Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 1 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
De velitatione bellica ΠΕΡΙ ΠΑΡΑΔΡΟΜΗΣ ΤΟΥ ΚΥΡΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ πιναχ. 1 Περὶ βιγλῶν καὶ πόσον διάστημα ὀφείλουσιν ἀπ' ἀλλήλων μία ἑκάστη διίστασθαι. πιναχ. 2 Περὶ τῶν καμινοβιγλίων καὶ κατασκόπων. πιναχ. 3 Περὶ κινήσεως ἐχθρῶν καὶ τοῦ προκατασχεθῆναι τὰς δυσχωρίας. πιναχ. 4 Περὶ τοῦ ποιεῖσθαι λάθρα τὰς κατὰ τῶν ἐχθρῶν ἐπιθέσεις καὶ περὶ τοῦ προσυπαντᾶν τοὺς πολεμίους πρὸς τὴν ἰδίαν ἐπαναστρέφοντας. πιναχ. 5 Περὶ προκατασχέσεως ὑδάτων τῶν ἐν τοῖς στενώμασιν ὄντων. πιναχ. 6 Περὶ παραδρομῆς τῶν μονοκούρσων καὶ στοχασμοῦ τῆς τοῦ λαοῦ αὐτῶν ποσότητος. πιναχ. 7 Περὶ συναθροίσεως καὶ κινήσεως φοσσάτου καὶ περὶ τοῦ παραχωρεῖν τοὺς πραγματευτὰς εἰσέρχεσθαι καὶ κατασκοπεῖν. πιναχ. 8 Περὶ παραμονῆς φοσσάτου καὶ ἀκολουθήσεως. πιναχ. 9 Περὶ τῆς κινήσεως τοῦ κούρσου καὶ ἀκολουθήσεως. πιναχ. 10 Περὶ τοῦ διαχωρισμοῦ τοῦ κούρσου καὶ τοῦ λαοῦ ὄπισθεν ἐπακολουθοῦντος. πιναχ. 11 Περὶ τοῦ ἔνθεν κἀκεῖθεν ἵστασθαι τοὺς πεζοὺς ἐν ταῖς δυσχωρίαις. πιναχ. 12 Περὶ ἀθρόας ἐξελεύσεως τῶν πολεμίων πρὸ τοῦ τὰ ῥωμαϊκὰ ἐπισυναχθῆναι στρατεύματα. πιναχ. 13 Περὶ τοῦ ἐνεδρεῦσαι κατὰ τῶν λεγομένων μινσουρατόρων ἐν τοῖς ἀπλήκτοις. πιναχ. 14 Περὶ τῆς ὑποχωρήσεως τῶν ἱππέων ἀπὸ τῶν πεζῶν ὁδοιπορούντων ὁμοῦ. πιναχ. 15 Περὶ ἀσφαλείας. πιναχ. 16 Περὶ διαχωρισμοῦ τοῦ τούλδου. πιναχ. 17 Περὶ τῶν μετὰ πολλῆς δυνάμεως ἐπιτρεχόντων πολεμίων τὰς χώρας ἡμῶν καὶ τῆς μετὰ ἐγκρυμμάτων παρασκευῆς. πιναχ. 18 Περὶ τοῦ πότε δεῖ τὸν στρατηγὸν ἐκ δύο μερῶν τῶν πολεμίων παραδρομὴν ποιῆσαι. πιναχ. 19 Περὶ καταστάσεως καὶ ἐξοπλίσεως καὶ γυμνασίας στρατοῦ. πιναχ. Περὶ τῶν ἐγχρονιζόντων πολεμίων κατὰ τῆς χώρας ἡμῶν, ἵνα ἡμέτερος στρατὸς κατὰ τῆς χώρας αὐτῶν ἐπέλθῃ. πιναχ. 21 Περὶ πολιορκίας κάστρου. πιναχ. 22 Περὶ διαχωρισμοῦ λαοῦ τῶν ἡμισέων πολεμίων ἢ καὶ τοῦ τρίτου μέρους. πιναχ. 23 Περὶ τῆς ὑποστροφῆς τῶν πολεμίων καὶ τῆς κατασχέσεως τῆς κλεισούρας. πιναχ. 24 Περὶ νυκτοπολέμου. πιναχ. 25 Περὶ ἑτέρας κατασχέσεως ὁδοῦ τῆς εἰς τὴν κατάβασιν δυσχωρίαν ἀποτελούσης. προλ. τ ΠΕΡΙ ΠΑΡΑΔΡΟΜΗΣ ΤΟΥ ΚΥΡΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ προλ. 1 Τὴν τῆς παραδρομῆς μέθοδον παραδοῦναι βουλόμενοι, εἰ τάχα καὶ κατὰ τὸν παρόντα καιρὸν μὴ χρειώδης ἐστὶν εἰς τὰ τῆς ἕως μέρηἅτε Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν τὸ πολὺ τῆς καθ' ἡμῶν δυνάμεως καὶ ἰσχύος τῶν τοῦ Ἰσμαὴλ ἐκγόνων ἀμβλύναντος καὶ τὰς ἐφόδους αὐτῶν ἀναχαιτίσαντος, ἀλλ' οὖν, ἵνα μὴ τὴν λήθην καὶ ἄγνοιαν ἐπεισαγαγὼν ὁ χρόνος φθείρῃ τὸ ταύτης ἐπωφελὲς καὶ ἐξαφανίσειε, δεῖν ᾠήθημεν γραφῇ παραδοῦναι ταύτην, ἵν', εἴ ποτε ταύτης δεήσει Χριστιανοῖς καιροῦ τινος πρὸς τὸ μέλλον καλοῦντος, ἕτοιμός ἐστι συνεργὸς ἀγαθὴ τῷ τε κοινῷ παντὶ καὶ τοῖς αὐτὴν μεταχειριζομένοις. προλ. 2 Ἡμεῖς γοῦν ταύτην οὐ μονονοὺκ ἀκοῇ παρειλήφαμεν, ἀλλὰ καὶ πεῖράν τινα παρ' αὐτῆς ἐδιδάχθημεν, τὸ μὲν αὐτοὺς σχόντες διδασκάλους καὶ παιδευτὰς τοὺς ταύτην σχεδὸν εἰπεῖν ἐφευρόντας τὴν μέθοδον, τὸ δὲ καὶ αὐτοὶ μόνοι ταύτῃ χρησάμενοι καὶ πεῖραν αὐτῆς ἐγκολπωσάμενοί τινα κατὰ τὸ ἡμῖν ἐφικτόν. προλ. 3 Αὕτη τοίνυν κατὰ τοῦτο ἔχει τὸ χρήσιμον, ὅτι περ οἳ ταύτην μετήλθοσαν μετ' ὀλίγου μαχίμου λαοῦ μέγιστα καὶ ἀξιομνημόνευτα ἐξετέλεσαν ἔργα· καὶ γὰρ ἅτινα μὴ κατορθῶσαι ἴσχυσεν ἢ ἐτόλμησεν ἡ Ῥωμαίων σύμπασα στρατιά, ὅτε τὰ τῶν Κιλίκων καὶ τοῦ Χαμβδᾶ ἤκμαζεν, εἷς ἐνίοτε τῶν ἀρίστων στρατηγῶν σὺν μόνῳ τῷ τοῦ ὑπ' αὐτὸν θέματος λαῷ, φρονίμως καὶ ἐμπείρως τοὺς πολεμίους ἐπιτηδευσάμενος καὶ συνετῶς διατιθεὶς καὶ στρατηγήσας, μόνος ἀπήρτισε. προλ. 4 Τοῦτο δέ φαμεν, οὐχ ὅτι τοῦ πλείονος τὸ ὀλίγον προκρίνομεν μάχιμον, οὐδ' ὅτι ταύτην ἐξαίρομεν τῶν λοιπῶν στρατηγημάτων καὶ ἐπιτηδευμάτων τῆς τακτικῆς, ἀλλ' ὅτι στρατηγῶν τοῖς ἀρίστοις αὕτη συνεργὸς ἀρίστη καθέστηκεν, ἵν', ὅτε μὴ κατὰ πρόσωπον τοῖς πολεμίοις ἀντιτάττεσθαι δύναιντο, ταύτῃ τῇ μεθόδῳ χρώμενοι ἀβλαβεῖς τε ἑαυτοὺς καὶ τὴν ἰδίαν συντηροῖεν χώραν. προλ. 5 Ταύτην Βάρδας ὁ μακαρίτης καῖσαρ, ὅσα ἐμὲ γινώσκειν, εἰς ἄκρον κατώρθωκε καὶ παντελῶς ἀφανισθεῖσαν ἀνενεώσατοἵνα μὴ τοὺς παλαιοὺς τῶν στρατηγῶν ἀπαριθμῶμεν καθ' ἕκαστον, μόνους δὲ τοὺς πᾶσι γνωρίμους καὶ καθ' ἡμᾶς, ὃς ἐν τοῖς γειτονοῦσι τῇ Ταρσῷ θέμασι, τῇ τε Καππαδοκίᾳ καὶ τῷ Ἀνατολικῷ στρατηγῶν, μυριάκις τὰς τῶν Ταρσέων καὶ λοιπῶν Κιλίκων δυνάμεις ἐτραυμάτισε καὶ μέγιστα κατ' αὐτῶν ἀνεστήσατο τρόπαια· παρ' οὗ καὶ ἡμεῖς ταύτην γυμνασθέντες τὴν μέθοδον, τὴν ταύτης κἂν ποσῶς παρειλήφαμεν πεῖραν. προλ. 6 Πρὸς τούτῳ καὶ Κωνσταντῖνος πατρίκιος, ᾧ Μαλεῗνος ἐπίκλησις, χρόνους πλείστους Καππαδοκῶν στρατηγήσας καὶ ταύτην συνεργὸν ἔχων, οὐκ ἐλάχιστα ἀπειργάσατο κατορθώματα. προλ. 7 Σὺν τούτοις καὶ ὁ κύρις Νικηφόρος, ὁ ἀοίδιμος βασιλεύς, ταύτην ἄκρως μετῆλθεν, ὃς δήπου στρατηγῶν καὶ ταύτῃ χρώμενος πάμπολλα καὶ ἀξιάγαστα ἔργα πεποίηκε, μυριάκις ὡς εἰπεῖν τοὺς πολεμίους τρεψάμενος καὶ μέγιστα τούτων στρατεύματα κατακόψας· οὗ τὰς ἀριστείας, καθ' ὃν ἐστρατήγει καιρόν, συγγράφειν ἢ ἀπαριθμεῖσθαι ὀχληρὸν ἔσται τοῖς ἐντυγχάνουσι διά τε τὸ ὑπερβάλλον πλῆθος καὶ τὸ παρὰ πολλῶν γινώσκεσθαι. προλ. 8 Ὃς ταύτην ἔργῳ μεμαθηκὼς εὔχρηστον οὖσαν, ἐγγράφως πρὸς κοινὴν λυσιτέλειαν ὅπως δεῖ χρῆσθαι ταύτῃ ἐξέθετο, κἀμοὶ παρηγγύησε καθ' ὅσον οἷόν τε ἀκριβῶς περὶ αὐτῆς συγγράψαι καὶ παραδοῦναι τοῖς μεθεξῆς· μὴ μόνον δὲ περὶ ταύτης τῆς τῇ ἕῳ προσηκούσης, ἀλλὰ καὶ περὶ τῆς τῇ ἑσπέρᾳ ὠφελίμου καθεστηκυίας, διὰ τὸ ἐν αὐτῇ πλεῖστά τε στρατηγῆσαι καὶ πεῖραν, ὅσον οἷόν τε ἦν φύσει τῇ ἡμετέρᾳ, ἀθροῖσαι. Ἀλλὰ περὶ ἐκείνης μὲν ἰδίᾳ καὶ ἐν ἄλλοις εἰρήσεται, νυνὶ δὲ σκοπὸς ἡμῖν περὶ τῆς ἑτέρας διαλαβεῖν. Ὅθεν καὶ τὴν ἐκείνου τηρῶν ἐντολήν, συνεργῷ τῇ τοῦ Θεοῦ χάριτι χρώμενος, ἥτις ἐν ἅπασι συνεπιλαμβάνεται τοῖς καλοῖς, ὧδέ πως ἀπάρχομαι τῆς ὑποθέσεως. 1. τ Περὶ βιγλῶν καὶ πόσον διάστημα ὀφείλουσιν ἀπ' ἀλλήλων μία ἑκάστη διίστασθαι 1. 1 Τοὺς τῶν μεγάλων ἀκριτικῶν θεμάτων τὴν πρόνοιαν ἀναδεχομένους καὶ ὑπὸ τὴν αὐτῶν ἐπικράτειαν τὰς κλεισούρας ἔχοντας πάσῃ μηχανῇ καὶ προθέσει καὶ ἀγρύπνῳ ἐπιμελείᾳ προσήκει σπουδάζειν καὶ ἀγωνίζεσθαι τὰς τῶν Ῥωμαίων χώρας διαφυλάττειν τῆς τῶν πολεμίων ἐπιδρομῆς ἀσινεῖς καὶ ἀνεπηρεάστους, βιγλάτορας ἐφιστῶντας ῥωμαλέους καὶ ἐπιτηδείους καὶ τὰς ὁδοὺς εἰς ἄκρον ἐπισταμένους.
1.2.1
Καὶ εἰ μὲν ὄρη εἰσὶν ὑψηλὰ καὶ δύσβατα διορίζοντα τὴν πολεμίαν, ἐν τούτοις τὰς βίγλας ἵστασθαι· ἀπέχειν δὲ τὰς στάσεις τῶν βιγλατόρων ἄχρι μιλίων γʹ ἢ δʹ. Καὶ ἡνίκα τοὺς ἐχθροὺς ἐξερχομένους θεάσονται, δρομαίως ἀπέρχεσθαι εἰς τὸ ἔτερον στασίδιον καὶ ἀπαγγέλλειν ἃ ἐθεάσαντο, κἀκείνους πάλιν πρὸς τὸ ἕτερον στασίδιον σπουδῇ πολλῇ· καὶ οὕτως καθεξῆς μηνύεσθαι τὰ τῶν καβαλλαρίων στασίδια εἰς τοὺς ἐφομάλους τόπους ἱστάμενα καὶ δι' αὐτῶν ἀναμανθάνειν τὸν στρατηγὸν τὴν τῶν ἐθνῶν ἔφοδον.
1.3.1
Καρτερεῖν δὲ αὐτοὺς ἡμέρας πεντεκαίδεκα ἐν τῇ τῶν ὁδῶν φυλακῇ, ἐπιφερομένους καὶ τὴν διαρκοῦσαν αὐτοῖς τροφὴν τῶν αὐτῶν ἡμερῶν· εἴθ' οὕτως ἀπέρχεσθαι ἑτέρους εἰς τὴν τούτων ὑπαλλαγήν, καλῶς ἀδνουμιαζομένους καὶ εὐτρεπιζομένους παρὰ τῶν ἀρχόντων, καὶ σῴους καὶ ἀνελλιπεῖς κατὰ τὸν τυπωθέντα ἀριθμὸν ἀποστελλομένους, καὶ μὴ δι' αἰσχρὸν κέρδος οἴκοι καθέζεσθαι παρὰ τῶν ἀρχόντων αὐτῶν ἐαθῶσιν.
1.4.1
Ἔξεστι δὲ τοὺς βιγλάτορας ἀφορᾶν ἐν οἷς ἄπληκτα τῶν πολεμίων ἁρμόζει γίνεσθαι· ἐκεῖ γὰρ τὰ ἄπληκτα ὡς ἐπίπαν εἴωθε γίνεσθαι ἐν οἷς ὕδωρ ἐστὶ διαρκὲς καὶ τόπος ἐφόμαλος. Ἑτέρους δὲ βλέπειν ἐν οἷς ἡ ὁδὸς ἀποτελεῖ στένωμα, ἄλλους δὲ ὅπου ποταμὸς ὑπάρχει δυσπέρατος. Καὶ τούτων οὕτως ἀσφαλῶς φυλαττόντων οὐ δυνήσονται οἱ πολέμιοι λάθρα ποιήσασθαι τὴν ἐξέλευσιν.
1.5.1
Ἀποστέλλειν τε πιστοὺς ἀνθρώπους καὶ ἐμπειροτάτους τοῦ ἐφορᾶν αὐτούς, εἴγε καλῶς καὶ ἀγρύπνως τὰ κατατόπια αὐτῶν διαφυλάττουσι.
1.6.1
Καὶ οἱ τυπωθέντες βιγλάτορες σῷοι τῷ ἀριθμῷ καὶ μὴ ἐλλιπεῖς ἀπέρχωνται, καὶ μὴ καταλιμπάνωσι τὰς στάσεις αὐτῶν, ἐν αἷς βλέπειν καὶ φυλάττειν τὰς ὁδοὺς ἐτάχθησαν, μήτε χρονίζειν ἐπὶ τοῖς αὐτοῖς στασιδίοις, ἀλλ' ἐναλλάσσειν τοὺς τόπους καὶ ἀλλαχοῦ μεταβαίνειν, ἵνα μὴ ἐπὶ πολὺ χρονίζοντες τοῖς αὐτοῖς τόποις, διαγινωσκόμενοι εὐάλωτοι γίνωνται τοῖς ἐχθροῖς. 2. τ Περὶ τῶν καμινοβιγλίων καὶ κατασκόπων 2. 1 Ἀναγκαία δὲ ἡ τῶν καμινοβιγλατόρων ὑπάρχει ὠφέλεια· καὶ χρὴ τὸν στρατηγὸν καὶ τούτων πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν καὶ ἐν ἐπιτηδείοις τόποις ἐφιστᾶν τὰ καμινοβίγλια, ὅπως, ἡνίκα κίνησις τῶν ἐχθρῶν γένηται, καὶ βιγλάτορες ταύτης αἴσθωνται διὰ τῶν καμινοβίγλων, καὶ ὁ στρατηγὸς τὴν ἐξέλευσιν τῶν ἐχθρῶν προγινώσκῃ καὶ ποίαν ὁδὸν ἐξελθεῖν μέλλωσι, καὶ αἱ χῶραι δι' αὐτῶν τε καὶ τῶν ἐκσπηλατόρων καταμηνυόμεναι τοῖς ὀχυρώμασι καταφεύγωσι καὶ τὰ τούτων θρέμματα.

Intertext edge

Open linked passage

Note