Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 14 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.2.1
Ὁμοῦ γὰρ αὐτῶν τῶν τε ἱππέων καὶ πεζῶν σὺν τῆς ἀποσκευῆς ὁδοιπορούντων, καθὼς ταῖς ὄπισθεν καὶ διελθούσαις ἡμέραις ἐποίουν, οἱ εἰς κοῦρσα ἐξελάσαι βουλόμενοι, ἡνίκα πρὸς δυσμὰς ὁ ἥλιος καταντήσει, ἡ μὲν ἀποσκευὴ αὐτῶν καὶ ἅπαν τὸ ὑπουργικὸν σὺν τῷ πεζῷ τούτῳ στρατεύματι καὶ τῶν εἰς φυλακὴν αὐτῶν καταλιμπανομένων πολεμιστῶν ἱππέων τὰς σκηνὰς πηξάμενοι, ὡς ἔθος αὐτοῖς ἀπληκεύουσιν· οἱ δὲ εἰς κοῦρσον ἑτοιμασθέντες καὶ τὰς ἡμετέρας χώρας καταδραμεῖν βουλόμενοι, πρὸς τὸ μὴ κονιορτὸν αὐτῶν φανῆναι, ἀμφὶ δείλην ὀψίαν πρὸς κοῦρσον ὁρμῶσιν.
14.3.1
Τῷ δὲ παραμεῖναι ὀφείλοντι τῷ τῶν πολεμίων φοσσάτῳ, εἴτε τουρμάρχης ἐστὶν εἴθ' ἕτερος ἄρχων, μετὰ τοῦ λαοῦ αὐτοῦ ἐρχομένῳ χρὴ πλησιάσαι τῷ τόπῳ ἐν ᾧ αὐλίζονται. Ἐπειδὴ τῆς νυκτὸς καταλαμβανούσης, ὀφείλουσι τότε κατὰ τὸ εἰωθὸς εἰσέρχεσθαι καὶ πλησιάζειν ταῖς σκηναῖς αὐτῶν μετὰ πρώτην ὥραν ἢ καὶ δευτέραν τῆς νυκτός, καὶ ἐὰν οὐχ εὑρήσουσιν ἐν τῷ ἀπλήκτῳ τοὺς τῶν πολεμίων ἱππεῖς, διὰ τὸ ἤδη αὐτοὺς εἰς κοῦρσον πορευθῆναι, οὐκ ἔστι δυνατὸν ἄλλως τούτους τοὺς τὴν παραμονὴν πεπιστευμένους ἄρχοντας τοῦτο ἀκριβῶς διαγνῶναι καὶ τῷ στρατηγῷ τὸ ἀληθὲς καταμηνῦσαι, εἰ μὴ οὕτως ὡς λέξω.
14.4.1
Δεῖ τοίνυν τοὺς καθ' ἑκάστην ἡμέραν πρὸς παραμονὴν ἀποστελλομένους ἐκ τῶν παραμεινάντων τὰς ὄπισθεν καὶ διελθούσας ἡμέρας τὸ φοσσᾶτον καὶ εἰς τὰ τετράδια ἱσταμένους, καθὼς ἀνωτέρω εἰρήκαμεν, δύο ἐξ αὐτῶν ἐμπειροτάτους καὶ ἀνδρείους τῶν εἰς τὴν παραμονὴν ἀπερχομένων παρὰ τοῦ στρατηγοῦ λαμβάνειν, ἵνα καλῶς παρ' αὐτῶν ἀναδιδάσκωνται οἷα πρότερον κἀκεῖνοι ἐνήργησαν καὶ ἐθεάσαντο. Αὐτοὺς δὲ τοὺς δύο ἀναμίξας ἑνὶ τῶν τεσσάρων τετραδίων ὁ τουρμάρχης ἀποστειλάτω, κατὰ τὸν προεκτεθέντα τύπον τῆς παραμονῆς, ἐγγίσαι τῷ φοσσάτῳ πρὸς τὸ ἀκούειν τὰς φωνὰς αὐτῶν καὶ τοὺς χρεμετισμοὺς τῶν ἵππων. Οἱ οὖν δύο ἄνδρες οἱ πρότερον παραμείναντες ἐν ἄλλοις ἀπλήκτοις τῷ φοσσάτῳ, ὅτε καὶ ὁ λαὸς αὐτῶν ἅπας συνῆν καὶ συνηπλήκευε, δυνήσονται στοχάσασθαι ἀπό τε τῆς τοῦ λαοῦ ὀχλαγωγίας καὶ ταραχῆς καὶ τοῦ χρεμετισμοῦ τῶν ἵππων, ἀπό τε τοῦ χώρου ἐν ᾧ τὰς σκηνὰς ἐπήξαντοοὐ γὰρ εὑρεθήσεται ὁ χῶρος τὸ τρίτον μέρος ἔχων, ὧν ἐν τοῖς ὄπισθεν ἀπλήκτοις κατεῖχον, ὅτε ἅπαντες ὁμοῦ συνηπλήκευον, καὶ ἐκ τούτου δυνατόν ἐστι στοχάσασθαι καὶ κατανοῆσαι ὡς ἐπιλείπει ὁ λαὸς τῶν πολεμίων ἐν ἐκείνῳ τῷ χώρῳ καὶ μὴ εἶναι σὺν αὐτοῖς ἐν τῷ ἀπλήκτῳ. Καὶ πῶς γὰρ οὐ δυνατὸν τοῦτο στοχάσασθαι ὁπόταν ἓξ χιλιάδες ἀνδρῶν, πλεῖον ἢ ἔλασσον, καὶ ἵππων ἄχρι τῶν δώδεκα ἐπιλείπωσιν ἐκ τοῦ ἀπλήκτου, οὓς πάντας ὁμοῦ εἶναι οἱ πρώην παραμείναντες ἑώρων καὶ κατεστοχάζοντο.
14.5.1
Διὰ οὖν τὸ ἀμφίβολον, πρὸς τὸ καὶ τελείαν λαβεῖν τοὺς παραμένοντας περὶ τούτου τῆς ἀληθείας κατάληψιν, δέον καὶ τοῦτο τὸν εἰς τὴν παραμονὴν ἀποσταλέντα τουρμάρχην διαπράξασθαι· ἱππότας ὀκτώ, ἄνδρας τῶν ἐμπειροτάτων καὶ τὰς ὁδοὺς εἰς ἄκρον ἐξησκημένους ἀπολεξάμενος, διορίσασθαι εἴτε δεξιὰ εἴτε εὐώνυμα ἐκ τῶν ὄπισθεν, ἐν ᾧ ὁ τουρμάρχης ἵσταται, ἔμπροσθεν γενέσθαι τῶν πολεμίων ἀφισταμένους τῶν σκηνῶν μιλίου τὸ ἥμισυ, καὶ ἔμπροσθεν γενομένους ἀκριβῶς ἐρευνῆσαι καὶ τὰς ὁδοὺς ἀναψηλαφῆσαι. Καὶ εἰ ἄρα οἱ τῶν πολεμίων ἱππεῖς διῆλθον καὶ ἄχρι τῶν διακοσίων ὑπῆρχον, διαγνώσουσι τὴν τούτων διάβασιν οἱ ἀποσταλέντες, μή τί γε ἄχρι τῶν δώδεκα χιλιάδων ἵπποι, πλέον ἢ ἔλασσον. Τὰ γὰρ ἴχνη τῶν τοσούτων ἵππων ὡς προσφάτως διελθόντων σαφῶς οἱ ἀποσταλέντες διαγνώσονται, καὶ τάχει πολλῷ πρὸς τὸν τουρμάρχην ὑποστρέφοντες περὶ τούτου ἀπαγγειλάτωσαν καὶ διὰ ποίας ὁδοῦ τὴν ὁρμὴν ἐποιήσαντο. Ὁ δὲ τουρμάρχης παραυτίκα σπουδῇ πολλῇ τῷ στρατηγῷ καταμηνυσάτω περὶ τούτου καὶ διὰ ποίας ὁδοῦ ἐπορεύθησαν.
14.6.1
Δεῖ οὖν τὸν στρατηγὸν πρὸς ταῦτα βουλεύσασθαι μετὰ τῶν συνόντων αὐτῷ στρατηγῶν καὶ λοιπῶν ἐμπείρων. Καὶ εἰ μὲν ὁρᾷ τὸ ἑαυτοῦ στράτευμα δύναμιν ἔχον τοῦ ἀντιπαρατάξασθαι τῷ τῶν πολεμίων φοσσάτῳ, πρὸς τὴν κατ' αὐτῶν μάχην παρασκευασθήτω, εἴγε πλησίον ἐστὶ καὶ τὸ τῶν πεζῶν αὐτοῦ στράτευμα, δυνάμενον τῇ αὐτῇ ἡμέρᾳ ἑνωθῆναι αὐτῷ. Εἰ οὖν ἐστιν ὁ χῶρος, ἐν ᾧ οἱ πολέμιοι αὐλίζονται, ὀχύρωμα ἔχων εἰς ἐκείνων ἀσφάλειαν ἢ ῥύακα δυσδιάβατον, οὐ χρὴ πρὸς τὸν κατ' αὐτῶν ἐξαρτύεσθαι πόλεμον· εἰ δὲ ἐφόμαλός ἐστι πανταχόθεν, μάλιστα δὲ καὶ τῶν πεζῶν δυναμένων καταβαλεῖν ἐν ἡμέρᾳ τῆς τοῦ πολέμου προσβολῆς, παρασκευασθήτω πρὸς τοῦτο.
14.7.1
Εἰ δὲ ὁ χῶρος ὀχυρότητα ἔχει, ὡς ἔφημεν, καὶ τὸ πεζικὸν στράτευμα ἐπιλείπει, δέον ὁρμῆσαι τάχει πολλῷ πρὸς τὸ τοὺς κουρσεύοντας τῶν πολεμίων καταλαβεῖν, καὶ ἄρχοντα μὲν χρήσιμον ἀποστεῖλαι τοῦ ἐπιλαβέσθαι τῶν ἰχνῶν τῶν πρὸς τὴν ἐκδρομὴν τοῦ κούρσου ὁρμησάντων πολεμίων· αὐτὸς δὲ μετὰ παντὸς τοῦ λαοῦ ἐκ πλαγίου περιπατῶν σπευσάτω, ὀξύτερον βαδίζων, πλησίον γενέσθαι, καθὼς τὰς ὁδοὺς ἐξεπίσταται ἐν αἷς οἱ πολέμιοι περιπατοῦσι· καὶ μετ' ἀσφαλείας περιπατείτω. Ἡνίκα δὲ τὸ διάφαυμα τῆς ἡμέρας ἐγγίσει, ἀποστειλάτω βιγλάτορας εἰς κατασκοπὴν τῶν πολεμίων· καὶ εἰς ὑψηλοὺς βουνοὺς ἀνερχόμενοι ἀγωνισάσθωσαν θεάσασθαι αὐτούς.
14.8.1
Ὁ δὲ στρατηγὸς ἡμέρας γενομένης τὸν ἑαυτοῦ λαὸν ἀποκρυπτέτω, ἵνα μὴ τὸν κονιορτὸν αὐτοῦ οἱ πολέμιοι θεασάμενοι μᾶλλον ἐνεδρευθῇ παρ' αὐτῶν. Καταμηνυόμενος δέ, ἢ παρὰ τῶν ἐπακολουθούντων τῷ κούρσῳ ἢ παρὰ τῶν εἰς ἐπισκοπὴν καὶ βίγλαν ἀποσταλέντων, ἐν ᾧ τόπῳ ἡ παράταξίς ἐστι τῶν πολεμίων ἡ τὸν ἀρχηγὸν αὐτῶν ἔχουσα, ὀλίγους τινὰς μεθ' ἑαυτοῦ λαβὼν ὁ στρατηγὸς καὶ εἰς ὑψηλὴν σκοπιὰν ἀνερχόμενος σπευσάτω οἰκείοις ὀφθαλμοῖς τὴν τῶν πολεμίων παράταξιν θεάσασθαι.
14.9.1
Ταύτην δὲ θεασά μενος, ἐπεὶ καὶ τὸ πλῆθος τοῦ λαοῦ αὐτῶν διεσκορπίσθη πρὸς λείαν, στοχαζέσθω μετὰ τῶν σὺν αὐτῷ τὸ πλῆθος τῆς παρατάξεως τῶν πολεμίων καὶ τὴν τοῦ ἰδίου λαοῦ ἰσχύν· καὶ ἐὰν πλεῖόν ἐστι τὸ ἑαυτοῦ στράτευμα τῶν πολεμίων, ὁρμησάτω κατ' αὐτῶν, ὡς ἤδη ἀνωτέρω διετυπώσαμεν. Καὶ εἰ παράσχῃ αὐτῷ Θεὸς βοήθειαν καὶ δυνηθῇ τὴν παράταξιν αὐτῶν τραυματίσαι καὶ καταδιῶξαι, μέγα ἔργον καὶ μνήμης ἄξιον ἐπιτελέσει.
14.10.1
Εἰ δὲ πλῆθός ἐστι τοῦ λαοῦ ἐν τῇ τῶν ἐχθρῶν παρατάξει, δέον ἐστὶ σπουδάσαι τὸν στρατηγὸν ἔμπροσθεν γενέσθαι, ἐν οἷς χωρίοις οἱ πολέμιοι τὰς ἐκδρομὰς ἐποιήσαντο, ἐκ τῶν ὄπισθεν αὐτῶν γενόμενον· καὶ τούτων διεσκεδασμένων ἐπιτυγχάνων καὶ τῇ ἐλασίᾳ ἐκλελυμένων καὶ αὐτῶν καὶ τῶν ἵππων αὐτῶν, εὐχερῶς τούτους καταγωνίσεται δι' ὅλης τῆς ἡμέρας ἀναψηλαφῶν αὐτοὺς ἐν τοῖς χωρίοις· κἀκείνους μὲν λόγῳ ἀνδραπόδων καταστήσει καὶ ὡς βούλεται τοῖς κατ' αὐτῶν χρήσεται, τοὺς δὲ γεωργοὺς ἐλευθερώσει τῆς αἰχμαλωσίας καὶ εἴ τι ἂν ἔτυχον τῶν αὐτῶν λαβεῖν.
14.11.1
Εἰ δέ γε καὶ φούλκῳ συναντήσει τῷ εἰς φυλακὴν ἐπακολουθοῦντι τῶν ἐξελαυνόντων, παρασκευασθήτω πρὸς τὸν κατὰ τοῦ φούλκου πόλεμον, καθὼς ἔμπροσθεν ἐξεθέμεθα, καὶ Θεοῦ συνεργίᾳ τῆς κατ' αὐτῶν μάχης κρατήσει.
14.12.1
Εἰ δὲ τοῖς ἐν τῇ αὐτῇ νυκτὶ παραμεῖναι σταλεῖσι τοῖς πολεμίοις ἐναντία ἀπηντήκασι συναντήματα, διὰ τὸ μήπω προκαταλαβεῖν αὐτοὺς καὶ εἰς τοὺς τόπους γενέσθαι ἐν οἷς τὸ φοσσᾶτον βλέπειν ἠδύναντο καὶ τὰς φωνὰς αὐτῶν ἐνωτίζεσθαι, καὶ τὸ κοῦρσον αὐτῶν προεξῆλθεν, ὡς ἔφημεν, καί, διὰ τὸ τὴν περὶ τούτου ἀκριβῆ λαβεῖν αὐτοὺς τῆς ἀληθείας κατάληψιν, ἐκ τοῦ τοιούτου συναντήματος βραδῦναι καὶ χρονίσαι συνέβη τὴν πρὸς τὸν στρατηγὸν ἀποστελλομένην βεβαίαν ἀπαγγελίαν τοῦ πράγματος καὶ τὸ πρὸς τὸν στρατηγὸν ἀποστελλόμενον μανδᾶτον, εἰ μὲν πρὸς ὥραν ἐννάτην τῆς νυκτὸς καὶ ἐπέκεινα καταμηνυθῇ ὁ στρατηγὸς περὶ τούτου καὶ ὁρᾷ τὸ στενὸν τοῦ καιροῦ, ἐπεὶ καὶ τὸ κοῦρσον τῶν πολεμίων τῇ διελθούσῃ ἔτι τῆς ἡμέρας ἐπικρατούσης τὴν κίνησιν ἐποιήσατο καὶ δι' ὅλης τῆς νυκτὸς πόρρω που γενέσθαι ἔμελλε, καὶ οὐ δυνατὸν τούτους διεσκεδασμένους καταλαβεῖν, χρὴ αὐτὸν εἰς τὸν κατὰ τοῦ φοσσάτου εὐτρεπισθῆναι πόλεμον.
14.13.1
Καὶ εἰ μὲν δισημερεῦσαι βουληθῶσιν ἐν ᾧ αὐλίζονται τόπῳ, παρασκευασθῆναι αὐτὸν εἰς τὴν κατ' αὐτῶν μάχην, καθὼς ἀνωτέρω τὸν κατὰ τοῦ φοσσάτου πόλεμον γενέσθαι ἐξεθέμεθα. Ἀλλ' οὐκ ἂν δισημερεύσωσιν ἐν αὐτῷ τῷ χώρῳ, διὰ τὸ κατεπείγεσθαι ταῖς ἱππικαῖς αὐτῶν δυνάμεσι ταῖς εἰς λείαν ἐκδραμούσαις τάχιον ἑνωθῆναι· καὶ ὁδοιπορούντων αὐτῶν ἐπιτυγχάνων ὁ στρατηγός, προθύμως εἰς τὸν κατ' αὐτῶν ὁρμησάτω πόλεμον, καθὼς καὶ περὶ τοῦ ἐν τῇ ὁδοιπορίᾳ φοσσάτου διακεχωρισμένου τοῦ κούρσου προειρήκαμεν. Καὶ πάντα ἐπιμελῶς ποιοῦντος τοῦ στρατηγοῦ κατὰ τὴν προτέραν διάταξιν, τὴν τοῦ Θεοῦ ἔχων βοήθειαν καὶ τῆς ἁγίας καὶ παναχράντου μητρὸς αὐτοῦ καὶ Θεοτόκου, μεγάλην καὶ ἀξιόλογον δουλείαν ἐπιτελέσει. 15. τ Περὶ ἀσφαλείασ 15. 1 Δεῖ οὖν σε, στρατηγέ, πᾶσαν ἀσφάλειαν καὶ φυλακὴν ἔχειν τοῦ μὴ αἰφνιδιασμὸν ὑποστῆναι καὶ ἀδοκήτως τοὺς πολεμίους κατὰ σοῦ τὴν ἔφοδον ἐργάσασθαι. Ἕξεις δὲ τὴν φυλακὴν καὶ ἀσφάλειαν, εἴγε καθ' ἑκάστην ἡμέραν ἀποστέλλονται παρὰ σοῦ οἱ ὀφείλοντες παραμένειν τῷ τῶν πολεμίων φοσσάτῳ, ἐν ᾧ τόπῳ αὐλίζονται· ἐκείνων γὰρ διὰ σπουδῆς τιθεμένων καὶ πᾶσαν μηχανὴν καταβαλλομένων ἀδοκήτως σοι ἐντυχεῖν τοῦ καταγωνίσασθαι, εἰς βλάβην μὲν καὶ ἀπώλειαν τοῦ χριστωνύμου λαοῦ καὶ ἀδοξίαν τῶν κραταιοτάτων Ῥωμαίων, εἰς ἔπαρσιν δὲ καὶ γαυρίαμα τῶν ἀλαζόνων τῆς Ἄγαρ υἱῶν καὶ ἀρνητῶν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Συμβαίνει γὰρ κατασχεθῆναι παρ' αὐτοῖς δεσμώτας τῶν ἡμετέρων ἢ καὶ αὐτομόλους γενέσθαι καὶ παρ' αὐτῶν μαθεῖν ἐν ποίῳ τόπῳ αὐλίζῃ.

Intertext edge

Open linked passage

Note