De velitatione bellica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas">
—
⋯
Original / primary: Pg Scrape Grc
5.2.1
Ἀλλὰ περὶ μὲν τῶν ἐν τοῖς στενώμασι μελλόντων πρὸς πόλεμον ἐξαρτύεσθαι ἱκανῶς εἰρήσθω. Εἰ δὲ καὶ νυκτοπόλεμον δεήσει ἐν ταῖς τοιαύταις δυσχωρίαις γενέσθαι, καὶ τοῦτο πάνυ ὠφέλιμον· ἀλλὰ περὶ μὲν τούτων ἐν ἑτέρᾳ διηγήσει δηλώσω, τῆς δὲ παραδρομῆς ἄρξομαι τὴν εἰσήγησιν, ἥτις ἐπωφελὴς καὶ ἀναγκαία τυγχάνουσα δι' ὀλίγου καὶ εὐαριθμήτου λαοῦ πολλὰ τῶν πολεμίων πλήθη ἀπρακτεῖν παρασκευάζει, Θεοῦ δὲ νεύσει ὡς τὰ πολλὰ καὶ καταγωνίζεται. 6. τ Περὶ παραδρομῆς τῶν μονοκούρσων καὶ στοχασμοῦ τῆς τοῦ λαοῦ αὐτῶν ποσότητοσ 6. 1 Τὰ τῶν πολεμίων κοῦρσα τὰ λεγόμενα μονόκουρσα ἀπὸ τῆς ἰδίας χώρας ἐξερχόμενα, πεζῶν ἄνευ, ἔθος αὐτοῖς σπουδῇ τὴν πορείαν ποιεῖσθαι καὶ μηδαμοῦ ἀπληκεύοντας τὴν ὅλην νύκτα διαβιβάζειν, ἀλλὰ πρὸς μικρὸν τοὺς ἵππους διαναπαύειν πρὸς τὸ τὰς ταγὰς καὶ μόνον τούτοις ἐπιδοῦναι· ὡς ἐπίπαν γὰρ τὰ μονόκουρσα μετ' ὀλιγοστοῦ καὶ ἐκλεκτοῦ λαοῦ τὴν ἐξέλευσιν ποιοῦνται, σπεύδουσι δὲ τάχιστα καταλαβεῖν ἐν οἷς χωρίοις τὴν ἐπίθεσιν καὶ ἐκδρομὴν ἐβουλεύσαντο ποιῆσαι.