Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 16 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.2.1
Ἡνίκα δὲ μέλλεις κούρσῳ τῶν πολεμίων ἀκολουθῆσαι νυκτός, ἅπαν τὸ μάχιμον στράτευμα τεθωρακισμένον ἔστω, ἑκάστου τὸ ἐπιτήδειον πρὸς τὸ πολεμεῖν ὅπλον ἐν χερσὶν ἔχοντος. Ἀλλὰ καὶ τὸ λεγόμενον σάκα ὄπισθεν ἔχε ἐπακολουθοῦν σοι. Καὶ εἰ μὲν διὰ δυσβάτων τόπων ἡ πορεία τῶν πολεμίων γένηται, δέον ἰδίως ἓν ἕκαστον θέμα, ἢ καὶ τάγμα εἰ πάρεισιν, ὁδοιπορεῖν· ὁ μὲν στρατηγὸς ἔμπροσθεν, ἑπόμενος τῷ τουρμάρχῃ τῷ ἀκολουθοῦντι τοῖς πολεμίοις κατὰ πολὺ πόρρω, εἴθ' οὕτως καὶ τὰ λοιπὰ εἴτε θέματα εἶεν εἴτε τάγματα, καθὲν τῷ ἑτέρῳ ἐφεπόμενον, διὰ τὸ καὶ καλῶς ὁδοιπορεῖν ἐν νυκτὶ καὶ ἄνευ κραυγῆς καὶ θορύβων.
16.3.1
Τῷ δὲ τουρμάρχῃ τῷ ἐπακολουθοῦντι τῷ κούρσῳ παραγγεῖλαι καὶ ἐξασφαλίσασθαι ἀκρίβειαν ἔχειν ὑπερβάλλουσαν καὶ ἐγρήγορσιν, μή ποτε οἱ πολέμιοι αἰσθόμενοι ἐπακολουθεῖσθαι αὐτοὺς παρὰ σοῦ, διαχωρίσωσι μὲν τοὺς ἐκλεκτοὺς αὐτῶν μαχίμους τοὺς πλείονας τοῦ ὑπ' αὐτὸν λαοῦ καὶ ἀποκρύψωσιν εἰς λόχους καὶ ἀδοκήτως κατὰ σοῦ ἐπίθωνται, ἐπειδὴ τοιαύτην ἐνέδραν παρὰ τῶν Ταρσιτῶν ἐν τοῖς ἄνω χρόνοις γενομένην εἴδομεν· τοῦ γὰρ στρατηγοῦ τότε θεωμένου κονιορτοὺς τῶν εἰς λείαν ἐξελαυνόντωνοὐκ ἐν ἀληθείᾳ, ἀλλ' ἐν σχήματι κούρσουὀλίγων καὶ τούτων εὐτελεστέρων, καὶ κατ' αὐτῶν ἐπελθεῖν ἐπειγομένου, καὶ τοῦ τουρμάρχου ἐπακολουθοῦντος τῷ κούρσῳ καταμελήσαντος καὶ μὴ τοὺς λόχους καλῶς ἐρευνήσαντος, ἀδοκήτως τῷ ἐγκρύμματι περιπέπτωκε. Καὶ ἵνα μὴ τοιοῦτον γένηται, δεῖ σε, ὦ στρατηγέ, πολλὴν τὴν ἀσφάλειαν ποιεῖσθαι καὶ ἐρευνᾶν τοὺς κοίλους τῶν τόπων καὶ ἀποκρύφους διὰ καβαλλαρίων ἵππους ἐχόντων ταχεῖς καὶ ἀκριβῆ εἴδησιν τῶν τόπων.
16.4.1
Καὶ περὶ τὸ διάφαυμα διχῆ διελεῖν τὸ στράτευμα, εἴγε εἰς πλῆθός ἐστι καὶ εἰς τρεῖς ἀριθμεῖται χιλιάδας, καὶ τοὺς μὲν παριππαράτους καὶ τὰς ταγὰς τῶν ἵππων ἐπιφερομένους μήκοθεν ἀποστέλλειν ἐν ὀχυρῷ τόπῳ, τὰς δὲ παρατάξεις οὕτως δεῖ παρασκευάσαι διὰ τὰς τῶν πολεμίων ἀδοκήτους ἐνέδρας. Καὶ ἡ μὲν πρώτη ἐχέτω ἀρχηγὸν τῶν ἀξιολογωτέρων στρατηγῶν καὶ τὸ τρίτον μέρος τοῦ ὑπὸ σὲ λαοῦ, καὶ ὄπισθεν μὲν τοῦ τουρμάρχου ὁδοιπορείτω, σὺ δὲ μετὰ τῆς μεγάλης παρα τάξεως ἐπακολούθει τῇ πρώτῃ ἔχων καὶ τὸ σάκα ὄπισθέν σου μετ' ὀλίγων ἱππέων ἐπακολουθοῦν, ἵνα, εἰ συμβῇ κατὰ σοῦ ἐνεδρεῦσαι τοὺς πολεμίους καὶ τοὺς πλείονας αὐτῶν μαχίμους ἄνδρας εἰς λόχους καταστῆσαι καὶ ἐπελθεῖν τῷ αὐτοῖς ἐπακολουθοῦντι τουρμάρχῃ, δέξηται τοῦτον ἐπιβοηθοῦσα ἡ πρώτη καὶ ἔμπροσθέν σου περιπατοῦσα παράταξις· εἶτα, πολέμου μετ' αὐτῆς συρραγέντος καὶ τῶν πολεμίων διασκορπιζομένων ἐν τῇ μάχῃ καὶ τὴν τάξιν λυόντων, εὑρὼν αὐτοὺς διεσκεδασμένους ὑπερισχύσεις αὐτῶν.
16.5.1
Τῶν δὲ πολεμίων πρὸς τὴν τοιαύτην ἐνέδραν μὴ παρασκευασθέντων, ἀλλὰ πρὸς τὸ ἐκδραμεῖν καὶ τὰς χώρας ληΐσασθαι κατεπειγομένων, χρὴ πρὸ τοῦ διαυγάσαι τὰς τάξεις τοῦ ὑπὸ σὲ στρατεύματος εἰς ἐπιτηδείους τόπους ἀποκρύψαι, πρὸς τὸ μὴ τοῖς πολεμίοις φωραθῆναι, καὶ ἐν τοῖς τοιούτοις ἐγκρύμμασι καρτερῆσαι ἄχρι τρίτης ὥρας ἢ καὶ τετάρτης τῆς ἡμέρας, ἕως ἂν οἱ πολέμιοι πρὸς λείαν ἐξελάσωσι· καὶ τούτων πόρρω γινομένων τῆς τοῦ ἀμηρᾶ παρατάξεως, μετ' ὀλίγων ἀνδρῶν καταλιμπανομένης καὶ μὴ πλῆθος ἐχούσης λαοῦ, κατ' αὐτῆς ἐπελθεῖν.
16.6.1
Καὶ τρεῖς μὲν ἔμπροσθεν παρατάξεις ἀποστεῖλαι ἰσομετώπους προσβαλεῖν πόλεμον· σὲ δὲ μεθ' ἑτέρων τριῶν ἢ καὶ τεσσάρων παρατάξεων ταῖς πρώταις ἑπόμενον πλησίον ἐπακολουθεῖν· καὶ ἡνίκα αἱ πρῶται παρατάξεις τῆς ἐκ χειρῶν μάχης ἄρξονται, καθὼς ὁρᾷς τοὺς οἰκείους ἀγωνιζομένους, οὕτω καὶ βοήθειαν παρέχειν.
16.7.1
Καὶ πρῶτον μὲν τὰς ἔνθεν κἀκεῖθέν σου συνεπομένας παρατάξεις προαποστεῖλαι τοῖς πολεμίοις συναφθῆναι καὶ ἐκ τῶν ἄκρων, εἰ δυνατόν, καὶ ἐκ πλαγίου προσβάλλειν καὶ ἐκ χειρὸς μάχεσθαι· εἶτα καὶ σὲ αὐτόν, εἰ χρή, συμβαλεῖν, εἴπερ ἄρα μὴ ἐπικρατέστερος ὁ ὑπὸ σὲ λαὸς γέγονεν. Ἀλλὰ μετ' ὀλίγου λαοῦ, ὡς ἔφημεν, τῆς παρατάξεως τοῦ ἀμηρᾶ καταλιμπανομένης, οὐ δυνήσεται ἀντισχεῖν περὶ τὰς τρεῖς χιλιάδας τὸ ὑπὸ σὲ ἀριθμούμενον στράτευμα.
16.8.1
Ἀλλὰ ταῦτα μέν, ὡς ἡ πεῖρα διδάσκει, ἐκτίθεμεν· σὲ δὲ πρὸς τὴν κατεπείγουσαν τοῦ καιροῦ χρείαν τε καὶ περίστασιν διατεθῆναι δεῖ. Οὐ γὰρ ἡ παράδοσις δίδωσιν, ἀλλ' ὡς ἡ τοῦ Θεοῦ ἐνισχύσει βοήθεια, ἡ τοῦ πολέμου ἔκβασις ἐπακολουθεῖ. Εἰ δὲ μετὰ μόνου τοῦ ἰδίου θέματος ὑπάρχεις, ὦ στρατηγέ, καὶ ὀλίγον ἐστὶ τὸ ὑπὸ σὲ στράτευμα, καὶ ὡσαύτως δεῖ σε μετ' ἀσφαλείας πόρρω τὴν τοῦ κούρσου τῶν πολεμίων ἀκολούθησιν ποιεῖσθαι, πρὸς τὸ μὴ παρ' αὐτῶν ἐπιγνωσθῆναι, καὶ κατὰ μόνων τῶν εἰς τὰ χωρία ἐξελαυνόντων καὶ διασκορπιζομένων τὴν ἐπίθεσιν ποιεῖσθαι, καθὼς ἀνωτέρω δεδήλωται. 17. τ Περὶ τῶν μετὰ πολλῆς δυνάμεως ἐπιτρεχόντων πολεμίων τὰς χώρας ἡμῶν καὶ τῆς μετὰ ἐγκρυμμάτων παρασκευῆσ 17. 1 Εἰ δέ γε τὸ τῶν πολεμίων ἅπαν ἱππέων τε καὶ πεζῶν ἄθροισμα μετὰ μεγάλης καὶ βαρείας δυνάμεως τὰς ἡμῶν χώρας ἐξελθὸν ἐπιτρέχει τε καὶ ληΐζεται καὶ ἐμβαθῦναί τε καὶ διερευνήσασθαι ταύτας διαμελετᾷ, εἰ τύχῃ δὲ καὶ τὸ ῥωμαϊκὸν κατὰ τὸν αὐτὸν καιρὸν στράτευμα ἐπισυνηγμένον εἶναι, καὶ τὴν τούτων παρουσίαν ἀκουτισθῶσιν οἱ πολέμιοι, ἀσφάλειαν μὲν πολλὴν τοῦ ἰδίου λαοῦ ποιοῦνται, μὴ ἐῶντές τινας φυλακῆς ἄνευ ἐν τοῖς χωρίοις διασκορπίζεσθαι, ἐνέδρας δὲ μᾶλλον κατὰ τοῦ ἡμετέρου λαοῦ ἐξεργάζεσθαι μηχανῶνται, καὶ καταλαβεῖν αὐτοὺς ἀδοκήτως σπεύδουσι διῶξαί τε καὶ καταγωνίσασθαι, ὀφείλεις καὶ αὐτὸς πᾶσαν ἀσφάλειαν ἐπιδείκνυσθαι τοῦ μὴ ἀδοκήτως εὑρεθῆναι παρ' αὐτῶν, ἀντιμηχανήσασθαι δὲ μᾶλλον πρὸς τὸ αὐτοὺς τροπώσασθαι καὶ γενναῖόν τι καὶ ἀξιόλογον ἐργάσασθαι. Καὶ αὐτῶν τραυματιζομένων παρὰ σοῦ, οὐδαμῶς χρονίσουσι τὰς ἡμετέρας χώρας ληϊζόμενοι.

Intertext edge

Open linked passage

Note