Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 8 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.2.1
Καὶ εὐχὴν λαμβάνοντα τοῦ στρατηγοῦ, ἀναλαμβάνεσθαι τὸν λαὸν 8. 2 αὐτοῦ καὶ τοὺς παρασυρτάτους καὶ ὁρμᾶν πρὸς τὴν ὁδόν, καθ' ἣν οἱ πολέμιοι διέρχονται, τὴν ἀποσκευὴν αὐτοῦ καὶ τοὺς παριππαράτους καταλιμπάνων μετὰ τοῦ στρατηγοῦ, μηδὲν ἄλλο ἐπιφερομένους ἢ μιᾶς ἡμέρας τροφήν, καὶ αὐτὴν μετὰ ἐνδείας, ἄρτους μόνους καὶ τυρὸν ἢ καὶ τάριχα, καὶ τὰς τῶν ἵππων καὶ ἡμιόνων ταγάς.
8.3.1
Εἰς χωρίον δὲ ἀπληκεύων τάς τε χρείας καὶ τὴν τῶν ἀλόγων τροφὴν ἐφευρίσκων, διαναπαυσάτω ἐκεῖσε τὸν λαὸν αὐτοῦ καὶ τὴν τῶν ἀλόγων τροφὴν τῆς ἡμέρας, βίγλας κρατῶν ἐν ὑψηλοτέροις τόποις. Καὶ αὐτὸς ἐκεῖνος ὁ τοῦ λαοῦ ἀρχηγὸς ἐν περιωπῇ ὑψηλοτάτῃ ἀνερχόμενος, ἀποσκοπεῖν καὶ βλέπειν κονιορτοὺς τῶν πολεμίων καὶ καπνούς, καὶ ὡς ἐκ τούτου κατανοεῖν καὶ στοχάζεσθαι ἐν οἷς διέρχονται καὶ ἀπληκεῦσαι μέλλουσιν· ὑπὸ γὰρ τῶν ἐμπείρων ἀνδρῶν καὶ οἱ τόποι ἐφ' οἷς προσήκει ἄπληκτα γίνεσθαι διαγινώσκονται. Ἡνίκα δὲ αἴσθονται τοῦ τόπου ἐν ᾧ ηὐλίσαντο οἱ πολέμιοι, παραυτίκα δηλοῦσι τῷ στρατηγῷ περὶ τούτου.
8.4.1
Κἀκεῖνος μετὰ τοῦ ἰδίου στρατοῦ, θώρακας ἀμπεχομένων καὶ τὰ λεγόμενα ἐπανωκλίβανα μὴ λευκὰ ὄντα, ἐπὶ χεῖρας ἕκαστος τὸ μεταχειριζόμενον ὅπλον κατέχων, τὴν ὁδοιπορίαν ποιείτω. Τοῦ δὲ ἡλίου ὑποκλίναντος καὶ τῶν εἰς λείαν ἐκ τοῦ φοσσάτου ἐξερχομένων πολεμίων ὑποστρεφόντων πρὸς τὰς σκηνὰς αὐτῶν καὶ τὰ φοῦλκα τὰ τούτους φυλάττοντα, τότε συνεισέρχεσθαι καὶ αὐτὸν καὶ πλησιάζειν τῷ τῶν ἐχθρῶν φοσσάτῳ. Μετὰ σκοποῦ δὲ ὁδοιπορείτω καὶ προσοχῆς ἀκριβοῦς καὶ λαθραίως, καὶ ἑαυτὸν ὑποκρυπτέτω τοῦ μὴ θεαθῆναι παρὰ τῶν πολεμίων. Νυκτὸς δ' ἤδη καταλαμβανούσης πλησίον γενέσθω τοῦ ἀπλήκτου.
8.5.1
Καὶ εἰ μὲν ἐστὶ βουνὸς ὑψηλός, ἐν ᾧ ηὐλίσαντο οἱ πολέμιοι, ἐξ ἑνὸς μέρους ἢ καὶ ἐκ δύο πλησίον τοῦ ἀπλήκτου αὐτῶν, ἀπόνως τὴν παραμονὴν ἐν ἐκείνῳ τῷ τόπῳ φυλάξουσιν· ἀποβάντες γὰρ τῶν ἵππων καὶ πεζῇ ἐν τῷ βουνῷ ἀνερχόμενοι ἄνδρες δύο τῷ ἀριθμῷ ἢ καὶ τρεῖς καὶ πλησιάζοντες τῷ ἀπλήκτῳ, ἀπὸ τῶν ὑψηλῶν ἐκείνων καὶ ὀχυρωτάτων βουνῶν, τῶν μὴ δυναμένων ἄνοδον εὐχερῆ παρέχειν τοῖς πολεμίοις, ὁρᾶν τὸ φοσσᾶτον καὶ τὰς φωνὰς τοῦ λαοῦ ἐνωτίζεσθαι καὶ τοὺς τῶν ἵππων καὶ ἡμιόνων χρεμετισμούς. Ἀποστέλλειν δὲ καὶ ἕτερα τέσσαρα τετράδια ἵστασθαι ἐφίππους καὶ αὐτοὺς ἔνθεν κἀκεῖθεν τοῦ φοσσάτου ἀπ' ἀλλήλων διακεχωρισμένα, ὥστε καὶ αὐτοὺς ἀκούειν τοὺς χρεμετισμοὺς τῶν ἵππων καὶ ἡμιόνων καὶ τὴν τοῦ λαοῦ ὀχλαγωγίαν.
8.6.1
Εἰ δὲ ἐν τῷ τοῦ ἀπλήκτου τόπῳ τοιοῦτος ὀχυρώτατος βουνὸς οὐκ ἔστι, καὶ ὡσαύτως τέσσαρα τετράδια ἀποστέλλεσθαι τοῦ ἔνθεν κἀκεῖθεν τοῦ φοσσάτου ἡσύχως ἵστασθαι, καὶ σύσσημα παρέχειν ἀλλήλοις σημαντικὰ ὑποχωρήσεως, εἴγε δεήσοι, εἴτε διὰ συρισμοῦ, εἴτε διὰ λόγου καὶ ἐπιλαλιᾶς. Ὑπαλλάττεσθαι δὲ αὐτοὺς παρ' ἑτέρων, εἴτε δεύτερον τῇ νυκτὶ ἢ καὶ ἅπαξ, πρὸς τὸ καὶ αὐτοὺς καὶ τοὺς ἵππους αὐτῶν διαναπαύεσθαι. Ἀπέρχεσθαι δὲ τουρμάρχηνεἴτε ἑτέρα τις κεφαλήεἰς τὴν τούτων ὑπαλλαγήν, καὶ ἐπιβλέπειν ποῦ καὶ πῶς ἵστανται, καὶ τοὺς ἀντ' ἐκείνων πάλιν καλῶς ἐφιστῶν ὑποστρέφειν ἐν ᾧ καὶ ἵστατο πρότερον.
8.7.1
Ταραχῆς δὲ ἐξακουομένης κίνησιν δηλούσης τοῦ κούρσου, τὰ τέσσαρα τετράδια μικρὸν ἀναποδιζέτωσαν, μὴ μέντοι δὲ μακρόθεν γινέσθωσαν, τῷ δὲ τουρμάρχῃ μηνυέτωσαν τὴν τῶν πολεμίων ἀποκίνησιν. Αὐτὸς δὲ μηνυέτω τῷ στρατηγῷ δι' οἵας ὁδοῦ τὴν ὁρμὴν ἐποιήσαντο καὶ ἐν οἵᾳ ὥρᾳ, ἵνα τὸν καιρὸν καὶ τὴν ὥραν τῆς ἀποκινήσεως αὐτῶν ἀναμανθάνων ὁ στρατηγὸς δύναται στοχάσασθαι ἐν οἵοις χωρίοις καταλάβωσιν ἄχρι πρωΐας.
8.8.1
Οἱ δὲ ἀποστελλόμενοι παρὰ τοῦ τουρμάρχου καταμηνῦσαι τῷ στρατηγῷ, ἐν ᾧ τόπῳ ὁ στρατηγὸς ηὐλίζετο, τὴν τοῦ κούρσου ἀποκίνησιν, ἐπὰν οὐχ εὑρήσωσιν ἐκεῖσε αὐτὸν ἀλλ' ὑποδοχαρίους τοὺς παρ' αὐτοῦ καταλειφθέντας, δέον ἐν ἐκείνῳ τῷ τόπῳ γενομένους φωνῆσαι· τοὺς δὲ ὑποδοχαρίους ἀκριβῶς διασκοπουμένους, ἡνίκα τῆς φωνῆς αἴσθονται, ἑνωθῆναι καὶ διὰ τάχους τῷ στρατηγῷ τούτους προσάξαι εἴτε εἰς ἑτέρους πάλιν ἀγαγεῖν ὑποδοχαρίους, τοῦ στρατηγοῦ ἴσως πάλιν μετακινήσαντος. Χρὴ γὰρ αὐτόν, εἴτε ἅπαξ, εἴτε καὶ δὶς ἐν νυκτὶ μεταπληκεύειν διὰ πολλὴν ἀσφάλειαν, πρὸς τὸ μὴ ὑπὸ τῶν πολεμίων ἐνεδρευθῆναι, ἔχειν δὲ αὐτὸν καὶ βίγλας διπλᾶς εἰς φυλακὴν αὐτοῦ ἀσφαλεῖς. 9. τ Περὶ τῆς κινήσεως τοῦ κούρσου καὶ ἀκολουθήσεωσ 9. 1 Τοῦ στρατηγοῦ τοίνυν τὴν κίνησιν τοῦ κούρσου ἀναμανθάνοντος, παραυτίκα καὶ ἕτερον ἄρχοντα μεθ' ἱππέων ἐκλεκτῶν, ὑποτασσόμενον τῷ τουρμάρχῃ τῷ ἀκολουθοῦντι τῷ κούρσῳ, ἀποστέλλειν πρὸς αὐτόν, ἔχων μεθ' ἑαυτοῦ ὁ ἀποστελλόμενος ἕνα τῶν παρὰ τοῦ τουρμάρχου πεμφθέντων καταμηνῦσαι τὴν τοῦ κούρσου κίνησιν τῷ στρατηγῷ τοῦ παρ' αὐτοῦ ὁδηγηθῆναι εἰς τὸ εὐχερῶς ἑνωθῆναι.

Intertext edge

Open linked passage

Note