De velitatione bellica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas">
—
⋯
Original / primary: Pg Scrape Grc
19.2.1
Ταῦτα δὲ εἰς σὴν ἀσφάλειαν, ὦ στρατηγέ, καὶ τοῦ λαοῦ φυλάττεσθαι ὑπεμνήσαμεν, εἴγε ὀλιγοστόν ἐστι τὸ ὑπὸ σὲ στράτευμα καὶ εὐαρίθμητον καὶ τοῦ τῶν πολεμίων κατὰ πολὺ ἐλαττούμενον. Εἰ δὲ περὶ τὰς ἓξ ἢ πέντε χιλιάδας ἀπαριθμεῖται τὸ ὑπὸ σὲ μάχιμον, μᾶλλον κατὰ πρόσωπον ἀντιτάξασθαι τοῖς πολεμίοις ἐπείχθητι. Καὶ οὕτως διὰ μηχανικῶν στρατηγημάτων καὶ ἐπιτηδεύσεων, εἰ χρὴ καὶ ἀδοκήτων κατ' αὐτῶν ἐπιθέσεων, καὶ εἰ καλῶς καὶ ἐμπείρως τὸν κατ' αὐτῶν μηχανήσῃ πόλεμον, ἔχων τὴν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀκαταμάχητον βοήθειαν συνεπαμύνουσαν, μεγάλα κατὰ τῶν ἐχθρῶν νίκης ἐργάσῃ τρόπαια.
19.3.1
Οὐκ ἐνὸν δὲ ἄλλως στρατηγικῶς καὶ ἐμπείρως πρὸς πόλεμον παρασκευασθῆναί σε, εἰ μὴ πρότερον ἐξασκήσεις καὶ ἐκπαιδεύσεις τὸ ὑπὸ σὲ στράτευμα, ἐθίζων αὐτὸ καὶ ἐγγυμνάζων εἴς τε τὴν τῶν ὅπλων μεταχείρισιν, καὶ πόνων καὶ ταλαιπωριῶν τὸ δριμύ τε καὶ ἐπίπονον καρτερεῖν· καὶ μὴ χαυνότητι καὶ ῥᾳθυμίᾳ μέθῃ τε καὶ τρυφαῖς καὶ ταῖς ἄλλαις ἀσωτίαις τὸ ἑαυτῶν πᾶν ἐπιτρέπειν.
19.4.1
Προσήκει γε μὴν τάς τε ῥόγας αὐτῶν καὶ σιτηρέσια ἀνελλιπῶς τούτους λαμβάνειν ἄλλας τε δωρεὰς καὶ εὐεργεσίας πλείους τῶν ἐθίμων καὶ διατετυπωμένων, ἵνα, τὸ ἀνενδεὲς ἔχοντες, ἐκ τούτων δύνωνται καὶ ἵππου καλλίστους ἐπικτᾶσθαι καὶ τὰς ἄλλας αὐτῶν πανοπλίας, καὶ χαιρούσῃ ψυχῇ καὶ προθύμῳ καὶ ἀγαλλομένῃ καρδίᾳ προκινδυνεύειν αἱρῶνται τῶν βασιλέων ἡμῶν τῶν ἁγίων καὶ παντὸς τοῦ χριστιανικοῦ πληρώματος.
19.5.1
Τὸ δὲ κρεῖττον πάντων καὶ ἀναγκαιότερον, ὅπερ τὸ πρόθυμον αὐτῶν διεγείρει καὶ τὴν ἀνδρείαν αὔξει καὶ τῶν ἀτολμήτων ἐρεθίζει κατατολμᾶν, τὸ τελείαν ἔχειν ἐλευθερίαν τὰς ἑαυτῶν οἰκίας καὶ τῶν ὑπηρετουμένων αὐτοῖς στρατιωτῶν καὶ τοὺς περὶ αὐτοὺς ἅπαντας. Τοῦτο γὰρ ἀρχῆθεν καὶ ἀπὸ παλαιοῦ εἰς αὐτοὺς καὶ συνετηρεῖτο καὶ διεφυλάττετο· καὶ εὑρήσεις τοῦτο νενομοθετημένον παρὰ τῶν πάλαι ἁγίων καὶ μακαρίων βασιλέων καὶ ἐν τοῖς τακτικοῖς βιβλίοις αὐτῶν ἐγγεγραμμένον.
19.6.1
Πρὸς δέ γε τῇ ἐλευθερίᾳ χρὴ αὐτοὺς καὶ τῆς δεούσης ἀπολαύειν τιμῆς καὶ μὴ καταφρονεῖσθαι καὶ ἀτιμοῦσθαι· αἰσχύνομαι γὰρ εἰπεῖν καὶ τύπτεσθαι τοὺς τοιούτους ἄνδρας, τοὺς μὴ προτιμῶντας τῆς ἰδίας ζωῆς ὑπὲρ θεραπείας τῶν ἁγίων βασιλέων καὶ τῆς τῶν Χριστιανῶν ἐλευθερίας καὶ ἐκδικήσεως· καὶ ταῦτα παρὰ φορολόγων ἀνθρωπαρίων καὶ μηδεμίαν τῷ κοινῷ προξενούντων ὠφέλειαν, ἀλλ' ἢ μόνον ἐκπιεζόντων καὶ ἐκτριβόντων τοὺς πένητας καὶ ἐξ ἀδικίας καὶ πολλῶν αἱμάτων πενήτων ἑαυτοῖς πολλὰ τάλαντα χρυσίου ἐπισυναγόντων.
19.7.1
Δεῖ δὲ αὐτοὺς μηδὲ παρὰ τῶν θεματικῶν κριτῶν ἀτιμοῦσθαι καὶ ὡς ἀνδράποδα κατασύρεσθαι καὶ μαστίζεσθαι, δεσμά τε καὶ κλοιάὢ τῆς συμφορᾶςπεριτίθεσθαι τοὺς ἐκδίκους καὶ μετὰ Θεὸν σωτῆρας Χριστιανῶν καὶ ὑπὲρ τῶν ἁγίων βασιλέων καθ' ἑκάστην, ὡς εἰπεῖν, ἀποθνήσκοντας, αὐτοῦ τοῦ νόμου παρακελεύοντος ἕκαστον ἄρχοντα τοῦ ἰδίου λαοῦ ἐξουσιάζειν καὶ τούτους κρίνειν.
19.8.1
Καὶ τίνος ἑτέρου ἆρα λαὸς οἰκεῖος ὁ τοῦ θέματος, εἰ μὴ μόνου τοῦ στρατηγοῦ, ὃν ὁ βασιλεὺς ὁ ἅγιος ἐν αὐτῷ προχειρίσεται; διὰ τοῦτο γὰρ καὶ ἀπὸ τῶν ἀρχαιοτάτων Ῥωμαίων καὶ τοῦ νόμου τὴν τοῦ ἰδίου θέματος ἐξουσίαν ὁ στρατηγὸς ἐκέκτητο, κρίνων τοὺς ἐγκαλοῦντας ἐπὶ τοῖς στρατιωτικοῖς πράγμασι καὶ διοικῶν τὰ ἐν τῷ θέματι ἀνακύπτοντα, ἔχων συνεργὸν τὸν κριτὴν καὶ παρ' αὐτοῦ συνεργούμενος, συνεργῶν δὲ καὶ τῷ πρωτονοταρίῳ καὶ τοῖς ἄλλοις τοῖς τὰς τοῦ δημοσίου δουλείας ἐγκεχειρισμένοις. Εἶχε δὲ καὶ ὁ τουρμάρχης τῆς ἰδίας αὐτοῦ τούρμας παρὰ τοῦ νόμου καὶ τῆς βασιλικῆς προστάξεως ἐπ' ἐξουσίας τὰς κρίσεις κατὰ τοὺς ἐπικρατήσαντας τύπους καὶ τὰ τούτων προνόμια.
19.9.1
Εἰ μὲν οὖν τὴν πάλαι κατάστασιν ὁ τῶν ἁγίων βασιλέων λάβῃ στρατός, καὶ τὰ λυποῦντα καὶ εἰς πενίαν αὐτοὺς ἄγοντα πόρρω γένωνται τούτων, μεγάλην λήψονται προθυμίαν καὶ χαρὰν καὶ ἀγαλλίασιν, καὶ γενναιότεροι καὶ εὐτολμότεροι ἔσονται, ἀκαταγώνιστοί τε καὶ ἀκαταμάχητοι τοῖς πολεμίοις ὀφθήσονται· καὶ τούτων οὕτως γινομένων οὐ μόνον τὰς ἰδίας οἱ ἅγιοι ἡμῶν βασιλεῖς ἐκδικήσουσι χώρας, ἀλλὰ καὶ ἑτέρας πλείστας τῶν πολεμίων καθυποτάξουσιν. 20. τ Περὶ τῶν ἐγχρονιζόντων πολεμίων κατὰ τῆς χώρας ἡμῶν, ἵνα ἡμέτερος στρατὸς κατὰ τῆς χώρας αὐτῶν ἐπέλθῃ 20. 1 Τῶν πολεμίων μετὰ μεγάλης καὶ βαρείας δυνάμεως τὰς χώρας ἡμῶν περιπολούντων, ἐκτριβόντων τε καὶ ἀφανιζόντων καὶ πολιορκίας κάστρων διαβαθύνειν διαμελετώντων, φυλαττομένων δὲ τοῦ μὴ παρὰ τῶν ῥωμαϊκῶν στρατευμάτων ἐνεδρευθῆναι, ἀλλὰ μᾶλλον αὐτοὺς ἐνεδρεῦσαι μηχανωμένων, εἰ μὴ ἀξιόλογος ῥωμαϊκὴ δύναμις εἰς ἀντιπαράταξιν τούτων ἐστίν, δυναμένη τούτους καταγωνίσασθαι, τοῦτο δεῖ σε, ὦ στρατηγέ, διαπράξασθαι, ὅπερ καὶ ἐν τοῖς ἄνω χρόνοις γέγονε, καθὼς ἡ συντεθεῖσα στρατηγικὴ βίβλος παρὰ τοῦ ἀοιδίμου καὶ σοφωτάτου βασιλέως Λέοντος διαλαμβάνει· ᾗ καὶ οἱ ἐντυχόντες σαφῶς τὰ περὶ τῶν λεχθησομένων ἐπίστανται.