De velitatione bellica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas">
—
⋯
Original / primary: Pg Scrape Grc
18.2.1
Εἰ δὲ ὁρᾷς, ὦ στρατηγέ, τοὺς πολεμίους ἔτι ἑαυτοὺς παραφυλάττοντας καὶ μὴ πόρρω ἐξελαύνειν τοὺς εἰς συλλογὴν χρειῶν ἀποστελλομένους παραχωροῦντας, καὶ ταύτην τὴν ἐνέδραν εἰς βλάβην αὐτῶν ἐπινοήσασθαι δεῖ· τὰ φοῦλκα διασκοπῆσαι τῶν πολεμίων, τὰ εἰς φυλακὴν αὐτῶν ἐξερχόμενα καὶ πόρρω τοῦ φοσσάτου ἱστάμενα, καὶ οἷον ἐξ αὐτῶν βραδύτερον ὑποστρέφει εἰς τὰς σκηνὰς αὐτῶν, ἴσως καρτεροῦν ἕως οὗ οἱ τὰ πλησίον αὐτῶν χωρία ἀνερευνῶντες ἑταῖροι αὐτῶν πρὸς τὰς σκηνὰς αὐτῶν ὑποστρέψουσι, κατ' αὐτοῦ ἐνεδρεῦσαι ἐπείχθητι.
18.3.1
Καὶ δι' ἐμπείρων βιγλατόρων, εἰ δυνατόν, στοχάσασθαι τὴν ποσότητα τῶν εἰς τὸ φοῦλκον ἱσταμένων πολεμίων, καὶ τούτων πλείονας μαχίμους ἄνδρας τῶν ἱππέων ἀπολεξάμενος λόχον γενέσθαι τοῖς ἐχθροῖς παρασκευάσεις, ἀρχηγὸν ἐν αὐτοῖς ἐφιστῶν ἀνδρεῖον καὶ ἐμπειρότατον. Διορίσασθαί τε αὐτὸν ὀλίγους τινὰς τοῦ ὑπ' αὐτὸν λαοῦ χιτῶνας ἀμφιάσασθαι γεωργῶν· συμμίξαι τε αὐτοῖς τῇ ἀληθείᾳ καί τινας τῶν ἀγροτῶν καὶ γεωργικῶν. Ἀόπλους δὲ πάντας εἶναι καὶ τὰς κεφαλὰς ἀσκέπους, τινὰς δὲ καὶ ἀνυποδέτους, ἐφίππους δὲ ἅπαντας ξυλοκόντια κατέχοντας πάνυ κονδά, πρὸς τὸ ἀπατῆσαι τοὺς πολεμίους καὶ δόξαν αὐτοῖς ἐμποιῆσαι ὡς οὐκ εἶεν τοῦ στρατοῦ, ἀλλὰ γεωργοί τινες, οἱ λεγόμενοι οἰκοφύλακες. Μὴ πλείους δὲ τούτους εἶναι τῶν εἴκοσι. Εἰσαγαγεῖν δὲ αὐτοὺς ἐν χωρίοις ἀνὰ ἓξ ἢ καὶ πλείονας πλησίον ἀλλήλων, ἔχοντας κτήνη τινὰ ἐν τοῖς αὐτοῖς χωρίοις, εἴτε ὑποζύγια εἶεν καὶ βόες, εἴθ' ἵπποι τε καὶ ἡμίονοι.
18.4.1
Περὶ δὲ ἑνδεκάτην ὥραν τῆς ἡμέρας διορίσασθαι αὐτοὺς ἐμφανισθῆναι τοῖς πολεμίοις, ἀπὸ χωρίου πρὸς ἕτερον χωρίον δρομαίως εἰσερχομένους καὶ περισπωμένους, ὅπως τὰ κτήνη αὐτῶν ἀναλάβωνται καὶ πρὸς τὰ ὀχυρώματα διασώσωσι. Τούτους τοίνυν, ἡνίκα οἱ εἰς τὸ φοῦλκον ἱστάμενοι πολέμιοι θεάσονται τὰ μὲν τῶν κτηνῶν αὐτῶν παρέλκοντας, τὰ δὲ ἐπελαύνοντας, καὶ ἀγρότας εἶναι καὶ γεωργοὺς τούτους ὑποτοπήσουσιν, ἀκρατῶς καὶ ἀφυλάκτως τούτους ἐπιδιώξουσιν. Διωκόμενοι δὲ οἱ τὸ σχῆμα τῶν οἰκοφυλάκων καὶ γεωργῶν ὑποδύντες σπουδάσουσι καταλαβεῖν ἐν ᾧ τὸ ἔγκρυμμα ἵσταται, καὶ τούτους οἱ πολέμιοι διώκοντες περιπεσοῦνται τῇ ἐνέδρᾳ ἀπαραφυλάκτως. Ἐπὰν δὲ τοῖς λοχήσασι προσεγγίσωσιν, εὐτάκτῳ φρενὶ καὶ ὁρμῇ κατ' αὐτῶν οἱ τοιοῦτοι ἐφορμήσαντες συρραγήτωσαν· καὶ δῆλον ὡς οὐκ ἀντιστήσονται κἂν πρὸς μικρὸν οἱ πολέμιοι, ἀλλὰ νῶτα δόντες πολλοὶ τούτων καὶ ἀναιρεθήσονται καὶ δορυάλωτοι γένωνται.
18.5.1
Εἰ δὲ σύνεγγυς ὁ χῶρος εἴη τῆς τῶν ἐχθρῶν στρατιᾶς, ἐν ᾧ τὰ τοιάδε τελεῖται, καὶ πλῆθος τοῦ λαοῦ τῶν πολεμίων εἰς ἐκδίκησιν τῶν διωκομένων ἐξέλθῃ, χρὴ τὸν στρατηγὸν καὶ ὄπισθεν τῆς τοιαύτης ἐνέδρας καὶ ἕτερον λαὸν, τόπον εἰς ἐπιτήδειον, εἰς ἔγκρυμμα καταστῆσαι, ἀπέχον τῆς προτέρας ἐνέδρας μίλια δύο. Καὶ εἴγε, ὡς ἔφημεν, τοὺς ἐν τῇ πρώτῃ ἐνέδρᾳ λαὸς τῶν πολεμίων ἐπιδιώξει, οἱ τοῦ δευτέρου ἐγκρύμματος ἐξερχόμενοι κατ' αὐτῶν τοὺς μὲν οἰκείους περισώσουσι, τοὺς δὲ πολεμίους κατατραυματίσουσι καὶ θανατώσουσι.
18.6.1
Δεῖ οὖν τὴν τοιαύτην μηχανήν, ὦ στρατηγέ, περὶ δυσμὰς ἡλίου ἐξεργάσασθαι· ἵνα, ἐὰν πλήθη τῶν πολεμίων ἐπίθωνται τοῖς ἐν τῇ ἐνέδρᾳ, ἡ νὺξ καταλαβοῦσα καὶ τὸν πόλεμον διαλύσασα, ἀβλαβῆ τὸν ὑπὸ σὲ λαὸν διατηρήσῃς. 19. τ Περὶ καταστάσεως καὶ ἐξοπλίσεως καὶ γυμνασίας στρατοῦ 19. 1 Εἰ δέ γε θαρρήσουσι κοῦρσον διαχωρίσαι, εὐφυῶς δεῖ σε τούτους ἐπιτηδεύσασθαι, ἀποστέλλων τῶν ὑπὸ σέ τινα ἀνδρείᾳ καὶ ἐμπειρίᾳ κεκοσμημένον μετὰ καθωπλισμένου λαοῦ καὶ ἐξαρκοῦντος τοὺς διεσκεδασμένους τῶν πολεμίων κατατρέχειν καὶ ἀναιρεῖν καὶ δεσμώτας ποιεῖν. Σοῦ δὲ μηδέποτε καταλυέτω ἡ παράταξις, ἵνα, εἰ συμβῇ φούλκοις πολεμίων περιτυχεῖν πλῆθος ἔχουσι λαοῦ, πρὸς φυλακὴν δηλαδὴ τῶν ἐξελαυνόντων πολεμίων ἐπακολουθοῦσι, τὴν ἰδίαν ἔχων παράταξιν συνισταμένην πόλεμον, μετὰ τῶν φούλκων συνάπτων στρατηγικῶς καὶ ἐμπείρως, ὡς ἐξεθέμεθα, καταγωνίσῃ τούτους καὶ τελείῳ παραδώσεις ἀφανισμῷ.