Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 12 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1.1
Εἰ δέ γε τῶν πολεμίων ἐξέλευσις ἀθρόα καὶ σύντομος γένηται, οἷα πολλάκις παρ' αὐτῶν εἰώθει γίνεσθαι, μήπω τῶν βασιλικῶν στρατευμάτων ἐπισωρευθέντων, ἀλλὰ μόνου τοῦ στρατηγοῦ, μηδὲ αὐτοῦ δυνηθέντος διὰ τὸ σύντομον τῆς αὐτῶν ἐξελεύσεως τὸν ὅλον λαὸν τοῦ ἰδίου θέματος ἐπισυναγαγεῖν, ἀλλ' ὀλίγον ἔχει καὶ εὐαρίθμητον, ὁρᾷ δὲ τοὺς πολεμίους πρὸς λείαν σπεύδοντας καὶ ἐπειγομένους, ἐπιγνῷ δὲ τὴν χώραν ἐν ᾗ τὴν ὁρμὴν ποιοῦνται μήπω ἐκσπηλευθεῖσαν καὶ εἰς τὰ κάστρα ἢ εἰς τὰ ὀχυρώματα φυγαδευθεῖσαν, χρὴ τῆς τοιαύτης χώρας εἴτε τὸν τουρμάρχην εἴτε ἑτέρους ἄρχοντας σπουδῇ πολλῇ ἀποστεῖλαι καὶ ἔμπροσθεν τῶν πολεμίων γενέσθαι καί, ὡς οἷόν τε ὦσι, καὶ τοὺς τῶν χωρίων οἰκήτορας καὶ τὰ τούτων κτήνη καὶ φυγαδεῦσαι καὶ ἐκσπηλεῦσαι.
12.2.1
Ὁρῶντα δὲ τὸν στρατηγὸν τοὺς πολεμίους ἤδη μέλλοντας πρὸς τὸ τῆς ἡμέρας διάφαυμα τοῖς χωρίοις ἐπιθέσθαι, ὄπισθεν αὐτῶν ἐπακολουθοῦντα καθὼς ἀνωτέρω εἰρήκαμεν, τῇ αὐτῇ νυκτὶ δεῖ ἐμφανισθῆναι τοῖς πολεμίοις, πρὸς πόλεμον δῆθεν παρασκευαζόμενος, ἵν' ὡς ἐκ τούτου δυνηθῇ τὴν ὁρμὴν αὐτῶν ἀναστεῖλαι καὶ ἀβλαβῆ τὴν χώραν διατηρῆσαι.
12.3.1
Καὶ εἰ μὲν ποταμός ἐστιν ἐν τῇ ὁδῷ δυσπέρατος, καὶ μέλλουσι τοῦτον διαπερᾶν οἱ πολέμιοι, ἢ στένωμα ἢ δυσχωρία ἐν τῇ ὁδῷ, ἡνίκα τὸν ποταμὸν οἱ πλείους διαπεράσουσιν ἢ εἰς τὸ στένωμα χωρηθῶσιν, εἰς τὸν ὄπισθεν λαὸν αὐτῶν ἀποστεῖλαι, καὶ αὐτὸν ἐκεῖνον τὸν στρατηγὸν παραγενέσθαι μετὰ ἐκλεκτῶν ἀρχόντων καὶ καλοϊππαράτων καὶ ἐμφανισθῆναι τοῖς πολεμίοις καὶ πρὸς μάχην δῆθεν κατ' αὐτῶν παρασκευασθῆναι τοῦ συμβαλεῖν πόλεμον, τοὺς παριππαράτους καὶ ἐνταγιστράτους διαχωρίζων ἐξ αὐτοῦ καὶ εἰς ὀχυρώματα εἴτε κάστρον ἀποστέλλων, εἰ τύχῃ πλησίον.
12.4.1
Εἰ δὲ ποταμὸς οὐκ ἔστιν οὐδὲ δυσχωρία ἐν τῇ ὁδῷ, καὶ ὡσαύτως δεῖ μικρόν τι παραβουλεύσασθαι καὶ πρὸς μάχην ὁρμῆσαι, ἕως οὗ καὶ ἐπιδιωχθῇ παρ' αὐτῶν τῇ νυκτί, ἵνα διαγινώσκοντες σαφῶς οἱ πολέμιοι τὸν στρατηγὸν ἐπακολουθοῦντα συσταλῶσι καὶ μηδαμῶς ἐξελάσαι τολμήσωσι καὶ τὴν ἐπίθεσιν κατὰ τῶν χωρίων ποιήσωνται. Καὶ τούτου γενομένου τῆς μελλούσης γενέσθαι ἐπιδρομῆς ἐν τοῖς χωρίοις καὶ αἰχμαλωσίας ῥύσεται αὐτοὺς καὶ ἐλευθερώσει.
12.5.1
Μετὰ πολλῆς δὲ ἀκριβείας καὶ διασκέψεως ποιείτω τὴν ἔνδειξιν καὶ κατ' αὐτῶν προβολὴν δι' ὀλίγων καὶ ἐκλεκτῶν, ὡς ἔφημεν, ἱππέων, καὶ εὐθέως ὑποστρεφέσθωσαν φεύγοντες πρὸς τὸν στρατηγὸν καὶ τὸ ὀχύρωμα, καὶ μὴ ἀμέτρως καὶ παρὰ τὸ δέον ἐφορμάτωσαν κατὰ τῶν ἐχθρῶν· λαοῦ γὰρ ἴσως παρὰ τὴν αὐτῶν δύναμιν αὐτοῖς ἐπιφορτισθέντος πολεμίας χειρὸς θᾶττον γενήσονται παρανάλωμα, καὶ μάλιστα εἰ τύχῃ πανσέληνον εἶναι τὴν νύκτα.
12.6.1
Εἰ δὲ ἀφεγγής ἐστι καὶ ζοφώδης, ἀβλαβῶς τὴν τοιαύτην πρᾶξιν ἐργάσονται καὶ δυοῖν θάτερον πάντως φανεῖεν κατωρθωκότες· ἢ μηδόλως ἐξελάσαι πρὸς λείαν τοὺς πολεμίους παρασκευάσαντες ἤ, εἴπερ καὶ ὅλως ἐκδράμωσιν, ἄχρι τοῦ αὐγάσαι τὴν ἡμέραν τελείως οὐδαμῶς ἐξελάσαι κατατολμήσουσι, καὶ τότε ὀλίγοι τινές· οἱ γὰρ πλείους τὸν παρὰ τοῦ στρατηγοῦ πόλεμον ὑφορώμενοι τῆς τοῦ ἀμηρᾶ παρατάξεως οὐκ ἀποστήσονται. Καὶ οὕτως ποιοῦντος τοῦ στρατηγοῦ, ἐκφύγωσιν οἱ τῶν χωρίων οἰκήτορες εἴς τε τὰ ὀχυρώματα καὶ τὰ κάστρα, καὶ ἀβλαβεῖς διατηρηθῶσιν. 13. τ Περὶ τοῦ ἐνεδρεῦσαι κατὰ τῶν λεγομένων μινσουρατόρων ἐν τοῖς ἀπλήκτοισ 13. 1 Τῶν δὲ πολεμίων φοσσατικῶς τὰς χώρας ἡμῶν δῃούντων καὶ κοῦρσα πόρρωθεν μὴ ἀποστελλόντων ἀλλ' ἑαυτοὺς ἀσφαλιζομένων, σπουδάσει δι' ἑτέρας μηχανῆς τραυματίσαι αὐτούς. Διασκοπῆσαί σε χρὴ καὶ στοχάσασθαι, ἀφ' οὗ τόπου τῶν πολεμίων ὑπάρχει ἄπληκτον, καὶ ἐν ποίῳ τῇ ἐπιούσῃ μέλλει ἀπληκεύειν.

Intertext edge

Open linked passage

Note