Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 21 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.2.1
Τῶν πολεμίων τοίνυν τὸ κάστρον περικαθισάντων καὶ πρὸς πολιορκίαν χωρούντων, εἰ μένὡς ἔθος ἐστὶ τοῖς βουλομένοις στενοχωρεῖν τοὺς πολιορκουμένους ἀπληκεύσουσι δηλονότι τοῦ κάστρου κύκλοθεν, πρὸς τὸ μὴ δύνασθαί τινας τῶν ἡμετέρων μήτε εἰσέρχεσθαι μήτε ἐξέρχεσθαι, ἐπεὶ ἐν ὀχυροῖς τόποις καὶ δυσβάτοις σχεδὸν τὰ πλείω ἡμῶν ἵδρυνται κάστρα, εὐχερῶς τούτοις οὕτως ἀπληκεύουσι χάρακος καὶ ἀσφαλείας ἄνευ ἰσχύσεις, ὦ στρατηγέ, καθ' ἓν μέρος νυκτὸς μετὰ πεζικοῦ στρατεύματος ἐπιθέσθαι· μετὰ συνθήματος ὁμοῦ καὶ τοὺς ἔνδον ἐξελθεῖν παρασκευάσεις ἐν αὐτῇ τῇ ὥρᾳ καὶ συνάψαι καὶ αὐτούς, εἰ δυνατόν, πόλεμον. Καὶ τὴν ἀπὸ τοῦ τόπου ἔχων βοήθειαν τούτους καταγωνίσῃ, ἔργον τοῦτο προνοίας Θεοῦ.
21.3.1
Εἰ δὲ διὰ τὴν τοῦ χώρου δυσχέρειαν καὶ σκληρότητα οὐ θαρρήσουσιν οὕτως κύκλοθεν διεσπαρμένως ἀπληκεῦσαι, ἀλλ' ἐκ δύο μερῶν ἢ ἐξ ἑνὸς ἅπας ὁ λαὸς αὐτῶν στρατοπεδεύσει, δέον πρότερον πᾶσαν τροφὴν ἀνθρώπων τε καὶ ἀλόγων πυρπολῆσαι καὶ τελείως ἐξαφανίσαι καὶ μηδὲν εἰς χρείαν ἀλόγων ἢ ἀνθρώπων πλησίον τοῦ κάστρου ἢ πόρρω καταλιπεῖν ἐν τοῖς χωρίοις. Εἰ δὲ καὶ ξύλον ἐπιλείπει, ἐπὶ τοῦ τόπου ὄρους μὴ ὄντος, καὶ αὐτὰ τὰ στέγη τῶν οἰκημάτων πυρπολῆσαι. Εἰ γὰρ καὶ ξύλου ἐν χρείᾳ γένωνται οἱ πολέμιοι καὶ τροφῶν ἐνδεεῖς εἰσιν, ἀνάγκη τὸν λαὸν αὐτῶν ἐξέρχεσθαι μακρότερον πρὸς συλλογὴν τῶν χρειῶν. Σοῦ δὲ ἐμπείρως καὶ στρατηγικῶς διατιθεμένου δυνήσῃ τούτους μετὰ ἐγκρυμμάτων τραυματίζειν καὶ κατατροποῦσθαι· καὶ ὡς ἐκ τούτου τῇ τῶν τροφῶν ἐνδείᾳ ἀναγκαζόμενοι τὴν πολιορκίαν λύσουσιν.
21.4.1
Εἰ δὲ ὁρᾷς αὐτοὺς ἔτι καρτεροῦντας καὶ τῇ πολιορκίᾳ ἐπιμένοντας καὶ τοὺς ἔνδον στενοχωρουμένους, δέον καὶ πρὸς νυκτοπολέμους δημοσίους χωρῆσαι, πεζικὸν συναγηοχὼς στράτευμα ἅμα ἱππεῦσιν. Ὃ ἁρμοζόντως κατὰ τὴν τοῦ τόπου θέσιν τούτοις συνταξάμενος, τὸν ἐν νυκτὶ πόλεμον παρασκευάσεις γενέσθαι, καθὼς παρακατιὼν περὶ νυκτοπολέμου δηλώσω, καὶ τούτῳ τῷ τρόπῳ καταγωνίσῃ αὐτούς, καὶ ἀναγκάσεις τὴν τοῦ κάστρου πολιορκίαν λιπεῖν.
21.5.1
Εἰ δέ τις αἰτία τὸν τῆς νυκτὸς πόλεμον διακωλύσει καὶ οἱ ἔνδον πολιορκούμενοι ἐνδεεῖς λαοῦ τοῦ βοηθοῦντός εἰσι, τροφῶν δὲ σπάνιν οὐκ ἔχουσι, δυνήσῃ καὶ ἑτέρων ἀνδρῶν προσθήκην ἐπαγαγεῖν, ὥσπερ καὶ τροφῆςεἴγε ἐνδεεῖς εἶεντρόπῳ τοιῷδε. Συναγαγὼν ἅπαν τὸ ὑπὸ σὲ στράτευμα καὶ διχῆ αὐτοὺς διελών, οἱ μὲν ἡμίσεις τούτων ἀναλαβέτωσαν καθεῖς ἀνὰ σίτου μοδίους τέσσαρας εἰς οὓς ἐποχοῦνται ἵππους, παρέχων αὐτοῖς καὶ εὐζώνους ἑτέρους ἱππεῖς μηδὲν ἐπιφερομένους πλὴν τὰ ὅπλα αὐτῶν καὶ πρὸς μόνην αὐτῶν φυλακὴν εἶναι. Σὺ δὲ μετὰ τοῦ λοιποῦ μαχίμου στρατεύματος ἐν ἑτέρῳ μέρει, κατὰ τὴν ὥραν ἣν οἱ τὸν σῖτον ἐπιφερόμενοι πλησίον τοῦ κάστρου μέλλουσι γενέσθαι, περὶ μέσην νύκτα ἀθρόως μετὰ κραυγῆς καὶ σαλπίγγων φάνηθι, ὡς ἤδη πολεμίσων αὐτούς. Τῶν δὲ πρὸς τὸν σὸν πόλεμον παρασκευαζομένων καὶ τὴν ὁρμὴν πρὸς σὲ ποιουμένων, ἄδειαν εὑρόντες οἱ τὸν σῖτον ἐπιφερόμενοι ἀποκομίσουσί τε αὐτὸν ἐν τῷ κάστρῳ καὶ ἀσινεῖς παλινοστήσουσι. Καὶ διὰ τῆς τοιαύτης μηχανῆς καὶ ἀνδρῶν ἐπιβολὴν καὶ τροφῆς παράσχῃς αὐτοῖς, εἴγε ἀμφοτέρων ἐν χρείᾳ εἰσί, καὶ σωτηρίας οἱ πολιορκούμενοι τύχωσιν. 22. τ Περὶ διαχωρισμοῦ λαοῦ τῶν ἡμισέων πολεμίων ἢ καὶ τοῦ τρίτου μέρουσ 22. 1 Εἰ δὲ μὴ πρὸς πολιορκίαν κάστρων εὐτρεπίζοιντο οἱ πολέμιοι, ἀλλὰ μετὰ πολλῆς καὶ σφοδρᾶς δυνάμεως τὰς ἡμετέρας χώρας περινοστοῦσι, χρὴ τὸν στρατηγοῦντα τῶν ῥωμαϊκῶν δυνάμεων ἐπιμελῶς τοὺς γεωργούς, ἤτοι τοὺς τῶν χωρίων πολίτας, καὶ τὰ αὐτῶν ἅπαντα παρακελεύσασθαί τε καὶ παρασκευάσασθαι ἐν κάστροις καὶ ὀχυροῖς τόποις διασώσασθαι, τοὺς δὲ τῶν πολεμίων πρὸς λείαν ἐξερχομένους, ὡς νουνεχεῖς καὶ ἀγρύπνους συνεχῶς τραυματίζειν, ἵνα εἶεν δεδοικότες πόρρω τοῦ στρατεύματος αὐτῶν ἐξελαύνειν καὶ τροφὰς ἐπικομίζεσθαι· κἀντεῦθεν στενοχωρίᾳ τροφῶν συσχεθήσονται.

Intertext edge

Open linked passage

Note