Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 4 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.2.1
Εἰ δέ, ὡς ἀνωτέρω δεδήλωται, καὶ τόπου ἐπιτύχῃ ἐν τοῖς στενώμασιν ἐκ δύο μερῶν τὸν κατὰ τῶν ἐχθρῶν πόλεμον τὸ ἐπιτήδειον ἔχοντος, ἀδιστάκτως ἔχεσθαι τοῦ πολέμου· καὶ καλῶς συντάσσων τὸν ὑπ' αὐτὸν λαὸν Θεοῦ συνεργίᾳ κατὰ κράτος τοὺς πολεμίους τροπώσεται.
4.3.1
Πλὴν κατὰ πολύ ἐστι λυσιτελέστερον καὶ ἁρμοδιώτερον, ὑπὲρ τοῦ προσυπαντᾶν τοὺς πολεμίους μέλλοντας ἐξιέναι κατὰ Ῥωμανίας, ὅτε μᾶλλον ἀπὸ τῶν ἡμετέρων χωρῶν πρὸς τὴν ἰδίαν ἐπαναστρέφουσι· τότε γὰρ διὰ τὸ ἐπὶ πολὺ χρονοτριβῆσαι αὐτοὺς ταῖς ῥωμαϊκαῖς χώραις, μεγάλως συντρίβονται καὶ ταλαιπωροῦνται. Εἰ τύχῃ δὲ καὶ πλῆθος πραγμάτων καὶ ἀνδραπόδων ἐπιφέρονται καὶ κτηνῶν, καὶ αὐτοί τε καὶ οἱ ἵπποι αὐτῶν κατάκοποι ὄντες ἐν καιρῷ πολέμου ἐκλελυμένοι εὑρίσκονται, σπεύδοντες καὶ ἐπιθυμοῦντες τάχιον τὴν ἰδίαν καταλήψεσθαι χώραν.
4.4.1
Ἄλλως τε δὲ καὶ τὰ τῶν Ῥωμαίων στρατεύματα ἐν τῇ τῶν ἡμερῶν παρατάσει οὐ μόνον τὰ πλησίον τῶν κλεισουρῶν τάχιον ἐπισωρεύονται, ἀλλὰ καὶ τὰ πόρρω τυγχάνοντα· καὶ εἰς πλῆθος ἐπισυνίστανται ἱκανόν, καὶ καλῶς πρὸς πόλεμον καὶ ἐξαρτύονται καὶ παρασκευάζονται. Καὶ τότε μᾶλλον, καθάπερ προέφημεν, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ὁ κατ' αὐτῶν πόλεμος ἀδίστακτον ἔχει τὴν νίκην.
4.5.1
Διὸ χρὴ τὸν στρατηγὸν μηδέπω ἐν τῇ ὑποστροφῇ καταλιμπάνειν. Τὸ δὲ ἐν τῇ ἐξελεύσει τῶν πολεμίων παρασκευάζεσθαι προσυπαντᾶν αὐτοὺς πρὸς πόλεμον ἐν τοῖς στενώμασιν ἀνεπιτηδειότερον μέν ἐστι, καὶ εἰς μάτην ἴσως τὸν κόπον συνέβῃ γίνεσθαι διὰ τὸ μὴ οὕτως συντόμως δι' ὀλίγων ἡμερῶν δύνασθαι τὸ πεζικὸν συναθροισθῆναι στράτευμα καὶ καλῶς παρασκευασθῆναι. Ἄλλως τε δὲ καὶ οἱ πολέμιοι, ἀκμῆτες ὄντες καὶ ἀπαρόπλιστοι, δυσκαταγώνιστοι ἔσονται.
4.6.1
Κατὰ τοῦτο δὲ τὸ ὠφέλιμον ἔχει καὶ χρήσιμον, καθὸ ἐμφόβους αὐτοὺς γίνεσθαι, ὁσάκις ἂν βουληθῶσιν ἐξελθεῖν, τῇ κατασχέσει τῶν στενωμάτων, καὶ τὴν μετ' ὀλίγον ἐκκοπεῖν κατὰ τῶν ῥωμαϊκῶν θεμάτων συνεχῆ ἐξέλευσιν. 5. τ Περὶ προκατασχέσεως ὑδάτων τῶν ἐν τοῖς στενώμασιν ὄντων 5. 1 Ἐν οἷς δὲ τόποις τῶν στενωμάτων καὶ κλεισουρῶν πρὸς πόλεμον ὁ στρατηγὸς παρασκευάζεται, εἴπερ ἐν τούτοις πηγή ἐστιν ὕδωρ βρύουσα, ὑπὸ τοῦ ἰδίου λαοῦ ταύτην σπουδάσει κατασχεθῆναι, ὥστε τὸ ἐκεῖθεν ὕδωρ τὸν λαὸν ἀπαρύεσθαι. Εἰ δὲ τύχῃ ὀλιγοστὸν εἶναι, σπουδάσει μὴ ἐπιθολοῦσθαι τοῦτο, καὶ οὐ μικρὰ ὡς ἐκ τούτου λύπη τὸν λαὸν καὶ ἀνάγκη ἐπισυμβήσεται. Πηγῆς δὲ ἔγγιστα μὴ οὔσης, ἐξ ἧς τὴν πόσιν καὶ ἀναψυχὴν ὁ λαὸς ἐφευρίσκει, καὶ μάλιστα ἐν καιρῷ θέρους, ἀσκοὺς διορισάτω ἐν ἑκάστῃ ἑκατονταρχίᾳ δέκα ἐπιφέρεσθαι καὶ δι' αὐτῶν τὸ ὕδωρ ἐπικομίζεσθαι καὶ ἐν ὥρᾳ τῆς μάχης εἰς πόσιν καὶ ἀναψυχὴν τοῖς ἐν τῷ πολέμῳ ἀγωνιζομένοις ἐπιχωρηγεῖσθαι.

Intertext edge

Open linked passage

Note