Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicetas-acominatus-choniatis" aria-label="More works by Nicetas Acominatus (Choniatis)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ Αὖθις δὲ τῶν Παιόνων τοὺς ὅρκους συγχεάντων ὁ κατ' αὐτῶν ἐκφύεται πόλεμος καὶ πρὸς καιρὸν ἀπορρυεὶς καὶ δόξας τέλος καταλελύσθαι, ὁ δὲ κατὰ πολύχουν ἀνεθήλησε λήϊον μάκαρος ἀνδρὸς ἀκμαιοτέρους ἀμητῆρας ἐθέλον. ὡς οὖν ὑπέφαινεν ὥρα ὡραία τῇ ἐξόδῳ, ᾔει τὴν ἐπὶ Σαρδικῆς, ὅπου καὶ ταῖς δυνάμεσιν, ἃς ἄγειν ἤμελλεν ἐπὶ Παίονας, τεταγμένον ἦν αὐτῷ συμβαλεῖν. Ἐν ᾧ δὲ τὰ στρατεύματα ξυνελέγετο, ἐνωτίζεταί οἱ ὡς ἄνωθεν τῆς ἁψῖδος, ἥτις ἔκτισται κατὰ τὸ πρὸς δυσμὰς μέρος τῆς Κωνσταντινείου ἀγορᾶς, εἰκόνες ἐκ χαλκοῦ δύο ἵδρυντο πάλαι γυναικόμορφοι, ἡ μὲν καλουμένη Ῥωμαία, θατέρα δὲ Οὔγγρισσα, νῦν δὲ ὑπὸ τοῦ τὰ πάντα μετασκευάζοντος χρόνου ἡ μὲν ἀπὸ Ῥωμαίων τὴν κλῆσιν εἰληχυῖα τῆς ὀρθίας κατήρειπται στάσεως, ἡ δὲ λοιπὴ ἐπὶ τῆς προτέρας ἥδρασται βάσεως. θαυμάσας οὖν ἐκεῖνος τὸ εἰρημένον, πέμψας εὐθὺς τὴν μὲν ἀνέστησε, τὴν δ' ἀνέτρεψε καὶ κατήνεγκε, ταῖς τῶν εἰκόνων μετασκευαῖς μεταβαλεῖν καὶ μεθαρμόσειν οἰόμενος καὶ τὰ πράγματα, καὶ τὰ μὲν τῶν Ῥωμαίων οἷον μετεωρίσειν, τὰ δὲ τῶν Παιόνων καθαιρήσειν. Συνηγμένων δὲ τῶν στρατοπέδων σκέψιν προύθηκεν, εἰ δεῖ καὶ αὐτὸν συνεκστρατεύσειν κατὰ Παιόνων, εἴτε μὴν στρατηγῷ τὰς δυνάμεις ἐπιτρέψαντα μετελθεῖν οὑτωσὶ τὸ ἀντίπαλον. ὡς οὖν πᾶσι δέδοκτο βασιλέα μὲν ἐπὶ Σαρδικῆς καθῆσθαι, τῶν δ' ἡγεμόνων τοὺς γενικοὺς ἀναρρηθῆναι στρατηγοὺς τοῦ πολέμου, ὅπως αἱ τῶν πραγμάτων ἄδηλοι ἐκβάσεις εἶεν οὕτω καὶ τὸ ἐκ τῆς ἥττης αἶσχος μετριάζουσαι καὶ τὸ κατορθωθὲν μεγαλύνουσαι μᾶλλον καὶ εἰς κλέος ἐξαίρουσαι μέγιστον ὡς κἀκείνου τε καὶ τούτου ξυμβεβηκότος κατ' ἀπουσίαν τοῦ αὐτοκράτορος, ἀναδείκνυται τῆς ὅλης ἀρχηγὸς στρατιᾶς ὁ τοῦ στόλου δοὺξ Ἀνδρόνικος ὁ Κοντοστέφανος. Ἐν δὲ τῷ μέλλειν ἀπαίρειν τῆς Σαρδικῆς τὰ στρατόπεδα ἐν ἐπηκόῳ στὰς βασιλεὺς γίνεται γενναίων καὶ καλῶν λόγων καὶ πολὺ τὸ πιθανὸν ἐχόντων ἀγορητής. αὐτόν τε γὰρ τὸν Κοντοστέφανον παρεθάρρυνεν εἰς τὴν προκειμένην στρατήγησιν, οὐ μόνον μεθόδους ὑποτιθεὶς τακτικάς, ἀλλὰ καὶ καιρὸν αὐτῷ τῆς προσβολῆς ἐπισημαινόμενος εἶδός τε ὁπλίσεων καὶ σχήματα παρατάξεων· τούς τε ὑποστρατήγους καὶ τοὺς ἰλάρχας καὶ καθεξῆς ἅπαντας τοὺς ἐν ὅπλοις διανίστη πρὸς μαχησμόν, ἐνάγων εἰς μνήμην τῶν προηγωνισμένων καὶ πείθων τοῖς ὑποδείγμασι σπεῦσαι καὶ τὰ προκείμενα θαρρῆσαι δεινὰ καὶ ἀγαθὸν καὶ τούτοις σὺν θεῷ ἐπιθεῖναι τέλος καὶ μετὰ λαμπρῶν τροπαίων ἐπανελθεῖν· οὕτω γὰρ ὑπ' αὐτῶν δοξασθεὶς κἀν τῷ ἀπεῖναι τοὺς βαρβάρους νικήσας ἀντικαταθήσει καὶ αὐτὸς τούτοις οὐκ εὐαγκάλους τὰς ἀμοιβάς. Οἱ δὲ καί, ὅτε μὲν ᾔδετο ταῦτα πρὸς τοῦ κρατοῦντος, τὸ ἡδέως ἀκούειν καὶ παραδέχεσθαι προθύμως ὑπέφαινον ἐξ ὧν τὰς ἀκοὰς ὑπέκλινον καὶ σιγὴν ἐπὶ τοῖς λεγομένοις ἠσπάζοντο· ἐπεὶ δ' ἐπαύσατο τοῦ λέγειν, ἔτι μᾶλλον τὴν ἔνδον διάθεσιν ὑπεσήμαινον καὶ ὃν εἶχον γάργαλον ἐν ψυχῇ τῷ μέλιτι τοῦ λόγου κατακηλούμενοι, ὑφ' οὗ καὶ ἐῴκεσαν ἀτεχνῶς ἀποκλύσασθαι, εἴ τι που τούτοις εἰσήρρηκεν ἀηδὲς ἀπὸ τῆς μνήμης τῶν προτέρων πολέμων· βασιλέα τε γὰρ εὐφήμοις ἐκρότουν φωναῖς καὶ τὸ πρόθυμον καὶ ὑπὲρ ἰσχὺν ἐνδείξασθαι ἰσχυρίζοντο. ἀμέλει μηδὲ μέλλειν ἐβόων τὸν στρατηγόν, ἀλλὰ τὴν ἐπὶ τοὺς πολεμίους ἄγειν αὐτούς. Οὕτως ἐξῃρμένων τῶν στρατευμάτων αἴφνης αἴρεται θροῦς ἐν τῷ στρατοπέδῳ συμμιγής· ἐκ γὰρ τοῦ τῶν Παιόνων τις ἔθνους τὸν ἵππον κατὰ κράτος ἐλαύνων καὶ προβαίνων εἰς ὅσον καὶ ὅσον ἐπὶ στόμα συγκα τενήνεκται τῷ ὀχήματι. βασιλεὺς τοίνυν ὡς τοῦτο εἶχε πυθόμενος, αὐτός τε διεκέχυτο καὶ θαρρεῖν παρεκελεύετο πᾶσιν, τὸ μέλλον ἐντεῦθεν οἰωνιζόμενος, καὶ χαίρειν ἐνῆγεν ὡς ἐπὶ δεξιᾷ ἤδη τοῦ πολέμου τῇ τελευτῇ. Καὶ ὁ μὲν ἐν τούτοις ἦν θεὸν σωτῆρα προηγὸν ἐπικαλούμενος τοῖς στρατεύμασιν· ὁ δ' Ἀνδρόνικος τὸν στρατηγέτην ὑποζωσάμενος ἀπῆρεν ἐκεῖθεν μετὰ πασῶν τῶν δυνάμεων καὶ εἶχεν αὐτὸν ἡμερῶν τινων διαλειπουσῶν ὁ Σάουβος καὶ Δάννουβις διαπεραιούμενον καὶ τὸ Ζεύγμινον εἰσεδέχετο. Οὐδ' οἱ Παίονες ἐπὶ τούτοις ἀναπεπτώκεσαν, ἀλλὰ τὰς οἰκείας ἴλας ἀγειράμενοι καὶ συμμαχικὸν ξενολογήσαντες οὐκ ὀλίγον ἐκ τῶν ὁμορούντων σφίσιν ἐθνῶν καὶ ἐξ αὐτῶν δὲ Ἀλαμανῶν, ὡς ἐλέγετο, καὶ Διονύσιον τούτοις ἐπιστήσαντες στρατηγὸν αὐτοκράτορα, γενναῖον ἄνδρα καὶ πολλάκις τὰς ἐναντίας συγκόψαντα φάλαγγας, καὶ φρονηματισθέντες οὕτω μετὰ κόμπου ἐπῄεσαν. οὗτος δὲ ὁ Διονύσιος, ὅτε πρώτως ἠκηκόει τὸν Ἴστρον διαβῆναι Ῥωμαϊκὴν στρατιάν, γεγαυρωμένος ὢν ἐπὶ ταῖς προτέραις νίκαις, ἃς ἤρατο κατὰ Ῥωμαίων, μεγαλορρημονῶν ἔλεγεν ὡς εἰς κολωνὸν αὖθις ἐσεῖται ἀγηοχὼς τὰ τῶν εἰς πόλεμον πεσόντων Ῥωμαίων ὀστᾶ, καὶ οἷα τροπαίῳ τούτοις ὡς καὶ ἄλλοτέ ποτε χρήσαιτο, ἐπεὶ καὶ ἦν τι τοιοῦτον βαρβαρικῶς δεδρακώς, ὁπηνίκα τὸν Βρανᾶν καὶ τὸν Γαβρᾶν, ὡς ἤδη μοι ἐρρέθη, κατηγωνίσατο. Ἐνστάσης δὲ τῆς ἑορτίου μνήμης Προκοπίου τοῦ μάρτυρος, ἐκτάσσει τὰς δυνάμεις εἰς πόλεμον ὁ Κοντοστέφανος, καὶ αὐτὸς ἐνέδυ τὸν θώρακα καὶ τὴν ἄλλην πανοπλίαν ἠμφίεστο, καὶ τοῖς λοιποῖς ὡσαύτως ἐπέταττε δρᾶν, καὶ τὴν ἑαυτοῦ ἕκαστος τάξιν ἐπεπορεύετο καὶ καθίστα πρὸς τὸ εὔτακτον. καὶ τὸ μὲν τῆς φάλαγγος μέτωπον ἀπένειμεν ἑαυτῷ, τὸ δὲ κέρας τὸ δεξιὸν Ἀνδρόνικος ἐπεῖχεν ὁ Λαπαρδᾶς, τὸ δὲ λαιὸν ἄλλοι ταξίαρχοι, οὓς ὁ στρατηγὸς συνεπήγετο. ἐξετετάχει δὲ καὶ ἄλλας φάλαγγας, μικρὸν ἄποθεν αὐτὰς διαστήσας ἑκατέρου κέρατος, ὅπως ἐπιπαριοῦσαι κατὰ καιρὸν εἴησαν ἐπαρήγουσαι τοῖς κάμνουσι τάγμασιν. Οὕτω δ' ἐκτάσσοντι τὰς δυνάμεις καὶ καθιστῶντι τῷ Ἀνδρονίκῳ ἐφίσταταί τις ἐκ βασιλέως κομίζων γράμματα ἐκείνην τὴν ἡμέραν καθυπερθέσθαι τὴν συμπλοκὴν ἐπιτάττοντα καὶ καθ' ἑτέραν ἀναθέσθαι, ἣν καὶ αὐτὴν τὸ ἐπιστόλιον ἀνεδίδασκε. δεξάμενος οὖν ὁ στρατηγὸς τὸ βιβλίον εἰς τὸν οἰκεῖον καθῆκε κόλπον, μήτε τοῖς γραφομένοις προσσχών, μήτε τοῖς συνοῦσι μεγιστᾶσι δῆλα τὰ προσταττόμενα θέμενος, ἐπαινετῶς δὲ παρακρουσάμενος ἑτέρων ὑποθέσεων διηγήσεσιν. ἀπετρέπετο δὲ ὡς ἀποφρὰς ἡ τότε ἡμέρα καὶ ὅλως ἀξύμφορος πρὸς τὴν κατ' Ἄρεα συμβολήν, ἐπεὶ καὶ ἦν τὰς πλείστας καὶ μεγίστας τῶν πράξεων καὶ παρὰ θεοῦ τὸ πέρας κατ' εὐδοκίαν εἴτε καὶ μὴ δεχομένας ταῖς τῶν ἄστρων οὐκ οἶδ' ὅπως περιπλοκαῖς καὶ ταῖς τοιαῖσδε θέσεσι καὶ κινήσεσιν ἐπανατιθεὶς καὶ τοῖς παρὰ τῶν ἀστρολεσχούντων λεγομένοις καθυπαγόμενος ἴσα ταῖς ἐκ θρανίδος θεοῦ ἀποφάσεσιν. Εἰδὼς δὲ Ἀνδρόνικος ὡς μέγα τι πολλάκις ὤνησε τὸν ἀθλοῦντα καὶ βραχεῖά τις ὑποφώνησις τοῦ ἀλείφοντος πρὸς τὸν ἐν χερσὶν ἀγῶνα διανίστησι λόγοις τὸ στράτευμα" μνήσασθε", ὑποφθεγγόμενος" ἄνδρες Ῥωμαῖοι, πολεμίου ἀλκῆς, μνήσασθε, καὶ μηδέν τι φρονήσητε τῆς δόξης καὶ τῆς τύχης τῆς ἐνούσης ἀνάξιον, εὖ εἰδότες ὡς καὶ θῆρες ὀρεινόμοι τοῖς κατ' αὐτῶν εὐθαρσῶς ἐπιοῦσι δεδίασί τε προσεγχειρῆσαι καὶ διασοβηθέντες ἀπίασιν, ὅσοι δὲ αὐτοῖς ἀντιμέτωποι στῆναι πεφρίκασιν ἐς ἑτοίμην θοίνην ὠμοβορούμενοι πρόκεινται. ἀνδριστέον οὖν κατὰ τουτωνὶ τῶν θηριογνωμόνων βαρβάρων, μήπως ὑπ' αὐτοῖς γενώμεθα φιλοψυχίαν ἀγεννῶς νοσήσαντες μὴ σώζουσαν ἀλλ' ἀπόλλουσαν, τοῦτο δὴ ὅπερ αἱ ταῖς ἀρεταῖς ἀντίθετοι κακίαι εἰώθασι δρᾶν, εἰ καὶ παραπεπήγασιν αὐταῖς καὶ εἰσί πως ἀγχίθυροι. καὶ ἄλλως δὲ οὐχ ἡμεῖς μέν ἐσμεν καὶ βλητοὶ καὶ θνητοί, ἐκ δὲ χαλκοῦ τεχνητοὶ οἱ πολέμιοι· οὐδ' οὗτοι μὲν χιτῶνας περίκεινται σιδηρέους καὶ ὠκύποσιν ἵπποις ἀνέχονται, ἡμεῖς δὲ τοὐναντίον ἅπαν καὶ σώματα γυμνὰ προβαλλόμενοι· οὐδ' εὐπάλαμνον μὲν τὸ ἀντίπαλον, ἀπόμαχον δὲ τὸ ἡμέτερον· τοῖς πᾶσιν ἡ αὐτὴ διάρτισις καὶ μέλησις πολέμων καὶ ὅπλισις. ἐῶ γὰρ λέγειν ὡς ὅσῳ λόγῳ καὶ παιδείᾳ τῶν βαρβάρων διενηνόχαμεν, ὡς καὶ εἰπεῖν ἔμπειροι καὶ ξυνιδεῖν οὐκ ἄποροι, τοσοῦτον καὶ τέχναις στρατηγικαῖς καὶ στρατιωτικαῖς μεθόδοις ὑπερφέρομεν. ἤδη δὲ καὶ ἄλλοτέ ποτε συμβαλόντες διημιλλήθημεν Παίοσι, τὴν γῆν αὐτῶν ἐπιόντες καὶ κείροντες. οὕτω τοίνυν καὶ νῦν αὐτοῖς συμπλεκοίμεθα, ὡς εἰς ἕξιν τοῦ νικᾶν προελθόντες. ναὶ ἄνδρες, ναὶ συστρατιῶται, οὕτως τέκνα καὶ συλλέκτρους ἴδοιτε. ἀράτω τὰς φωνὰς τῶν βαρβάρων ὁ βαθυδίνης οὑτοσὶ Ἴστρος ἐπιτριβομένων καὶ ταῖς δίναις ἐναποψυχόντων· ἀλλὰ καὶ αἱματώδης προρρέων δι' ὧν χώρων ὁλκῷ σύρεται, διατρανούτω Παίονας ἡττημένους καὶ Ῥωμαίους ἀνακηρυττέτω νικῶντας, ἐξιστῶν τοὺς θεωμένους τῷ ἀήθει τῆς προχοῆς. Χρεὼν δὲ πρὸς τούτοις σκοπεῖν ὡς ὁ ἐκπέμψας ἡμᾶς ἐς τόνδε τὸν πόλεμον ἅπας ἡμῶν ἐξήρτηται καὶ χρησταῖς ἐλπίσιν ὑποθαλπόμενος ἐφ' οἷς αὐτῷ καὶ ὑπὲρ ἰσχὺν ἀνδρίσασθαι συνεθέμεθα, μικροῦ τοὺς ζωγρίας ἀναπολεῖ καὶ τὸ τῆς νίκης φαντάζεται μέγεθος. μὴ τοίνυν κἀκεῖνον αἰσχύνωμεν καὶ ἡμᾶς αὐτοὺς κακῶς διαθώμεθα πρὸς τὸν ἐν ὄψει μαλακισθέντες κίνδυνον, οὐδὲν ὅτι μὴ θάνατον τὸ πέρας ἔχοντα. αἱ γὰρ ἀκμαὶ τῶν κακῶν οὐ φιλοῦσιν ἀνάδυσιν καὶ τὸ βραχέως ἐν τούτοις καθυπενδοῦναι καταπροδοῦναι τὸ πᾶν ἐστι." Τοιαῦτ' εἰπὼν ἐπὶ πεδίου ἀναπεπταμένου προῆγεν. ἀντεξάγει δέ οἱ καὶ Διονύσιος τὰ οἰκεῖα στρατόπεδα, χαροπὸς τῷ προσώπῳ, κροτῶν ἅμα καὶ χαίρων ὡς ἐπὶ παιδιὰν ἐξιών. ὁπόθεν καὶ τὸ τί δεῖ ποιεῖν ἐπὶ καιροῦ μὴ εἰδώς, οὔτε εἰς κέρας δεξιὸν καὶ εὐώνυμον τὴν ὑπ' αὐτὸν ἐμέρισε στρατιάν, οὔτε εἰς ἴλας ἀποδιεῖλε καὶ φάλαγγας, ἀλλ' εἰς ὁμαιχμίαν μίαν συνεσπειρακὼς τοσοῦτον στράτευμα καὶ πυκνώσας οἷον αὐτὸ καὶ πυρ γώσας κατὰ νέφος μέλαν ἐπῆγεν, οὐδὲν ἐκλείπων ὑπεροψίας ὠμῆς. ἦν δὲ καὶ ἡ σημαία μετέωρος ἐπί τινος ἠνεμωμένη παχέος καὶ ὑψιτενοῦς ἱστοῦ τέτρασιν ὑποτρόχοις ἑλκομένου βοῶν ζεύγμασιν. αὐτὴ δὲ ἡ ἀντίμαχος ὁμαιχμία φρικαλέον ὄντως καὶ δυσαντίβλεπτον ὅραμα ἦν, πᾶσα οὖσα ἱππότης καὶ λογχηφόρος. οὐ μόνον δὲ οἱ ἄνδρες μετεῖχον τοῦ ἀκριβοῦς ὁπλισμοῦ καὶ ποδηνεκοῦς, ἀλλ' ἦν ὁρᾶν καὶ τῶν ἵππων αὐτῶν διαδήματα μασχαλιστῆρας προφαινόντων καὶ περικειμένων προμετωπίδια καὶ προστερνίδια τῶν βλημάτων ἐρύματα. ὁ δὲ τῶν ἵππων φριμαγμός, ἡ δὲ πρὸς ἥλιον ἀνταυγοῦσα τῶν ὅπλων στιλβηδών, ὡς ἐγγὺς ἦν τὰ στρατεύματα, καινοτέραν ἐποίει τὴν θέαν καὶ διὰ φόβου καὶ θαύματος τοῖς ἐκ τῶν στρατοπέδων ἀμφοῖν. Ἐπεὶ δὲ προῆλθον ὡς εἰς μεταίχμιον καὶ περὶ μεσημβρίαν ἦν ἡ ἡμέρα καὶ καιρὸς ἐδόκει συρρήγνυσθαι, ὁ μὲν Κοντοστέφανος τοῖς ἐκ δεξιοῦ καὶ λαιοῦ κέρως ἄγχιστα παρακολουθοῦσι τὰ τελευταῖα τῶν βαρβάρων κόπτειν ἐφῆκε, μάλιστα δὲ τοῖς ἱπποτοξόταις θαμὰ βάλλειν παρεκελεύετο. σκοπὸς δὲ ἦν ἐντεῦθεν τῷ στρατηγῷ κατασείσειν εἴτε μὴν ἐκκρούσειν τῆς συνεχείας τὰς Παιονικὰς φάλαγγας· κατὰ γὰρ τὴν Ὁμηρικὴν καὶ τότε παράταξιν" ἀσπὶς ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ," καὶ ἴσας εἶχον οἱ ἵπποι τὰς κεφαλάς, ἔφριξε δ' ἡ μάχη ἐγχείῃσι φθισίμβροτος καὶ κατὰ κινούμενον δράκοντα καὶ φρίσσοντα τὰς φολίδας ἐκύμαινον οἱ στρατοί. ὁ δὲ Διονύσιος ὡς τεῖχος ἀτίνακτος προύβαινεν ἐς αὐτόν τε τὸν Κοντοστέφανον καὶ τὸ ἀμφ' αὐτὸν τεταγμένον τιταίνων τὸ ἔγχος. ὡς οὖν ἐδέξαντο τοῦτον Ῥωμαῖοι, διαδορατισμοὶ παρ' ἀλλήλων ἦσαν καὶ ὠθισμοὶ καὶ ἀντωθισμοὶ μέχρι τινός· ἐπεὶ δὲ τὰ δόρατα κατεάγη καὶ ἦν τὸ μεταίχμιον ἀποσχεδιασθὲν εἰς φραγμὸν τοῖς τῶν κοντῶν στοιβασμοῖς, τὰς ἐπιμήκεις ἐσέπειτα μαχαίρας ἐσπάσαντο καὶ αὖθις συμπεσόντες ἐμάχοντο. ὡς δ' ἤδη καὶ αὗται τὰ στόματα ἠμβλύνθησαν διὰ τὸ τῶν στρατευμάτων πάγχαλκον καὶ πανσίδηρον, οἱ μὲν Παίονες ἠμηχάνουν τὸ ἀπὸ τοῦδε μηδαμῶς κατὰ νοῦν θέμενοι ὡς ἐπιόντας αὐτοὺς Ῥωμαῖοι δέξονται, Ῥωμαῖοι δὲ μετὰ χεῖρας τὰς ἐκ σιδήρου κορύνας χειρισάμενοι (ἔθος δὲ αὐτοῖς καὶ τοιόνδε φέρειν ὁπλισμόν, ἡνίκα ἂν εἰς πόλεμον ἴοιεν) ἔπαιον τοὺς Παίονας δι' αὐτῶν· καὶ ἦν καίριον μάλα τὸ πλῆγμα κατὰ κεφαλῆς καὶ προσώπων γινόμενον. πολλοὶ τοίνυν σκοτοδινιῶντες τῆς οἰκείας ἀνετρέποντο ἕδρας· εἰσὶ δ' οἳ καὶ ἐλειφαίμουν τοῖς τραύμασι. καὶ οὕτω τοῦ ἀρραγοῦς ἐκείνου διασπασθέντος συντάγματος, οὐκ ἦν ὃς οὐκ ἦν τῶν Ῥωμαίων μὴ βάλλων καὶ καταβάλλων Παίονα ἢ μὴ σκυλεύων τὸν πεπτωκότα ἢ μὴ πανοπλίαν ἀλλοτρίαν ἐπενδυόμενος ἢ ἵππου μὴ ἐπιβαίνων, οὗ τὸν ἀναβάτην κατέκανεν. Ἐπειδὴ δὲ περὶ ὀψίαν ἦν ἡ ἡμέρα, τὸ μὲν ἀνακλητικὸν διατόρως ἡ σάλπιγξ συνεθημάτιζε καὶ τὸ διαέριον ἐκεῖνο καθῃρεῖτο τῆς τοῦ Διονυσίου σημαίας δίαρμα, ὁ δ' Ἴστρος εἶχε τὰ πορθμεῖα καθειλκυσμένα καὶ ὁ στρατὸς εἰς τὴν περαίαν ἀνήγετο. φήμη γὰρ ἀνὰ τὰ Ῥωμαϊκὰ στρατόπεδα διεφοίτα καὶ κατακρότους ἐτίθει τὰς τοῦ στρατηγοῦ μήνιγγας ὡς οἱ Παίονες οὐκ ἀγεννῆ ξενολογίαν κατὰ τὴν μετ' ἐκείνην εἰσὶν ἐκδεχόμενοι. διὰ ταύτην οὖν τὴν ἀκοήν, μὴ πεφυκυῖαν ἐπίπαν ἀπόλλυσθαι, αὐτίκα μετὰ τέλος αἴσιον τοῦ πολέμου ἀπῆρεν ἐκεῖθεν Ἀνδρόνικος. Ἀλλ' οὕτω μὲν κατεστρατήγηντο Παίονες, βασιλεὺς δὲ τὴν καλλίστην ταυτηνὶ νίκην ἐνωτισάμενος θύει θεῷ χαριστήρια καὶ αὐτὸς ἦν ἐν κρότοις καὶ χαρμοναῖς. κοινούμενος δὲ τοῖς τῆς βασιλίδος οἰκήτορσι πόλεως ταῦτα δὴ τὰ εὐφρόσυνα κατορθώματα γράμματα εὐάγγελα στέλλει τὴν τροπαιουχίαν περισαλπίζοντα. Μεθ' ἡμέρας δέ τινας καὶ αὐτὸς τὴν μεγαλόπολιν εἰσιὼν κατάγει θρίαμβον ἀπὸ τῆς ἑῴας πύλης, ἥτις ἀνέῳγε κατὰ τὴν ἀκρόπολιν. οἷα δ' ἐπὶ μεγίστῳ τροπαίῳ καὶ ἀκραιφνεῖ θριαμβεύσειν μεγαλοπρεπῶς προθέμενος καὶ τὰ τῆς πομπείας διασκευασθῆναι πρὸς τὸ ὑπέρογκον διατέταχεν. ἅπας οὖν περιπόρφυρος πέπλος καὶ χρυσίῳ κατάστικτος ἀπῃώρητο καὶ οἱ ἀστυνόμοι ἄλλος ἄλλοθεν ἐπὶ τὴν πρόοδον ἐκείνην μεταρρυέντες ὡς ῥεῦμα κατὰ πρανοῦς ὀχετηγούμενον ἐξεκένωσαν ἀγορὰς οἴκους νεὼς ἐργαστήρια καὶ ἄλλο μέρος ἅπαν τῆς πολυχανδοῦς πόλεως. οὐδὲ τῆς τῶν αἰχμαλώτων συμμορίας ὁ θρίαμβος ἀπεστέρητο, ἀλλὰ καὶ τούτων πολλοὶ διῆγον τοὺς παρόντας καὶ ἐσέμνυνον τὴν πομπὴν παριόντες. αὐτὰ μέντοι τὰ καθ' ἑκάτερα μέρη τῆς διόδου, καθ' ἣν ἔμελλε τελεῖσθαι ὁ θρίαμβος, παρυφιστάμενα δρύφακτα εἰς διώροφά τε καὶ τριώροφα παρυψούμενα πᾶσιν ἐνεποίουν θαυμασμὸν καὶ τὰ τέγη δ' οὐχ ἥκιστα μάλιστα πολλοὺς τοὺς θεωμένους καὶ πάντας ἀνέχοντα ἐκκρεμεῖς. ἐπεὶ δὲ καὶ τοῦ τὸν αὐτοκράτορα παρελθεῖν ἐνειστήκει καιρός, προηγεῖτο μὲν ἀργύρεον ἐπίχρυσον τέτρωρον ἵπποις λευκοῖς ὡς αἱ χιόνων ἀποσπάδες ἑλκόμενον, ἵδρυτο δ' ἐπ' αὐτοῦ ἡ εἰκὼν τῆς ἀπροσμάχου συμμάχου καὶ ἀκαταγωνίστου συστρατήγου τῷ βασιλεῖ θεομήτορος· οὐ μέγα δ' ἔβραχεν ἄξων, ὅτι μηδὲ θεὰν ἦγε δεινὴν τὴν ψευδοπάρθενον Ἀθηνᾶν, ἀλλὰ τὴν ὡς ἀληθῶς παρθένον καὶ ὑπὲρ λόγον διὰ λόγου τὸν Λόγον λοχεύσασαν. μετὰ δὲ τοῦτο οἱ καθ' αἷμα τῷ βασιλεῖ περιώνυμοι καὶ ὅσοι γερουσιάζοντες τὰς πολιτικὰς διεῖπον ἀρχὰς καὶ οἱ λαμπροὶ τοῖς ἀξιώμασι καὶ τῇ τοῦ βασιλέως εὐνοίᾳ περίκλυτοι. ἔπειτα δ' ὁ κρατῶν προῄει αὐτός, ἵππῳ ὑψαύχενι ἔποχος, κύδιστος, μέγιστος, καὶ κόσμους τοὺς βασιλικοὺς περικείμενος. παρείπετο δέ οἱ καὶ ὁ τοῦ θριάμβου αἴτιος Κοντοστέφανος, ὑμνούμενος τῆς νίκης, τοῦ δεξιοῦ μακαριζόμενος στρατηγήματος. εἰς δὲ τὸν Μέγαν Νεὼν εἰσιὼν καὶ τοῦ παντὸς ἐνώπιον λεὼ τὴν τοῦ Κυρίου λαλήσας αἴνεσιν πρόεισιν ἐκεῖθεν εἰς τὰ βασίλεια. ὥσπερ δὲ τόξον ἀνιεὶς ἑαυτὸν τῆς ἄγαν τάσεως διεχεῖτο ἵππων ἁμίλλαις. Καὶ τὸ ἐπιὸν δὲ ἔαρ εἰς ἄνεσιν ταμιευσάμενος σώματος, ἐπειδὴ παρίππευσε Καρκίνον καὶ παρῆλθε Λέοντα ἥλιος ὅ τε Σείριος ὑπέληγε τῶν φλογώσεων, αἱ δὲ χειμέριοι τροπαὶ ἤδη παρεσκυθρώπαζον, ἔξεισι πρὸς τὰ ἑσπέρια καὶ κατὰ τὴν Φιλίππου ἐναυλίζεται. ἠκηκόει γὰρ ὡς ὁ τῶν Σέρβων σατράπης (ἦν δὲ τότε ὁ Νεεμὰν Στέφανος) ὑπὲρ ὃ δεῖ θρασύτερος γέγονε καὶ κακόσχολος ὤν τις ἥγηται σοφὸν τὸ περίεργον καὶ τὴν ἐπιθυμίαν τρέφων ἀκόρεστον καὶ πρὸς τὰ ἐκεῖ πάντα διαπλωθῆναι φιλονεικῶν τοῖς ἐκ τοῦ αὐτοῦ φύλου βαρὺς ἐμπίπτει καὶ ξίφει τὸ γένος μέτεισι, μήτε μὴν τὰ οἰκεῖα εἰδὼς μέτρα Χορβατίαν ὑποποιεῖται καὶ πρὸς ἑαυτὸν ἐπισπᾶται τῶν Δεκατάρων τὴν κυριότητα. Διὰ ταῦτα τοίνυν πεῖραν εἰληφέναι θέλων τοῦ ἐπὶ τούτοις τῷ Νεεμὰν βουλήματος στέλλει μετὰ δυνάμεως τὸν Παδυάτην Θεόδωρον. τῷ δὲ τοπάρχῃ Νεεμὰν οὕτως ἀναρσίου μετῆν φρονήματος, ὡς εὐθὺς ἐξενεγκεῖν ἀκήρυκτον πόλεμον καὶ Ῥωμαίοις ἐπεισπεσεῖν. βασιλέως δὲ αὐτὸν μετελθεῖν κρίναντος, ὀλίγον τῇ μάχῃ παραφανεὶς ἀπεκρύψατο τὰς τῶν ὀρῶν καὶ πάλιν ὑποδὺς καταδύσεις καὶ τὰς πέτρας θέμενος εἰς ἀποκρυβήν. ἀεὶ δέ τι περικόπτων τῆς προλαβούσης ὀφρύος καὶ ὑφαιρῶν τέλος τοῖς ἐκείνου ποσὶ τὴν οἰκείαν ὑποτέθεικε κεφαλήν, μέγας μεγαλωστὶ τεταμένος καὶ περὶ τοῦ μὴ παθεῖν κακῶς δεόμενος· ἠγωνία γάρ, μήπως αὐτὸς μὲν τῆς τῶν Σέρβων παραλυθῇ δυναστείας, τὸ δὲ κράτος μετενεχθῇ πρὸς τοὺς ἐκείνου ἄρχειν δικαιοτέρους καὶ οὓς αὐτὸς κατασπάσας εἶχε πρὸς τὴν ἀρχὴν ἀναχθείς. Οὕτω δ' εὐμαρῶς μετῄει τοῦτον καὶ πρὸς τὴν ἐκείνου πίστιν μετέστρεφεν, εἴ ποτε ἀποπλανώμενον ἑώρα τοῦ εὐθέως καὶ ἐλεύθερον βλέποντα ἢ τῷ τῶν Ἀλαμανῶν ῥηγὶ προστιθέμενον ἢ τοῖς Οὔννοις προσνεύοντα καὶ κοινὸν ἐκείνοις βαλάντιον καὶ πήραν προσκτώμενον, ὡς οὐδὲ ποιμὴν ποίμνιον εὐπερίγραπτον. οὕτω δ' ἐδεδοίκει τοῦτον ὡς οὐδὲ τὸν βασιλικώτατον θῆρα τὰ κνώδαλα· ὅς γε καὶ τὰ ἱππάσιμα μόνα πολλάκις ἐπιφερόμενος καὶ τοῖς δορυφοροῦσιν εἰπὼν" ἕπεσθε" τὰ Ῥωμαίων παρήλλαττεν ὅρια καὶ κατ' αὐτοῦ ἐξορμῶν πρὸς τὸ οἰκεῖον ἐφετὸν τὰ ἐκεῖθι μετήμειβε πράγματα. Ἀλλὰ τίνα τὰ ἐπὶ τούτοις; ἐρᾷ καὶ στρατείας ὑπερορίου καὶ τὸ τῆς Αἰγύπτου ἐνωτιζόμενος πάμφορον καὶ ὅσα γεωργεῖ Νεῖλος ὁ καρποδότης καὶ εὔσταχυς, τοῖς πήχεσι μετρῶν τὸ εὔδαιμον, ἔγνω ἐν θαλάσσῃ θέσθαι χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ, εἴ πως τὰ δι' ἀκοῆς ἐρώμενα Αἰγύπτια ἀγαθὰ καὶ ὀφθαλμοῖς ἐντράνοις θεάσαιτο καὶ θείη ληπτὰ ταῖς χερσίν. ἐποίει δ' ἐκεῖνον ταῦτα φαντάζεσθαι τὰ ἐν ποσὶν ὑπεραλλόμενον, καὶ ταῦτα ἔτι ὠδίνοντα, καὶ τεμνόμενα μὲν καὶ κατακαιόμενα, οὐκ ἀφαντούμενα δὲ καὶ ἀμαυρούμενα, ἀλλὰ παλιμφυῆ κατὰ τὴν Ὕδραν γινόμενα, φιλοδοξία τις ἄκαιρος καὶ τὸ πρὸς βασιλεῖς ἀνθαμιλλᾶσθαι, οἷς τὸ κλέος πολὺ καὶ τὰ σχοινίσματα οὐκ ἀπὸ θαλάσσης μόνον ἕως θαλάσσης ὑφαπλούμενα πρὶν παρετέτατο, ἀλλ' ἐκ τῶν ἑῴων ὁρισμάτων μέχρι τῶν ἑσπερίων διικνεῖτο στηλῶν. Οὐκοῦν καὶ τὸ σκέμμα τῷ τῶν Ἱεροσολύμων ῥηγὶ Ἀμερρίγῳ κοινωσάμενος κἀκεῖνον εὑρὼν οὐκ ἀποπεμπόμενον τὸ ἐννόημα, μᾶλλον μὲν οὖν καὶ συλλαβέσθαι οἱ τοῦ ἐγχειρήματος ὑπισχνούμενον, στόλον καταρτύει βαρὺν κατὰ τοῦ Ταμιάθι εἰς νῆας μακρὰς διακοσίας καὶ ἔτι πρὸς ἀριθμούμενον, ἐν αἷς κατελέγοντο δέκα μὲν αἱ ἀπὸ τῆς Ἐπιδάμνου ἀναχθεῖσαι, ἓξ δὲ ταχυναυτοῦσαι πᾶσαι, ἃς ἐπλήρουν οἱ Εὐβοεῖς· ἀναδείκνυσι δὲ ναύαρχον τὸν μέγαν δοῦκα τὸν Κοντοστέφανον Ἀνδρόνικον. ἀπὸ δὲ τουτωνὶ τῶν τριηρέων ἑξήκοντα τῷ Μαυροζώμῃ παραδοὺς Θεοδώρῳ πρὸς τὸν ῥῆγα ἐξέπεμψε, προκαταγγελοῦντα μὲν καὶ τὴν ὅσον οὐδέπω τοῦ λοιποῦ στόλου ἀναγωγὴν καὶ τὴν ἐκεῖσε τοῦ Κοντοστεφάνου ἄφιξιν, διαναστήσοντα δὲ κἀκεῖνον ὡς εἴη ἑτοιμασάμενος τὰ πρὸς ἔξοδον, ἅμα δ' ἀποκομίσοντα καὶ τὰ τῶν Ἱεροσολυμιτῶν ἱππέων ὀψώνια, ὅσοι συνεκστρατεύειν ἤμελλον τῷ ῥηγὶ συνεφαπτομένῳ τοῦ πολέμου καὶ κατ' Αἰγυπτίων τιθεμένῳ τὴν κίνησιν, καθ' ὧν ὁ στόλος ὁ Ῥωμαϊκὸς συγκεκρότητο. Μετ' οὐ πολὺ δὲ καὶ αὐτὸς ὁ Κοντοστέφανος ἔξεισιν (ἦγε δὲ τότε ὀγδόην μὴν ὁ Ἰούλιος) καὶ δὴ πρὸς τὸ Μελίβοτον καταχθεὶς καὶ παρὰ τοῦ βασιλέως ἐκεῖσε ἀφιγμένου θεατοῦ τοῦ στόλου τὰ πρὸς τὸ ἔργον ὑφηγηθεὶς μετὰ δύο ἡμέρας ἀνάγεται καὶ κατάγεται εἰς τὰ Κοῖλα, ταῦτα δὴ τὰ περὶ Σηστόν τε καὶ Ἄβυδον, καὶ ἐντίθησι ταῖς τριήρεσι τὸ ἐκ Ῥωμαϊκῶν καὶ ἐθνικῶν ἰλῶν ἀποκριθὲν καὶ παραδοθέν οἱ στράτευμα. τὸ δ' ἐντεῦθεν, ὡς ἦν τὸ πνεῦμα φορὸν καὶ οὔριον, τὰ πρυμνήσια λύσας καὶ τὰ ἱστία διαπετάσας τὴν ἐς Κύπρον παρανελέγετο κέλευθον. κατὰ δὲ τὸν πλοῦν τοῦτον ἓξ ἐγκύρσας ναυσίν, ἃς ὁ τῆς Αἰγύπτου ἀμηρᾶς ἐπεπόμφει πρὸς κατασκόπησιν, τὰς μὲν δύο συλλαβὼν εἶχεν, αἱ δ' ἄλλαι, αἳ καὶ μὴ ἀγχώμαλα τὸν πλοῦν ἐπεποίηντο, καταταχήσασαι διαδιδράσκουσιν. Προσοκείλας δὲ τῇ Κύπρῳ τὴν ἄφιξιν αὐτοῦ παρίστησι τῷ ῥηγὶ καὶ πυνθάνεται, πρὸς ὅτῳ ἔχει τὸν νοῦν, εἰ προσμενεῖ αὐτὸν εἰς Κύπρον ἢ τὴν ἐπὶ Ἱεροσολύμων βαδιεῖται οὗτος. ὁ δὲ ῥὴξ κατὰ τὸν Ἐπιμηθέα, ᾧ τὸ μὲν μέλειν οὐκ εἶναί φασι τὸ δὲ μεταμέλειν καὶ μάλα, τὴν καρδίαν μέσην ἐπλήττετο, ὅτι συναρήξειν ὅλως βασιλεῖ κατένευσεν ἢ γοῦν ἐπώτρυνε τὴν κατ' Αἰγυπτίων μελετῶντα κίνησιν. τῷ τοι καὶ ἀναβαλλομένῳ ἐῴκει καὶ σκεπτομένῳ πολλάκις τὸ ποιητέον. ὀψὲ δ' οὖν σημαίνει τῷ Ἀνδρονίκῳ τὴν ἐπὶ Ἱεροσολύμων ἵεσθαι, ὡς ἐκεῖσε συνελθόντες συνδιασκέψωνται κοινῶς ὃ διαπράξονται. Εἶχε τοίνυν ἡ μὲν Παλαιστίνη τὸν Κοντοστέφανον, τὸν δ' Ἀμερρίγον αὖθις ἡ μέλλησις καὶ ὁ μετάμελος πολὺς ἐγκείμενος ὑπέτυφε τὴν ψυχήν. πολλὰ δὲ καὶ ἄλλα Πάτροκλον πρόφασιν προτιθεὶς οὐδὲν ἧττον ἐπὶ πᾶσι καὶ τὴν τῶν οἰκείων στρατευμάτων προυβάλλετο συλλογήν. Ἀνδρόνικος δ' ἐπὶ τούτοις ἤχθετο μὲν τοῦ καιροῦ τηνάλλως ἐκμετρουμένου, οὗπερ οὐκ ἦν εἰσαῦθις ἐπιλαβέσθαι ὡς μηδὲ κομῶντος ἐξόπισθεν, ὑπέθραττε δ' αὐτὸν πλειόνως ὁ τοῦ ναυτικοῦ πληρώματος ὀψωνιασμὸς διακενῆς ἀναλούμενος. ὁ γὰρ βασιλεὺς τριῶν μηνῶν τῷ στόλῳ σιτηρέσιον ἐπεμέτρησεν ἐκ τοῦ Αὐγούστου μηνὸς ἀρξάμενος, ἦν δὲ τότε λήγων Σεπτέμβριος. Ἐπεὶ δ' ἐδόκει ἀπαίρειν, τὴν διὰ ξηρᾶς πορείαν ὁ ῥὴξ τοῦ θαλαττίου προτίθησι πλοῦ καὶ Ἀνδρονίκῳ οὑτωσὶ ποιεῖν ὑποτίθησι φάσκων εὐμαρεστέραν εἰδέναι ταύτην πολλῷ καὶ ἀπαθεστέραν τῷ ἑλομένῳ καὶ ὡς ἐσεῖται ἅμα οὕτως αὐτοῖς ἐξ ἐφόδου καὶ πάρεργον ὁδοῦ παραστήσασθαι τὸ Τούνιόν τε καὶ τὸ Τενέσιον. τὰ δέ ἐστι κωμύδρια τῷ τῆς Αἰγύπτου ἀμηρᾷ καθυπείκοντα, οὐ δυσπρόσοδα, οὐδὲ δυσέμβολα, ἀλλ' ἐφ' ὑπτίου κείμενα πεδίου καὶ τοὺς πλείστους τῶν κατοίκων ἔχοντα γνωριζομένους ἐξ ὀνόματος τοῦ Χριστοῦ. ὡς ἀγαθῇ γοῦν τῇ παραιφάσει τοῦ ῥηγὸς πεισθεὶς Ἀνδρόνικος ἣν ᾑρεῖτο οὗτος ἐτράπετο. τὴν δ' ἐν τῷ μεταξὺ πορείαν ἀλύπως ἀνύσαντες οἷς εἴπομεν φρουρίοις προσέβαλον καὶ ὁμολόγως αὐτὰ χειρωσάμενοι, ὅτι μηδ' εἶχον ἔνδοθεν ἀξιόμαχον δύναμιν καὶ χεῖρα ἱκανὴν εἰς ἀντίπαλον μοῖραν χωρεῖν, τοῦ πρόσω εἴχοντο. Καὶ δὴ τῷ στόλῳ συμμίξαντες ἤδη τὰς κώπας ἐπὶ τοῦ Ταμιάθι σχάσαντι καὶ ἐφορμῶντι συρρήγνυνται τοῖς πρὸ τῆς πόλεως εὐθὺς ἐκχυθεῖσι καὶ μεθ' ὅπλων ἀπαντῶσι Σαρακηνοῖς. οὕτω δ' ἐξέπληξαν αὐτοὺς Ῥωμαῖοι καὶ διετάραξαν τῷ ἀπτοήτῳ τῆς ἐμβολῆς, ὡς σὺν βοῇ τε καὶ ταράχῳ συνωθηθῆναι εἴσω πυλῶν, μηδὲ καθαρῶς ἀντιβλέψαι σφίσιν ὑπενεγκόντας. καὶ τοῦτο μὲν οὕτω τῆς ἡμέρας ἐκείνης πέπρακται, καθ' ἣν αἱ μὲν τριήρεις τῷ Νείλῳ προσώκειλαν, ὁ δὲ ῥὴξ πεζῇ παρεγένετο. τῇ δ' ὑστεραίᾳ πάλιν οἱ Σαρακηνοὶ συμπλακησόμενοι Ῥωμαίοις συνεληλύθεσαν κατὰ τὸ πρὸ τῆς πόλεως κολπῶδες καὶ ἐπικαμπὲς ἠρέμα περίτειχος. πλὴν οὐδὲ τότε Ῥωμαίους ὑπέστησαν. τῶν γὰρ πυλῶν ὅσον ἀποσχόντες βραχὺ καὶ μηδαμῇ τοῦ προτειχίσματος ἀφιστάμενοι οὕτω διετίθουν τὸν πόλεμον. ὡς δ' ἐπ' αὐτοὺς ὥρμηντο Ῥωμαῖοι μόνον, τὸ παθεῖν κακῶς φυλαττόμενοι ἐνέκλινον εἰς φυγὴν καὶ διὰ τῶν πυλῶν εἰσεχέοντο, μὴ εὐθύωρον ἄγειν εἰς τοὺς πολεμίους τὴν ἑαυτῶν ἀποθαρροῦντες φάλαγγα. καὶ τοῦτο ἐπὶ πολλὰς ἡμέρας ἐγίνετο. ἦν δὲ ἡ στρατηγία αὕτη μηδὲν ἄλλο δυναμένη, ὡς δέδεικται, ἢ Ῥωμαίους κατασοφίζεσθαι, ὅπως εἰκῇ χρονοτριβῶσιν, ἐλπίσι μὴ περαινομέναις ὑποσυλώμενοι. Ἀμέλει τὰς ἑλεπόλεις ἐς νέωτα προσαγαγὼν Ἀνδρόνικος οὐκ ἀμογητὶ καὶ ἀκινδύνως τὸ τεῖχος ἔτυπτεν· οἱ γὰρ βάρβαροι τοὺς διαπειρωμένους τῶν μηχανημάτων ἔβαλλον ὑψόθεν καὶ τοῦ ἔργου ἀπεκώλυον βέλη τε νιφάδων ἀφιέντες πυκνότερα καὶ ἀντεπινοοῦντες τὰ τῷ τείχει σωτήρια. ἴσχυσε δὲ καὶ οὕτως κόρσην κατερεῖψαι τείχους ἑνός, ἐφ' οὗ κηῶδες ἵδρυτο τέμενος τῇ θεομήτορι ἀνακείμενον. ᾔδετο δὲ τοῖς ἀστοῖς ἐκεῖ που παύσασθαι τοῦ πλάνου τὴν μητροπάρθενον σύναμα Ἰωσὴφ τῷ μνήστορι, ὁπότε εἰς Αἴγυπτον ὥρμηντο τὸν παιδοφόνον Ἡρώδην ἐκκλίνοντες. οἱ τοίνυν Σαρακηνοὶ ἀπέσκωπτον εἰς Ῥωμαίους καὶ ὕβρεσιν Ἀνδρόνικον ἔπλυνον μὴ φειδόμενον νεώ, καθ' οὗπερ ἐκκλησιάζοντες τὸ χριστώνυμον τὰ οἰκεῖα τελοῦνται μυστήρια, πῇ μὲν προσευκτήρια, πῇ δὲ καὶ χαριστήρια ᾄδοντες. Ὡς δὲ οὐδ' οὕτω τὰ κατὰ νοῦν Ἀνδρόνικος ἐξεπέραινε, διὰ προσβολῆς ἰσχυροτέρας ἔγνω πειράσασθαι τῶν ἐντός. καὶ δὴ τῷ ῥηγὶ πρὸς λόγους ἐλθὼν ἐνῆγε κἀκεῖνον, πολὺς ἐγκείμενος, ἐξαγαγεῖν τὴν στρατιὰν καὶ τὸ τεῖχος ἅπαν διαλαβεῖν, κἂν εἰ προχωροίη τὰ τοῦ ἔργου, καὶ κλίμαξι χρήσασθαι καὶ τοὺς ἀναρριχωμένους διαφεῖναι. ὁ δὲ ἐπῄνει μὲν τὰ λεγόμενα καὶ τῶν εὐμεθόδων βουλευμάτων ἀπεθείαζε τὸν Ἀνδρόνικον, οὐκ ἄλλως δὲ τῷ πράγματι ἐγχειρήσειν διεβεβαιοῦτο καὶ διετείνετο, τὸν τοῦ Χριστοῦ τάφον εἰς ὅρκον παραλαμβάνων, εἰ μὴ πρότερον πύργοι τεκτονηθήσονται ξύλινοι καὶ τούτους ἐπιστήσει τοῖς τείχεσι. καὶ ταῦτα λέγων ἐπέταττε τοὺς παραπεφυκότας φοίνικας καθαιρεῖν καὶ εἰς πύργων ἀποξέειν ὑψώματα. Οἱ μὲν οὖν εὐυψεῖς καὶ ἀκρόκομοι φοίνικες ἀπετέμνοντο καὶ τὰ ἄλση τῶν δένδρων ἀπεκενοῦτο καὶ ἐψιλοῦτο ἅπας παράδεισος, τὰ δὲ τῶν πύργων δοκανώματα καὶ ἡ τούτων ἁρμογὴ καὶ ἀπάρτισις ἐξεπεραίνετο οὐδαμοῦ· ὁ γὰρ ῥὴξ ἐς ἡλίους μακροὺς ἀπετίθει τὸ γενησόμενον ἐς αὔριον ἀεί πως ἀναβαλλόμενος μηδὲ τὰ δεδογμένα πληρῶν. ταῦτα δ' ὁρῶν Ἀνδρόνικος ἤχθετο μέν, ὃ λειπόμενον ἦν, καὶ κατῴκτειρε τὴν στρατιὰν σιτίων ἤδη σπανίζουσαν καὶ θανεῖν λιμῷ κινδυνεύουσαν καὶ τοὺς μὲν μηδ' ὀβολοῦ εὐποροῦντας, ὡς ἔχοιεν τὰ πρὸς τὸ ζῆν ἐξωνούμενοι, τοὺς δὲ δυσχεραίνοντας, οἷς οἰκείαν μὴ ἔχοντες ἀγορὰν πλεῖστα τοῖς ἐπὶ τῆς σιτηγίας κατατιθέμενοι τοῦ ῥηγὸς ὀλίγων ηὐπόρουν τῶν πρὸς ἑστίασιν. καὶ ὁ συντεθειμένος δὲ χρόνος τῇ στρατείᾳ πάλαι ἐκμετρηθεὶς σχετλιάζειν ἐποίει καὶ δυσφορεῖν, πρὸ δὲ πάντων ἡ κενὴ καὶ ἀνόνητος προσεδρεία, ἡμέρας ὑπερβᾶσα πεντήκοντα. Εἰς ἑτέραν δὲ μὴ ἔχων ἀπιδεῖν ἐργασίαν, ὅτι μηδὲ εἴων αὐτὸν τὰ τοῦ βασιλέως γράμματα ὅλως ἐγχειρεῖν ἃ μὴ εἴη ἀσπάσια τῷ ῥηγί, καθῆστο καραδοκῶν τὸ ἀπὸ τοῦ ῥηγὸς ἐνδόσιμον. ἐπεὶ δ' οὐδέν τι χρηστὸν οὐδὲ μέτριον ἐκ τῶν πραττομένων κατελάμβανε τὸν ἄνδρα διανοούμενον, μήτε προσλαμβάνοντα καὶ συμμογοῦντα, καὶ εἰς δεινὰ δὲ καὶ ἀμήχανα πολλὰ ἐμπεπτωκέναι τὴν στρατιὰν κινδυνεύουσαν, οἷα τοῦ λιμοῦ ἐπιβρίθοντος καὶ δεινῶς ἐπιβοσκομένου, ὡς ἅπτεσθαι τῶν ἀπηγορευμένων σιτίων τινάς, πάντας δ' ὁμῶς ῥιζοφαγεῖν καὶ τὰς τῶν φοινίκων δρέπεσθαι κόμας καὶ δεῖπνον ἕψοντας παρατίθεσθαι, οὐκ ἀγαθαὶ δὲ καὶ φῆμαι προσέβαλλον ὅσον οὔπω ξενολογίαν τοῖς πολιορκουμένοις ἀφίξεσθαι ἔκ τε τοῦ σουλτὰν τῆς Αἰγύπτου καὶ τῶν πρὸς ἥλιον Ἀράβων καὶ Ἀσσυρίαν δὲ ἵππον ἐωνημένην πολλῶν ἄγχιστα εἶναι, ἀφεὶς πρὸς οὖς νεκρῷ διαλέγεσθαι καὶ τὴν Λατινικὴν ἐξουδενώσας κόρυζαν ἐπαποδύσασθαι καὶ μόνος τὴν τοῦ πολέμου κέκρικεν ἅμιλλαν. Ἐκκλησιάσας τοίνυν τὴν στρατιὰν" καὶ τὸ ἐνθάδε" φησὶν" ἐπὶ πολὺ μένειν ἀνιαρὸν καὶ τὸ μηδέν τι δεδρακότας κακὸν καθ' ὧν ἐπήλθομεν χερσὶν ἐπανεικέναι κεναῖς αἴσχιστον· χεῖρον δ' ἀμφοῖν τούτων καὶ μὴ νῷ διοικουμένων ἄντικρυς ἔργον τὸ πείθεσθαι ἀνδρὶ οὐχ ὅπως κατ' οὐδὲν ξυγκειμένῳ τὴν γνώμην Ῥωμαίοις, ἀλλὰ καὶ τῶν ἐχθρῶν οὔκουν διακειμένῳ ἄμεινον. οὐ συνίετε ὅπως ὁ ῥὴξ τὸν οἰκεῖον χάρακα τοῦ ἡμετέρου βαλὼν ἄποθεν πρόεισιν οὐδ' ὅλως ἐκεῖθεν, ὁ συναγωνιστής, ὁ σύμμαχος, καθάπερ εἰς ἑόρτιον ἄνεσιν παρ' ἡμῶν καὶ θεατὴς προσληφθείς, οὐκ ἐργάτης Ἄρεος ἔργων; οὐχ οὕτω καὶ οὗτοι δρῶσιν οἱ ἀντίπαλοι, ὅταν τὴν μάχην ὑπέρθωνται, οὐδὲ μαχούμενοι ἐξίασι τῶν πυλῶν; ὥστε τὸ ἀπὸ τοῦδε οὐ τοῦτό μοι ἔπεισι δεδιέναι, μὴ οὐδὲν χρηστὸν κατωρθωκότες ἀπίωμεν, ἀλλ' εἰ μή πως οὐχ ἱκανοὶ ἐσοίμεθα τὰς ἡμετέρας ἐκσῶσαι ψυχάς. ἀλλ' οὐδ' ἐκεῖνό μοι διὰ μελέτης καὶ σκέψεως, ὅπως σὺν ἡμῖν μαχεῖται ὁ ῥήξ, ἀλλ' εἴ πως τὰς αὐτοῦ δολοφροσύνας διαδράντες, οὐκ ἐγκρυφιάζοντος ἤδη μήτε μὴν παραπετάσματι συσκιάζοντος τὰ ἐνδόμυχα, ἀπείρατοι κακῶν ἐνθένδε ἀπάρωμεν τὸν ἐν ὀφθαλμοῖς διακρουσάμενοι κίνδυνον. Τάχα καὶ νῦν Αἰγυπτίοις προσεξεύρηνται φάρμακα τῶν πάλαι παρ' αὐτοῖς ἰσχυρότερα, ἃ μὴ κοιμίζειν μόνον λύπας ἔχουσι καὶ τὸ δεδηγμένον τῆς ψυχῆς ἀπροσδοκήτοις διαιτᾶν διαχύσεσιν, ὡς ἐκεῖνο πρώην τὸ φάρμακον, ὃ δεδώκει τῇ Λακαίνῃ Θώνου παράκοιτις νηπενθές, κακῶν ἁπάντων ἐπίληθες, ἀλλὰ καὶ πολεμικοὺς ἄνδρας ἐκθηλύνειν καὶ ποιεῖν ἀλκῆς ἐπιλήσμονας. καὶ τούτων, οἶμαι, τῶν φαρμάκων Ἀμερρίγῳ προύτειναν σκύφον Αἰγύπτιοι, καὶ γοητευθείς, ὡς ἔοικε, τῷ ποτῷ καὶ μετασχὼν ἐς μέθην τῆς κύλικος πρὸς κάρον ἀποδεδόχμωται χρόνιον. τῷ τοι παρὰ πάσσαλον μὲν αὐτῷ ἡ ἀσπίς, τὸ δὲ ξίφος καθυπνώττει τῷ κουλεῷ, ἐπὶ δὲ σαυρωτῆρος τὸ δόρυ πέπηγεν. ἢ τοῦτο μὲν οὐδαμῶς, ἀργύρῳ δὲ φαρμαχθεὶς τὰς φρένας ἠλλοίωται καὶ χρυσίῳ τὰ ὦτα βέβυσται καὶ τούτῳ κνώμενος πρὸς τὸ δυσήκοον μετεσκεύασται. Καὶ νῦν φροῦδαι μὲν αἱ ξυνθῆκαι, ἃς ὑπὲρ τοῦ συμμαχήσειν Ῥωμαίοις βασιλεῖ δέδωκε, χείλεσι μόνοις ἐκεῖνον τιμῶν, τῇ δὲ καρδίᾳ πόρρω φερόμενος· ἡμεῖς δὲ τηλίκοις δεινοῖς περιστοιχιζόμεθα, εἴγε πόλεμος ὁμοῦ καὶ λιμὸς ἡμᾶς δαπανᾷ, καὶ τὰ Ῥωμαίων ἐφ' ἡμῖν αὐχήματα οἴχεται, τὰ δὲ λαμπρὰ τῶν κατορθωμάτων ἠφάντωται. κρεῖσσον ἦν μὴ ὅρμοις τοῖς ἐνταῦθα προσσχεῖν διαμεμετρηκότας πελάγη ἀχανῆ καὶ ἀόριστα, ἢ ἀπράκτους ἀπιέναι κατάραντας· ὡς νῦν γε οὐχ ἱστίοις λευκοῖς τὰς ναῦς πτερῶσαι ἡμῖν γενήσεται, ὁποίοις ἐκ Βυζαντίδος ἀνήχθημεν, ἀλλὰ φαιοῖς ἀτεχνῶς διὰ τὸ τῆς αἰσχύνης μελάνωμα. Ἀλλ' ἄνδρες ὁμογενεῖς καὶ συστρατιῶται καὶ ὅσον ἐνταυθοῖ ξενικόν, ἀποκριθέντες τῶν Παλαιστίνηθεν ἱπποτῶν τῶν γαύρων τούτων καὶ ὑψαυχένων καὶ Ῥωμαίοις ἀπίστων, ὡς ἔδειξαν, προσβάλωμεν τοῖς βαρβάροις, τειχομαχίαν στησώμεθα, ἀγωνισώμεθα, ὡς τὸ πόλισμα τοῦτο ληψόμεθα, καὶ ὡς ἤδη ἔχοντες ἐν χερσὶ τὸν ἔνδον πλοῦτον ἁμιλληθῶμεν. εἰ τεῖχος τοῖς βαρβάροις τὸ πρόβλημα καὶ ἀφ' ὕψους τῶν ἀμυντηρίων ἡ ἄφεσις, ἀλλ' εἰσὶ καὶ παρ' ἡμῖν ἀσπίδες, αἳ οὐκ ἀνδράσι ῥᾳδίως ἀνέχονται (ὑπὲρ γὰρ τὸ σάκος εἰσὶ τὸ Αἰάντειον ἐκεῖνο τὸ ἑπταβόειον), ἀλλ' ὡς πύργοι ἀντιπροβέβληνται, οὐ μόνον ἀτίνακτοι βέλεσι καὶ τοῖς ἀπὸ χειρῶν οὐτήμασιν ἀδιάρρηκτοι, ἀλλὰ καὶ τῶν ἀπὸ μηχανῶν ἀφιεμένων δήπουθεν στεγανώτεραι. ταύτας ἀντιστήσαντες ὡς πυργοβάρεις ὀλίγα τοῦ τείχους καὶ τῶν ἐπ' αὐτοῦ μαχομένων φροντίσομεν. Εἰ δὴ δίκαια ποιεῖν αἱρεῖσθε, ὥρα μοι πείθεσθαι, ἐπεὶ καὶ αὐτὸς ὅ τι ἂν δέῃ σὺν ὑμῖν ἀσμένως πείσομαι· μηδὲ γὰρ εἴη τινὰ ἐρεῖν ὡς Ἀνδρόνικος ὑπαγαγέσθαι μὲν λόγοις καὶ παραθῆξαι πρὸς Ἄρεα ἱκανώτατος, ἀρχηγὸς δ' ἀχρεῖος, μηδ' ἀποκρούσασθαι εἰδὼς τὸ πολέμιον. ἀλλὰ τὸ τῆς ἐμῆς κόρυθος μέτωπον ὄψονται πρὸ ὑμῶν οἱ ἀντίμαχοι. καὶ πρόμαχος ὤν, δέον οὕτω ποιεῖν, καὶ οὐραγὸς ἐσοίμην ὑμέτερος, εἰ καὶ τοῦτο δίδωσιν ὁ καιρός. θεὸς δὲ περαίνοι τὰ βεβουλευμένα, καὶ τράποιτο πᾶν ἀπαίσιον κατὰ κεφαλῆς ὧν τὴν χώραν κείρομεν." Ταῦτ' εἰπὼν αὐτός τε ὡπλίσατο καὶ οἱ λοιποὶ διαλυθέντες τοῦ συλλόγου τὰς πανοπλίας ἐνεδύσαντο. ἐπεὶ δὲ τό τε ἦμαρ ηὐξάνετο ὡς ἐς τρίτην ὥραν προβεβηκέναι καὶ τὰ τάγματα ἐξῄεσαν, ἄρας ἐκεῖθεν προῄει σὺν κόσμῳ τοῦ παντὸς προαφεστὼς στρατεύματος. οἱ δὲ Σαρακηνοὶ τὰς πύλας διαλαβόντες κλεισὶ καὶ ὀχεῦσι καί τινα προπετάσαντες μηχανήματα τούτων ἐρύματα ἔμενον ἐπὶ τῶν τειχῶν, παντοίοις ὅπλοις τοὺς ἐπιόντας ἀποκρουόμενοι καὶ τὸν βέλους ἐντὸς ἅπαντα χῶρον ἀδιόδευτον ποιοῦντες οἷς τε ἀπεσφενδόνων ἐκ τῶν ἐπάλξεων καὶ οἷς ἐκ τόξων ἠφίεσαν. ἀλλὰ καίπερ οὕτω τῶν ἔνδον ἀμυνομένων, αὐτός τε τὸν ἵππον ἐπελάσας κατὰ τῆς πύλης Ἀνδρόνικος διηκόντισε καὶ οἱ τοξόται καὶ ἅπας ἕτερος ἐν ἔργοις ἐδείκνυντο αἵ τε σάλπιγγες πυκνὰ ἐνεπνέοντο τὸ παρακλητικὸν ἐς μάχην παρακελευόμεναι καὶ ἐβαρυήχει τὰ κύμβαλα, ὡς τοὺς εἰς τὰ τείχη καὶ τὰς βάρεις μὴ ἐνεγκεῖν τῶν στρατευμάτων τὴν ἀθρόαν ἀλαλαγὴν καὶ ἐπέλευσιν καὶ τὰ ἐκ παντοίων ὀργάνων ἀφέματα. Ἤδη δὲ τῶν κλιμάκων προσαγομένων καὶ κατὰ πολλὰ μέρη τοῦ τείχους ἐρειδομένων, ἡ τῶν γινομένων ἀγγελία παίει τὸν ῥῆγα διανταίαν πληγήν. ὁ δὲ ὡς αὐτός τι μέγα κακὸν καὶ ἀπαράκλητον πεπονθὼς ἢ τὸ λογιζόμενον πρηστῆρι διαφθαρεὶς ἐνεὸς ἦν ἐφ' ἱκανόν. μόλις δ' ἀνενεγκὼν τοῦ ἰλίγγου αἰτήσας ἵππον καὶ ἀναπηδήσας ἐφίσταται τῷ Ῥωμαϊκῷ στρατεύματι μετὰ τῶν ὑπ' αὐτὸν ἐπιλέκτων καὶ τὰς ἁπάντων ἀνακόψας ὁρμὰς ὑποτίθησιν ἀποσχέσθαι τοῦ ἀνθρώποις μάχεσθαι πάλαι διαμεμηνυκόσιν αὐτῷ ὡς ἑαυτοὺς ἀναιμωτὶ καὶ τὴν πόλιν βασιλεῖ παραδώσουσι. Καὶ ὁ μὲν λόγος οὗτος οἷά τις νάρκη τὰς τῶν Ῥωμαίων χεῖρας ἐξέλυσε καὶ ἐγγὺς ἤδη τοῦ πορθεῖν τὴν πόλιν γεγενημένους ἔπαυσεν· αὐτὸς δὲ ὁ ῥὴξ ἐς συμβάσεις τραπόμενος ἀσπασίους μᾶλλον τοῖς ἐκ τῆς Ἄγαρ ἢ Ῥωμαίους κυδαινούσας τὰς ξυνθήκας εἰργάσατο. οἱ δ' οὖν στρατιῶται μηδ' ὅλως ὁποῖα τὰ τῆς εἰρήνης κατεξετάσαντες, ἀλλὰ καὶ πρὸς μόνην τὴν ταύτης ἀκοὴν νόστου μνησάμενοι, τὴν ναυτικὴν ἀπαι δευσίαν πράγμασιν αὐτοῖς καθυπέδειξαν ὡς εἴη τις δραστικωτέρα πυρός, καὶ ἀταξίας εὐθὺς ἐνέπλησαν τὰ στρατόπεδα. αἵ τε γὰρ ἑλεπόλεις ὑπ' αὐτῶν ἐπυρώθησαν γνώμης ἄτερ τοῦ στρατηγοῦντος καὶ τὰς πλείστας ἀποφορτισάμενοι τῶν ὁπλίσεων πρὸς ταῖς κώπαις ἐγένοντο καὶ ἐπὶ πόντον ἔβλεψαν τὸν ἀτρύγετον, μανικώτερον εἰς τὰς ναῦς ἐφορμῶντες, μηδὲ τὸ τοῦ καιροῦ δυσχείμερον καὶ τὸ τοῦ πλοὸς ἔξωρον (τετάρτην γὰρ ἦγεν ὁ Δεκέμβριος μήν) κατὰ νοῦν θέμενοι. Ἦν οὖν ἰδεῖν τὸν πολύνεων ἐκεῖνον στόλον καὶ τὴν ἐπὶ λιμένων μίαν καταγωγὴν καὶ τὴν ἐκ τούτων αὖθις ἀναγωγὴν εἰς μυρία σκεδασθεῖσαν τμήματα, ἄλλων ἀγαπησάντων ἕτερον πλοῦν καὶ πάντων πρὸς τὰς πατρίδας οἰακοστροφούντων τὰς ναῦς, ὡς μόλις ἓξ ἔτι ναυλοχεῖσθαι τριήρεις, αἳ ἤμελλον ἀνακομίσειν Ἀνδρόνικον. ὁ δὲ τὴν ἐπὶ τῶν Ἱεροσολύμων ἅμα τῷ ῥηγὶ πορευθεὶς κἀκεῖθεν ἁρμοζόντως παραπεμφθεὶς τὸ Ἰκόνιον παραλλάξας ἐς Βυζάντιον παρεγένετο. τῶν δὲ πολλῶν ἐκείνων νηῶν αἱ μὲν ἀνέμων ἀντιπνοίαις περιπεσοῦσαι κατέδυσαν αὔτανδροι, αἱ δὲ κλύδωνι θαλαττίῳ διασπαρεῖσαι ὀψὲ καὶ ἔαρος ἐπιφαίνοντος τοῖς νεωσοίκοις τῆς πόλεως ἀπεδόθησαν. οὐκ ὀλίγαι δὲ καὶ τῶν ἐπιβατῶν κενωθεῖσαι καθάπαξ ἐπιλαβομένων τῆς γῆς ὡς Χαρώνεια πορθμεῖα τοῖς τῶν κυμάτων διαύλοις ἀνερμάτιστοι ἀφείθησαν φέρεσθαι, ὡς βραχείας περιλειφθῆναι βρασμὸν θαλάσσης καὶ ναυτῶν διαδράσας ἀμέλειαν. Οἱ δὲ Σαρακηνοὶ τὴν ἐς αὐτοὺς ὁδὸν τῶν Ῥωμαίων, ὡς ἔδειξαν, ἀποδειλιάσαντες καὶ τὸν ἐσέπειτα πλοῦν ἀνατρέποντες πρέσβεις ἐς βασιλέα ἔστειλαν καὶ δῶρα τὰ παρ' αὐτοῖς τιμώμενα ἔπεμψαν καὶ τὴν εἰρήνην ἐκράτυναν. Ἤδη δὲ ὠδινούσης τῆς βασιλίδος καὶ τεκεῖν ἐγγιζούσης σεσάρωτο μὲν ἡ πορφύρα τὸ οἴκημα καὶ διηυτρέπιστο ἀκριβῶς τὰ πρὸς τὴν κύησιν τοῦ παιδὸς καὶ ὑποδοχὴν τῆς μητρός. ὡς δὲ κατήπειγον αἱ Εἰλείθυιαι, ὁ πορφύρεος δόμος εἶχεν ἐντὸς τὴν ἐπίτοκον. ἠγωνία μὲν οὖν ἐπὶ τῇ γαμετῇ παρὼν βασιλεὺς καὶ τὰς ὠδίνας ἐκούφιζεν ὀπτανόμενος, τὸ πλέον δὲ τοῦ βλέμματος ἐχαρίζετο τῷ σκεπτομένῳ τοὺς ἀστέρας καὶ τοῖς κατ' οὐρανὸν διαχαίνοντι. ἐπεὶ δὲ τὸ τεχθὲν ἐξώλισθε τῆς νηδύος καὶ ἦν ἄρσεν καὶ ἡ τέχνη ἐδίδασκεν ὄλβιον καὶ μοιρηγενὲς καὶ τῆς πατρῴας ἀρχῆς διάδοχον, θεῷ τε φωναὶ ἀπεδίδοντο χαριστήριοι καὶ ἅπας ἦν ἐν κρότοις καὶ χαρμοναῖς. Ὑπεξαίρων δὲ τὴν γενέθλιον καὶ ὀνομαστήριον τοῦ παιδὸς ἡμέραν, ὡς εἴθισται παρὰ τοῖς βασιλεῦσι Ῥωμαίων θαλίαις τοὺς ἀστυπολίτας εὐώχει, καὶ Ἀλέξιον τὸν παῖδα ὠνόμασεν, οὐχ ἁπλῶς τὴν κλῆσιν ταύτην ἀπολεξάμενος, οὐδὲ τὸν παῖδα τιμῶν τῷ τοῦ τεκόντος τὸν γεγεννηκότα ἐκεῖνον ὀνόματι, ἀλλὰ προσέχων τὸν νοῦν ᾧ χρηστηριώδης ἀνεῖπε φωνὴ πρὸς τὴν ὑποβληθεῖσαν ἐρώτησινἦν δ' αὕτη" ἐς ὅσον ἡ τοῦ Κομνηνοῦ Ἀλεξίου βασιλεύοντος διαρκέσει σειρά"; τὸ δὲ χρησμῴδημα" αἷμα" ὃ τῆς συλλαβῆς διιστάμενον καὶ κατὰ στοιχεῖον ἀναλεγόμενον διὰ μὲν τοῦ ἄλφα σαφῶς ὑπέγραφε τὸν Ἀλέξιον, διὰ δὲ τοῦ ἰῶτα τὸν Ἰωάννην, διὰ δὲ τῶν ἐφεξῆς δύο γραμμάτων τὸν Μανουὴλ καὶ τὸν ἐξ ἐκείνου πάλιν παραληψόμενον τὴν ἀρχήν. Ὡς οὖν ὁ παῖς τὴν ἡλικίαν προέκοπτε καὶ κατὰ εὐθαλὲς καὶ πῖον νεόφυτον εἰς αὔξην ἀνέτρεχεν, ἕτερος σκοπὸς ἀνῆκε τὸν βασιλέα. καὶ δὴ μετατίθησι τοὺς ὅρκους εἰς τὸν υἱόν, οὓς ἐπὶ τῇ θυγατρὶ Μαρίᾳ καὶ τῷ μνήστορι ταύτης Ἀλεξίῳ τῷ Παίονι πρώην εἶχε τετελεκώς. ὅθεν αὐτόν τε τὸν βασιλέα καὶ ἐφ' ὃν οἱ ὅρκοι καὶ τοὺς ἀποδώσοντας τούτους τὸ ἐν Βλαχέρναις εἰσεδέχετο μέγα καὶ περίπυστον τῆς θεομήτορος τέμενος. καὶ διὰ τῆς τελεσιουργίας τῶν ὅρκων εἰς τὸν ἐξ ὀσφύος αὐτοῦ τὴν σκηπτουχίαν, ὡς ᾤετο, μεταθέμενος μετὰ βραχὺ τοῦ μνήστορος Ἀλεξίου τὸ θυγάτριον ἀποζεύγνυσι καὶ αὐτῷ μὲν εἰς γυναῖκα ἐγγυᾶται τὴν τῆς γυναικός οἱ ὁμόσπορον, ἄρτι σὺν τῷ ἀδελφῷ Βαλδουίνῳ τῆς Ἀντιοχείας ἀπάρασαν. Ἐπεὶ δὲ καὶ πέρας τοῦ βίου κατειλήφει τὸν τὴν Οὐνναρχίαν τότε περιζωννύμενον, ἀπρόοπτον εὐτύχημα τὸν τούτου θάνατον ὁ Μανουὴλ ἡγησάμενος πέμπει τὸν Ἀλέξιον εὐθὺς μετὰ λαμπρᾶς δορυφορίας καὶ βασιλείου πλείστης παρασκευῆς τὴν Παιονικὴν παραληψόμενον δυναστείαν καὶ βασιλεύσοντα τῶν ὁμοεθνῶν. καὶ εἶχε τοῦτον ἀταλαιπώρως ἡ Παιονία ταινίᾳ ῥηγικῇ διαδούμενον καὶ τοῦ γένους ὅλου ἀνενδοιάστως δεσπόζοντα. Ὁ δὲ βασιλεὺς αὖθις ἀνηρεύνα ἐπιμελῶς τὸν τῇ ἐκείνου θυγατρὶ συζευξόμενον. καὶ Ῥωμαίων ἀθερίζων ὅσοι πρὸς γάμον ἐπίδοξοι ἐφιλοκρίνει τοὺς δυνάστας ἐθνῶν, ὁπόσοι μὴ ζυγῖται, καὶ τοὺς ὅσοι παίδων γονεῖς τὴν πατρῴαν διαδεξομένων μετὰ πότμον τῶν γειναμένων τούτους ἀρχήν. καὶ ἐπειδήπερ ἔπιπτε τὸ πρωτεῖον πρὸς τὸν κρατοῦντα Σικελίας Γιλίελμον, ἄλλος ἐπ' ἄλλῳ πρέσβυς εἰς ἐκεῖνον ἐστέλλετο καὶ παρ' ἐκείνου αὖθις τὸ κῆδος πρεσβεύοντος ἐπάλληλα ἦν τὰ κηρύκεια καὶ ἦν ἐφ' ἱκανὸν τὰ τῶν γάμων λογολεσχούμενα προεισόδια. ἀμφιτάλαντον δὲ τὴν ἐπὶ τούτοις καὶ τὰ πρῶτα ἔχων ῥοπὴν καὶ οἷον κυμαίνουσαν καὶ πολλὰς μεταβολὰς λαμβάνουσαν καὶ τροπὰς ὀψέ ποτε μεθίσταται τοῦ σκοποῦ Ῥωμαίοις κρίνας ἀσύμφορα τὰ μετὰ τοῦ ῥηγὸς Σικελίας μνηστεύματα. Ἦν οὖν ἡ κόρη πολυμνήστη βασίλεια καὶ κατὰ τὴν Ἀγαμεμνόνειον Ἠλέκτραν ἄλεκτρος ἐπὶ πολὺ τοῖς ἀνακτόροις ἀλύουσα καὶ κατ' ἀχε ρωΐδα ὑδρηλὴν ὑψηλὴ καὶ κοίτης ἀνδρώας ἱμείρουσα. συνευνάζεται δ' οὖν ὅμως μετὰ πολλὴν τοῦ βασιλέως προμήθειαν ὕστερον ἑνὶ τῶν τοῦ μαρκεσίου Μόντης Φεράντης υἱῶν, χαρίεντι τὴν ὄψιν καὶ ἰδεῖν ἡδίστῳ καὶ τὴν κόμην ἡλιῶντι καὶ εὐπρεπεῖ καὶ μήπω φύοντι γένειον, αὐτὴ τὸ τριακοστὸν ὑπεραναβᾶσα ἔτος καὶ ἀνδρικὴ τυγχάνουσα τὴν ἰσχύν. Ἀλλ' ἐνταῦθα τῆς ἱστορίας γενόμενος καὶ ταῦτα τοῖς εἰρημένοις προσθήσω. ἔστι τις θαλάσσιος κόλπος ἑσπέριος, Ἀδρίας λεγόμενος, ἀναχωρῶν μὲν τοῦ Σικελικοῦ πελάγους καὶ οἷά τι ἐξέραμα τοῦ Ἰονίου ῥοῦ, καθ' ἑαυτὸν ἰδιάζων καὶ πρὸς βορρᾶν ἄνεμον ἐπὶ πολὺ συρόμενος. τούτου δὴ τὰ μυχαίτατα Ἐνετοὶ νέμονται, οὓς καὶ Βενετίκους εἴποι τις ἂν κατὰ γλώττης ἰδιότητα, ἄνδρες θαλάττης τρόφιμοι, κατὰ Φοίνικας ἀγύρται, πανοῦργοι τὸ φρόνημα. ἀλλ' οὗτοι Ῥωμαίοις ἐσποιηθέντες κατὰ χρείαν ἦν ὅτε ναυμαχικὴν κα τὰ σμήνη καὶ φατρίας τὴν Κωνσταντίνου τῆς οἰκείας ἠλλάξαντο, ὅθεν ἁπανταχῇ τῆς τῶν Ῥωμαίων ἐπικρατείας διασπαρέντες καὶ μόνον τὸ ἀπὸ γένους ὄνομα παραμεμενηκὸς αὐτοῖς ἔχοντες, τὰ δ' ἄλλα σύμφυλοι ὄντες καὶ πάνυ Ῥωμαῖοι ηὐξάνοντό τε καὶ ἐχυδάϊζον. οὐκοῦν καὶ περιβαλόμενοι πλοῦτον πολὺν αὐθάδειάν τε καὶ ἀναίδειαν μετεδίωκον, ὡς μὴ μόνον ἀναρσίως ἔχειν Ῥωμαίοις, ἀλλὰ καὶ τῶν βασιλικῶν ἀνεπιστρόφως ἀπειλῶν τε καὶ ἐντολῶν. Μεταλλοιοῖ τοίνυν τὰς ἐπ' αὐτοῖς ῥοπὰς βασιλεύς, καὶ νῦν μὲν τοῦ κατὰ Κέρκυραν μεμνημένος ἐμπαροινήματος, νῦν δ' ἄλλου πεῖραν λαμβάνων κακοῦ, αὖθις δ' ἑτέρου καὶ χείρονος πανουργεύματος τὴν ἐκείνου διαρριπίζοντος ψυχήν, εἰς θυμὸν ἐρρόχθησεν, ὥσπερ ὑπὸ καικίου ἢ ἀπαρκτίου ἅλμη καταιγιδῶδες καὶ ἄγριον πνέοντος. καὶ ἐπειδὴ τὰ τούτων ἀτοπήματα ὑπέραντλά οἱ ἐδέδοκτο, γράμματα ἐφοίτων κατὰ πᾶσαν ἐπαρχίαν Ῥωμαϊκὴν τὴν τῶν Βενετίκων κατάσχεσιν ἐπιτείνοντα καὶ τὴν ἡμέραν διασημαίνοντα, καθ' ἣν ἔδει τοῦτο γενέσθαι καὶ τὰ ἐκείνων ἐσεῖσθαι δημόσια χρήματα. Ἐνστάσης οὖν τῆς προθεσμίας ἅπας συνείληπτο καὶ τῶν κτημάτων ἐκείνοις τὰ μὲν εἶχε τὸ βασιλικὸν θησαυροφυλάκιον ξυνενεχθέντα ὁπόθεν, τὰ πλείω δὲ οἱ τοπαρχοῦντες ἐξιδιώσαντο. οἱ δ' ἐν τῇ πόλει τὰς οἰκήσεις ἔχοντες Βενέτικοι καὶ τούτων μάλιστα οἱ μὴ γάμοις ὡμιληκότες δρασμὸν βουλεύονται, καὶ ἐπειδὴ τοῖς νεωρίοις ἐνώρμει τῆς πόλεως ναῦς τῶν τριαρμενίων, ἧς δὴ πολυχανδεστέραν ἢ τὸ μέγεθος προφερεστέραν οὔ ποτε καιροῦ ναυλοχήσειν ἐλέγετο, ταύτης νυκτὸς ἐπιβάντες τάς τε ἀγκύρας ἀνίμησαν καὶ τὰ λαίφη τοῖς ἀνέμοις διαπετάσαντες ἀπενόστησαν. κατεδίωξαν μὲν οὖν ὀπίσω τούτων νῆες πυρφόροι καὶ τριήρεις βασιλικαὶ πλήρεις ἀνδρῶν οἳ τοὺς ἐτεροστόμους πελέκεις ἐπὶ τῶν ὤμων ἀνέχουσι. καὶ προσήγγισαν μὲν τῷ πλοίῳ, οὐκ εἶχον δ' ὅ τι καὶ δράσαιεν, καὶ τοῦ πνεύματος μὲν τὴν νῆα ἐπείγοντος, ὡς ἵπτασθαι δοκεῖν οὐ ναυτίλλεσθαι, ἀπειπόντες δὲ μάλιστα πρὸς τὸ τῆς νηὸς ὕψος ἀτεχνῶς ἀναβαῖνον ἀέριον καὶ τὸ ἀπονενοημένον τῶν ἐμπλεόντων. Καὶ τότε μὲν ἡ πατρὶς Βενετία εἶχε τούτους εὐθυπλοήσαντας· κατὰ δὲ τὸν ἐπιόντα ἐνιαυτὸν στόλον κρατύναντες τὰς νήσους ἐπήρχοντο, ἐς δὲ τὴν Εὔβοιαν εἰσπλεύσαντες ἐπολιόρκουν τὸν Εὔριπον καὶ μέρος τι τούτου κατασχεῖν δεδυνημένοι πῦρ τοῖς οἰκοπέδοις ὑφῆψαν. ἔαρος δ' ὑποφαίνοντος ἐκεῖθεν ἀνήχθησαν καὶ πρὸς τὴν νῆσον τὴν Χίον κατήχθησαν. Ἐπεὶ δὲ πύθοιτο ταῦτα ὁ Μανουήλ, στέλλει τὸν μέγαν δοῦκα τὸν Κοντοστέφανον Ἀνδρόνικον περί που τὰς ἐκατὸν καὶ πεντήκοντα τριήρεις ἔχοντα, ὅτι μηδὲ τῶν Βενετίκων ὁ στόλος ἦν ἐνδεέστερος ἢ ἄλλως τὸ κατεσπουδασμένον ἔχων καὶ μὴ κατηκριβωμένον ἐν ἅπασι· πρὸς γὰρ ἀγῶνα μέγαν καὶ ἀνταγωνιστὰς Ῥωμαίους ἑτοιμασάμενοι εὖ ἁπανταχόθεν ἡρμόσθησαν καὶ συμμαχίδας οὐκ ὀλίγας νῆας ἐπήγοντο ἀπὸ τῆς τῶν Σθλαβηνῶν ἐκπορισθείσας χώρας ἐκείνοις. πρὸς δὲ τὴν πρώτην ἀποκναίσαντες ἀκοὴν τῆς τῶν Ῥωμαϊκῶν νηῶν ἀποπλοίας παρὰ κώπην ἵζανον πάντες καὶ κατεδάρθανον. τοίνυν λύσαντες ἐκ Χίου πρὸς ἑτέρας νήσους μετέβαινον κἀκείνων ἀπανιστάμενοι καὶ ἀεὶ φεύγοντες ἄλλαις προσέπλεον, ὡς πράγματα ἔχειν κἀκείνους τὰς νήσους ἀμείβοντας καὶ Ῥωμαίους ἐν δεινῷ τίθεσθαι ὅτι μὴ εὐρόησέ σφισιν ὁ πλοῦς ἢ γοῦν ἀντίπρωροι τοῖς Βενετίκοις ἐγένοντο. ὡς δὲ μέχρι καὶ αὐτοῦ Μαλέου πεφθακὼς Ἀνδρόνικος ἦν διώκων ἄντικρυς τὰ ἀκίχητα ἢ τῆς Ἀργοῦς ὀπίσω ποντοπορεύων, πρύμναν κρουσάμενος τῷ ναυστάθμῳ προσέσχε τῆς πόλεως. Οἱ δὲ Βενέτικοι τὸ διὰ πολέμων αὐτοῖς ἐπαμύνειν οὔκουν προβαῖνον ὁρῶντες μετὰ τοῦ ῥηγὸς ἐσπείσαντο Σικελίας, ἵν' ἐντεῦθεν εὐθυωροῖτο τούτοις τὰ τῆς ἀμύνης καὶ ἔχοιεν τὸν ἐπικουρήσοντα, ἢν Ῥωμαῖοι κατ' αὐτῶν ἐπίοιεν. ὁ δὲ βασιλεὺς οὐκ ἀφροντιστήσας τούτων τῶν ἀκουσμάτων (ᾔδει γὰρ ὡς καὶ φαύλη τις αἰτία πολλάκις παρεμπεσοῦσα πολλῶν πραγμάτων ὠδινήκει μεταβολὰς καὶ συμφορὰς ἀπέτεκεν ὑπερόγκους) πρὸς τὰς προτέρας μετὰ τῶν Βενετίκων ξυνθήκας ἀπέβλεψεν, ὡς ἐνῆν μὲν ἠγωνισμένος ἀκυρῶσαι τὰς μετὰ τοῦ ῥηγὸς Σικελίας τούτων σπονδάς· τούτων δὲ μὴ ἀθετουμένων καὶ οὕτως αὐτοὺς ἐπεσπάσατο, καὶ ἀνεξικακίαν αἰτουμένοις καὶ φιλίαν προσένειμεν. ὅσα τοίνυν ἔθιμα ἦν αὐτοῖς ἰσοπολίταις οὖσι Ῥωμαίοις ἀνανεωσάμενος οὐδὲ τοῦ ἀποδοῦναι γοῦν ἀπέσχετο ἅπερ τῆς οὐσίας σφῶν ἡ βασίλειος γάζα ἔστεγεν. οἱ δὲ τὴν κερδαλεωτέραν, ὡς αὐτοῖς ἐδόκει, καὶ οὐμενοῦν ἀργαλεωτέραν τραπόμενοι τὸν μὲν ἀναδασμὸν τῶν οἰκείων χρημάτων χαίρειν εἴασαν ἐμπορικόν τι καὶ δραστήριον ἐννοήσαντες, ἐκ δὲ συμφώνου συνήλθοσαν δέκα πρὸς τοῖς πέντε χρυσίου λήψεσθαι κεντηνάρια ἀνθ' ὧν ἀπώλεσαν, καὶ εἶχον ταῦτα οὐχ ἅμα, πολλάκις δὲ χορηγούμενα.

Intertext edge

Open linked passage

Note