Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 2 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.2.1
Ἐν δὲ ταῖς ἄκραις τῶν ἀρμενικῶν θεμάτων, ἐπεὶ οἱ Ἀρμένιοι οὐ καλῶς οὐδὲ ἀσφαλῶς τὴν τῶν βιγλῶν ἐκτελοῦσι δουλείαν, ὀφειλόμενόν ἐστι φυλάττεσθαι τὸν ἀπὸ παλαιοῦ κρατήσαντα τύπον ἐν ταῖς βίγλαις τῶν Ἀρμενίων, καὶ ἀνθρώπους ἐπιλέγεσθαι καὶ ἀπογράφεσθαι ἐπιτηδείους, λαμβάνοντας μισθὸν ἀπὸ τοῦ στρατοῦ ἐπισωρευόμενον, ὑπὲρ ὧν ὁ τοιοῦτος στρατὸς τῇ τῶν βιγλῶν λειτουργίᾳ ὑπηρετεῖν ὤφειλεν, ὡσαύτως καὶ ἀννώναν ἑκάστῳ μηνὶ τὴν τετυπωμένην, καὶ ὑπαλλάττειν αὐτοὺς καθ' ἕκαστον μῆνα καὶ δι' αὐτῶν τὰς ὁδούς, ἐν αἷς οἱ πολέμιοι ἐξέρχονται, φυλάττειν ἀσφαλῶς.
2.3.1
Ἀλλ' ἐπεὶ οὐδὲ αὐτοὶ οἱ μετὰ μισθοῦ καὶ ἀννώνας, Ἀρμένιοι ὄντες, καλῶς τῇ τῶν βιγλῶν ὑπηρετοῦσι δουλείᾳ, ἀπὸ τῶν ἀποστελλομένων κατασκόπων χρὴ τὰς κινήσεις τῶν φοσσάτων ἀναμανθάνειν, καὶ τραπεζίτας ἐπιλέγεσθαι γενναίους καὶ ἀνδρείους, οὓς οἱ Ἀρμένιοι τασιναρίους καλοῦσι, καὶ ἐν ματρικίοις ἀπογράφεσθαι καὶ ἀρχηγοὺς ἐν αὐτοῖς ἐφιστᾶν, οἷς πρὸς τῇ ἀνδρείᾳ καὶ πολλὴ ἐμπειρία τῶν ὁδῶν καὶ τῶν τῆς Συρίας χωρῶν πρόσεστι, καὶ τούτους διηνεκῶς ἀποστέλλειν τοῦ κατέρχεσθαι εἰς τὰς τῶν πολεμίων χώρας καὶ καινοτομεῖν αὐτὰς καὶ βλάπτειν, καὶ εἴ που δυνηθῶσί τινας κατασχεῖν τῶν πολεμίων καὶ πρὸς τὸν τὴν ἀρχὴν διέποντα στρατηγὸν ἀποκομίζειν, ὅπως δι' αὐτῶν τὰς τῶν ἐχθρῶν κινήσεις καὶ βουλὰς ἀναμανθάνῃ. 3. τ Περὶ κινήσεως ἐχθρῶν καὶ τοῦ προκατασχεθῆναι τὰς δυσχωρίασ 3. 1 Ἀναδιδασκόμενος δὲ ὁ στρατηγὸς τὰς τῶν ἐχθρῶν κινήσεις, ὀφείλει καὶ αὐτὸς τὸν ἴδιον λαὸν ἐπισυνάγειν καὶ ἐξοπλίζειν, καὶ πρὸς τὰς ἄκρας παραγίνεσθαι, καὶ τὸ πεζικὸν ἅπαν ἐπισυνάγειν πρὸς τὴν ὁδὸν καθ' ἣν ὁρμήσουσιν οἱ πολέμιοι ἐξελθεῖν. Καὶ εἰ μὲν μετ' ὀλίγης δυνάμεως τοὺς ἐχθροὺς ἐξέρχεσθαι ἀναμάθωσι, σπευσάτω προσυπαντῆσαι αὐτοῖς καὶ καταπολεμῆσαι μετὰ τοῦ πεζικοῦ λαοῦ καὶ τῶν ἱππέων, εἴγε τὸ τῶν πεζῶν στράτευμα συναγαγεῖν καὶ συστῆσαι δεδύνηται.

Intertext edge

Open linked passage

Note