De velitatione bellica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas">
—
⋯
Original / primary: Pg Scrape Grc
11.2.1
Ἀποσταλήτωσαν δὲ καὶ εἰς τὴν ἐνέδραν παρὰ τοῦ στρατηγοῦ ἄνδρες ἐπίλεκτοι καὶ ἵππους τραχεῖς ἔχοντες ἄχρι τῶν ἑκατόν, ἀρχηγὸν ἔχοντες ἀνδρεῖον καὶ ἐμπειρότατον καὶ γινώσκοντα χωρίον ἐπιτήδειον, ἐν ᾧ κρύψει τὸν ἴδιον λαόν. Νυκτὸς δὲ τὸν τοιοῦτον τόπον καταλαμβανέτω καὶ καλῶς αὐτοὺς ἀποκρυψάτω.
11.3.1
Ἡνίκα δὲ διαυγάσει, εἰς περιωπὴν ἀνελθών, βλεπέτω τῶν πολεμίων περιπατούντων τὴν τούτων διάβασιν. Ὁρῶν δὲ τοὺς εἰς λείαν ἐκτρέχοντας καὶ τὰ χωρία διερευνῶντας πρὸς τὸ ἐπισυναγαγεῖν λάφυρά τε καὶ χρήματα καὶ εἴ τι ἕτερον ἐφευρεῖν δυνηθῶσι, καρτερησάτω ἕως ἂν θεάσηται αὐτοὺς τῶν ἵππων ἀποβαίνοντας καὶ τοὺς ἵππους τῶν χωρίων ἀνερευνωμένους. Τότε τῶν μετ' αὐτοῦ ἱππέων εἴτε ἑβδομήκοντα ἢ ἑξήκοντα, πλείους δηλονότι τοὺς οἰκείους τῶν πολεμίων ὄντας πλείονες γὰρ τῶν πολεμίων τῷ ἀριθμῷ εἶναι ὀφείλουσιν οἱ τοῦ στρατηγοῦ, διορισάσθω τούτους ἀνδρείῳ ὁρμήματι σὺν ὀξυτάτῃ τῶν ἵππων ὁρμῇ ἐπιθέσθαι τοῖς ἀντιπάλοις, καὶ Θεοῦ συνεργίᾳ εὐοδωθήσεται.
11.4.1
Εἰ δὲ συμβῇ τούτους ἐπιδιωχθῆναι παρὰ τῶν πολεμίων, δέον προαπαντῆσαι αὐτοῖς μετὰ τῶν ὑπολειφθέντων αὐτῷ τεσσαράκοντα, καὶ τοὺς μὲν κατασχεθέντας δεσμώτας ἢ ἀναιρῆσαι ἢ ἔμπροσθεν ἀποστεῖλαι, ἀπελθεῖν τάχιον καὶ τὸ ὀχύρωμα καταλαβεῖν. Κἀκεῖνος ἐμπείρως μαχόμενος καὶ ἀνθιστάμενος τοῖς πολεμίοις καὶ ποτὲ μὲν ὑποστρέφων κατ' αὐτῶν, ποτὲ δὲ ὑποφεύγων, ἐρεθίσει αὐτοὺς πρὸς δίωξιν.
11.5.1
Καὶ εἰ ἄχρι τῶν τόπων καταδιώξουσιν ἐν οἷς οἱ πεζοὶ ἀποκρύπτονται, καὶ τούτους τινὲς τῶν πολεμίων διέλθωσι, τότε οἱ πεζοὶ τῶν ἐγκρυμμάτων ἐξερχόμενοι ἀντιστήσονται τοῖς διώκουσι πολεμίοις καὶ ἀπωθήσονται. Οἱ δὲ τοὺς πεζοὺς διελθόντες πολέμιοι ἐμπεσοῦνται τῷ ἐγκρύμματι τῶν ἱππέων καὶ ἄρδην ἅπαντες ἀπολοῦνται· ὑπὸ γὰρ τοῦ τόπου οἱ πεζοὶ βοηθούμενοι οὐκ ἐάσουσι τοὺς διώκοντας διελθεῖν, ἀλλὰ τὴν δίωξιν καταλείψουσι καὶ ἄπρακτοι πάντως ὑποστρέψουσι, τοὺς ἤδη προκατασχεθέντας τῶν οἰκείων ἀπολέσαντες. 12. τ Περὶ ἀθρόας ἐξελεύσεως τῶν πολεμίων πρὸ τοῦ τὰ ῥωμαϊκὰ ἐπισυναχθῆναι στρατεύματα