Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 7 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.2.1
Παραχωρεῖν δὲ καὶ πραγματευτὰς εἰσέρχεσθαι, προσποιεῖσθαι δὲ καὶ φιλίαν πρὸς τοὺς κρατοῦντας ἀμηράδας τῶν ταῖς ἄκραις ἡμῶν παρακειμένων κάστρων, καὶ γράφειν πρὸς αὐτοὺς καὶ ἀνθρώπους μετὰ κανισκίων ἀποστέλλειν, ὅπως διὰ τῆς πολυειδοῦς ταύτης πολυπραγμοσύνης δυνηθῇ σαφῶς ἀναδιδάσκεσθαι τὰς τῶν πολεμίων βουλὰς καὶ μελέτας καὶ τὰ πλήθη τῶν ἐπισωρευομένων φοσσάτων, ἱππέων τε καὶ πεζῶν, καὶ τοὺς τούτων ἀρχηγοὺς καὶ ἐν ποίαις χώραις τὴν ἐπέλευσιν ποιεῖν βούλονται.
7.3.1
Καταμηνυόμενος δὲ τὴν τοῦ φοσσάτου ἀποκίνησιν καὶ διὰ ποίας ὁδοῦ τὴν ἐξέλευσιν κατὰ Ῥωμανίας ποιεῖσθαι μέλλει, ἐπισυνάγειν ἅπαντα τὰ στρατεύματα καὶ πρὸς τὰς ἄκρας παραγίνεσθαι, ἀποστέλλειν δὲ τουρμάρχην ἐμπειρότατον εἴτε ἕτερόν τινα τῶν μεγάλων καὶ χρησίμων ἀρχόντων μετὰ ἱππέων ἐπιλέκτων προσυπαντῆσαι τοῖς πολεμίοις πρὸ τοῦ τὴν εἰσβολὴν εἰς τὰς ἡμῶν χώρας ποιήσασθαι, ἵνα καὶ ἐπακολουθῶσιν αὐτοῖς καὶ παραμένωσι καὶ τὰς ἀποκινήσεις αὐτῶν τῷ στρατηγῷ καταμηνύωσιν. 8. τ Περὶ παραμονῆς φοσσάτου καὶ ἀκολουθήσεωσ 8. 1 Ἡ δὲ παραμονὴ αὐτῶν οὕτως ὀφείλει γίνεσθαι. Τοῦ στρατηγοῦ μετὰ παντὸς τοῦ λαοῦ ἐν ἐπιτηδείῳ καὶ ὀχυρῷ τόπῳ παρατρέχοντος, καὶ τῶν χωρίων διὰ τῶν ἐκσπηλατόρων φυγαδευομένων ἐν τοῖς κάστροις ἤ, μὴ ὄντων κάστρων, ἐν ὄρεσιν ὑψηλοῖς καὶ ὀχυρωτάτοις καὶ ἀνεπιβουλεύτοις, ὁμοίως καὶ πάντα τὰ κτήνη αὐτῶν, δέον ἀποστέλλειν καὶ τὸν ὀφείλοντα παραμένειν ἀπὸ δευτέρας ὥρας ἢ καὶ τρίτης τῆς ἡμέρας.

Intertext edge

Open linked passage

Note