Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicetas-acominatus-choniatis" aria-label="More works by Nicetas Acominatus (Choniatis)">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
ΠΕΡΙ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ Ἵνα δὲ μὴ μακροτέρᾳ τῇ ἱστορίᾳ χρώμενοι πολυπλοκωτέρας ἐντεῦθεν τὰς λύπας κτώμεθα, ταυτὶ μὲν παρήσομεν, ἐκεῖνα δ' ἐν ἐπιτομῇ τῷ λόγῳ δώσομεν. Τῆς γὰρ ἡμετέρας βασιλείας ἄρτι διαπεττευθείσης ἐς τοὺς Φραγγίσκους, ὁμοίως δὲ καὶ τῆς ἀρχιερωσύνης κληρωθείσης τοῖς Βενετίκοις, οἷς ἐπίσταται κρίμασιν ὁ τοῦ κοσμικοῦ τοῦδε σκάφους σκευαστὴς καὶ κυβερνήτης Κύριος, ἵκετο ἐκ Βενετίας πατριάρχης Κωνσταντινουπόλεως Θωμᾶς τις τοὔνομα, τὴν μὲν ἡλικίαν μέσος, τὴν δὲ σωματικὴν πλάσιν λακκευτοῦ συὸς εὐτραφέστερος· ἦν δὲ καὶ λεῖος ξυρῷ τὸ τοῦ προσώπου ἔδαφος, ὡς οἱ λοιποὶ τῶν ἐκ τοῦ γένους ἐκείνῳ, καὶ τὰς ἐνστηθίους παρατετιλμένος τρίχας ἀκριβέστερον δρώπακος, ἀμπεχόμενος δὲ καὶ στολὴν συνυφασμένην μικροῦ τῷ δέρματι καὶ ῥαφιδουμένην ἑκάστης τὰ ἐς καρπούς, δακτύλιόν τε τῇ χειρὶ περιστρέφων, ἐνίοτε δὲ καὶ τὰ ἐκ δέρρεων ἐς δακτύλους διεσχισμένα τῶν χειρῶν φυλακτήρια περικείμενος. ὡρᾶτο δὲ καὶ τὸ περὶ αὐτὸν ὡσιωμένον θεῷ σύστημα καὶ τὴν θυωρὸν ἀμφιπονούμενον τράπεζαν τῆς αὐτῆς ἐχόμενον κεραμείας καὶ τῷ καθηγεμόνι πανείκελον τὰ ἐς στολὴν καὶ δίαιταν καὶ τὸν τοῦ πώγωνος θερισμόν. Ἐκ πρώτης δ' ὅ φασι γραμμῆς τὸ ἐθνικὸν παραδεικνύντες φιλόχρυσον ἐννοοῦσι πόρον λημματισμοῦ καινόν τε ἅμα καὶ λαθόντα ξύμπαντας, οἳ τὴν βασιλίδα πόλιν ἐσκύλευσαν. τὰς γὰρ τῶν βασιλέων θήκας ἀνοίξαντες, ὁπόσαι ἔνεισι τῷ ἡρῴῳ τῷ περὶ τὸ μέγα τέμενος ἱδρυμένῳ τῶν τοῦ Χριστοῦ μαθητῶν, λωποδυτοῦσι νυκτὸς ἁπάσας καὶ παναθεμίτως ἐγκολπίζονται, εἴ τις χρύσειος κόσμος ἢ μαργάρων σφαίρωμα ἢ λίθος διαυγὴς καὶ πολύτιμος ἀδιάφθορος εἰσέτι ταύταις ἐνέκειτο. εὑρόντες δὲ καὶ τὸν νεκρὸν Ἰουστινιανοῦ τοῦ βασιλέως τοῖς μακραίωσιν ἀπαραλύμαντον ἔτεσι τὸ μὲν ὁραθὲν ἐν θαύματι ἔθεντο, τῶν δὲ νεκροταφίων οὐμενοῦν οὐδ' ὅλως ἀπέσχοντο. ἔστιν οὖν εἰπεῖν ὡς οὔτε τῶν ἔτι ζώντων, οὔτε μὴν τῶν ἀπελθόντων οἱ ἐκ γενῶν τῶν ἑσπερίων ἐφείσαντο, ἀλλ' ἐκ θεοῦ καὶ τῶν αὐτοῦ θεραπόντων ἀρξάμενοι πᾶσαν ἐπὶ πᾶσιν ἀδιαφορίαν τε καὶ ἀσέβειαν ἐπεδείξαντο. Μετ' οὐ πολὺ δὲ κατασπῶσι καὶ τὸ τοῦ Μεγίστου Νεὼ καταπέτασμα ἐς μυρίας πολλάκις ἀργύρου μνᾶς ἀριθμούμενον, καὶ τούτου εὐροιζοτέρου παντός, καὶ εἰς βάθος χρυσῷ πυκαζόμενον. Ἐπεὶ δὲ χρημάτων καὶ οὕτως ἐσπάνιζον (οὐδὲ γὰρ φιλοπλουτίας κόρον ὅτε δὴ τὸ βάρβαρον ἴσησι) τοῖς χαλκοῖς ἐποφθαλμίζουσιν ἀνδριᾶσι καὶ παραδιδόασι τούτους πυρί. Ἥ τε οὖν ἐν τῇ Κωνσταντινείῳ ἀγορᾷ ἱσταμένη πολύχαλκος Ἥρα κέκοπται εἰς στατῆρας καὶ χωνείᾳ παραδίδοται, ἧς ἡ κεφαλὴ μόγις τέτρασι βοῶν ὑποτρόχοις ζεύγμασιν ἐς τὸ μέγα παλάτιον ἀποκεκόμισται. Καὶ ἐπ' αὐτῇ ὁ Πάρις Ἀλέξανδρος τῆς βάσεως ἀνατέτραπται, συνεστὼς Ἀφροδίτῃ καὶ χειρίζων ταύτῃ τὸ χρύσεον μῆλον τῆς Ἔριδος. Τὸ δὲ τετράπλευρον χαλκοῦν μηχάνημα μετέωρον ἀναβαῖνον καὶ μικροῦ τοῖς τῶν κιόνων μείζοσιν ἐς ὕψος ἀνθαμιλλώμενον, ὅσοι πολλαχῇ τῆς πόλεως ἀνεστήκασι, τίς οὐκ ἂν ὀφθαλμὸν ἐκείνῳ ἐπιβαλὼν τῆς ποικιλίας ἐθαύμασεν; ἅπας μουσικὸς ὄρνις τὰ ἐαρινὰ μελῳδῶν ἐκεῖ ἐντετύπωτο· γεηπόνων ἔργα καὶ αὐλοὶ καὶ γαυλοὶ καὶ προβάτων βληχήματα καὶ ἀρνῶν σκιρτήματα ἐξεικόνιστο· ὑφήπλωτο καὶ θαλάττιον πέλαγος καὶ νεπόδων ἀγέλαι καθωρῶντο, οἱ μὲν ζωγρούμενοι, οἱ δὲ τὰ δίκτυα τυραννοῦντες καὶ κατὰ βυθοῦ πάλιν ἀνέτως φερόμενοι· οἱ δ' Ἔρωτες σύνδυο καὶ σύντρεις ἀλλήλοις ἀνθοπλιζόμενοι, γυμνοὶ περιβλημάτων, ἐβάλλοντο μήλοις καὶ ἔβαλλον, γλυκεῖ περιβρασσόμενοι γέλωτι. τοῦ δὲ τοιούτου τετραπλεύρου ἐς ὀξὺ σχῆμα κατὰ πυραμίδα τελευτῶντος ἀπῃώρητο ἄνωθεν γυναικόμορφον εἴκασμα καὶ ταῖς πρώταις τῶν ἀνέμων κινήσεσι περισοβούμενον· ὁπόθεν καὶ Ἀνεμοδούλιον ἐπεκέκλητο. Πλὴν ἀλλὰ καὶ τοῦτο τὸ περικαλλέστατον ἔργον τοῖς χοανευταῖς παρέδοσαν, ὥσπερ καὶ τὸν ἐν τῷ Ταύρῳ ἐπὶ τραπεζώδους βάσεως ἔφιππον ἱστάμενον ἄνδρα, τὸν ἡρωϊκὸν τὸ εἶδος καὶ τὸ μέγεθος ἀξιάγαστον. εἶναι δὲ οὗτος ἐλέγετο παρὰ μὲν ἐνίοις Ἰησοῦς ὁ τοῦ Ναυῆ, τεκμαιρομένοις τὸν ἄνδρα τῇ πρὸς ἥλιον ἐκτάσει τῆς χειρὸς ἤδη τῆς πρὸς δύσιν πορείας ἐχόμενον καὶ τὴν κατὰ Γαβαὼν στάσιν οἱονεὶ ἐπιτάσσοντα, ὡς δ' ἐδόκει τοῖς πλείοσιν, ὁ ἐν τῇ νήσῳ τοῦ Πέλοπος γεννηθεὶς καὶ τραφεὶς Βελλεροφόντης Πηγάσῳ ἐπικαθήμενος· ἦν γὰρ ὁ ἵππος ἀχάλινος, ὁποῖος ὁ Πήγασος παραδίδοται, ἄνετα κροαίνων κατὰ πεδίων καὶ πάντα ἀδοξῶν ἀναβάτην ὡς πτηνὸς ἅμα καὶ πεζὸς φερόμενος. ἀλλὰ καὶ φήμη παλαίφατος καὶ ἐς ἡμᾶς διαβαίνουσα τοῖς τῶν ἁπάντων ἐνέκειτο στόμασιν ἐν τῇ ἐμπροσθίῳ τοῦ ἵππου τοῦδε λαιᾷ χηλῇ ἀνδρείκελον κεύθεσθαι, τισὶ μὲν ἐκ τοῦ τῶν Βενετίκων γένους τινὸς εἶναι παραδιδόμενον, ἄλλοις δ' ἑτέρου τῶν μὴ ἐνσπόνδων Ῥωμαίοις ἐπιζεφυρίων ἐθνῶν ἢ καὶ τῶν Βουλγάρων ἑνός. πολλάκις οὖν ἡ τῆς χηλῆς ἐπεποιήθη ἀσφάλισις ἐς τὸ πάντῃ ἀφώρατον ὧν ᾔδετο κρύπτειν ἔνδοθι. κατατεμαχισθέντος δὲ τοῦ ἵππου καὶ σὺν τῷ ἀναβάτῃ παραπεμφθέντος πυρὶ εὕρηται καὶ τὸ τῇ ὁπλῇ τοῦ ἵππου ἐντυμβευόμενον χαλκῆρες ἴνδαλμα καὶ ἦν περικείμενον χλαῖναν, ὁποίαν τῶν θρεμμάτων τὰ ἔρια πλέκουσιν· ὀλίγα δὲ τῶν ἐπ' αὐτῷ πεφασμένων οἱ Λατῖνοι φροντίσαντες πυρὶ καὶ τοῦτο ἐνέβαλον. Ἀλλ' οὐδὲ τῶν ἐν τῷ ἱππικῷ ἱσταμένων ἀγαλμάτων καὶ ἀλλοίων θαυμαστῶν ἔργων τὴν καταστροφὴν παρῆκαν οἱ τοῦ καλοῦ ἀνέραστοι οὗτοι βάρβαροι, ἀλλὰ καὶ ταῦτα κεκόφασιν εἰς νόμισμα, ἀνταλλασσόμενοι μικρῶν τὰ μεγάλα καὶ τὰ δαπάναις πονηθέντα μεγίσταις οὐτιδανῶν ἀντιδιδόντες κερμάτων. Κατήρειπτο οὖν Ἡρακλῆς ὁ τριέσπερος μέγας μεγαλωστὶ κοφίνῳ ἐνιδρυμένος, τῆς λεοντῆς ὑπεστρωμένης ἄνωθεν, δεινὸν ὁρώσης κἀν τῷ χαλκῷ καὶ μικροῦ βρυχηθμὸν ἀφιείσης καὶ διαθροούσης τὸ ἐφιστάμενον ἐκεῖσε τοῦ πλήθους ἀπάλαμνον. ἐκάθητο δὲ μὴ γωρυτὸν ἐξημμένος, μὴ τόξον ταῖν χεροῖν φέρων, μὴ τὸ ῥόπαλον προβαλλόμενος, ἀλλὰ τὴν μὲν δεξιὰν βάσιν ἐκτείνων ὥσπερ καὶ τὴν αὐτὴν χεῖρα ἐς ὅσον ἐξῆν, τὸν δ' εὐώνυμον πόδα κάμπτων ἐς γόνυ καὶ τὴν λαιὰν χεῖρα ἐπ' ἀγκῶνος ἐρείδων, εἶτα τὸ λεῖπον τῆς χειρὸς ἀνατείνων καὶ τῷ πλατεῖ ταύτης ἀθυμίας πλήρης καθυποκλίνων ἠρέμα τὴν κεφαλὴν καὶ τὰς ἰδίας οὕτω τύχας ἀποκλαιόμενος καὶ δυσχεραίνων τοῖς ἄθλοις, ὅσους αὐτῷ Εὐρυσθεὺς οὐ κατὰ χρείαν, κατὰ δὲ φθόνον μᾶλλον ἠγωνοθέτει, τῷ τῆς τύχης περιόντι φυσώμενος. ἦν δὲ τὸ στέρνον εὐρύς, τοὺς ὤμους πλατύς, τὴν τρίχα οὖλος, τὰς πυγὰς πίων, βριαρὸς τοὺς βραχίονας, καὶ εἰς τόσον προήκων μέγεθος, ἐς ὅσον, οἶμαι, καὶ τὸν ἀρχέτυπον Ἡρακλῆν εἴκασεν ἂν ἀναδραμεῖν ὁ Λυσίμαχος ὁ πρῶτον ἅμα καὶ ὕστατον τῶν ἑαυτοῦ χειρῶν πανάριστον φιλοτέχνημα τουτονὶ χαλκουργήσας, καὶ οὕτω μέγιστον ὡς τὴν περιειλοῦσαν τὸν αὐτοῦ ἀντίχειρα μήρινθον ἐς ἀνδρεῖον ζωστῆρα ἐκτείνεσθαι καὶ τὴν κνήμην τοῦ ποδὸς εἰς ἀνδρόμηκες. τοιοῦτον δ' ὄντα τὸν Ἡρακλῆν οὐ παρῆλθον ἀκαθαίρετον οἱ τὴν ἀνδρείαν τῶν συννόμων ἀρετῶν διιστῶντες καὶ ταύτην ἑαυτοῖς οἰκειοῦντες καὶ περὶ πλείστου τιθέμενοι. Τούτῳ δὲ συγκαθεῖλον καὶ τὸν σεσαγμένον καὶ σὺν ὀγκηθμῷ στελλόμενον ὄνον καὶ τὸν τούτῳ ἐφεπόμενον ὀνηγόν, οὓς ἐν Ἀκτίῳ ἔστησε Καῖσαρ ὁ Αὔγουστος, ὅ ἐστιν ἡ καθ' Ἑλλάδα Νικόπολις, ἡνίκα νυκτὸς ἐξιὼν τὸ τοῦ Ἀντωνίου κατασκέψασθαι στράτευμα ἀνδρὶ ἐνέτυχεν ὄνον ἐλαύνοντι καὶ πυθόμενος, ὅστις εἴη καὶ ἔνθα πορεύεται, ἤκουσεν ὡς καλοῦμαι Νίκων καὶ ὁ ἐμὸς ὄνος Νίκανδρος, ἀφικνοῦμαι δὲ πρὸς τὴν τοῦ Καίσαρος στρατιάν." Οὐδὲ μὴν τῆς ὑαίνης τε καὶ λυκαίνης τὰς χεῖρας ἀπήγαγον, ἃς Ῥῶμος καὶ Ῥωμύλος ἐθήλασαν· στατήρων δὲ βραχέων, καὶ τούτων χαλκῶν, τὰ παλαιὰ σεμνώματα τοῦ γένους ἀπέδοσαν καὶ καθῆκαν αὐτὰς ἐς τὸ χωνευτήριον. ἔτι γε μὴν καὶ τὸν ἄνδρα τὸν παλαίοντα λέοντι· καὶ τὸν ἵππον τὸν Νειλῷον, ἐς οὐραῖον ἠκανθωμένον λεπίσι τὰ ὄπισθεν τοῦ σώματος λήγοντα· καὶ τὸν σείοντα τὴν προνομαίαν ἐλέφαντα· τὰς Σφίγγας ἐπὶ τούτοις, τὰς εὐειδεῖς ὡς γυναῖκας τὰ ἔμπροσθεν καὶ φρικτὰς ὡς θηρία τὰ ὄπισθεν, καινοτέρας δὲ ὡς καὶ πεζῇ βαινούσας καὶ κούφως τῷ πτερῷ φερομένας καὶ διαμιλλωμένας τοῖς τῶν ὀρνίθων μεγαλοπτέρυξι· καὶ τὸν ἀχάλινον ἵππον ὀρθιάζοντα τὸ οὖς καὶ φριμάσσοντα, γαῦρόν τε καὶ εὐήνιον προποδίζοντα· καὶ τὸ ἀρχαῖον κακόν, τὴν Σκύλλαν, μέχρι μὲν ἰξύος γυναικεῖον εἶδος προφαίνουσαν, καὶ τοῦτο προτενὲς καὶ ὑπερμαζῶν καὶ μεστὸν ἀγριότητος, τὰ δ' ἔκτοτε διεσχισμένον εἰς θῆρας ἐμπηδῶντας τῇ τοῦ Ὀδυσσέως νηῒ καὶ συχνοὺς τῶν ἑταίρων καταβροχθίζοντας. Ἦν δ' ἐν τῷ ἱππικῷ καὶ χάλκεος ἀετὸς ἀνακείμενος, τοῦ ἐκ Τυάνων Ἀπολλωνίου καινὸν μεθόδευμα καὶ τῆς ἐκείνου γοητείας μεγαλοπρεπὲς μαγγάνευμα. παραβαλὼν γάρ ποτε Βυζαντίοις παρεκλήθη τὰ τῶν ὄφεων κατευνάσαι δήγματα, ὑφ' ὧν ἔπασχον ἐκεῖνοι κακῶς. ἀμέλει καὶ συνερίθοις ταῖς ἀρρητουργίαις χρησάμενος, ὧν ὑφηγηταὶ δαίμονες καὶ ὅσοι τὰ τούτων πρεσβεύουσιν ὄργια, ἐπὶ στήλης ἀνίστησιν ἀετόν, ἡδονὴν ἐνστάζον ψυχαῖς ὅραμα καὶ πεῖθον χρονοτριβεῖν τοὺς αὐτοῦ θέας κατατρυφῶντας ὡς τοὺς ὑπέχοντας ἀκοὴν τὰ τῶν Σειρήνων δυσπαρόδευτα μελῳδήματα. διῇρκε μὲν γὰρ ὡς ἐς πτῆσιν τὰς πτέρυγας, ὄφις δὲ τοῖς ποσὶν ὑποκείμενος καὶ λορδούμενος ἐς ὁλκοὺς ἀπεῖργεν αὐτὸν τῆς ἀναφορᾶς, οἷα τοῖς ἄκροις τοῦ σώματος ὡς πρὸς δῆγμα ἐγχρίπτων ταῖς πτέρυξιν. ἤνυε δὲ ὁ ἰοβόλος οὐδέν· ταῖς γὰρ τῶν ὀνύχων ἐμπερονηθεὶς ἀκωκαῖς ἔσβεστο τὴν ὁρμὴν καὶ ὑπνώττειν μᾶλλον ἐδόκει ἢ γοῦν πρὸς καταπάλαισιν τοῦ ὄρνιθος ταῖς ἐκείνου προσφύεσθαι πτέρυξι. καὶ ὁ μὲν ὄφις οὕτω πνέων τὰ λοίσθια καὶ τὸν ἰὸν εἶχεν ἑαυτῷ συνθνήσκοντα· ὁ δ' ἀετὸς γαῦρον ὁρῶν καὶ μόνον οὐχὶ κλώζων τὰ ἐπινίκια ὥρμα συνεξᾶραι τὸν ὄφιν καὶ ἅμα οἱ διαέριος φέρεσθαι, τεκμαίρεσθαι τοῦτο διδοὺς τῷ χαροπῷ τοῦ βλέμματος καὶ τῇ νεκρώσει τοῦ ὄφεως, ὃν εἶπέ τις ἂν ἰδὼν ἐπιλελησμένον τῶν ἑλίξεων καὶ τοῦ δάκνειν ἐς ὄλεθρον καὶ τοὺς λοιποὺς Βυζαντίους ὄφεις τῷ καθ' αὑτὸν διασοβεῖν ὑποδείγματι καὶ πείθειν ταῖς χειαῖς συσπειρᾶσθαι καὶ παραβύεσθαι. οὐ μόνον δὲ καθ' ὅσα εἰρήκειμεν ἀξιάγαστον ἦν τουτὶ τὸ ἀέτειον εἴκασμα, ἀλλ' ὅτι καὶ τὰ τῆς ἡμέρας ὡριαῖα τμήματα διὰ τῶν ἐν ταῖς πτέρυξι κεχαραγμένων γραμμῶν, οὐσῶν δυοκαίδεκα, τρανότατα ὑπεδήλου τοῖς τὰς ὄψεις ἐκείνῳ σὺν λόγῳ προσβάλλουσιν, ἡνίκα μὴ νεφέλαις ἐγνοφοῦτο τὰς ἀκτῖνας ὁ ἥλιος. Τί δὲ ἡ λευκώλενος Ἑλένη καλλίσφυρός τε καὶ δολιχόδειρος, ἡ τὸ Πανελλήνιον ἐς Τροίαν ἀθροίσασα καὶ καθελοῦσα Τροίαν, ἐκ δὲ ταύτης προσοκείλασα Νείλῳ κἀκεῖθεν αὖθις ἐς ἤθη τὰ Λακώνων ἐπαναλύσασα χρόνιος; ἆρ' ἐμείλιξε τοὺς δυσμειλίκτους; ἆρ' ἐμάλθαξε τοὺς σιδηρόφρονας; οὐμενοῦν οὐδ' ὅλως τοιοῦτόν τι δεδύνηται ἡ πάντα θεατὴν τῷ κάλλει δουλαγωγήσασα, καίπερ ἐστολισμένη θεατρικῶς καὶ δροσώδης ὁρωμένη κἀν τῷ χαλκῷ καὶ ὑγραινομένη πρὸς ἔρωτα τῷ χιτῶνι, τῷ κρηδέμνῳ, τῇ στεφάνῃ καὶ τῷ πλοχμῷ τῶν τριχῶν· ὁ μὲν γὰρ ἀραχνίων λεπτότερος ἦν, τὸ δὲ δαιδάλεον ἐπανέκειτο, ἡ δὲ διέδει τὸ μέτωπον χρυσοῦ καὶ τιμαλφῶν λίθων ὑποκρινομένη διαύγειαν, ὁ δὲ τὸ τῆς κόμης κεχυμένον καὶ διασοβούμενον πνεύμασιν ὀπισθίῳ δεσμεύματι περιέσφιγγεν ἕως κνημῶν ἐκτεινόμενον. ἦν δὲ καὶ τὰ χείλη καλύκων δίκην ἠρέμα παρανοιγόμενα, ὡς καὶ δοκεῖν ἀφιέναι φωνήν· τὸ δὲ χάριεν μειδίαμα εὐθέως προσυπαντῶν καὶ χαρμονῆς πιμπλῶν τὸν θεώμενον καὶ τὸ τοῦ βλέμματος χαροπὸν καὶ τὰς ἁψῖδας τῶν ὀφρύων καὶ τὴν λοιπὴν εὐφυΐαν τοῦ σώματος οὐκ ἦν, ὁποῖα ἦν, διαγράψαι λόγῳ καὶ παραστῆσαι τοῖς ἔπειτα. Ἀλλ' ὦ Τυνδαρὶς Ἑλένη, κάλλος αὐτόθεν καλόν, Ἐρώτων μόσχευμα, Ἀφροδίτης τημελούχημα, πανάριστον φύσεως δώρημα, Τρώων καὶ Ἑλλήνων βράβευμα, ποῦ σοι τὸ νηπενθὲς καὶ κακῶν ἁπάντων ἐπίληθες φάρμακον, ὃ Θώνου σοι παράκοιτις ἐχαρίσατο; ποῦ δὲ τὰ ἄμαχα φίλτρα; πῶς οὐκ ἐχρήσω τούτοις ὡς πάλαι καὶ νῦν; ἀλλ' οἶμαί σοι ταῖς Μοίραις πέπρωται τῇ τοῦ πυρὸς ὑποπεσεῖν ἐρωῇ, μηδ' ἐν εἰκόνι παυσαμένην ἀνακάειν τοὺς ὁρῶντας εἰς ἔρωτας· εἶπον δ' ἂν ὡς καὶ ἀντίποινα τοῦ τὴν Τροίαν ᾐθαλῶσθαι πυρὶ ταῖς σαῖς σχετλίως φρυκτευθέντι φιλότησιν οἱ Αἰνειάδαι οὗτοι πυρί σε κατέκριναν. ἀλλ' οὐκ ἐᾷ με τὸ χρυσομανὲς τῶν ἀνδρῶν διανοήσασθαί τι τοιοῦτον καὶ φθέγξασθαι, ὑφ' οὗ τὰ σπάνια πανταχοῦ καὶ καλῶν κάλλιστα ἔργα παντελεῖ ἀφανισμῷ παρεπέμφθησαν, εἰπεῖν δὲ καὶ τὸ τὰς ἑαυτῶν γυναῖκας ὀβολῶν μετρίων πολλάκις ἀποδιδόναι καὶ ἀποπέμπεσθαι, καὶ μᾶλλον εἰ προσανέχουσι τηλίᾳ καὶ προστετήκασι πεττοῖς πανημέριοι ἢ καὶ πρὸς ὁρμὴν ἄλογον καὶ μανιώδη, οὐ μὴν ἀνδρείαν ἔμφρονα, κατ' ἀλλήλων ἐνθουσιῶσι καὶ τὴν Ἄρεος σκευὴν περιτίθενται, τῆς νίκης προτιθέντες ἆθλον πάντα τὰ προσόντα σφίσιν, αὐτὰς τὰς κουριδίους ἀλόχους, ἐξ ὧν πατέρες ἠκηκόεισαν τέκνων, ἔτι δὲ τὸ μέγα χρῆμα καὶ τοῖς ἄλλοις δυσπαραίτητον τὴν ψυχήν, καὶ ἧς ἕνεκα τὰ πάντα περισπουδάζουσιν ἄνθρωποι. ἄλλως τε ποῦ παρ' ἀγραμμάτοις βαρβάροις καὶ τέλεον ἀναλφαβήτοις ἀνάγνωσις καὶ γνῶσις τῶν ἐπὶ σοὶ ῥαψῳδηθέντων ἐκείνων ἐπῶν" οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεαῖς εἰς ὦπα ἔοικεν"; Δοτέον κἀκεῖνο τῷ λόγῳ. ἀνέκειτο ἐπὶ στήλης νεοειδὲς τὴν ὄψιν γύναιον, αὐτὸ τῆς ἡλικίας ἄγον τὸ χαριέστατον, ἐς τοὐπίσω τὴν κόμην ἀναδούμενον ἐπ' ἀμφότερα τοῦ μετώπου συνεστραμμένην, οὐχ ὑπεραιωρούμενον, ἀλλ' ὡς ἁπτὸν εἴη τοῖς ἐς αὐτὸ τὰς χεῖρας ἐκτείνουσι. τούτου δὴ τοῦ μορφάσματος ἡ δεξιὰ χείρ, μηδενὸς ὑπόντος ἐρείσματος, ἄνδρα ἔφιππον ἀφ' ἑνὸς ἱππείου ποδὸς ἐπὶ παλάμας ἀνεῖχεν ὡς οὐδὲ σκύφον κεράσματος ἕτερος. ἦν δ' ὁ μὲν ἀναβάτης σφριγῶν τὸ σῶμα, φραττόμενος θώρακι, κνημῖσι τὼ πόδε περιστελλόμενος, πνέων ἀτεχνῶς πόλεμον· ὁ δὲ ἵππος ἀνίστη τὸ οὖς ὡς πρὸς σάλπιγγα, ὑψηλὸς τὸν αὐχένα, τὰς ὄψεις δριμὺς καὶ τὸν ἐκ τοῦ θυμοῦ δρόμον προφαίνων τοῖς ὀφθαλμοῖς· οἱ δὲ πόδες ἀνεφέροντο ἀέριοι τὸ πολεμικὸν ἐπιδεικνύντες σάλευμα. Μετὰ δὲ τὸ εἴκασμα τουτὶ ἄγχιστα τοῦ τῶν τετρώρων ἑῴου καμπτῆρος, ὃς ἐπεκέκλητο τοῦ Ῥουσίου, ἁρματηλάται ἄνδρες ἀνεστήλωντο, τῆς διφρευτικῆς προγράμματα δεξιότητος, μόνον οὐχὶ διαπρυσίως τῇ διαθέσει τῶν χειρῶν τοῖς διφρηλάταις παρεγγυώμενοι ὡς χρὴ προσπελῶντας τῇ νύσσῃ μὴ ἐφεῖναι τὰ χαλινά, ἀλλ' ἐγκλίνειν ἀνασειρασμῷ τοὺς ἵππους καὶ συνεχεῖ καὶ σφοδροτέρῳ χρῆσθαι τῷ μύωπι, ὅπως περικλώμενοι τῆς νύσσης ἐχόμενα ἐῶσι τὸν συντρέχοντα ἀντίτεχνον τὴν ἐκ περιόδου ἐλᾶν καὶ ὕστατον ἔρχεσθαι, κἂν ἵππους δρομικωτέρους ἡνιοχῇ καὶ τὴν ἁμιλλητήριον τέχνην ὁρῷτο εὐπαίδευτος. Ὁ δὲ λόγος καὶ ἄλλο τι προσθήσει τοῖς εἰρημένοις· οὐδὲ γὰρ συγγράψασθαι τὰ πάντα προύθετο. χάριεν τὴν θέαν καὶ τὴν τέχνην μικροῦ τῶν πάντων θαυμασιώτερον βάσις ἦν λιθίνη καὶ ἐπ' αὐτῆς χαλκήλατον ζῷον παρὰ τοσοῦτον οὐκ ἀναμφήριστον βοῦν εἰκονίζον, παρ' ὅσον βραχύκερκον ἦν μηδὲ βαθεῖαν καθεικὸς φάρυγγα, οἵαν οἱ Αἰγύπτιοι βόες τρέφουσι, μήτε μὴν χηλαῖς ὁπλιζόμενον. συνεῖχε δὲ τοῦτο ταῖς γένυσι καὶ εἰς πνῖγμα συνέθλιβε ζῷον ἕτερον δι' ὅλου τοῦ σώματος λεπίσι θωρακιζόμενον οὕτω τραχείαις, ὡς καὶ ἐν χαλκῷ λυπεῖν τὸν ἁπτόμενον. ᾔδετο δὲ τὸ μὲν βασιλίσκον εἶναι, τὸ δὲ ἀσπίδα τὸ συμμαρπτόμενον τούτου τῷ στόματι· οὐκ ὀλίγοις δὲ τὸ μὲν Νειλῷος βοῦς, τὸ δὲ κροκόδειλος εἶναι εἰκάζετο. Ἐμοὶ μὲν οὖν οὐ μέλον τοῦ τῶν δοξῶν ἀνομοίου, εἰπεῖν δὲ τὸ καινήν τινα τὴν πάλην ἀμφότερον τίθεσθαι καὶ δρᾶν ἐν μέρει καὶ πάσχειν κακῶς ὑπ' ἀλλήλων ἑκάτερα, ὀλλύναι τε καὶ ὄλλυσθαι, καὶ κρατεῖν ἐν ταὐτῷ καὶ κρατεῖσθαι, καὶ νικᾶν ἄμφω καὶ ὑπ' ἀλλήλων καταπαλαίεσθαι. τὸ μὲν γάρ, ὁ καὶ φημιζόμενος βασιλίσκος, διῳδήκει ἅπαν ἐκ κεφαλῆς ἕως καὶ αὐτοῦ τοῦ τῶν ποδῶν πέλματος καὶ κατιωμένον ὅλον τὸ σῶμα καὶ ὑπὲρ τὸ βατράχειον χρῶμα ἐχλώριζε, τοῦ φαρμάκου διαδραμόντος τὴν τοῦ ζῴου ξύμπασαν διαρτίαν καὶ εἰς θάνατον χρώσαντος. ἐς γόνυ τοίνυν συνίζανε, τὸ ὄμμα ἔσβεστο τῆς ζωτικῆς ἐκμαρανθείσης δυνάμεως· μᾶλλον μὲν οὖν ἐδίδου τοῖς ὁρῶσι δοξάζειν ὡς πάλαι ἂν ἀνατέτραπτο νεκρωθέν, εἰ μὴ τῶν ποδῶν αἱ βάσεις ὑπήρειδον καὶ πρὸς στάσιν ὑπανεῖχον ὄρθιον. ἦν δὲ καὶ θάτερον ὁμοίως, τὸ ταῖς γένυσιν ἐνισχόμενον, βραχὺ μὲν τὸ οὐραῖον ἀσπαῖρον, μέγα δὲ κεχηνὸς τῷ ἀπάγχεσθαι τῇ τῶν γομφίων ξυνοχῇ· καὶ ξυντείνεσθαι μὲν ἐῴκει καὶ ὁρμᾶν πειρᾶσθαι τοῦ τῶν ὀδόντων ἕρκους διεκδῦναι καὶ διεκπεσεῖν τοῦ χάσματος, οὐκ ἴσχυε δέ, ὅτι τὰ μετὰ τοὺς ὤμους εὐθὺς καὶ τῶν ποδῶν τοὺς ἐμπροσθίους καὶ ὅσα τῷ οὐραίῳ συνήπτοντο μέρη τοῦ σώματος ἡ τοῦ στόματος ξυνεῖχε διάστασις καὶ ταῖς γένυσιν ἐνεπείρετο. Καὶ τὰ μὲν οὕτως ἦσαν ὑπ' ἀλλήλων νεκρούμενα καὶ κοινὴ μὲν ἀμφοῖν ἡ ἅμιλλα, κοινὴ δὲ καὶ ἡ ἄμυνα, ἰσοπαλὴς δὲ ἡ νίκη, σύντροχος δὲ καὶ ὁ θάνατος. ἐμοὶ δ' ἔπεισιν εἰπεῖν ὡς τὸ φθείρεσθαι παρ' ἀλλήλων καὶ σὺν ἀλλήλοις ἀπάγεσθαι τὴν ἐς θάνατον τὰ τῶν κακῶν κηρεσιφόρα καὶ ἀνθρώποις ὀλέθρια μὴ μόνον ἐν εἰκόσιν εἴη διατυποῦσθαι ἢ καὶ τοῖς ἀλκιμωτέροις τῶν ζῴων τοῦτο ἐπισυμβαίνειν, ἀλλὰ καὶ παρ' ἔθνεσι συχνάκις γίνεσθαι, ὁποῖα τοῖς Ῥωμαίοις ἡμῖν ἐπεστράτευσε, φονῶντα κατ' ἀλλήλων καὶ ὑπ' ἀλλήλων, ὀλλύμενα δυνάμει Χριστοῦ τοῦ δια σκορπίζοντος ἔθνη τὰ τοὺς πολέμους θέλοντα καὶ μὴ χαίροντος αἵμασιν, ὃς καὶ δίκαιον ἐπ' ἀσπίδα καὶ βασιλίσκον δείκνυσιν ἐπιβαίνοντα καὶ λέοντα καταπατοῦντα καὶ δράκοντα.