δὲ τὸν λαὸν οἱ ἀποσταλέντες διαμερισάτωσαν· καὶ οἱ μὲν ἡμίσεις τὰς νομευομένας καμήλους καὶ τὰς ὄνους ἀναλαβέτωσαν, οἱ δὲ ἄλλοι εἰς φυλακὴν καὶ ἐκδίκησιν καὶ βοήθειαν αὐτῶν ἔστωσαν. Καὶ εἰ τύχῃ φοῦλκον ἔξω τοῦ φοσσάτου τῶν πολεμίων ἱστάμενον καὶ ἐπέλθῃ κατὰ τῶν εἰς τὰς καμήλους ἐπιθεμένων ἢ καὶ ἐκ τοῦ φοσσάτου ἐξέλθωσιν ἱππεῖς καταδιώκοντες, οἱ ὄπισθεν ὄντες τούτους καταγωνίσονται.
10.14.1
Παραυτίκα δὲ καὶ ὁ στρατηγός, οὐ πόρρω ὢν ἀλλὰ πλησίον ἐν τῷ ἐγκρύμματι, κατ' αὐτῶν ἐξελθέτω, καὶ καθὼς ὁρᾷ συναφθέντα τὸν πόλεμον, οὕτω καὶ διατεθήτω, ἢ σφοδρῶς κατὰ τῶν πολεμίων ἐπέλθῃ ἤ, τῶν ἀποσταλέντων τοῦ λαοῦ αὐτοῦ ἐπικρατεστέρων ὄντων ἐν τάξει καὶ μὴ διεσκεδασμένως, τὴν ἐπέλευσιν κατὰ τοῦ ἀπλήκτου τῶν πολεμίων ποιήσεται. Καὶ ἅπαντα τὸν λαὸν αὐτοῦ ἱππεῖς τε καὶ πεζοὺς ἀγαγών, ἐπεὶ τὴν τοῦ τόπου θέσιν ἐξεπίσταται, διαμερίσει τὰ κατατόπια ταῖς τάξεσι πάσαις τῶν τε ἱππέων καὶ πεζῶν, καὶ τὸν κατ' αὐτῶν διάθηται πόλεμον, εἰ οἷόν τε ἐστὶ κύκλῳ.
10.15.1
Εἰ δὲ ποταμός ἐστι καὶ ῥύαξ, ὡς ἀνωτέρω εἰρήκαμεν, ἀντὶ χάρακος τοὺς πολεμίους φυλάττων, εἰ μὲν ὡς ὁπωσοῦν πόρον δέχεται, κἀκεῖθεν λαὸν ἐπιστήσει. Παρασκευάσει δὲ καὶ σκηνὰς αὐτῶν πῆξαι πρὸς τὸ ἐνδείξασθαι μέλλοντα αὐτὸν ἀπληκεῦσαι ἐκεῖσε εἰς ἐκθρόησιν αὐτῶν· καὶ οὕτως ποιεῖσθαι τὸν πόλεμον. Καὶ εἰ καλῶς καὶ εὐτάκτως καὶ ἀνδρείως διάθηται τὰ περὶ τοῦ πολέμου, μεγάλως εὐοδωθήσεται.
10.16.1
Εἰ δέ γε τῇ πρώτῃ ἡμέρᾳ οὐ δυνήσεται τούτους κατατροπώσασθαι, ἰσχυρῶς αὐτῶν ἀνθισταμένων καὶ πεζικὴν ἐχόντων δύναμιν καὶ ἀπὸ τῆς τοῦ τόπου θέσεως βοηθουμένων, δέον καὶ παραμεῖναι αὐτοὺς καὶ πλεῖον πεζικὸν προσκαλέσασθαι. Καὶ ἐν τῇ νυκτὶ τοὺς ψιλοὺς κατ' αὐτῶν καὶ τοὺς σφενδονήτας βάλλειν παρασκευάσει, καὶ πυρὰ πλεῖστα ἀνάπτειν γύροθεν αὐτῶν, καὶ ἀνδρείως καὶ εὐτόλμως παραινέσαι τοῖς ψιλοῖς τοῦ ἐκ χειρὸς μάχεσθαι καὶ προκινδυνεύειν, ἕως ἂν εἰσέλθωσιν ἔνδον τοῦ ἀπλήκτου τῶν πολεμίων, καὶ ἵππους καὶ ἡμιόνους καί τινα πράγματα νυκτὸς ἀναλάβωνται, πλήττοντες συνεχῶς καὶ ἀναιροῦντες τοὺς πολεμίους.
10.17.1
Καὶ εἰ ὅλως Θεοῦ βοηθείᾳ τοιοῦτον πρὸς ἓν μέρος γένηται καὶ θεαθῇ καὶ ἐπιγνωσθῇ ὑπὸ τῶν ἄλλων τάξεων, ὁρμήσουσι καὶ αὐτοὶ θανάτου καταφρονοῦντες εἰς ἁρπαγὴν τῶν λαφύρων διὰ τὴν τοῦ κέρδους ἐλπίδα· καὶ περιγένωνται τούτων τῇ τοῦ Χριστοῦ χάριτι ῥαδίως. Εἰ δὲ καὶ μὴ τελέως τούτους κατατροπώσεται διά τινα τυχὸν σφάλματα καὶ ἀποτυχίας, ἀλλ' οὖν πολλοὺς τούτων καὶ χειρώσεται καὶ ἀναιρήσει, καὶ λάφυρα πλεῖστα ὁ λαὸς αὐτοῦ λήψεται.
10.18.1
Οὕτως δὲ τοῦ στρατηγοῦ τὰ περὶ τῶν πολέμων τοῦ φοσσάτου διενεργοῦντος, χρὴ καὶ ἄρχοντα τῶν χρησίμων καὶ ἐμπείρων μετὰ τεσσαράκοντα ἱππέων μήκοθεν ἀποστεῖλαι φυλάττειν τὴν ὁδόν, ἣν ὑποστρέφειν μέλλει τὸ τῶν πολεμίων κοῦρσον. Καὶ ἡνίκα τούτους θεάσεται πρὸς τὸ φοσσᾶτον αὐτῶν ἐρχομένους καὶ ἔμπροσθεν αὐτῶνὡς ἔθος ἐστὶ τοῖς Ταρσίταιςτὸ λεγόμενον παρ' αὐτοῖς βέρεδον, ἐρχόμενον σύνεγγυς αὐτῶν καταμηνῦσαι τῷ φοσσάτῳ τὴν τοῦ κούρσου αὐτῶν παρουσίαν, εὐθέως ὁ εἰς τὴν βίγλαν ἀποσταλεὶς ἄρχων μηνυέτω τῷ στρατηγῷ. Καὶ εἰ μὲν ἴδῃ τὸ βέρεδον μήκοθεν πολὺ τῆς παρατάξεως τοῦ κούρσου ἐρχόμενον, ἀποστείλῃ ἄρχοντα τῶν χρησίμων μετ' ἐκλεκτῶν ἱππέων ἐπιθέσθαι κατ' αὐτῶν, εἰ δυνατὸν ἀδοκήτως, καὶ κατακυριεύσει τούτων ῥαδίως· εἰ δὲ πλησίον καὶ σύνεγγυς τῆς παρατάξεως τοῦ κούρσου ἔμπροσθεν αὐτῶν περιπατεῖ, μὴ ἀποστειλάτω κατ' αὐτῶν, ἀλλὰ μᾶλλον ἀρκεσθήτω πρὸς ἃ ὁ Θεὸς αὐτῷ συνήργησεν εἰς τὸν κατὰ τοῦ φοσσάτου πόλεμον· καὶ ὑποστρεφέσθω μετὰ παντὸς τοῦ λαοῦ, ἐπιλαμβανόμενος τῶν ἐπιτηδείων καὶ ὀχυρωτέρων τόπων.
10.19.1
Ἐπεὶ δὲ τὸ τῶν πολεμίων φοσσᾶτον διὰ τοῦτο διῆλθε πάσας τὰς δυσχωρίας, ἐκδεχόμενον τὴν τοῦ κούρσου παρουσίαν, ἵνα τὰ παρὰ τοῦ κούρσου κατασχεθέντα, εἴτε ἀνδράποδα εἶεν εἴτε κτήνη, καλῶς σὺν αὐτοῖς διασώσῃ διαβιβάζον τὰς δυσχωρίας, δέον τὸν στρατηγὸν ἀγωνίσασθαι ἔμπροσθεν αὐτῶν γενέσθαι καὶ τοὺς στενωποὺς κατασχεῖν μετὰ παντὸς τοῦ λαοῦ πεζῶν καὶ ἱππέων· καὶ τὸν κατ' αὐτῶν πόλεμον ἐπιμελέστερον ἀπαρτίσει, καθὼς ἀνωτέρω δεδήλωται.
10.20.1
Καὶ μηδέποτε ὑποστρεφόντων αὐτῶν ἀπολέμητοι καταλειφθῶσιν· εἰ γὰρ καλῶς τὰ τοῦ πολέμου ἐν ταῖς δυσχωρίαις διάθοιτο, μεγάλως αὐτοὺς κατατροπώσεται. Εἰ δὲ διὰ τὸ μὴ ἔχειν πλείστην καὶ ἀξιόλογον πεζικὴν δύναμιν ἀδυνατεῖ πρὸς τὸ μεγάλως αὐτοὺς κατατροπώσασθαι, ἀλλ' οὖν τέως οὕσπερ ᾐχμαλώτευσαν, εἰ καὶ μὴ πάντας, ἀναρρύσονται καὶ τὰ αὐτῶν ἅπαντα, καὶ οὐκ ὀλίγους τῶν πολεμίων καὶ τραυματίσουσι καὶ δορυαλώτους ποιήσονται. 11. τ Περὶ τοῦ ἔνθεν κἀκεῖθεν ἵστασθαι τοὺς πεζοὺς ἐν ταῖς δυσχωρίαισ 11. 1 Χρὴ τῷ στρατηγῷ καὶ ἄλλως ἀγωνίσασθαι τοὺς πολεμίους τροπώσασθαι, εἰ καὶ ὀλίγος ἐστὶν ὁ περὶ αὐτὸν λαός. Τόπον διασκοπησάτω ἐπιτήδειον καὶ ὀχυρώτατονεἰ τύχῃ καὶ πλησίον κάστρον, ὡς ἐπιδέχεσθαι τὴν τοῦ ὀχυροῦ τόπου θέσιν μετὰ πεζῶν κρατεῖσθαι, καὶ ἔνθεν κἀκεῖθεν τῆς ὁδοῦ εἰς λόχους τὸ πεζικὸν ἀποκρύπτειν στράτευμα. Τοῦ δὲ πεζικοῦ ὄπισθεν ὁ στρατηγὸς σύνεγγυς μετὰ τοῦ ἱππικοῦ στρατεύματος στήτω, πάνυ τῶν πεζῶν ἔγγιστα. Ἔχειν τε καὶ τὸ ἱππικὸν ἔγκρυμμα καὶ πεζοὺς πλησίον αὐτοῦ, καὶ σχεδὸν συνηνωμένως κατὰ τὸ ὄπισθεν μέρος ἱστάσθω.

Intertext edge

Open linked passage

Note