De velitatione bellica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas">
—
⋯
Original / primary: Pg Scrape Grc
3.2.1
Καὶ ἐπεὶ εἰς τὰ στενώματα καὶ τὰς δυσχωρίας ἐπιτηδειότερός ἐστιν ὁ μετὰ τῶν πεζῶν πόλεμος, δέον ἐστὶ προκαταλαμβάνειν καὶ κατέχειν τὰ ὑψηλότερα τῶν ὀρῶν μετ' αὐτῶν, καὶ ἐξ ἀμφοτέρων μέρων, εἴπερ ἡ θέσις τοῦ τόπου ἐστὶν ἐπιτήδειος, τὰς πεζικὰς διιστᾶν παρατάξεις, ἐν οἷς δὲ ἱππέων ἁρμόζει πόλεμον γίνεσθαι, συνεῖναι τοῖς πεζοῖς καὶ ἱππεῖς, ἵνα τὴν τοιαύτην παρασκευὴν καὶ κατάσχεσιν τῶν στενωμάτων ἀκούοντες οἱ πολέμιοι ἢ τῆς ὁρμῆς ἐπισχῶσιν τὴν φορὰν ἢ καταγωνισθῶσι Θεοῦ συνεργίᾳ. Ὅπου δὲ οὐκ ἐξ ἀμφοτέρων τῶν μερῶν ἡ τοῦ τόπου θέσις προσβαλεῖν πόλεμον ἁρμόζει, ἀλλ' ἐξ ἑνός, ὡσαύτως κἀκεῖνο ὑπερέχον τὸ μέρος προκατασχεῖν δεῖ.
3.3.1
Ἐν οἷς δὲ τὴν προσβολὴν τοῦ πολέμου ἀφ' ὑψηλοῦ βουνοῦ τὸ τοῦ τόπου ἀνεπιτήδειον γενέσθαι διακωλύει, ἀλλὰ μικρόν τι προσανωφερής ἐστιν ἡ ὁδὸς καὶ τραχεῖα, ἔχουσα καὶ ῥύακας, καὶ ὡς ἐκ τούτων στενωτάτην καὶ αὐτὴν εὑρίσκεσθαι, χρὴ τὴν τῶν πεζῶν παράταξιν ὡσαύτως ἀπὸ τῶν ὑψηλοτέρων παρασκευάζειν καὶ τὴν ὁδὸν κρατεῖν καὶ ἀποφράττειν δι' ὁπλιτῶν ἀσπιδηφόρων καὶ ἀκοντιστῶν, ὄπισθεν δὲ τούτων τοὺς ἐκ χειρῶν λίθους βάλλοντας, σὺν αὐτοῖς δὲ καὶ τοξότας καὶ σφενδονήτας, καὶ μετὰ τὴν πρώτην παράταξιν καὶ δευτέραν ἑπομένην αὐτῇ παρασκευάζειν, ἑκατέρωθεν δὲ τῆς παρατάξεως τῆς φυλαττούσης τὴν μέσην ἀκοντιστὰς καθιστᾶν, ψιλούς τε καὶ σφενδονήτας.
3.4.1
Εἰ δὲ καὶ ἑτέρας ὁδοὺς λέγεται εἶναι δεξιὰ καὶ εὐώνυμα τῆς παρατάξεως τῆς φυλαττούσης τὴν δημοσίαν ὁδόνμὴ σύνεγγυς ἀλλὰ πόρρωθεν, ἃς οἱ ἀκρῖται ἀτραποὺς καλοῦσι, δέον καὶ ταύτας κρατεῖσθαι μετὰ πεζῶν καὶ φυλάττεσθαι ἀσφαλῶς, μή ποτε μανθανόντων τῶν πολεμίων τὴν δημοσίαν ὁδὸν ἐν ἀσφαλείᾳ κρατεῖσθαι μετὰ πλήθους λαοῦ εἰς ἑτέραν τῶν ἐκ πλαγίων ὁρμήσωσι καί, εἰ μὴ καλῶς καὶ ἀσφαλῶς φυλάττηται, εὕρωσιν ἐκεῖθεν πάροδον καὶ γενηθῶσιν ἐκ πλαγίου ἢ καὶ ἐκ νώτου τῶν παρατάξεων καὶ περισπασμὸν καὶ φόβον τῷ ῥωμαϊκῷ στρατῷ προξενήσουσιν.
3.5.1
Ἀμφοτέρων δὲ ἀσφαλῶς φυλαττομένων, ἢ πρὸς μάχην τῶν πολεμίων ὁρμώντων Θεοῦ συνεργίᾳ καταισχυνθήσονται, ἢ ὀρρωδίᾳ κατασχεθέντες δι' ἄλλης ὁδοῦ, πολλῶν ἡμερῶν διάστημα ἀπεχούσης, τὴν ὁρμὴν ποιήσονται. Καὶ ὡς ἐντεῦθεν δύο κακὰ προσγένωνται τοῖς ἐχθροῖς· ἓν μὲν ταλαιπωρηθῆναι τῷ τῶν πολλῶν ἡμερῶν διαστήματι καταλιποῦσι τὰ τούτων ἄπληκτα καὶ τὴν εὐθεῖαν ὁδόν, ἕτερον δέτὸ καὶ ἀπώλειαν αὐτοῖς ἐπάγοντὸ αὐτοὺς μὲν δειλανδρῆσαι καὶ ἀθυμίᾳ ὑποβληθῆναι, τοὺς δὲ Ῥωμαίους προθυμωτέρους καὶ εὐτολμωτέρους πρὸς τὸν κατ' αὐτῶν πόλεμον γενέσθαι.
3.6.1
Οἷον δὴ καὶ ἐν τοῖς ἄνω χρόνοις Ἀλῇ τῷ υἱῷ τοῦ Χαμβδᾶ ἐκ τρίτου παθεῖν συμβέβηκεν· δὶς μὲν ἐν τοῖς χρόνοις τοῦ ἀοιδίμου καὶ τρισμάκαρος Κωνσταντίνου τοῦ Πορφυρογεννήτου βασιλέως, ἅπαξ δὲ ἐπὶ τοῦ καλοῦ βασιλέως Ῥωμανοῦ, τοῦ μακαρίτου υἱοῦ αὐτοῦ. Καὶ πάντες σχεδὸν τὴν τότε γεναμένην πανωλεθρίαν τῶν ἀρνητῶν τοῦ Χριστοῦ ἀκριβῶς ἐπίστανται· ἀλλὰ καὶ ὁ λαὸς τῶν Ταρσέων καὶ τῆς τῶν Κιλίκων χώρας ἐν διαφόροις τόποις τῶν στενωμάτων παρὰ τῶν τότε τῆς ἄκρας προνοουμένων στρατηγῶν κατετροπώθησαν. 4. τ Περὶ τοῦ ποιεῖσθαι λάθρα τὰς κατὰ τῶν ἐχθρῶν ἐπιθέσεις, καὶ περὶ τοῦ προσυπαντᾶν τοὺς πολεμίους πρὸς τὴν ἰδίαν ἐπαναστρέφοντασ 4. 1 Χρὴ δὲ καὶ τοῦτο διὰ σκοποῦ καὶ μελέτης ἔχειν τὸν στρατηγὸν καὶ πᾶσαν σπουδὴν τίθεσθαι, λάθρα καὶ ἀδοκήτως, εἰ οἷόν τε, τὰς τῶν ἐχθρῶν ἐπιθέσεις ποιεῖσθαι· τοῦ γὰρ τοιούτου ἐπιτηδεύματος τυγχάνων ὁ στρατηγός, καὶ μετ' ὀλιγοστοῦ λαοῦ πολλοὺς τῶν πολεμίων κατατροπώσεται.