Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 24 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.2.1
Πλὴν οὕτως σε τὸν κατ' αὐτῶν χρὴ διαθεῖναι πόλεμον. Σὺ μὲν ἐκ τῶν ὄπισθεν μετὰ πεζικῆς παρατάξεως τὴν προσβολὴν ποιήσεις. Τὰς δὲ λοιπὰς πεζικὰς τάξεις διελεῖν εἰς ἓξ μερίδας, καὶ τρεῖς μὲν κατὰ τὸ δεξιὸν τῶν πολεμίων ἐκ πλαγίου αὐτῶν, τρεῖς δὲ κατὰ τὸ εὐώνυμον καταστῆσαι, εἴγε εἰς μῆκος ἡ τοῦ τόπου θέσις τὸ ἑαυτῶν ἄπληκτον καταστῆσαι καταναγκάσει, ἀπεχούσας ἀλλήλων ὡσεὶ τόξου βολήν, ἢ καὶ μικρὸν ἔλαττον, μόνην ἀνεῳγμένην καὶ ἀφύλακτον καταλιμπάνων τὴν ὁδὸν τὴν πρὸς τὰ οἰκεῖα τοὺς πολεμίους διασῴζουσαν, ὅπως σφοδροτάτου αὐτοῖς ἐπιτεθέντος τοῦ πολέμου καὶ τὴν ὁδὸν ἀνεῳγμένην ἐφευρηκόσι, ἀπάτῃ τοῦ διασωθῆναι καὶ τὸν πόλεμον διαφυγεῖν καὶ τὴν ἰδίαν καταλαβεῖν, ἐπιβῶσι τῶν ἵππων καὶ δι' αὐτῆς πρὸς φυγὴν ὁρμήσωσι, μόνην ἕκαστος τὴν ἰδίαν περιποιούμενος σωτηρίαν.
24.3.1
Εἰ δὲ οὐκ ἐπίμηκες πεποιήκεσαν τὸ ἑαυτῶν ἄπληκτον, ἀλλ' ἡ τοῦ τόπου θέσις κυκλοτερὲς αὐτὸ ἀπειργάσατο, χρή σε τὰς πεζικὰς ἱστῶν παρατάξεις γύροθεν παρασκευασθῆναι ταύτας προστάξαι πρὸς πόλεμον, μόνον δέ, ὡς ἔφημεν, τὴν ὁδὸν ἄφετον καὶ ἀνεῳγμένην καταλιπεῖν, τὴν πρὸς τὰ ἴδια τούτων φέρουσαν.
24.4.1
Μετὰ δὲ τὸ διατάξασθαι τοὺς πεζοὺς τοῦτον τὸν τρόπον, παραπληκεῦσαι τοῖς πολεμίοις προστάξεις καὶ πυρὰ εἰς πλῆθος ἀνάψαι πολλά. Ἐν μιᾷ δὲ ἑκάστῃ παρατάξει τῶν πεζῶν καὶ ἄρχοντα καταστήσεις τῶν χρησίμων καὶ ἀνδρείων· σὺν αὐτοῖς δὲ ἱππεῖς ἐν μιᾷ ἑκάστῃ παρατάξει, ἐκ τῶν ὄπισθεν ἱσταμένους, εἴγε καὶ ὁ χῶρος δίδωσιν, ἔχοντας ἀρχηγοὺς ἄνδρας ἀξιολόγους· πείθεσθαί τε αὐτοῖς προστάξεις καὶ ἅπαντα τὸν λαὸν τῶν πεζικῶν τάξεων.
24.5.1
Μετὰ δὲ τὸ οὕτως παρασκευασθῆναι, διαχωρίσαι τῶν ψιλῶν ἀνδρείους καὶ ταχεῖς τοῖς ποσί, καὶ ἔμπροσθεν ἀποστεῖλαι τοῦ σιγῇ κατελθεῖν καὶ ἔγγιστα τῶν πολεμίων γενέσθαι, καὶ διορίσασθαι αὐτοῖς ἵνα πρῶτον μὲν οἱ ἐν τῷ μέσῳ ἱστάμενοι τὴν προσβολὴν ποιήσονται, εἴθ' οὕτως οἱ ἔμπροσθεν. Καὶ εἰ μὲν ἐξ ἀμφοτέρων τῶν μερῶν ἡ τοῦ τόπου θέσις ὑψηλοτέρως φέρει τὰς πεζικὰς τάξεις κατὰ τῶν πολεμίων, βαλλόμενοι οἱ πολέμιοι τοῖς ἐκ χειρῶν καὶ σφενδονῶν λίθοις καὶ τόξοις ἄνωθεν ἐξ ἑκατέρων εὐχερῶς καταλυθήσονται. Εἰ δὲ μὴ οὕτως ἔχει ἡ τοῦ τόπου θέσις, ἀλλ' ἐξ ἑνὸς μέρους τὸ ὑψηλὸν ὑπέρκειται, καὶ ὡσαύτως ἐκεῖθεν εὐχερέστερον τῶν λίθων καὶ τόξων τὰς βολὰς κατ' αὐτῶν πεμπέτωσαν. Πλὴν ἐκ τοῦ ἐφομάλου ἐπιμελέστερον ἔχεσθαι δεῖ τῆς μάχης. Εἰ δὲ βουληθῶσιν οἱ πολέμιοι ἐπιβῆναι ἵππων καὶ κατ' αὐτῶν ὁρμῆσαι, οὐδὲν μὲν τοῖς ψιλοῖς δεινὸν ἐργάσονται, τοῦ τόπου βοηθοῦντος αὐτοῖς, ἑαυτοῖς δὲ μᾶλλον μεγάλην προξενήσουσι βλάβην.
24.6.1
Συγκαταβήτωσαν δὲ πᾶσαι αἱ πεζικαὶ τάξεις ἐξ ἀμφοτέρων τῶν μερῶν καὶ σαλπισάτωσαν ἅπασαι μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ. Ἔπειτα καὶ ὁ στρατηγὸς ἐκ τῶν ὄπισθεν ἰσχυρῶς ἀναψάτω τὸν πόλεμον. Καὶ εἰ ἔτι καρτεροῦσιν οἱ πολέμιοι καὶ μὴ πρὸς φυγὴν ὁρμήσουσιν, οἱ ταχεῖς ψιλοὶ καὶ οἱ ἔμπροσθεν ἀποσταλέντες παρορμηθήτωσαν παρὰ τῶν ἀρχόντων αὐτῶν ἔνδον εἰς τὰς σκηνὰς χωρῆσαι τῶν πολεμίων· εὐχερὲς γὰρ τοῦτο ἔσται αὐτοῖς ἀπὸ τῆς τοῦ τόπου σκληρότητος. Καὶ ἡνίκα ἄρξονται ἀναλαμβάνειν ἵππους ἢ ἡμιόνους καὶ πράγματα τῶν πολεμίων καὶ ἀνθρώπους ἀνδραποδίζειν, καὶ ἀρχὴ τοιαύτη γένηται, ὁρμήσουσιν ἅπαντες εἰς τὴν τοιαύτην διαρπαγὴν καὶ ἀφειδῶς ἔνδον χωρήσουσι τῶν σκηνῶν ξίφει αὐτοὺς κατακόπτοντες.
24.7.1
Καὶ τότε πρὸς φυγὴν ὁρμήσουσιν ἅπαντες, ὅσοι μὲν ἰσχύσουσιν ἐπιβῆναι ἵππων, οἱ δὲ καὶ πεζῇ, ὡς ἂν δυνηθῶσιν ὄρεσί τε καὶ φάραγξι κρυβῆναι καὶ σωτηρίας τυχεῖν. Καὶ εἰ τοιοῦτον τῇ βοηθείᾳ τοῦ Θεοῦ γένηται τὸ τοῦ πολέμου πέρας, διὰ πρεσβειῶν τῆς παναχράντου μητρὸς αὐτοῦ καὶ Θεοτόκου, δόξαν μὲν οἱ ἅγιοι βασιλεῖς λήψονται, καὶ κράτος ἅπαν τὸ ῥωμαϊκὸν στράτευμα, μηκέτι τῶν πολεμίων κατὰ πρόσωπον αὐτῶν στῆναι δυναμένων.
24.8.1
Εἰ δέ γε ὁμαλοῦ ἐπιτύχωσι χώρου τῆς ἡμέρας ἐπιφανούσης, καὶ εἰς αὐτὸν καταλύσουσι τὰς σκηνὰς πηξάμενοι, καὶ οὐκ εὐχερῶς ἐν τῷ τοιούτῳ τόπῳ τὸν ἐν νυκτὶ πόλεμον ἁρμόζει γενέσθαι, δεῖ τὸν στρατηγὸν μετὰ πασῶν τῶν πεζικῶν τε καὶ ἱππικῶν δυνάμεων ἔμπροσθεν πάλιν γενέσθαι καὶ τὰ ὑψηλότερα τῶν ὀρῶν κατασχεῖν καὶ τὴν διάβασιν τῆς ὁδοῦ ὁμοίως ἀσφαλίσασθαι. Καὶ ἐπεὶ πᾶσαι, ὡς ἔφημεν, αἱ ὁδοὶ αἱ πρὸς τὴν πολεμίαν εἰσάγουσαι, διὰ τῶν ὅλων ὧν ἀπηριθμησάμην θεμάτων καὶ οἰκείοις ὀφθαλμοῖς ἐθεασάμην, δύσβατοι τυγχάνουσιν ἐν ὄρεσι τοῖς διορίζουσι τὰς ἄμφω χώρας, σπεῦδε προκαταλαβεῖν τὴν διάβασιν αὐτῶν καὶ τὸν κατὰ πρόσωπον αὐτῶν ἀδιστάκτως διατίθεσο πόλεμον, καὶ χάριτι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ὑπερισχύσεις αὐτῶν καὶ τούτους καταβαλὼν τελείῳ παραδώσεις ἀφανισμῷ. 25. τ Περὶ ἑτέρας κατασχέσεως ὁδοῦ τῆς εἰς τὴν κατάβασιν δυσχωρίαν ἀποτελούσησ

Intertext edge

Open linked passage

Note