Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Scholia mythologica
NonnosMyth 1 · pg-scrape-grcMore by Nonnos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nonnos" aria-label="More works by Nonnos"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Scholia mythological ΣΥΝΑΓΩΓΗ ΚΑΙ ἘΞΗΓΗΣΙΣ ὯΝ ἘΜΝΗΣΘΗ ἹΣΤΟΡΙΩΝ Ὁ ἘΝ ἉΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΣ ἘΝ ΤΩΙ ΠΡΩΤΩΙ ΚΑΤΑ ἸΟΥΛΙΑΝΟΥ ΣΤΗΛΙΤΕΥΤΙΚΩΙ ΛΟΓΩΙ Ὁ λόγος ὁ στηλιτευτικὸς ψόγος ἐστὶ τῶν Ἰουλιανῷ πεπραγμένων. διαφέρει δὲ ψόγου ὁ στηλιτευτικὸς ὅτι ὁ μὲν ψόγος διὰ τῶν ἐγκωμιαστικῶν κεφαλαίων προέρχεται, οἷον γένους, ἀνατροφῆς, πράξεων, συγκρίσεως· ὁ δὲ στηλιτευτικὸς διὰ μόνων τῶν πράξεων, εἰ τύχοι δὲ καὶ συγκρίσεως. στηλιτευτικὸς δὲ ἤκουσεν ἀπὸ μεταφορᾶς τῆς στήλης· στήλη δέ ἐστιν ἢ λίθος ἢ χαλκὸς ἐν ἐπιμήκει τετραγώνῳ σχήματι, ἐν ᾗ ἐγγέγραπται ἡ τοῦ στηλιτευομένου ὕβρις. οἷον Ἀθηναῖοι τὸν Ζελείτην τὸν Ἄρθμιον, τὸν διαφθείροντα τοὺς Ἕλληνας χρήμασιν ἐπὶ τῷ μᾶλλον ὑπακοῦσαι τῷ Πέρσῃ, ἐν στήλῃ ἀνέγραψαν, ἀτιμώσαντες καὶ αὐτὸν καὶ ἅπαν τὸ γένος αὐτοῦ, ἐξουσίαν δεδωκότες ἐν τοῖς γράμμασι τῷ βουλομένῳ αὐτὸν ἀποκτεῖναι, ἐγγράψαντες καὶ τὴν αἰτίαν ἐν τῇ στήλῃ, ἥτις ἦν αὐτῷ τῷ Ἀρθμίῳ ψόγος, Ὅτι, φησί, τὸν χρυσὸν τὸν ἐκ τῶν Μήδων εἰς Πελοπόννησον ἤγαγεν. Εἰδέναι δὲ χρὴ ὅτι πολλάκις καὶ εὐεργετῶν εὐεργεσίαι ἐν στήλαις ἀνεγράφοντο, ὥσπερ ἡ τοῦ Λεύκωνος, τοῦ ἄρχοντος τοῦ Βοσπόρου, εὐεργεσία ἀνεγράφη ἐν Ἀθήναις. Καὶ ἡ μὲν ὑπόθεσίς ἐστιν αὕτη, περὶ δὲ τῶν ἱστοριῶν ὡς οἷόν τε διὰ βραχυτάτων ἐπιμνησθησόμεθα.

Intertext edge

Open linked passage

Note