Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 13 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.2.1
Καὶ εἰ μακρότατόν ἐστι τὸ διάστημα τοῦ ἀπλήκτου, ὡσεὶ μιλίων ἑξκαίδεκα καὶ ἐπέκεινα, ὥστε τὸ τῆς ὁδοῦ μῆκος δύνασθαι κατακόπους αὐτούς τε καὶ τοὺς ἵππους αὐτῶν ἐργάσασθαι, πλησίον δὲ τοῦ τόπου ἐν ᾧ μέλλουσι καταλύειν διασκοπήσας καὶ εὑρὼν λόχον ἐπιτήδειον, μαχίμους καὶ ἐκλεκτοὺς ἄνδρας ἱππότας τριακοσίους ἢ καὶ τούτων ἔλαττον ἀπολεξάμενος ἐν αὐτῷ ἀποκρύψεις. Καταστήσεις δὲ καὶ ἑτέραν ἐνέδραν μετὰ παντὸς τοῦ λαοῦ σου ἐν ἐπιτηδείῳ τόπῳ ἔχοντι καὶ ὀχύρωμα εἰς ἀσφάλειαν αὐτοῦ.
13.3.1
Εἰ δὲ καὶ κάστρον πλησίον τύχῃ, ἔστι καὶ αὐτὸ εἰς περισσοτέραν σου σωτηρίαν καὶ ὠφέλειαν. Καὶ εἰ χρεία γένηται τῶν πεζῶν, ἐξελθέτωσαν καὶ αὐτοὶ τοῦ κάστρου συμμαχοῦντες καὶ ἐπιβοηθοῦντές σοι.
13.4.1
Οἱ δὲ προτρέχοντες τοῦ λαοῦ τῶν πολεμίων καταλαβεῖν τὸν τόπον πρὸς τὸ εὐτρεπίσαι τὰ ἑαυτῶν ἄπληκτα, ὡς εἰώθειοὓς μινσουράτορας εἴθισται Ῥωμαίοις καλεῖν, καὶ ἀσχολουμένων ἐν αὐτοῖς, ἐξελθέτωσαν κατ' αὐτῶν οἱ παρὰ σοῦ ἐν τῷ πρώτῳ λόχῳ πλησίον τοῦ ἀπλήκτου προκαταστάντες ὀξέως σὺν ἐλασίᾳ πολλῇ, καὶ τούτους βοηθείᾳ Θεοῦ χειρώσονται. Καὶ εἴγε τούτους οἱ ἐχθροὶ καταδιώξουσιν ἕως τοῦ τόπου ἐν ᾧπερ δυνατὸν ἔγκρυμμα κατέστησας, ἐξερχόμενος κατ' αὐτῶν ἀνδρικῷ καὶ γενναίῳ ὁρμήματι ὑπερισχύσεις τῶν διωκόντων καὶ τρόπαιον μνήμης ἄξιον ἀνεγερεῖς.
13.5.1
Καὶ εἴγε συμβῇ δυνάμεις τῶν πολεμίων καταλαβεῖν ἀντιμαχομένας σοι, ἔχων τὴν τοῦ ὀχυρώματος βοήθειαν καὶ τῶν πεζῶν, οὕτως καταισχυνεῖς αὐτοὺς καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλόντας ἀπράκτους παρασκευάσεις ὑποστρέψαι. 14. τ Περὶ τῆς ὑποχωρήσεως τῶν ἱππέων ἀπὸ τῶν πεζῶν ὁδοιπορούντων ὁμοῦ 14. 1 Χρὴ οὖν καὶ τοῦτό σε ἀκριβῶς, ὦ στρατηγέ, σκοπεῖν καί, τῶν πολεμίων ἀγωνιζομένων διαλαθεῖν σε καὶ κοῦρσα ἀποστέλλειν καὶ τὰς χώρας ἡμῶν ληΐσασθαι, ἄγρυπνον ἔχειν τὸν νοῦν, μή ποτέ σε ἡ ἐπίνοια καὶ μηχανὴ αὐτῶν διαλάθῃ· ὅπερ γὰρ λέξω καὶ ἐν ἄλλοις οἱ αὐτοὶ ἐξειργάσαντο.

Intertext edge

Open linked passage

Note