De velitatione bellica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas">
—
⋯
Original / primary: Pg Scrape Grc
20.2.1
Τὸ γὰρ κατ' ἐκεῖνο καιροῦ ὁ τῶν Κιλίκων ἅπας λαὸς μετὰ βαρείας δυνάμεως κατὰ τοῦ θέματος τῶν Ἀνατολικῶν ἐξελθὼν καὶ τὸ κάστρον Μισθείας σφοδρῶς πολιορκῶν, τῷ τηνικαῦτα ἀρχηγῷ τοῦ στρατοῦ ὁ βασιλεύων προστέταχε μετὰ τῶν θεμάτων καὶ ταγμάτων κατὰ τῆς τῶν Κιλίκων χώρας ἐπιστρατεῦσαι, δύο δὲ τῶν στρατηγῶν τοῦ τε Ἀνατολικοῦ καὶ τοῦ Ὀψικίου ὑπολείπεσθαι τοῦ πρὸς ἐκδίκησιν, ὡς οἷόν τε, τοῦ τε κάστρου καὶ τῆς λοιπῆς χώρας τοῖς πολεμίοις ἀντικαθίστασθαι.
20.3.1
Ὁ μέντοι τῶν στρατευμάτων δημαγωγόςἦν δὲ τότε Νικηφόρος, ᾧ ἐπίκλησις Φωκᾶςδιὰ τῆς ὁδοῦ τῆς τοῦ Μαυριανοῦ λεγομένης κατὰ τῆς χώρας Ἀδάνης τὴν ἐπέλευσιν ποιησάμενος λείαν ὅτι πλείστην ἠλάσατο. Τούτῳ πρὸς συνάντησιν λαὸς ὁ τῆς Ἀδάνης ἐξῆλθε καί, ὡς ἀπὸ μιλίων δύο τῆς πόλεως αὐτῶν ἀντιταξάμενοι, ἅμα τῷ συμπεσεῖν ἀλλήλοις νῶτα μεταβαλόντες οἱ τοῦ Ἰσμαὴλ ἀκόσμῳ φυγῇ καὶ σποράδην εὐθὺ τῆς πόλεως ὥρμησαν. Ὁ δέ γε τῶν ῥωμαϊκῶν στρατευμάτων ἡγούμενος ὅσους τῶν Ἰσμαηλιτῶν ἔνδον πυλῶν γενέσθαι μὴ δυνηθέντας εὗρε, τοὺς μὲν μαχαίρᾳ συνέκοψε, τοὺς δὲ πρὸς δουλείαν ἠγάγετο· τοῦ δὲ ἄστεος ἐγγύθι στρατοπεδευσάμενος, ἀμπελώνων καὶ δένδρων τὰ ἔγκαρπα ἅπαντα κατατεμῶν τό τε πέριξ τῆς πόλεως λαμπρόν τε καὶ εὔκοσμον ἀπημαύρωσε.
20.4.1
Τῇ δὲ ὑστεραίᾳ ἄχρι θαλάσσης ἐπιδραμὼν ὁ λαὸς αὐτοῦ, αἰχμαλωσίαν ὅτι πλείστην καὶ κτήνη πάμπολλα ἀναλαβόμενος καὶ δι' ὅλης τῆς ἡμέρας ὁδοιπορήσας, ἐν τῷ Κύδνῳ ποταμῷ, ὃς καὶ Ἱέραξ ἐγχωρίως κέκληται, ἔξωθεν τῆς γεφύρας ἐν ᾗ ἡ ὁδὸς πρὸς Ἄδανα φέρει, ἠπλήκευσε. Τῇ δὲ ἐπιούσῃ ἀπάρας ἐκεῖθεν τὴν ἰδίαν καταλήψεσθαι ἐπορεύετο.
20.5.1
Τὴν τῶν Ῥωμαίων τοίνυν οἱ τὴν Μίσθειαν περικαθήμενοι πολέμιοι κατὰ τῆς ἑαυτῶν χώρας ἐπίθεσιν ἀκουτισθέντες, τὴν πολιορκίαν λύσαντες τάχει πολλῷ πρὸς ἐκδίκησιν τῆς ἰδίας χώρας ὑπέστρεψαν· ἀλλ' ἀπρακτήσαντες τῶν ἀμφοτέρων διήμαρτον· ὁ γὰρ τῶν ῥωμαϊκῶν στρατευμάτων ἡγούμενος μετὰ πολλῶν σκύλων τε καὶ λαφύρων καὶ ἀνδραπόδων διὰ τῆς ὁδοῦ τοῦ Καρυδίου λεγομένης τὰ Ῥωμαίων ἤθη κατέλαβε.
20.6.1
Πρὸς τούτῳ δὲ καὶ οἱ στρατηγήσαντες τῶν Ἀνατολικῶν καὶ Καππαδοκίας ἐν τοῖς ἄνω χρόνοις, τῶν Ταρσιτῶν κατὰ τῆς ῥωμαϊκῆς χώρας τὴν ἐξέλευσιν ποιουμένων, δι' ἄλλης ὁδοῦ ἐν ταῖς χώραις αὐτῶν εἰσερχόμενοι, ποτὲ μὲν αὐτοὶ ἐκεῖνοι, ποτὲ δέ τινας τοῦ λαοῦ αὐτῶν ἀποστέλλοντες, κατὰ τὸ ἐγχωροῦν τούτους κατετραυμάτιζον.
20.7.1
Ὁ δέ γε τὴν ἡγεμονίαν τῆς Λυκανδοῦ καὶ τῶν ἐκεῖσε ἀκριτικῶν θεμάτων ἐγκεχειρισμένος ἐν τοῖς αὐτοῖς χρόνοις, ὁσάκις ἂν Ἀλὴμ ὁ υἱὸς τοῦ Χαμβδᾶ κατὰ Ῥωμανίας τὴν ἐξέλευσιν ἐποιήσατο ἢ ἐν τῇ ἰδίᾳ χώρᾳ χρείας ἀναγκαίας αὐτὸν κατεπειγούσης μετέβη, κατὰ τῆς χώρας τοῦ Χάλεπε καὶ τῆς Ἀντιοχείας ἐπιτιθέμενος, μεγάλην ἐν αὐτοῖς βλάβην εἰργάζετο· καὶ τοὺς συγγενεῖς αὐτοῦ καὶ ἀρχηγοὺς τῶν φοσσάτων, μεγάλους καὶ περιφανεῖς, δορυαλώτους εἷλε, καὶ τοὺς τούτων μαχίμους ἄνδρας καὶ πλεῖστα φρούρια. Τὸ αὐτὸ δὲ καὶ ἐν τῇ τῶν Κιλίκων χώρᾳ διεπράττετο, ὡς τῇ Λυκανδῷ συνορούσῃ.
20.8.1
Καὶ αὐτὸς τοίνυν, ὦ στρατηγέ, ὅτε μετ' ἐπιτηδεύσεως καὶ ἐνέδρας τραυματίζειν τοὺς πολεμίους ἀπορήσεις, διὰ τὸ ἑαυτοὺς ἐπιμελῶς ἀσφαλίζεσθαι καὶ παραφυλάττειν, οὔτε δ' αὖ πάλιν ἀξιόλογον ἔχεις δύναμιν πρὸς τὸ φανερῶς αὐτοῖς ἀντιμάχεσθαι, τοῦτο δεῖ σε διαπράττειν, καὶ εἴτε αὐτὸν σὲ κατὰ τῆς χώρας τῶν πολεμίων ἐπείγεσθαι, καταλιμπάνοντα ἄνδρα τῶν ἄλλων στρατηγῶν ἀξιολογώτερον μετὰ καὶ στρατεύματος τοῦ πρὸς παραδρομὴν καὶ πρόνοιαν τῶν θεμάτων ἐξικανοῦντος, εἴτε, σοῦ τὴν παραδρομὴν ποιοῦντος, τὸν κρείττονα τῶν στρατηγῶν καὶ ἐπ' ἀνδρείᾳ καὶ πολυπειρίᾳ ὀνομαστὸν καὶ ἐπαινούμενον μετὰ ἱππικῆς καὶ πεζικῆς ἀξιολόγου δυνάμεως κατὰ τῆς τῶν πολεμίων ἀποστέλλειν χώρας καὶ χρονίζειν ἐν αὐταῖς καὶ πυρπολεῖν καὶ ἀφανίζειν καὶ κάστρα πολιορκεῖν· ἵνα τοῦτο ἀκούοντες οἱ πολέμιοι, καὶ μὴ βουλομένου τοῦ ἀρχηγοῦ αὐτῶν, ἀναγκάσουσιν αὐτὸν ἐπαναζεῦξαι πρὸς τὴν τῆς ἰδίας χώρας ἐκδίκησιν.
20.9.1
Ὁπόταν δὲ τὰς χώρας ἡμῶν καλῶς ἐκσπηλεύσῃς καὶ φυγαδεύσῃς καὶ τὸν ἐν αὐτοῖς οἰκοῦντα λαὸν καὶ τὰ τούτων θρέμματα ἐν ὄρεσιν ὑψηλοῖς καὶ δυσβάτοις, καὶ βουληθῶσιν οἱ πολέμιοι ψηλαφῆσαι καὶ ἀνερευνήσασθαι τὰ τοιαῦτα ὄρη κἀκεῖθεν τούτους ἀνδραποδίσασθαι, καὶ πανστρατὶ πλησιάσαι τοῖς τοιούτοις τόποις θελήσωσι καὶ τὰς σκηνὰς ἐκεῖσε πήξασθαι, ὀφείλεις καὶ αὐτὸς ἐν τοῖς μέρεσιν ἐκείνοις πλησίον γενέσθαι εἰς ἐκδίκησιν τῶν οἰκείων.
20.10.1
Καὶ εἴγε τὸν χῶρον θεάσῃ, ἐν ᾧ οἱ πολέμιοι αὐλίζονται, ὄρος ἔχων ἢ τόπον ὑψηλὸν καὶ ἐπιτήδειον πρὸς τὸ νυκτὸς κατ' αὐτῶν ἐπιθέσθαι, τοῦτο μελετήσεις, καί, διασκοπήσας καλῶς τὴν τοῦ τόπου θέσιν, καὶ βοήθειαν ἐκεῖθεν ἔχων, τὸν κατ' αὐτῶν παρασκευάσῃ πόλεμον νυκτὸς μετὰ πεζικῆς δυνάμεως σὺν ἱππέων, καθὼς περὶ νυκτοπολέμου κατωτέρω εἴρηται, καὶ μεγάλως αὐτοὺς τραυματίσεις καὶ ἐκθροήσεις καὶ παρασκευάσεις ἐκεῖθεν ὑποχωρῆσαι.
20.11.1
Καρτερούντων δὲ ἔτι ἐν ἐκείνῳ τῷ χώρῳ, καλῶς ἑαυτοὺς ἀσφαλιζόμενοι καὶ 20. 11 παραφυλάττοντες, καὶ βουλομένων ἀνερευνῆσαι τὰ ὄρη ἐν οἷς τὰ καταφύγια τῶν χωριτῶν τυγχάνει, δέον φυλαχθῆναι καὶ προκατασχεθῆναι παρὰ σοῦ τὰς εἰσόδους διά τε ἀκοντιστῶν καὶ ψιλῶν. Καὶ τούτων καλῶς φυλαττομένων ἐν οἷς ἡ καταφυγὴ τῶν γεωργῶν σὺν τῶν φαμιλιῶν καὶ τῶν τέκνων αὐτῶν γέγονεν, εἰ βουληθῶσιν διὰ τῶν στενωπῶν καὶ δυσβάτων ἐκείνων ὁδῶν εἰσελθεῖν, ἡττηθήσονται, καὶ μάλιστα πεζικῆς δυνάμεως αὐτοῖς ἐπιθεμένης. Εἰ δ' αὐτοὶ μετὰ πεζικῆς βουληθῶσιν ἐπελθεῖν καὶ τὰ ὄρη διερευνήσασθαι, ἐν ἐνδοτέροις καὶ ὀχυρωτέροις καὶ ἀνεπιβουλεύτοις τόποις εἰσαγαγεῖν τοὺς τῶν χωρίων οἰκήτορας ἐπείχθητι, καὶ σοῦ μετὰ παντὸς τοῦ λαοῦ τὰς εἰσαγούσας κατ' αὐτῶν ὁδοὺς δηλαδὴ καταλαμβάνοντός τε καὶ ἀσφαλῶς διαφυλάττοντος. 21. τ Περὶ πολιορκίας κάστρου 21. 1 Πρὸς πολιορκίαν δὲ κάστρου κατανοῶν εὐτρεπιζομένους τοὺς πολεμίους, δέον καὶ σέ, στρατηγέ, ὅσα πολιορκεῖσθαι δυνατόνεἰσὶ γὰρ καὶ πολλὰ κάστρα μὴ δεδιότα πολιορκίαν, ἐν τοῖς τοιούτοις πρὸ τῆς τῶν ἐχθρῶν ἐξελεύσεως παρασκευάσαι τὸν ἐν αὐτοῖς καταφεύγοντα λαὸν μηνῶν τεσσάρων τροφὰς καθένα ἕκαστον, εἰ δυνατὸν καὶ πλειόνων, καθ' ὅσον συνορᾷς ἔσεσθαι τὴν πολιορκίαν, ἀποτίθεσθαι, καὶ τῶν ἐν ταῖς κινστέρναις ὑδάτων ἐπιμελεῖσθαι καὶ τῶν ἄλλων πάντων, ὅσα πολιορκουμένους ἐκδικεῖν καὶ βοηθεῖν δύνανται. Ταῦτα γὰρ διὰ τὸ πλῆθος τῇ παρούσῃ γραφῇ ἐκθεῖναι κατὰ μέρος ἐάσομεν· περὶ γὰρ τῶν τοιούτων καὶ ἑτέρων πολιορκητικῶν μηχανημάτων καὶ τὸ πῶς χρῆ τοὺς ἔνδον τοῖς ἔξωθεν ἀντιμάχεσθαι ἀκριβῶς πρὸ ἡμῶν καὶ λελογισμένως οἱ τὰ τακτικὰ καὶ στρατηγικὰ ἀναγραψάμενοι ἐξέθεντο. Ἡμεῖς δὲ περὶ παραδρομῆς καὶ κατασχέσεως κλεισουρῶν προσταχθέντες εἰπεῖν, τὰ ταύτῃ συντελοῦντα καὶ ἐφαρμόζοντα κατὰ τὸ ἑνὸν ἐκθεῖναι κατεπειγόμεθα.