Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 17 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.2.1
Χρεὼν οὖν ἐστί σοι διασκοπῆσαι χωρία ἐπιτήδεια ἐν οἷς οἱ ἐκτρέχοντες τῶν πολεμίων εἰσέρχονται τροφῶν καὶ λαφύρων ἀναψηλαφήσεως ἕνεκα, καὶ λόχον ἐν αὐτοῖς ἱππικὸν καταστῆσαι τὸν κατ' αὐτῶν ἐπιθέσθαι μέλλοντα. Ἔστωσαν δὲ οἱ ἱππεῖς οἱ εἰς τὸν λόχον ἀποστελλόμενοι τῶν διακοσίων ἐπέκεινα, ἀρχηγὸν ἔχοντες ἀνδρεῖον καὶ πάνυ εἰς τὰς τοιαύτας ἐνέδρας ἐμπειρότατον. Ὁ δὲ τοῦ ὅλου στρατεύματος ἀρχηγός, ἓξ ἢ πέντε χιλιάδας ἱππέων ἔχων πολεμιστὰς καὶ τὴν τοῦ Θεοῦ βοήθειαν, οὐ πλειόνων ἐν χρείᾳ γενήσεται.
17.3.1
Ταύτας τοίνυν διχῆ διελών, τοὺς μὲν δισχιλίους ἔμπροσθεν εἰς ἐπιτήδειον λόχον καταστησάτω, ἐν ᾧ καὶ σκοπιά ἐστιν ὑψηλὴ ἀπόβλεψιν ἔχουσα, τοῦ μήκοθεν τοὺς διωκομένους τοῦ λαοῦ αὐτοῦ καὶ διώκοντας ὁρᾶν. Ὄπισθεν δὲ τῶν δισχιλίων τοὺς τρισχιλίους καὶ πεζὸν στράτευμα σὺν αὐτοῖς ἐν ἀποκρύφῳ τόπῳ εἰς ἐνέδραν καταστῆσαι, δηλαδὴ τοῦ τόπου ὀχυρότητα ἔχοντος.
17.4.1
Εἰ τύχῃ δὲ καὶ κάστρον πλησίον, ἕξει κἀκεῖνο εἰς βοήθειαν· μὴ σκοπείτω δὲ ὁ στρατηγός, μηδὲ κατὰ νοῦν τοῦτο ἐχέτω, ἐὰν πλήθη πολεμίων ἐπιτεθῶσιν αὐτῷ καὶ σφοδρὸς γένηται πόλεμος, ἔνδοθεν τοῦ κάστρου γενέσθαι πρὸς τὸ τὸν ἴδιον περισῶσαι λαόν· τοῦτο γὰρ οὐ μόνον ἀδοξίαν καὶ καταφρόνησιν, ἀλλὰ καὶ βλάβην ἐπάγει καὶ τῆς χώρας ἀφανισμὸν καὶ πανωλεθρίαν. Ἀλλ' ἔξωθεν ἐν τοῖς ὀχυρώμασι τοῖς πλησίον τοῦ κάστρου μετὰ τοῦ πεζικοῦ στρατεύματος ἰσχυρῶς ἀντιμαχέσθω, ἀνάγκῃ περιπεσών, ἅτε πολλὴν ἐκ τοῦ τόπου ἔχων βοήθειαν καὶ τὸν τοῦ κάστρου πεζὸν λαὸν εἰς συμμαχίαν αὐτοῦ.
17.5.1
Ὁ οὖν ἀρχηγὸς τῶν τριακοσίων τῶν εἰς φυλακὴν τῶν χωρίων ἀποσταλέντων εἰς περιωπὴν ἱστάμενος καὶ ὁρῶν τοὺς πολεμίους ἐν τοῖς χωρίοις εἰσερχομένους, ἡνίκα τῶν ἵππων ἀποβάντες τὰς οἰκίας τῶν χωριτῶν ἀναψηλαφῶσιν, ἑκατὸν καὶ μικρόν τι πλεῖον ἐκ τοῦ λαοῦ τῶν τριακοσίων διαχωρίσας ἀποστειλάτω, διορισάμενος αὐτοῖς ὀξέως κατὰ τῶν πολεμίων ἐπιθέσθαι. Πλείονες δὲ ἔστωσαν οἱ ἀποστελλόμενοι τῶν εἰς τὰ χωρία εἰσερχομένων πολεμίων. Καὶ κατ' αὐτῶν οὕτως ἐπιθέμενοι, χάριτι Χριστοῦ πολλοὺς καὶ ἀνέλωσι καὶ δεσμώτας λάβωσι.
17.6.1
Οἱ δὲ περιττεύοντες τοῦ λαοῦ ἡμῶν, ὅσοι τῶν πολεμίων τῶν ἰδίων ἵππων ἐπιβῆναι δυνηθῶσι καὶ φυγῇ χρήσωνται, ἐπιμελῶς τούτους ἐπιδιώξουσιν, ἕως ἂν παρὰ τῶν ἱσταμένων φούλκων τῶν πολεμίων εἰς φυλακὴν τῶν ἑταίρων αὐτῶν ἐπιδιωχθῶσιν. Ὁρῶν δὲ τοὺς διώκοντας ὁ τῶν τριακοσίων ἄρχων μὴ εἰς πλῆθος ὄντας, ἀλλ' ἀσυντάκτως καὶ ἀκρατῶς διώκοντας, καρτερησάτω ἐν τῷ ἐγκρύμματι, ἕως οὗ οἱ διωκόμενοι τοῦ λαοῦ αὐτοῦ καταλάβωσι καὶ διέλθωσιν. Εἴθ' οὕτως καὶ αὐτὸς σφοδρῶς κατὰ τῶν πολεμίων ἀπὸ τοῦ ἐγκρύμματος ἐξελθὼν μετὰ τῶν σὺν αὐτῷ ὁρμησάτω, καὶ εὐοδωθήσεται τῇ τοῦ Χριστοῦ δυνάμει καὶ χάριτι· λήψεται γὰρ καὶ δορυαλώτους, καὶ πολλοὺς καὶ ἀναιρήσει καὶ τραυματίσει.
17.7.1
Τῶν οὖν πολεμίων ἔτι προστιθεμένων καὶ εἰς πλῆθος αὐξανομένων καὶ σφοδρῶς ἐπιδιωκόντων, τοὺς μὲν κατασχεθέντας δεσμίους, τούς τε ἵππους αὐτῶν καὶ ὅπλα ἔμπροσθεν ἀποστειλάτω τοῦ καταλαβεῖν ἐν ᾧ τόπῳ ὁ στρατηγὸς ἵσταται. Κἀκεῖνος εὐτάκτως ὑποφευγέτω μετὰ τῶν σὺν αὐτῷ, ἐρεθίζων τοὺς πολεμίους πρὸς δίωξιν καὶ ἐμπείρως ἐφελκόμενος. Μηδεὶς δὲ τοῦ λαοῦ αὐτοῦ γινωσκέτω ἐν οἷς τόποις τὰ ἐγκρύμματα τοῦ στρατηγοῦ ἵστανται, εἰ μὴ μόνος ὁ ἄρχων αὐτῶν.
17.8.1
Τῶν δὲ πολεμίων ἐπιτιθεμένων αὐτῷ μετὰ πλήθους λαοῦ καὶ ἀκρατῶς διωκόντων, ὑποστροφὰς ποιείτωσαν οἱ ὄντες ἀνδρεῖοι καὶ γενναιότατοι καὶ ἵππους εὐτόνους ἔχοντες καὶ πληττέτωσαν τοὺς διώκοντας, ἵνα καὶ τοὺς τραυματίας τῶν ἰδίων διασώσωσιν καὶ ἵππων ἀτονούντων ἢ καὶ πληττομένων ἑτέρων ἐπιβῆναι παρασκευάσωσιν· εἴθ' οὕτως ἐπιδιδόντες τοὺς χαλινοὺς τῶν ἵππων μετ' ἐλασίας μακρυνθῶσι μικρὸν τῶν διωκόντων, ἵνα καὶ τοῦ βάρους τοῦ ἐπικειμένου αὐτοῖς τῶν πολεμίων μικρὸν κουφισθῶσι κἀκεῖνοι ὀξύτερον τοὺς ἵππους ἐλαύνοντες πρὸς δίωξιν ἀτόνους καὶ λειποψυχοῦντας ἐργάσωνται. Ἐγγιζόντων δὲ τῷ ἐγκρύμματι τῶν διωκομένων τοῦ λαοῦ ἡμῶν, εἴτε δεξιὰ εἴτε εὐώνυμα διελθέτωσαν, ἵνα τοῦ ἐγκρύμματος ἐξερχομένου μὴ κατὰ τόπον αὐτοῖς συναντήσωσι καὶ ἀλλήλους παραβλάψωσι· μετὰ δὲ ταῦτα τῶν διωκομένων σὺν αὐτοῖς τοῖς οὖσιν ἐν τῷ ἐγκρύμματι ὑποστρεφόντων, καὶ ἐκ δύο μερῶν τῆς ὁρμῆς αὐτῶν κατὰ τῶν πολεμίων γινομένης, εἰς ὠφέλειαν καὶ τοῦτο τοῦ ἡμετέρου στρατοῦ γενήσεται.
17.9.1
Ἔστω δὲ ὁ τόπος τοῦ ἐγκρύμματος ἐπιτήδειος πρὸς τὸ καλῶς αὐτοὺς ἀποκρύπτειν· στένωμα δὲ ἢ δυσχωρίαν εἰς τὴν ἔξοδον μηδαμῶς ἐχέτω, ἀλλ' ἐφόμαλος ἔστω καὶ εὐρύχωρος, μηδὲν παρεμποδίζων τὴν κατὰ τῶν πολεμίων αὐτῶν ὁρμὴν καὶ ὀξεῖαν ἐπίθεσιν, καὶ μάλιστα περὶ τοὺς δισχιλίους ὄντων· ἐπὶ γὰρ τοσούτου ἀριθμοῦ πλατεῖαν καὶ εὐθῆ εἶναι δεῖ τὴν ἔξοδον τοῦ τοιούτου χώρου. Καὶ ἡ περιωπὴ δέ, ἐν ᾗ ἵσταται βλέπων ὁ τοῦ λαοῦ τοῦ ἐν τῷ ἐγκρύμματι ἀρχηγός, ἐπιτηδεία ἔστω ὥστε καθορᾶν ἀπὸ πολλοῦ διαστήματος τοὺς διώκοντας πολεμίους καὶ τὴν ποσότητα τοῦ λαοῦ αὐτῶν στοχάζεσθαι καὶ κατανοεῖν καὶ ὅπως τὴν δίωξιν ποιοῦνται.
17.10.1
Ἐγγισάντων δὲ τῶν διωκόντων ἐπὶ τῷ ἐγκρύμματι, ἐπικαλεσάμενοι τὴν τοῦ Θεοῦ βοήθειαν, ὀξέῳ καὶ σφοδροτάτῳ καὶ ἀνδρείῳ ὁρμήματι μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ κατ' αὐτῶν ὁρμησάτωσαν. Ὑποστρεφέσθωσαν δὲ καὶ οἱ διωκόμενοι, καί, ἐκ δύο μερῶν τῆς ὁρμῆς αὐτῶν κατὰ τῶν πολεμίων γεγενημένης, εἰς ὠφέλειαν καὶ τοῦτο τοῦ ἡμετέρου στρατοῦ γενήσεται. Καὶ εἰ ἀκολούθως πάντα κατὰ τὸν παρόντα πραχθείη διορισμόν, ἔχοντες πρὸ πάντων καὶ τὴν τοῦ Θεοῦ βοήθειαν συνεφαπτομένην αὐτοῖς, οἵα τότε καταστροφὴ καὶ ὄλεθρος τῶν πολεμίων γενήσεται, οἱ πεῖραν τῶν τοιούτων ἔχοντες ἴσασιν. Καὶ πῶς γὰρ ἄρα, τῶν ἵππων τῇ μακρᾷ καὶ συντόνῳ διώξει ἠτονηκότων καὶ τῶν ἀνδρῶν τῷ πολλῷ πόνῳ τῆς μάχης ἐκλελοιπότων, οὐ τὰ κακῶν ἔσχατα τούτοις συμβήσεται;
17.11.1
Εἰ δέὅπερ πάντη ἀνέλπιστόν ἐστινἰσχύσουσιν οἱ πολέμιοι ἀντιστῆναι πάσης αὐτῶν τῆς δυνάμεως ἐν τῷ τοιούτῳ πολέμῳ παραγενομένης καὶ καρτερὰ μάχη γένηται πανστρατὶ αὐτῶν μαχομένων διὰ τὸ τὴν ἧτταν αὐτῶν ἀνακαλέσασθαι, καὶ κατὰ δεύτερον λόγον τοῦτο συμβῇ, δεῖ τὸν τοῦ στρατοῦ ἀρχηγὸν ἀπὸ συνθήματός τινος καὶ διορισμοῦ καὶ σάλπιγγος ἀνακλητικῆς διαχωρίσαι τοὺς οἰκείους τῆς ἐκ χειρῶν μάχης, νῶτα διδόντων αὐτῶνπλὴν μὴ σὺν ἐλασίᾳ καὶ φυγῇ ἀκόσμῳ, ἀλλ' εὐτάκτωςἐρεθίζειν τε τοὺς πολεμίους πρὸς δίωξιν. Ἐπικειμένων δὲ τῶν παρατάξεων τῶν πολεμίων καὶ διωκουσῶν, τῇ μείζονι ἐνέδρᾳ περιπεσοῦνται. Καὶ οἱ διωκόμενοι, ἐν ἑνὶ μέρει τῆς ἐνέδρας, ὡς ἔφημεν, διερχόμενοι, ὁπόταν κατ' αὐτῶν οἱ ἐν τῇ μεγάλῃ ἐνέδρᾳ ὄντες ὁρμήσωσιν, ὑποστρεφέσθωσαν παραυτίκα καὶ οἱ διωκόμενοι, καὶ εὑρεθήσονται ἐκ δύο μερῶν τοῖς πολεμίοις μαχομένοι· καὶ πολλὴν τοῦτο τῷ στρατῷ προξενήσει τὴν ὠφέλειαν.
17.12.1
Εἰ οὖν οἱ διώκοντες ἄχρι τῆς ἐνέδρας καταλάβωσι καὶ ἀπροόπτως ταύτῃ περιπέσωσι καὶ τολμηρῷ καὶ ἀνδρείῳ ὁρμήματι ἀπὸ τοῦ ἐγκρύμματος κατ' αὐτῶν ἐφορμήσουσι, τῇ τοῦ Χριστοῦ χάριτι κατὰ κράτος τούτους ἡττήσουσι καὶ μέγα κλέος ἑαυτοῖς περιποιήσονται. Εἰ δὲ διά τινα σφάλματα μὴ τελέως δυνηθῶσι τῶν παρατάξεων τῶν ἐχθρῶν περιγενέσθαι, ὡς δύναμιν βαρεῖαν ἐχόντων καὶ ἰσχυρῶς πανστρατὶ αὐτῶν μαχομένων, ἔχων καὶ τὸ πεζὸν στράτευμα συμμαχοῦν τί σοι, σὺ μᾶλλον αὐτῶν ὑπερισχύσεις. Καὶ εἰ μὴ κατὰ κράτος ἡττηθῶσιν, ἀλλ' οὖν πολλοὺς αὐτῶν μαχαίρας ἔργον ποιήσεις, πλείονας δὲ τούτων καὶ ἀνδραπόδων λόγῳ κατάσχῃς, καὶ φόβῳ μεγάλῳ καὶ καταπλήξει ὑποβληθῶσιν, ὡς μηκέτι τολμᾶν ἀδεῶς τὰς χώρας ἡμῶν κατατρέχειν καὶ ληΐζεσθαι· μᾶλλον δὲ σπεύσουσι τὴν ἰδίαν καταλαβεῖν.
17.13.1
Καὶ ταῦτα μέν, καθὼς οἱ πρὸ ἡμῶν ἡμῖν παρέδοσαν καὶ ἡ ἀπὸ τοῦ μακροῦ χρόνου ἐμπειρία, συνεγραψάμεθα. Σοὶ δὲ πρὸς τὴν εἰκὸς ἐπερχομένην περίστασιν προσήκει διαγενέσθαι· οὐ γὰρ ὡς αἱ τῶν ἀνθρώπων βουλαί, ἀλλ' ὡς ἡ ἄνωθεν τοῦ Θεοῦ πρόνοια τὰ καθ' ἕκαστον ταλαντεύσει καὶ τὸ τοῦ πολέμου ἕπεται πέρας. 18. τ Περὶ τοῦ πότε δεῖ τὸν στρατηγὸν ἐκ δύο μερῶν τῶν πολεμίων παραδρομὴν ποιῆσαι 18. 1 Εἰ δὲ ἔτι ἐπιμείνουσιν οἱ πολέμιοι, ὅπερ ἀνέλπιστόν ἐστι μετὰ τὸ οὕτως τραυματισθῆναι, τὰς χώρας ἡμῶν φοσσατικῶς περιπολοῦντες, κατακαίοντές τε καὶ διαφθείροντες, μηδαμοῦ εἰς κοῦρσον μήκοθεν τὸν λαὸν αὐτῶν τολμῶντες ἀποστέλλειν, χρὴ τὸν στρατηγὸν ἀξιόλογον δύναμιν εἰς τὸ ἕτερον μέρος τῶν πολεμίων ἀποστεῖλαι, ἐν ᾧ αὐτὸς μὴ παρατρέχει· καὶ τοῖς ἀπὸ τριῶν ἢ τεσσάρων μιλίων τοῦ φοσσάτου παρεκτρέχουσιν ἔνθεν κἀκεῖθεν ἐπιτίθεσθαι καὶ τραυματίζειν, πρὸς τὸ διακωλύειν αὐτοὺς τροφὰς ἀναλαμβάνειν, ἵνα ὡς ἐκ τούτου σπάνιν ἔχοντες τροφῶν ἀναγκασθῶσιν ὑποστρέψαι.

Intertext edge

Open linked passage

Note