Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 6 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.2.1
Τοῦ οὖν στρατηγοῦ παρά τε τῶν καμινοβιγλίων καὶ τῶν βιγλατόρων τὴν τούτων ἐξέλευσιν ἀναμανθάνοντος, σπουδῇ πολλῇ τὰ ἐν ταῖς ἄκραις καταλαμβανέτω χωρία, προαποστέλλων τουρμάρχην εἴτε ἕτερον ἄρχοντα τῶν ἐμπειροτάτων καὶ χρησίμων μετὰ ἐκλεκτῶν ἀρχόντων καὶ καλοϊππαράτων τοῦ προσυπαντῆσαι καὶ μετὰ ἐμπειρίας τούτους θεάσασθαι καὶ παραμεῖναι καὶ τῷ στρατηγῷ καταμηνύειν ἐν ᾧ τόπῳ κατέλαβον, εἰ δυνατὸν διασκοπεῖν καὶ τὴν τοῦ λαοῦ αὐτῶν ποσότητα.
6.3.1
Οὐ μόνον γὰρ ἀπὸ τῆς θέας δυνατόν ἐστιν ἀριθμῆσαι αὐτοὺς καὶ καταστοχάσασθαι, ἀλλὰ καὶ ἐκ τῆς τούτων ὁπλῆς· πλῆθος γὰρ χόρτου ἐρημίαις ὑπάρχον καὶ τοῖς ποσὶ τῶν ἀλόγων καταπατούμενον, οἱ τῶν ἀνδρῶν ἐμπειρότατοι δύνανται ἐκ τούτου τὴν τοῦ λαοῦ ποσότητα, εἰ καὶ μὴ ἀκριβῶς, καταστοχάσασθαι· ὡσαύτως δὲ καὶ ἐν τοῖς τῶν ποταμῶν περάμασιν, ἀκριβέστερον δὲ καὶ ἀπὸ τῶν τούτων ἀπλήκτων, ἡνίκα ἐκεῖθεν ἀπαίρουσιν.
6.4.1
Ὁ δὲ στρατηγός, τοῦ κούρσου τῶν πολεμίων ἄφιξιν ἀναμανθάνων καὶ τῶν χωρίων ἐν οἷς τὰς ἐκδρομὰς ποιήσασθαι μέλλουσι στοχασάμενος, πλησίον τούτων γινέσθω καί, ἐν ἐπιτηδείῳ τόπῳ ἑαυτὸν ἀποκρύψας μετὰ τοῦ λαοῦ αὐτοῦ, βίγλας τε καβαλλαρίων πανταχοῦ ἀποστείλας, ἡνίκα περὶ αὐτῶν καταμηνυθείη, καὶ θεαθῶσιν ἐξελαύνοντες καὶ διασκορπιζόμενοι, ἐξέλθῃ εἰς τὸ σκόρπισμα, καὶ τούτοις ἐντυγχάνων ἀπόνως αὐτοὺς καταγωνίσεται.
6.5.1
Εἰ δὲ συμβῇ τινας τῶν χωριτῶν κρατηθῆναι παρ' αὐτῶν πρὸ τοῦ ἐξελάσαι καὶ ἀναμαθεῖν τήν τε τοῦ στρατηγοῦ παρουσίαν καὶ τὴν τῶν χωρίων ἐκσπήλευσιν, καὶ οὐ θαρρήσουσιν ἐξελάσαι, ἄπρακτοι σπουδαίως πρὸς τὴν ἰδίαν ὑποστρέψουσι χώραν, μόνον τὸν κόπον καὶ τὴν συντριβὴν καὶ ταλαιπωρίαν ὑποστάντες. 7. τ Περὶ συναθροίσεως καὶ κινήσεως φοσσάτου καὶ περὶ τοῦ παραχωρεῖν τοὺς πραγματευτὰς εἰσέρχεσθαι καὶ κατασκοπεῖν 7. 1 Παρασκευὴν δὲ καὶ κίνησιν μεγάλου φοσσάτου ἀκούων, ἐν ᾧ καιρῷ μάλιστα εἰώθει τὰ μεγάλα συναθροίζεσθαι φοσσᾶτα, ἤγουν τῷ Αὐγούστῳ μηνίἐν γὰρ τῷ τοιούτῳ καιρῷ ἀπό τε Αἰγύπτου, Παλαιστίνης τε καὶ Φοινίκης καὶ τῆς Κοίλης Συρίας πλήθη ἀνήρχοντο ἐν Κιλικίᾳ καὶ ἐν ταῖς χώραις Ἀντιοχείας, τοῦ Χάλεπε, καὶ προσλαμβάνοντες καὶ Ἄραβας τῷ Σεπτεμβρίῳ μηνὶ τὴν κατὰ Ῥωμαίων ἐποιοῦντο ἐξέλευσιν, ἐν τῷ τοιούτῳ τοίνυν καιρῷ, ὅτε ἡ συνάθροισις τοῦ φοσσάτου τῶν πολεμίων μέλλει γίνεσθαι, συνεχέστερον τοὺς τραπεζίτας ἀποστέλλειν ἤτοι τὰ τασινάκια καὶ κατασκόπους πλείστους τῶν χρησίμων καὶ πιστῶν.

Intertext edge

Open linked passage

Note