Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De velitatione bellica
Nicephorus PhokasBell 9 · pg-scrape-grcMore by Nicephorus Phokas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-phokas" aria-label="More works by Nicephorus Phokas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.2.1
Καὶ αὐτὸς δὲ ὁ στρατηγὸς ὄπισθεν τοῦ ἀποστελλομένου ἄρχοντος ἀποκινησάτω μετὰ τοῦ ὑπ' αὐτὸν λαοῦ καὶ σπευσάτω καταλαβεῖν τὸν τουρμάρχην, ὅπως ὄπισθεν καὶ αὐτὸς τοῦ τουρμάρχου τῷ κούρσῳ τῶν πολεμίων ἀκολουθῇ· ἡ γὰρ ἀκριβὴς καὶ ἄπταιστος ἀκολούθησις ἐκ τῶν ὄπισθεν τῶν πολεμίων ὀφείλει γίνεσθαι κατὰ τὰ ἐκείνων ἔνιχνα καὶ τὴν ὁδοιπορίαν.
9.3.1
Ὁ δὲ τουρμάρχης, ἡνίκα τὸ κοῦρσον τῶν πολεμίων ἀποκινήσει, τρία ζευκτά, ἐμπείρους καὶ ἐπιτηδείους ἄνδρας, ἀναλαμβανόμενος παραγινέσθω τῇ ὁδῷ τῶν πολεμίων· καὶ τυπώσας τὸ πρῶτον καὶ δεύτερον καὶ τρίτον ζευκτὸν πῶς ὀφείλουσι περιπατεῖν καὶ τοῖς πολεμίοις κατακολουθεῖν, ὑποστρεφέσθω πρὸς τὸν λαὸν αὐτοῦ. Τὸ δὲ πρῶτον ζευκτὸν πλησίον τῶν πολεμίων περιπατείτω, ἀκοῦον καὶ τὴν τοῦ λαοῦ ὀχλαγωγίαν καὶ τοὺς χρεμετισμοὺς τῶν ἵππων· τὸ δὲ δεύτερον, τὸ τοῦ πρώτου ἀκόλουθον, ὁδοιπορείτω ὅσον δύνανται ὁρᾶν τὸ ἔμπροσθεν αὐτοῦ καὶ ὁρᾶσθαι ὑπ' αὐτοῦ, καὶ μήτε πλησίον γίνεσθαι, μήτε μακρύνεσθαι ὥστε μὴ ὁρᾶσθαι.
9.4.1
Τρία δὲ τετράδια ὄπισθεν τῶν τριῶν ζευκτῶν ἀποκαταστήσει, ὁρᾶν τὸ πρῶτον τετράδιον τὸ τρίτον ζευκτόν, τὸ δὲ δεύτερον τετράδιον ὡσαύτως ὁρᾶν τὸ πρῶτον· τὸ δὲ τρίτον τετράδιον τὸ ἀκόλουθον τοῦ δευτέρου ἓξ ἐχέτω ἄνδρας, ἵνα οἱ ἐξ αὐτῶν δύο τὰ ὑπὸ ζευκτοῦ μηνυόμενα ἀποκομίζωσι τῷ τουρμάρχῃ, ὁ δὲ τουρμάρχης τῷ στρατηγῷ.
9.5.1
Ἐὰν γὰρ ὀξύτερον βαδίζωσιν οἱ πολέμιοι, ὀφείλει μηνύειν τὸ πρῶτον ζευκτὸν περὶ τούτου, ἵνα καὶ ὁ τουρμάρχης καὶ ὁ στρατηγὸς ὀξύτερον καὶ αὐτοὶ βαδίζωσι καὶ μὴ ἐπὶ πολὺ μακρύνωσι τῶν πολεμίων, εἰ δὲ σχολαιότερον πάλιν βαδίζουσιν οἱ πολέμιοι, καὶ ὁ τουρμάρχης καὶ ὁ στρατηγὸς ὡσαύτως σχολαιότερον περιπατείτωσαν, ἵνα μήτε πλησίον γινόμενοι διαγινώσκωνται, μήτε μακρυνόμενοι οὔτε τὴν τῶν ἐπακολουθούντων διοίκησιν ἐπιγινώσκωσιν οὔτε παρ' ἐκείνων ἐπιγινώσκωνται, ὅπερ οὐ τὴν τυχοῦσαν ἐπάγει βλάβην.
9.6.1
Ἄλλως τε δὲ καὶ τῶν πολεμίων ἀπληκευόντων πρὸς τὸ ταγίσαι τοὺς ἵππους καὶ περὶ τούτου καταμηνυόμενος ὁ στρατηγός, καὶ αὐτὸς ἐν ἐπιτηδείῳ τόπῳ ἀπληκευέτω πρὸς τὸ τοὺς ἵππους ταγίσαι, ἐξώβιγλα ἀποστέλλων εἰς φυλακὴν ἑαυτοῦ. Καὶ ἡνίκα πάλιν τὴν κίνησιν τῶν πολεμίων καταμηνυθῇ, παραυτίκα καὶ αὐτὸς κινήσει ἐπακολουθῶν, ἔνθεν κἀκεῖθεν ἑαυτοῦ ἀποστέλλων ἀνὰ τριάκοντα ἱππεῖς, μὴ πόρρω ἀλλὰ σύνεγγυς, τὰς τοῦ λαοῦ αὐτοῦ φωνὰς ἐνωτιζομένους. Καὶ ὄπισθεν αὐτοῦ ἐπακολουθοῦντα ἄρχοντα ἐχέτω μεθ' ἱππέων, οὓς δὴ σάκα ὀνομάζουσι.
9.7.1
Μήκοθεν δὲ ὁδοιπορείτω ὁ στρατηγὸς καὶ πᾶσαν ποιείτω ἀσφάλειαν τοῦ μὴ διαγνωσθῆναι ὡς ὄπισθεν αὐτοῖς ἐπακολουθεῖ· ἀλλ' ἀσφαλῶς μὲν περιπατεῖν καὶ τοὺς πλησίον τῶν πολεμίων ἀκολουθοῦντας παραγγέλλειν τοῦ ἀκριβῶς ἀποσκοπεῖν, μὴ λόχους τινὰς οἱ πολέμιοι καταλείψωσιν εἰς ἐνέδραν τῶν ἐπακολουθούντων αὐτοῖς καὶ αὐτοῦ τοῦ στρατηγοῦ, ὅπερ παρὰ τῶν Ταρσιτῶν πολλάκις γέγονε. Καὶ ἐπακολουθοῦντος αὐτοῖς τοῦ τουρμάρχου καὶ μὴ ἀκριβῶς τοὺς ἔμπροσθεν σκοποῦντος ῥύακας καὶ τοὺς τόπους τοὺς δυναμένους λαὸν ἀποκρύπτειν, ἀπροόπτως τῇ ἐνέδρᾳ τούτων περιπεπτώκασι. Διὰ ταῦτα πολλῆς δεῖται ἀγχινοίας καὶ ἀκριβείας ὁ ἐπακολουθῶν, ἵνα μὴ τοιοῦτόν τι συμβῇ γενέσθαι.
9.8.1
Πρὸ δὲ τοῦ διαυγάσαι δεῖ τὸν στρατηγόν, ἐπειδὴ ἔγνω τὸ ἐν ποίοις τόποις καὶ χωρίοις ἐξελάσαι μέλλουσιν οἱ πολέμιοι, εἴτε δεξιὰ εἴτε εὐώνυμα αὐτῶν ἐπικλῖναι, ἐν οἷς ὀχυρώτερος αὐτῷ τόπος καθορᾶται· καὶ ὀξύτερον βαδίσας καὶ ἐκ πλαγίου αὐτῶν γενόμενος ὡς ἀπὸ μιλίων δύο, πρὸ τοῦ τὴν ἡμέρανὡς λέλεκταιδιαυγάσαι, ἵνα μὴ τὸν κονιορτὸν θεασάμενοι οἱ πολέμιοι τὴν παρουσίαν τοῦ στρατηγοῦ ἐπιγνώσωσι, τὸν δὲ ὀχυρὸν τόπον ὁ στρατηγὸς καταλαμβάνων τὸν ἴδιον ἀποκρυψάτω λαόν.
9.9.1
Κἀκεῖνος μετ' ὀλίγων ἱππέων πλησιέστερον γενέσθω τῶν πολεμίων καὶ εἰς ὑψηλὴν περιωπὴν ἀνερχόμενος καθαρῶς ὁρᾶν τοὺς πολεμίους σπευσάτω. Καὶ τούτων εἰς ἐξέλευσιν ὁρμώντων καὶ διασκορπιζομένων πρὸς λείαν, καρτερησάτω ὁ στρατηγὸς ἐν ἐκείνῳ τῷ τόπῳ ἄχρι τρίτης ἢ καὶ τετάρτης τῆς ἡμέρας, καὶ τὴν παράταξιν τοῦ ἀμηρᾶ θεωρῶν καὶ ἀκριβῶς τὸ πλῆθος τοῦ λαοῦ στοχαζόμενος.
9.10.1
Ἐπεὶ οἱ μέλλοντες ἐξελάσαι πόρρω που τῆς παρατάξεως τοῦ ἀμηρᾶ γεγόνασιν, ὡς μὴ δυνατόν ἐστι πάλιν τούτους ὑποστρέφειν ἢ ἐπιγνῶναι τὸν κατὰ τῆς παρατάξεως τοῦ ἀμηρᾶ ἀναφθέντα πόλεμον, ἕκαστον σπεύδοντα τὰ χωρία καταλαβεῖν καὶ λείαν ὅτι πλείστην πορίσασθαι, τὰς ἰδίας παραταγὰς ὡς δεῖ εὐτρεπίσας, κατὰ τῆς τοῦ ἀμηρᾶ παρατάξεως ὀλιγανδρούσης τὴν ἐπέλευσιν ποιησάτω, καὶ εἰ Θεοῦ συνεργίᾳ τῆς νίκης κρατήσει, τελείαν πανωλεθρίαν τοῖς πολεμίοις ἐργάσεται.
9.11.1
Εἰ δὲ κατὰ τῆς παρατάξεως ἐπελθεῖν οὐ θαρρήσει, πολλὴν καὶ ἀξιόλογον δύναμιν ὁρῶν ἐν αὐτῇ ὑπὲρ τὴν ἰδίαν, τότε ἐκ πλαγίου καὶ μακρόθεν διὰ κρυπτῆς καὶ ἐπιτηδείας ὁδοῦ ὁρμάτω σὺν ἐλασίᾳ τῇ προσηκούσῃ καταλαβεῖν τὸ σκόρπισμα τοῦ λαοῦ τῶν πολεμίων. Καὶ δι' ὅλης τῆς ἡμέρας ἐπιδραμεῖν αὐτοῖς ἀγωνίσεται, διεσκεδασμένοις οὖσι, καὶ ἀξιόλογον ἔργον Θεοῦ συμμαχίᾳ ἐπιτελέσει. Ὀφείλει οὖν καὶ ἄρχοντα τῶν χρησίμων μετ' ὀλιγοστῶν ἱππέων ὄπισθεν ἔχειν βλέποντα καὶ ἀποσκοποῦντα τὴν τοῦ ἀμηρᾶ παράταξιν καὶ τὰ περὶ αὐτῆς, ὡς ἂν ὁδοιπορείῃ, καταμηνύειν αὐτῷ.
9.12.1
Εἰ δὲ καὶ φοῦλκον, τὸ εἰς φυλακὴν τῶν διασκορπιζομένων πρὸς λείαν πολεμίων ὑπάρχον, συναντήσει ὁ στρατηγὸς πλῆθος ἔχον, διχῆ τὸν λαὸν αὐτοῦ διέλῃ καὶ ἔμπροσθεν μὲν ἀποστείλῃ τοὺς ὀφείλοντας μετὰ τοῦ φούλκου συνάψαι πόλεμον, τούτων δὲ συρραγέντων, εὐθὺς καὶ ὁ στρατηγὸς μετὰ τῆς παρατάξεως αὐτοῦ πλησίον ἐπακολουθῶν ὀξέως καὶ εὐτόλμως μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ σὺν ἐλασίᾳ κατ' αὐτῶν ὁρμησάτω· καὶ τούτους Θεοῦ βοηθείᾳ τροπωσάμενος καταδιώξει καὶ τελείως καταγωνίσεται.
9.13.1
Εἰ οὖν Θεοῦ συνεργίᾳ εὐοδωθῇ ὁ στρατηγὸς καὶ τοὺς εἰς λείαν ἐκδραμόντας πολεμίους κατατροπώσεται, εἰ μὲν μεγάλην καὶ ἀξιόλογον δουλείαν ἐργάσεται, εἰκός ἐστι τοὺς ἐχθροὺς πρὸς τὴν ἰδίαν χώραν ὑποστρέψαι μετ' αἰσχύνης. Εἰ δὲ ἔτι ἐν τῇ ἡμετέρᾳ χρονίσαι μελετῶσι, τὸν ἴδιον λαὸν ὁ στρατηγὸς ἀναλαβόμενος μήκοθεν γενέσθω τῶν πολεμίων, ἐν ἐπιτηδείοις δηλονότι χωρίοις, καὶ τὸν λαὸν αὐτοῦ κατάκοπον ὄντα ἐπὶ ἡμέρας τρεῖς διαναπαυσάτω· μόνους τοὺς παραμένειν ὀφείλοντας, ὡς ἤδη ἐξεθέμεθα, ἀποστέλλεσθαι ἑκάστῃ ἡμέρᾳ.
9.14.1
Πρὸς ὑποστροφὴν δὲ ὁρμῶντας τούτους ὁ στρατηγὸς ἐπιγνούς, παραυτίκα τάχει πολλῷ ἄρχοντα τῶν χρησίμων ἀποστείλας, τὸ πεζικὸν στράτευμα εἰς τὰς δυσχωρίας τῶν ὁδῶν ἐπισωρευσάτω. Καὶ αὐτὸς δὲ ὁ στρατηγὸς σπευσάτω, μὴ ἐν νυκτὶ μὴ ἐν ἡμέρᾳ ἑαυτὸν ποσῶς ἂν ἀναπαῦσαι, ἀλλὰ σὺν τάχει πολλῷ ἔμπροσθεν αὐτῶν γενέσθω, καὶ καλῶς παρασκευάσας ἅπαν τὸ τῶν πεζῶν καὶ ἱππέων αὐτοῦ στράτευμα τὸν κατ' αὐτῶν πόλεμον διάθοιτο, καθὼς ἀνωτέρω ἐπιλεπτῶς ἐξεθέμεθα. Καὶ οὕτως ποιοῦντος χάριτι Χριστοῦ καὶ δυνάμει καὶ πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρὸς τῆς κατὰ τῶν ἐχθρῶν μάχης κρατήσει. Καὶ ταῦτα μὲν οὕτως. 10. τ Περὶ τοῦ διαχωρισμοῦ τοῦ κούρσου καὶ τοῦ λαοῦ ὄπισθεν ἐπακολουθοῦντοσ 10. 1 Ἃ δὲ ἡμεῖς ἐθεασάμεθα, ἐκθέσθαι οὐδαμῶς κατοκνήσομεν. Τὸ τῶν πολεμίων φοσσᾶτον διαφόρως· οἵ τε ἱππεῖς σὺν τῶν πεζῶν ὁμοῦ τῆς χώρας καὶ τῶν πόλεων αὐτῶν συνεξήρχοντο, καὶ ἐπὶ δυσὶν ἡμέραις ὁμοῦ συμπεριπατήσαντες, ἐσθ' ὅτε καὶ πλείοσιν, ἀπ' ἀλλήλων διεχωρίζοντο· καὶ οἱ μὲν ἱππεῖς, οἱ τὰς ἡμετέρας χώρας κατατρέχειν καὶ λεηλατεῖν βουλόμενοι, προὐλάμβανον ἡμερῶν τινων διάστημα, τοῦ πεζικοῦ λαοῦ αὐτῶν ἀφεστηκότες, διὰ τὸ σπεύδειν αὐτοὺς ἀμηνυτὶ τοὺς οἰκήτορας τῶν χωρίων καταλαβεῖν οἴκοι μένοντας, τὸ δὲ τοῦλδον μετὰ τῶν πεζῶν καὶ τῆς τούτων ἀποσκευῆς ὄπισθεν ἑπόμενον, ἡνίκα τὰς δυσχωρίας καὶ τὰ στενὰ διῆλθεν, ἐπιτήδειον διασκοπῆσαν τόπον πρὸς φυλακὴν αὐτῶν καὶ ἀσφάλειαν, τὰς σκηνὰς πηξάμενοι ἐν αὐτῷ ηὐλίζοντο, τοὺς εἰς κοῦρσον ἐκδραμόντας ἱππεῖς ἐκεῖσε προσεκδεχόμενοι, ἵνα τοὺς ὑποστρέφοντας καλῶς τὰς δυσχωρίας διαβιβάσωσιν.

Intertext edge

Open linked passage

Note