De velitatione bellica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas">
—
⋯
Original / primary: Pg Scrape Grc
15.2.1
Ἵν' οὖν μὴ νυκτὸς τὰς ἱππικὰς δυνάμεις αὐτῶν ἀνελόμενοι ἐξελάσωσι καταλαβεῖν σε καὶ ἀδοκήτως ἐπιπέσωσι, διὰ ταῦτα δέον τοὺς παραμένοντας, ἡνίκα τῆς ταραχῆς τοῦ λαοῦ τῶν πολεμίων αἴσθονται πρὸς κίνησιν, εὐθέως τάχει πολλῷ καταμηνῦσαι ὅτι τε ὁ λαὸς διεταράχθη πρὸς κίνημα, πάλιν δὲ ἀποκινούντων δι' οἵας ἂν ὁδοῦ τὴν πορείαν ποιῶνται, καὶ αὖθις καταμηνύειν ὅτι τε πλῆθος λαοῦ ἀπεκίνησαν καὶ τήνδε ὁδὸν πορεύονται, εἴτε ἅπαντες σὺν τῷ πεζικῷ, εἴτε οἱ ἱππεῖς μόνοι.
15.3.1
Ὁ δὲ στρατηγὸς μὴ θαρρείτω μόνον εἰς τὰ ἐρχόμενα πρὸς αὐτὸν μανδᾶτα τῶν παραμενόντων τοῖς πολεμίοις, ἀλλὰ καὶ βίγλας ἐχέτω διπλᾶς, ἐξώβιγλα καὶ ἐσώβιγλα, ἔστιν ὅτε καὶ τριπλᾶς· καὶ ἐν νυκτὶ μὲν τὰς ὁδοὺς φυλάττειν καὶ ἐν οἷς τόποις διάβασις ὑφορᾶται πολεμίων· ἐν ἡμέρᾳ δὲ μὴ μόνον τὰς ὁδοὺς φυλάττειν τοὺς βιγλάτορας, ἀλλὰ καὶ εἰς τόπους ἀνέρχεσθαι ὑψηλοτάτους πρὸς τὸ δύνασθαι αὐτοὺς εὐχερῶς ὁρᾶν μὴ μόνον καπνοὺς καὶ κονιορτούς, ἀλλὰ καὶ λαοὺς τῶν πολεμίων, εἴπερ ἔρχονται. Πλείονας δὲ εἶναι τὰς βίγλας ἔφημεν, διὰ τό, εἴ ποτε συμβῇ τὴν πρώτην ὑπὸ τῶν πολεμίων ἁλῶναι, ἡ μετ' ἐκείνην τοὺς πολεμίους θεωροῦσα τῷ στρατηγῷ τὴν τῶν ἐχθρῶν καταμηνύει ἔλευσιν.
15.4.1
Καὶ δὶς δὲ ἐν νυκτὶ μεταπληκεύειν δεῖ τὸν στρατηγὸν καὶ ἐν ἡμέρᾳ ὡσαύτως. Καὶ μεταπληκεύων μὲν τοὺς βιγλάτορας μετ' αὐτοῦ λαμβανέτω, καταλιμπανέτω δὲ ἐν ᾧ τόπῳ ηὐλίζετο ἓξ ἄνδρας ἢ ὀκτώ, τοὺς ὑποδοχαρίους καλουμένους, μετὰ καί τινος ἄρχοντος τῶν χρησίμων, ἵνα οἱ πεμπόμενοι παρὰ τῶν παραμενόντων τοῖς ἐχθροῖς μανδᾶτα φέροντες προσερχόμενοι, δι' αὐτῶν τῷ στρατηγῷ ἀποκομίζωνται. Ἐν ᾧ δὲ πάλιν τόπῳ ὁ στρατηγὸς ἀπληκεύσει, τὰ ἐξώβιγλα ἀποστελλέτω. Ἔστωσαν δὲ ἀνὰ τέσσαρες ἄνδρες ἐν ἑκάστῳ στασιδίῳ, ἵνα τῶν δύο καθευδόντων νυκτὸς οἱ δύο γρηγορῶσιν. 16. τ Περὶ διαχωρισμοῦ τοῦ τούλδου 16. 1 Δεῖ οὖν σε, στρατηγέ, καὶ τοῦτο παραφυλάττειν καί, ἡνίκα πλησιάσαι μέλλεις τοῖς πολεμίοις, τὸ τοῦλδον ἀπὸ σοῦ διαχωρίζειν καὶ ἀποστέλλειν μήκοθεν ἐν ὀχυρῷ τόπῳ ἢ ἐν κάστρῳ, ἄνδρα τινὰ τῶν χρησίμων καὶ ἐμπείρων ἐφιστῶν προνοεῖσθαι αὐτοῦ, καὶ ἱππεῖς μαχίμων ἀνδρῶν ὀλίγους τινὰς παρέχειν τῷ ἄρχοντι τοῦ τούλδου, ὅπως δι' αὐτῶν αἱ βίγλαι κρατῶνται εἰς φυλακὴν τοῦ τούλδου. Ἡνίκα δὲ πάλιν ἐν χρείᾳ τούτου γένῃ, καταμηνύειν τῷ ἐμπεπιστευμένῳ τὴν πρόνοιαν αὐτοῦ ἄρχοντι ἐλθεῖν ἐν ᾧ τόπῳ διωρίσθη τοῦ ἑνωθῆναί σοι. Τοῦ μέντοι τούλδου ἀπὸ σοῦ διαχωρι ζομένου, ἀναλαμβάνειν σε δεῖ ἐπισιτισμὸν τοῦ λαοῦ καὶ ταγὰς τῶν ἵππων δύο ἡμερῶν ἢ τριῶν βασταζομένας εἰς ταχεῖς ἡμιόνους ἢ καὶ ἵππους ἐν τοῖς σαγμοσελλίοις.