Scholia mythologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nonnos" aria-label="More works by Nonnos">
—
⋯
Original / primary: Pg Scrape Grc
39.2.1
Οὐδὲ Φρυγῶν ἐκτομαὶ καὶ αὐλοὶ καὶ Κορύβαντες. αὕτη ἡ ἱστορία κεῖται καὶ ἐν ταῖς τῶν Στηλιτευτικῶν ἱστορίαις. ἔστι δὲ αὕτη. Ἐν τῇ Φρυγίᾳ ἐσεβάσθη Ῥέα ἡ μήτηρ τῶν θεῶν, Διός, Ποσειδῶνος καὶ Πλούτωνος καὶ Ἥρας, μήτηρ μὲν θεῶν τούτων, γυνὴ δὲ τοῦ Κρόνου. ταύτῃ οὖν ἐν τῇ Φρυγίᾳ ἐγίνοντο τελεταί τινες. καὶ ἐνθουσιῶντες οἱ τελοῦντες καὶ οἱ τελούμενοι, καὶ ἐξιστάμενοι ἑαυτῶν, κατέτεμνον ἑαυτοὺς ὑπὸ ξιφῶν, μὴ αἰσθανόμενοι ὅτι τέμνουσιν ἑαυτούς. καὶ ἄλλοι δέ τινες ηὔλουν, καταθέλγοντες αὐτοὺς καὶ παρεγείροντες περὶ τὴν ἐκτομήν. ἄχρι δὲ τοῦ παρόντος τινὲς περὶ τὰ ὀρεινὰ τῆς Καρίας Ἕλληνες ἀλόγιστοι κατατέμνουσιν ἑαυτούς, τῷ παλαιῷ ἔθει τούτῳ κρατούμενοι.
39.3.1
Οὐδὲ κόρη τις ἡμῖν ἁρπάζεται. καὶ αὕτη ἡ ἱστορία κεῖται ἐν τοῖς Στηλιτευτικοῖς. ἔστι δὲ αὕτη. Ἡ Δημήτηρ θεὸς εἶναι λεγομένη τίκτει θυγατέρα ἀπὸ τοῦ Διός, ἥντινα ἐκάλουν καὶ Κόρην καὶ Περσεφόνην. ταύτης ἐράσθη ὁ Πλούτων, καὶ ἐρασθεὶς ἥρπασε, καὶ κατῆλθεν ἐν τῷ Ἅιδῃ. ἡ οὖν Δημήτηρ περιῄει ζητοῦσα τὴν Κόρην, καὶ πολλὰ πλανηθεῖσα ἦλθεν ἐν τῇ Ἀττικῇ. ἐλθοῦσα δὲ τὸν μὲν τόπον ἐν ᾧ ἦλθεν ἐκάλεσεν Ἐλευσῖνα παρὰ τὸ ἐληλυθέναι, ἔμαθε δὲ παρὰ τοῦ Κελεοῦ καὶ τοῦ Τριπτολέμου ὅτι ἡ Κόρη ἡρπάγη παρὰ τοῦ Πλούτωνος καὶ ἔστιν ἐν τῇ Ἅιδῃ. μαθοῦσα οὖν ἡ θεὸς ταῦτα, ἔληξε τῆς πλάνης. ἀμειβομένη δὲ τοὺς ἄνδρας ὑπὲρ τῆς χάριτος ταύτης, δέδωκεν αὐτοῖς τὰ σπέρματα, τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὰ ὄσπρεα. λέγεται γὰρ τῶν σπερματικῶν καρπῶν εἶναι ἔφορος ἡ Δημήτηρ. δοῦσα δὲ τὰ σπέρματα, δέδωκε καὶ δράκοντας καὶ ἅρματα πτερωτὰ πρὸς τὸ περιελθεῖν καὶ δοῦναι πᾶσι τὸν σῖτον καὶ τὴν κριθήν. οὔπω γὰρ ᾔδεισαν οἱ ἄνθρωποι ἐσθίειν ἄρτον ἢ χρῆσθαι σίτῳ, ἀλλὰ νομαδικὸν βίον ἔζων. οὐ μόνον δὲ τὸν σῖτον ἀλλὰ καὶ πάντας τοὺς σπερματικοὺς καρποὺς δέδωκε, καὶ τὰ μυστήρια ἐτέλεσεν αὐτούς, καὶ ἔδειξε πῶς δεῖ τελεῖν καὶ τελεῖσθαι. νύκτωρ δὲ ἐγίνετο ἡ τελετὴ ἐν τῇ Ἐλευσῖνι. ἱερὸν γὰρ ἐκτίσθη ἐκεῖσε ταύτης τῆς Δήμητρος. Εἶπε δὲ Τὰ μὲν εὖ ποιεῖν, τὰ δὲ εὖ πάσχειν, διὰ τὸ καὶ τὴν Δημήτραν παθεῖν εὖ ἐν τῷ ἀκοῦσαι περὶ τῆς θυγατρὸς καὶ λῆξαι τῆς πλάνης, καὶ ταύτην δὲ εὖ ποιῆσαι τοὺς περὶ τὸν Κελεὸν τῷ δοῦναι τὰ σπέρματα καὶ τελέσαι τὰ μυστήρια. τὸ δὲ Οἶδεν Ἐλευσὶς ταῦτα περὶ τῆς κώμης λέγει, ἐν ᾗ ἐλθοῦσα ἡ Δημήτηρ ἐποίησε τὰ μυστήρια. εἶπε δὲ Τῶν σιωπωμένων καὶ σιωπῆς ὄντως ἀξίων διὰ τὸ νόμον εἶναι τὸν κελεύοντα μηδένα τῶν τελεσθέντων καὶ μυηθέντων τὰ μυστήρια δημοσιεύειν τὴν τελετήν, ἀλλὰ σιωπῇ κατέχειν καὶ μὴ ἐκφέρειν εἰς τοὺς ἀμυήτους.
39.4.1
Οὐδὲ Διόνυσος ταῦτα καὶ μηρὸς ὠδίνων. Σεμέλη θυγάτηρ γέγονε Κάδμου τοῦ Θηβῶν βασιλέως. ταύτης ἠράσθη ὁ Ζεὺς καὶ συνεγένετο αὐτῇ, καὶ εἰς ζῆλον καὶ φθόνον ἐκίνησεν Ἥραν τὴν γυναῖκα αὐτοῦ. ζηλοτυπήσασα οὖν ἡ Ἥρα ἀπέρχεται πρὸς τὴν Σεμέλην καὶ λέγει αὐτῇ ὅτι Ἠπάτησαι τὸ ὅλον, οὐδὲ γὰρ ὁ Ζεύς ἐστιν ὁ συγγινόμενός σοι. ἐμοὶ γάρ, φησίν, ὅτε συγγίνεται, μετὰ ἀστραπῶν καὶ κεραυνῶν συγγίνεται. ἐὰν οὖν ἔλθῃ πρός σε ὁ Ζεύς, εἶπε αὐτῷ ὅτι Ὡς συγγίνῃ τῇ Ἥρᾳ, οὕτως σύνελθέ μοι. καὶ εἰ μὲν συγγίνεταί σοι μετὰ βροντῶν καὶ κεραυνῶν, τῷ ὄντι ὁ Ζεύς σοι συγγίνεται· εἰ δὲ ἄλλως πως, οὐκ ἔστιν ὁ Ζεύς. ταῦτα ὑποθεμένης τῆς Ἥρας, ἐλθόντος τοῦ Διὸς πρὸς τὴν Σεμέλην, ᾐτήθη παρ' αὐτῆς συγγενέσθαι αὐτῇ ὡς τῇ Ἥρᾳ συγγίνεται. εἶτα, συγγενομένου αὐτῇ μετὰ κεραυνῶν, μὴ ἐνεγκοῦσα ἡ Σεμέλη τοὺς κεραυνοὺς ἀπέθανεν. ὁ οὖν Ζεὺς θᾶττον τὸ ἔμβρυον ὃ ἦν ἐν τῇ Σεμέλῃ λαβών, ἔβαλεν εἰς τὸν μηρὸν καὶ ἔρραψεν ἕως οὗ γένηται τῶν ἐννέα μηνῶν. ἦν δὲ οὗτος ὁ Διόνυσος. ἀτελὲς οὖν κύημα λέγει τὸ ἔμβρυον τοῦτο τὸ βληθὲν εἰς τὸν μηρόν. ὠδίνοντα δὲ μηρὸν λέγει ὅτι ἐκύησεν αὐτὸν ὁ μηρὸς τοῦ Διός. Θεὸν δὲ ἀνδρόγυνον καλεῖ τὸν Διόνυσον αὐτὸν ὡς ποτὲ μὲν γυναικιζόμενον, ποτὲ δὲ ἀνδριζόμενον. χορὸν δὲ μεθυόντων λέγει τοὺς Σατύρους καὶ τὰς Βάκχας καὶ τοὺς Σειληνούς. δαίμονες δὲ οὗτοι, ὀπαδοὶ καὶ ὁμοκέλευθοι τοῦ Διονύσου. αὐτοὺς δὲ τούτους λέγει καὶ στρατὸν ἔκλυτον τοὺς δαίμονας· ἔκλυτον δὲ αὐτὸν καλεῖ διὰ τὴν μέθην. ἐπειδὴ γὰρ τοῦ οἴνου ἔφορος ὁ Διόνυσος, εἰκότως τοὺς σὺν αὐτῷ δαίμονας μεθυστὰς εἰσάγουσιν. τὸ δὲ Θηβαίων ἄνοια τοῦτον τιμῶσα, ὅτι Θηβαῖος ἦν τὸ γένος ὁ Διόνυσος, ὡς ἐκ τῆς Σεμέλης γεννηθείς· εἴπομεν γὰρ ὅτι Σεμέλη θυγάτηρ ἦν Κάδμου τοῦ Θηβαίου. ἄνοιαν δὲ καλῶς εἶπεν Θηβαίων, ἐπειδὴ ἐπὶ μωρίᾳ διαβάλλονται οἱ Θηβαῖοι, καὶ ἔστι παροιμία ἡ λέγουσα, Ἡ Βοιωτία ὗς. διὰ τί δὲ ὁ κεραυνὸς προσκυνεῖται; ὅτι κατέφλεξε τὴν Σεμέλην. Τὸ δὲ Ὥσπερ ἄλλο τι κεφαλὴ πρότερον, ἑτέρα μέν ἐστιν ἱστορία, ἐπειδὴ δὲ ἐμπέπλεκται ταύτῃ ἀναγκαῖόν ἐστι καὶ αὐτὴν ἐξηγήσασθαι. Ἡ κεφαλὴ τοῦ Διὸς γέγονε κεφαλὴ ὠδίνων, ὥσπερ καὶ ὁ μηρὸς αὐτοῦ γέγονε μηρὸς ὠδίνων ἥνικα ἔρραψε τὸν Διόνυσον. ποτὲ οὖν γέγονεν ἡ κεφαλὴ αὐτοῦ κεφαλὴ ὠδίνων ὅτε ἐν αὐτῇ εἶχε τὴν Ἀθηνᾶν. λέγεται γὰρ ὅτι ἡ Ἀθηνᾶ ἐκ τῆς κεφαλῆς τοῦ Διὸς ἐγεννήθη. ἐκεῖ γὰρ αὐτὴν ὤδινεν ὁ Ζεύς, καὶ λαβὼν παρὰ τοῦ Ἡφαίστου μετὰ ἀξίνης κατὰ τῆς κεφαλῆς ὁ Ζεὺς ἔτεκεν ἐξ αὐτῆς τὴν Ἀθηνᾶν.
39.5.1
Πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Ἀφροδίτης καὶ τῶν αἰσχρῶν αὐτῆς μυστηρίων. Λέγεται γὰρ ὅτι ἐκ τῶν αἰδοίων τοῦ Οὐρανοῦ ἔσχε τὴν γέννησιν ἡ Ἀφροδίτη. ὁ γὰρ Κρόνος, φησίν, ὁ υἱὸς τοῦ Οὐρανοῦ, λαβὼν τὸ δρέπανον ἀπέκοψε τοῦ ἰδίου πατρὸς τὰ αἰδοῖα καὶ ἔρριψεν εἰς τὴν θάλασσαν. καὶ ταῦτα τὰ αἰδοῖα πεσόντα καὶ ἀφρὸν συνάξαντα ἀπεκύησαν τὴν Ἀφροδίτην, διὸ καὶ Ἀφροδίτη καλεῖται, ὡς ἐκ τοῦ ἀφροῦ καὶ τῆς καταδύσεως γενομένη. διὸ εἶπεν Αἰσχρῶς γεννωμένης καὶ τιμωμένης. ὁμοίως γὰρ καὶ αἱ τιμαὶ αἱ περὶ αὐτὴν καὶ αἱ ἑορταὶ δι' αἰσχρουργίας καὶ ἡδυπαθείας καὶ πορνείας ἐτελοῦντο, ὡς καὶ τῆς πορνείας αὐτῆς ἐφόρου τῆς Ἀφροδίτης.
39.6.1
Ἕκτη ἐστὶν ἱστορία Οὐδὲ φαλλοί τινες καὶ ἰθύφαλλοι. ἔστι δὲ σαφὴς αὕτη. Ἐν τῇ ἑορτῇ τοῦ Διονύσου φαλλοὺς δερματίνους ἐσχηματισμένους εἰς αἰδοῖα ἀνδρὸς περιετίθεσαν οἱ Ἕλληνες ἑαυτοῖς εἰς τιμὴν τοῦ θεοῦ. καί τινας μὲν τῶν φαλλῶν ἀπήρτων ἀπὸ τοῦ τραχήλου τοῦ ἑαυτῶν, ἄλλους δὲ περὶ τὴν ὀσφῦν ἰθυτενῶς περιεδέσμουν, μιμουμένους αἰδοῖον ὄρθιον, οὓς καὶ ἰθυφάλλους ἐκάλουν, ὡς εἶναι τῶν φαλλῶν, τοὺς μὲν ἰθυφάλλους, τοὺς δὲ πλαγιοφάλλους. τοῦτο δὲ ἐποίουν τιμῶντες τὸν ἐραστὴν τοῦ Διονύσου. λέγεται γὰρ ὅτι ἠράσθη μειράκιον τοῦ Διονύσου, εἶτα τοῦτο πρὶν ἐπιτύχοι τῆς ἀσελγείας ποντισθὲν περὶ τὴν Λέρνην ἀπέθανεν. ὁ οὖν Διόνυσος ἀφοσιώσασθαι βουλόμενος τὸν ἔρωτα τοῦ ἀποθανόντος μειρακίου, σύκινον αἰδοῖον πελεκήσας περιῆψεν εἰς τὸν ἑαυτοῦ τράχηλον, καὶ οὕτως περιῄει. καὶ ἐκ τούτου τιμῶντες τὸν Διόνυσον οἱ Ἕλληνες τοὺς φαλλοὺς περιετίθεσαν ἑαυτοῖς.
39.7.1
Ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τῆς τῶν Ταύρων ξενοκτονίας. ἔστιν δὲ αὕτη. Ταῦροι ἔθνος Σκυθικόν, ἔνθα ἦν ἱερὸν τῆς Ἀρτέμιδος, εἰς ὂ ἦν ἱέρεια ἡ Ἰφιγένεια ἡ θυγάτηρ τοῦ Ἀγαμέμνονος. ἐν τούτῳ τῷ ἱερῷ πάντα ἄνθρωπον ἐπιδημοῦντα ξένον ἔθυον τῇ Ἀρτέμιδι. καὶ περὶ ταύτης τῆς ἱστορίας ἐν ταῖς ἱστορίαις τῶν Στηλιτευτικῶν σαφῶς εἴπομεν.
39.8.1
Ὀγδόη ἐστὶν ἱστορία τὸ τῶν Λακωνικῶν ἐφήβων ἐπιβώμιον αἷμα. ἔστι δὲ αὕτη. Οἱ Λακεδαιμόνιοι πρὸς καρτερίαν γυμναζόμενοι ἑορτὴν ἐποίουν ἐν ᾗ ἐμάστιζον ἀλλήλους. καὶ ἀνδρείαν τινὰ ἐκ τούτου ἐπαιδεύοντο ἵνα καρτερικῶς ἔχοιεν περὶ τοὺς πολέμους. ἐτίμων δὲ οἱ Λάκωνες ἐν τῇ ἑορτῇ τῶν μαστίγων τὴν Ἄρτεμιν. ταύτην γὰρ λέγει παρθένον θεόν. καρτερικὴ γὰρ καὶ ὑπεράνω πάσης δειλίας καὶ ἐμπαθείας. Μαλακίαν δὲ λέγει τετιμηκέναι τοὺς Λάκωνας, ἢ ὅτι ἐποίουν καί τινα ἑορτήντὰ συσσίτια δὴ λέγωἐν ᾗ κοινῶς πάντες ἤσθιον καὶ εὐωχοῦντο καὶ ἐθηλύνοντο, ἢ ὅτι κἀκεῖ ἐπενέμετο τὸ τῆς παιδεραστίας πάθος, ὥσπερ ἔχομεν περὶ τοῦ Παυσανίου καὶ τοῦ Ἀργιλίου, ὅτι παιδικὰ ἦν ποτε ὁ Ἀργίλιος τοῦ Παυσανίου. τὸ δὲ Θρασύτητα ἐσεβάσθησαν, περὶ τῆς καρτερίας καὶ τῆς ἀνδρείας ὁ λόγος ἦν.
39.9.1
Ἐνάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Πέλοπος κρεουργίας. ἔστι δὲ αὕτη. Ὁ Πέλοψ Ταντάλου ὑπῆρχεν υἱός. τούτῳ οὖν τῷ Ταντάλῳ ἐπεξενώθησαν οἱ θεοί. ὁ οὖν Τάνταλος βουλόμενος αὐτοὺς ξενίσαι, ἔθυσε τὸν υἱὸν αὐτοῦ, καὶ ἑψήσας παρέθετο αὐτοῖς. οἱ δὲ θεοὶ θαυμάσαντες ἅμα καὶ ἐλεήσαντες τὸν Τάνταλον, συναγαγόντες τὰ κρέα συνέθηκαν τὸν Πέλοπα. καὶ ἀνεβίω καὶ εὑρέθη ζῶν. εἷς δὲ τῶν θεῶν ἐκ τοῦ ὤμου φαγὼν ἐκ τῶν κρεῶν τοῦ Πέλοπος, ἐν τῇ συνθέσει τοῦ σώματος ἐλεφάντινόν τι ἐνέθηκε κατὰ τοῦ ὤμου. καὶ οὕτως ἦν ὁ Πέλοψ ἀναβιώσας, ἔχων τὸν ὦμον ἐλεφάντινον. καὶ πάντες οἱ Πελοπίδαι ἐκ τοῦ ὤμου ἐγινώσκοντο. εἶχον γὰρ οἱ ἀπόγονοι τὸ μέρος τοῦ ὤμου ἐλεφάντινον.
39.10.1
Δεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Ἑκάτης. Τὴν Ἑκάτην θεὸν νομίζουσιν οἱ Ἕλληνες· καὶ οἱ μὲν αὐτὴν λέγουσιν εἶναι τὴν Ἄρτεμιν, οἱ δὲ τὴν Σελήνην, ἄλλοι δὲ ἰδικήν τινα θεὸν ἐν φάσμασί τισιν ἐκτόποις φαινομένην τοῖς ἐπικαλουμένοις αὐτήν· μάλιστα δὲ φαίνεται τοῖς καταρωμένοις. τὰ δὲ φάσματα αὐτῆς δρακοντοκέφαλοι φαίνονται ἄνθρωποι, καὶ ὑπερμήκεις καὶ ὑπερμεγέθεις, ὥστε ἐκ μόνης τῆς θέας καταπλῆξαι καὶ δειματῶσαι τοὺς ὁρῶντας.
39.11.1
Ἑνδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Τροφωνίου. κεῖται δὲ ἐν τοῖς κατὰ Ἰουλιανοῦ. ἔστι δὲ αὕτη. Τροφώνιος καὶ Ἀγαμήδης ἀδελφοὶ δύο γεγόνασι, μάντεις τὴν τέχνην. τούτων ὁ Τροφώνιος ὑπὸ κενοδοξίας ἑαυτὸν ὑποβρύχιον κατέχωσεν ἵνα δόξας ἀφανὴς εἶναι νομισθείη ἀναρπασθῆναι εἰς θεούς. ὑποβρύχιος δὲ γεγονὼς ἐν σπηλαίῳ τινὶ ἀπέψυξεν. εἶτα οἱ θεοὶ ἐλεήσαντες, φησίν, αὐτόν, τὸν τόπον ἐν ᾧ ἀπέψυξεν ἐποίησαν μαντεύεσθαι. καὶ κατῄεσαν εἰς τὸ σπήλαιον καί τινας τελετὰς ποιοῦντες ἀνῄεσαν ὡς χρησμῳδηθέντες. λέγεται δὲ ὅτι πᾶς κατελθὼν εἰς τὸ σπήλαιον ἐκεῖνο ἐκ τοῦ λοιποῦ ἀγέλαστος ἦν.
39.12.1
Δωδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Δωδωναίας δρυός. Ἡ Δωδώνη πόλις ἐστὶ περὶ τὴν παλαιὰν Ἤπειρον. ἐν ταύτῃ ἦν δρῦς, ἐν ᾗ ἐλέγετο ὁ Ζεὺς ἐπισκιάζειν καὶ μαντείαν διδόναι τοῖς χρῄζουσι μαντείας. ἐξ αὐτῆς τῆς δρυὸς κινήματά τινα μαντικὰ ἐξηχούμενα.
39.13.1
Τρισκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ τρίποδος τοῦ Δελφικοῦ. Δελφοὶ πόλις τῆς Φωκίδος, Φωκὶς δὲ ἐπαρχία τῆς Ἑλλάδος. ἐν τούτοις τοῖς Δελφοῖς ἦν ἱερὸν τοῦ Ἀπόλλωνος, ἐν ᾧ ἦν ἡ Πυθώ, ἐν ᾧ ἵστατο ὁ τρίπους ὁ χαλκοῦς, ἐξ οὗ χαλκοῦ τρίποδος ἡ μαντεία ἐξεφέρετο. ἐπάνω γὰρ τοῦ τρίποδος ἦν τις φιάλη ἐν ᾗ αἱ ψῆφοι αἱ μαντικαὶ ἥλλοντο καὶ ἐπήδων ἡνίκα ὁ Ἀπόλλων τὴν μαντείαν ἐξέφερεν. τρίπους δὲ ἦν διὰ τοῦτο, διὰ τὸ τὴν μαντείαν κατὰ τοὺς τρεῖς χρόνους μαντεύειν. ἡ γὰρ ὄντως μαντικὴ λέγει καὶ περὶ τῶν παρῳχημένων καὶ περὶ τῶν ἐνεστώτων καὶ περὶ τῶν μελλόντων.
39.14.1
Τεσσαρεσκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Κασταλίας. Ἕστι δὲ αὕτη πηγὴ περὶ τὴν Ἀντιόχειαν ἐν ᾗ ὁ Ἀπόλλων ἐφορεύει. ἐν ᾗ πηγῇ μαντεία τις ἐξεφέρετο κατὰ τὴν τοιάνδε ἐκροὴν τοῦ ὕδατος, οὐ κατὰ φωνήν. οὐ γὰρ φωνή τις ἐξηχεῖτο, ἀλλ' ἁπλῶς ἤχου τινὸς καὶ πνεύματος ἀναδιδομένου καὶ ἐκροῆς, πρὸς ἅ τινες ἱστάμενοι καὶ νοοῦντες τὰ σύμβολα ταῦτα ἔλεγον τὰ μέλλοντα.
39.15.1
Πεντεκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς τῶν Μάγων θυτικῆς προγνώσεως. ἔστι δὲ αὕτη. Οἱ Μάγοι διὰ θυσιῶν ἔλεγον τὰς προγνώσεις, διὰ τῆς ἡπατοσκοπίας. θύοντες γὰρ καὶ ἀνατέμνοντές τινα σημεῖα ἐθεώρουν ἐν τοῖς τομίοις καὶ ἐν τοῖς ἥπασι καὶ ἐν τοῖς ἄλλοις δι' ὧν ἔλεγον τὰ συμβησόμενα. γένος δὲ Μήδων οἱ Μάγοι, ἐξ ὧν οἱ ἡπατοσκόποι ἐξῆλθον.
39.16.1
Ἑξκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Χαλδαίων ἀστρονομίας. Οἱ Χαλδαῖοι, ὧν πρῶτος ὁ Ζωροάστρης καὶ μετ' αὐτὸν Ὀστάνης, ἐπέστησαν τῇ οὐρανίᾳ κινήσει καὶ εἶπον ὡς τῇ τοιᾷδε κινήσει τῶν οὐρανίων τὰ περὶ τοὺς τικτομένους συμβαίνει. ἀφ' ὧν Χαλδαίων ἔμαθον Ἕλληνες τὴν ἀστρολογίαν, καὶ τοὺς γεννωμένους ἤρξαντο ὑπὸ τὴν τῶν ἄστρων κίνησιν ἀναφέρειν.
39.17.1
Ἑπτακαιδεκάτη ἐστιν ἱστορία ἡ περὶ τῶν Θρᾳκίων ὀργίων. Λέγεται ὅτι πρῶτοι πάντων ἀνθρώπων Θρᾷκες ἤρξαντο θρησκεύειν καὶ θεραπεύειν θεὸν καὶ τελετὰς τελεῖν καὶ μυστήρια συγκροτεῖν. ἐξ ὧν Θρᾳκῶν θρησκεύειν ἤκουσεν ἡ περὶ τὸ θεῖον εὐσέβεια. πρότερος δὲ πάντων Θρᾳκῶν Ὀρφεὺς λέγεται εἰσηγήσασθαι τὰς τελετὰς καὶ τὸν τρόπον τῶν τελετῶν καὶ ποίῳ θεῷ ποίας τελετάς. οὗτος δὲ ὁ Ὀρφεύς ἐστιν ὁ λεγόμενος διὰ τῆς λύρας θέλγειν καὶ τὰ ἄψυχα καὶ ἐξημεροῦν τὰ ἄγρια διὰ τῶν κρουσμάτων τῆς λύρας.
39.18.1
Ὀκτωκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν κολάσεων τοῦ Μίθρου. Τὸν Μίθραν ἄλλοι ἄλλως ἐνόμισαν· οἱ μὲν γὰρ τὸν Ἥλιον, οἱ δὲ τὸν ἔφορον τοῦ πυρός, ἄλλοι δὲ ἰδικήν τινα δύναμιν. γίνονται δὲ τούτῳ τῷ Μίθρᾳ τινὲς τελεταὶ καὶ μάλιστα παρὰ Χαλδαίοις. οἱ δὲ τελούμενοι τῷ Μίθρᾳ κατὰ βαθμόν τινα κολάσεων ἐτελοῦντο. πρότερον γὰρ τὰς ἐλαφροτέρας κολάσεις παρελάμβανον, καὶ εἶθ' οὕτως τὰς δραστικωτέρας, οἷον πρότερον ἐλίμωττον αὐτοὺς τοὺς τελουμένους ἐπὶ πεντήκοντα ἡμέρας, εἰ τύχοι, εἶτα, εἰ ἤγαγε καρτερικῶς, ἐποίουν αὐτὸν ξεσθῆναι ἐπὶ δύο ἡμέρας, εἶτα πάλιν εἰς χιόνα ποιῆσαι εἴκοσιν ἡμέρας, καὶ οὕτω κατὰ μικρὸν τὰς κολάσεις ἐπὶ τὸ μεῖζον αὔξοντες, εἰ ὁ τελούμενος καρτερῶν ἐφαίνετο, τότε λοιπὸν ἐτέλουν αὐτὸν τὰ τελεώτατα.
39.19.1
Ἐννεακαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν σπαραγμῶν τοῦ Ὀσίριδος. Ὄσιρις παρ' Αἰγυπτίοις ἐνομίσθη θεός. καὶ οἱ μὲν λέγουσιν τὸν αὐτὸν εἶναι τῷ Διονύσῳ, οἱ δὲ ἕτερον. τοῦτον οὖν τὸν Ὄσιριν ὑπὸ τοῦ Τυφῶνος ἐσπαράχθαι φασί, καὶ μέγα πένθος γενέσθαι τοῖς Αἰγυπτίοις ὥστε ἐπὶ πάντα τὸν χρόνον μνήμην ποιεῖσθαι τοῦ σπαραγμοῦ τοῦ Ὀσίριδος. ὥσπερ δέ φασι τὸν Διόνυσον ὑπὸ τῶν Τιτάνων διασπαραχθῆναι, οὕτως καὶ τὸν Ὄσιριν ὑπὸ τοῦ Τυφῶνος. δαίμων δὲ οὗτος ὁ Τυφῶν.
39.20.1
Εἰκοστή ἐστιν ἱστορία ἡ περὶ τῆς Ἴσιδος. Ἡ Ἴσις ἡ αὐτὴ ἐνομίσθη τῇ Ἰοῖ τῇ ἁρπασθείσῃ ὑπὸ τοῦ Διός. ὁ γὰρ Ζεύς, φησίν, ἥρπασε τὴν Ἰώ, καὶ φοβούμενος τὴν Ἥραν, τὴν ἑαυτοῦ γυναῖκα, μετέβαλε τὴν Ἰὼ εἰς βοῦν, καὶ ποτὲ μὲν εἰς λευκήν, ποτὲ δὲ εἰς μέλαιναν, ποτὲ δὲ ἰάζουσαν. καὶ οὕτως ἐπλανᾶτο μετ' αὐτῆς. ἦλθεν οὖν ὁ Ζεὺς ἐν τῇ Αἰγύπτῳ μετὰ τῆς Ἰοῦς πλανώμενος. καὶ τιμῶσιν Αἰγύπτιοι τὴν Ἰὼ ἤτοι τὴν Ἴσιν. διὸ ἐπὶ τοῦ ἀγάλματος αὐτῆς ἐπὶ τῆς κεφαλῆς κέρατα βοὸς ἐγγλύφουσιν, σημαίνοντες τῆς κόρης τὴν ἐπὶ βοῦν μεταβολήν.
39.21.1
Εἰκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Μενδησίων τράγων. Αἰγυπτιστὶ ὁ τράγος καλεῖται μένδης. ἐσέβοντο δὲ ἔνιοι τῶν Αἰγυπτίων τὸν τράγον, ὡς ἀνακείμενον τῇ γονίμῳ δυνάμει. λέγεται γὰρ ὀχευτικὸν ζῷον εἶναι ὁ τράγος. τοὺς οὖν τράγους οἱ οἰκοῦντες κατὰ τὸ Μενδήσιον κέρας οὐκ ἤσθιον, αἰδοῖ τοῦ γονίμου θεοῦ. ἐτίμων δὲ μεγάλως καὶ τοὺς αἰπόλους τῶν τράγων. ἦν δὲ καὶ ἱερὸν τοῦ Μένδητος παρ' Αἰγυπτίοις, ἐν ᾧ ἱερῷ τὸ ἄγαλμα τραγοσκελὲς ἦν, ὀρθὸν τὸ αἰδοῖον ἔχον.
39.22.1
Εἰκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τῆς τοῦ Ἄπιδος φάτνης. Ὑπὲρ χρόνον τινὰ κατὰ περίοδον τοῖς Αἰγυπτίοις ἐγεννᾶτο βοῦς ἐκ σέλατος σελήνης συλληφθείς. καὶ ὁ βοῦς ἐκαλεῖτο παρ' αὐτοῖς Ἆπις. εἶχε δέ τινα σημεῖα περὶ τὴν οὐρὰν καὶ περὶ τὴν γλῶτταν, ἐξ ὧν σημείων ἐγνωρίζετο ὅτι ὁ Ἆπίς ἐστιν. τούτου οὖν τοῦ βοὸς γεννωμένου, ἑορτὴν ἐποίουν οἱ Αἰγύπτιοι ὡς θεοῦ αὐτοῖς ἐπιδημήσαντος. καὶ παρετίθεσαν τῷ βοῒ ἐν φάτνῃ πανδαισίαν πολλήν, εὐωχοῦντες τὸν θεὸν τὸν Ἆπιν.
39.23.1
Εἰκοστὴ τρίτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Νείλου. Ἐν τῇ ἀναβάσει τιμῶσιν αὐτὸν ὡς θεόν, καὶ εὐφημοῦσιν ὡς εὐφορίας αἴτιον, νομίζοντες αὐτὸ τὸ ὕδωρ τὸ αὐξανόμενον εἶναι θεόν.
39.24.1
Εἰκοστὴ τετάρτη ἐστὶν ἱστορία ὅτι κνώδαλα καὶ ἑρπετὰ ἔσεβον οἱ Αἰγύπτιοι. Ἐσέβοντο δὲ τὰς ἴβεις, τοὺς κροκοδείλους, τοὺς ὄφεις, τοὺς αἰλούρους καί τινα τῶν ἰχθύων γένη, ἐξ ἀλόγου τιμῆς ἀτιμίαν ἑαυτοῖς ποριζόμενοι. 43. τ ΣΥΝΑΓΩΓΗ ΚΑΙ ἘΞΗΓΗΣΙΣ ὯΝ ἘΜΝΗΣΘΗ ἹΣΤΟΡΙΩΝὉ ἘΝ ἉΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΣἘΝ ΤΩΙ ἘΙΣ ΤΟΝ ΒΑΣΙΛΕΙΟΝ ΤΟΝ ΜΕΓΑΝ ἘΠΙΤΑΦΙΩΙ Υ Ἡ ἈΡΧΗ, ἘΜΕΛΛΕΝ Πρώτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Πελοπιδῶν καὶ Κεκροπιδῶν καὶ τῶν σὺν αὐτοῖς ὀνομάτων. Οἱ τῶν ἔξω ῥήτορές τε καὶ σοφισταὶ βουλόμενοι τὸν ἐγκωμιαζόμενον παρ' αὐτῶν εὐγενέστατον δεῖξαι λέγουσιν ὡς οὗτος τὸ γένος κατάγει, εἰ τύχοι, ἀπὸ Πέλοπος ἢ Κέκροπος ἢ Ἡρακλέους ἢ τῶν ἄλλων τῶν νομισθέντων ἡρώων, ἢ καὶ ἄλλως πως ἀγαθῶν γενομένων ἀνδρῶν. φησὶν οὖν ὁ θεῖος Γρηγόριος ὅτι οἱ τοῦ θειοτάτου Βασιλείου προπάτορες μείζους καὶ εὐγενέστεροι ἦσαν τῶν νομιζομένων παρὰ τοῖς ἔξω εὐγενῶν. καὶ ὁ μὲν νοῦς τοῦ ἁγίου Γρηγορίου τοῦτο βούλεται, εἰπεῖν δὲ δεῖ τίνες οὗτοι οἷον ὁ Πέλοψ καὶ ὁ Κέκροψ καὶ ὁ Ἀλκμαίων καὶ Ἡρακλῆς. οἱ γὰρ τούτων ἀπόγονοι λέγονται λοιπὸν ἀπὸ μὲν τοῦ Πέλοπος Πελοπίδαι, οἱ δὲ ἀπὸ τοῦ Κέκροπος Κεκροπίδαι, οἱ δὲ ἀπὸ τοῦ Ἀλκμαίωνος Ἀλκμαιωνίδαι, οἱ δὲ ἀπὸ τοῦ Ἡρακλέους Ἡραλεῖδαι, καὶ οἱ ἀπὸ τοῦ Ἀιακοῦ Αἰακίδαι. Εἴπωμεν οὖν πρῶτον τίς ὁ Πέλοψ. ὁ Πέλοψ υἱὸς γέγονε Ταντάλου, Φρυγίας βασιλέως. ὁ Τάνταλος δὲ οὗτος πόλεμον ἐσχηκὼς μετὰ Ἴλου τοῦ κτίσαντος τὸ ἐπὶ Τροίας Ἴλιον, καὶ φοβούμενος τὴν ἧτταν, ἐπέτρεψε τῷ Πέλοπι, τῷ ἰδίῳ παιδί, λαβόντι χρήματα ἀπᾶραι ἐπὶ τὴν Ἤπειρον, εἰπὼν ταῦτα ὅτι Ἐὰν μὲν νικήσω, ὑποστρέφεις πάλιν εἰς τὴν Φρυγίαν, ἐὰν δὲ ἡττηθῶ, μένε εἰς τὴν Εὐρώπην. λαβὼν οὖν ὁ Πέλοψ χρήματα, ἦλθεν εἰς τὴν Ἑλλάδα ἐν χώρᾳ Ἀπίᾳ καλουμένῃ, ἥτις Ἀπία χώρα βασιλέα εἶχε τὸν Οἰνόμαον, ἔχοντα θυγατέρα Ἱπποδάμειαν ὀνόματι. εἶτα ἀγωνισάμενος ἐνταῦθα ὁ Πέλοψ ἱππικὸν ἀγῶνα μετὰ τοῦ Οἰνομάου, καὶ νικήσας, ἔλαβε γυναῖκα τὴν τοῦ Οἰνομάου θυγατέρα Ἱπποδάμειαν, καὶ κάτεσχε τῆς χώρας. καὶ ἀντὶ Ἀπίας ἐκάλεσεν αὐτὴν Πελοπόννησον, ὅ ἐστιν, ἡ τοῦ Πέλοπος νῆσος. πάντες οὖν οἱ ἀπὸ Πέλοπος καλοῦνται Πελοπίδαι, οἷον Ἀτρεύς, Θυέστης, Ἀγαμέμνων, καὶ Μενέλαος, καὶ τελευταῖος Ὀρέστης. Καὶ περὶ μὲν τοῦ Πέλοπος τοσαῦτα, περὶ δὲ τοῦ Κέκροπος ἤδη λελέξεται. Κέκροψ βασιλεὺς γέγονεν Ἀθηνῶν, ὃς μεγάλως τὴ Ἀττικὴν κατεκόσμησεν. οὗτος δέ ἐστιν ὁ διφυὴς καλούμενος. ἐκαλεῖτο δὲ διφυὴς ὅτι δύο φωνὰς ἦν ἠσκημένος, μίαν μὲν τὴν τῆς Ἑλλάδος, ἑτέραν δὲ τὴν τῆς Αἰγύπτου. λέγεται γὰρ ὅτι οἱ Ἀθηναῖοι ἄποικοί εἰσιν Αἰγυπτίων, ἀπὸ Σάεως πόλεως. ἡγεμὼν οὖν τῆς ἀποικίας γέγονεν οὗτος ὁ Κέκροψ. καὶ ἐλθὼν εἰς τὴν Ἑλλάδα ἔμαθε τὴν Ἑλλάδα φωνήν, ἔχων καὶ τὴν Αἰγυπτίαν. ὁ δὲ λόγος ὁ λέγων αὐτόχθονας εἶναι Ἀθηναίους μῦθός ἐστι, λαβὼν τὸ πλάσμα ἀπὸ τοῦ μηδέποτε μεταστῆναι, μᾶλλον δὲ ἀναστῆναι, τοὺς οἰκήσαντας εἰς τὴν Ἀττικήν. λεπτόγεως γὰρ οὖσα ἡ χώρα, οὐ πάνυ ἦν ζηλωτὴ ὥστε τοὺς ὄντας ἐκδιωχθῆναι καὶ ἄλλους μετοικῆσαι. Καὶ περὶ μὲν Κέκροπος ἅλις, εἰπεῖν δὲ δεῖ καὶ περὶ Ἀλκμαίωνος. ὁ Ἀλκμαίων οὗτος Ἀθηναῖος ἦν τὸ γένος, ἐπίσημος λίαν, τὴν ἐλευθερίαν ἀεὶ φυλάττειν ἐθέλων τοῖς Ἀθηναίοις. τυραννευθείσης οὖν τῆς πόλεως ὑπὸ Πεισιστράτου, ἐξῆλθεν οὗτος μὴ φέρων ὁρᾶν δουλευούσας τὰς Ἀθήνας. ἐξελθὼν οὖν μηχανᾶται καὶ σκοπὸν ἔσχε πῶς τὴν ἐλευθερίαν ἀποκαταστήσει Ἀθηναίοις. ἀπελθὼν οὖν ἐν Δελφοῖς, εἰς τὸ Ἀπολλώνιον ἱερόν, ἐκμισθοῦται παρὰ Δελφῶν τὸ ἱερὸν ἐπὶ μισθοφορίᾳ. ἐκμισθωσάμενος δέ, καὶ ἔχων λοιπὸν ὑφ' ἑαυτὸν πάντας καὶ πάσας τοὺς τοῦ θεοῦ διακόνους, πείθει τὴν ἱέρειαν τὴν Πυθίαν ἵνα, εἰ ἔλθοι ποτὲ Λακεδαιμόνιος μαντευσόμενος, μηδὲν ἄλλο λέγειν αὐτῷ ἢ ὅτι Ἐλευθεροῦν τὰς Ἀθήνας λέγει ὑμῖν ὁ θεός. τούτου συνεχῶς καὶ πλειστάκις γινομένου, παρωρμήθησαν Λακεδαιμόνιοι, καὶ ἐλθόντες ἐξέβαλον ἀπὸ τῶν Ἀθηνῶν τοὺς τυράννους. μέγα οὖν κλέος ἔσχεν ἔκτοτε ὁ Ἀλκμαίων, ἐλευθερώσας σοφίᾳ τὰς Ἀθήνας. ἀλλὰ τοσαῦτα περὶ Ἀλκμαίωνος. Αἰακὸς δὲ τέταρτος ἡμῖν ὑποκείσθω. Αἰακὸς δὲ οὗτος υἱὸς ἐλέγετο εἶναι τοῦ Διός, δίκαιος τὰ μάλιστα. διό ποτε ἀβροχίας γενομένης ἐν τῇ Ἑλλάδι, ἦλθον πρὸς αὐτὸν οἱ προεστῶτες τῶν πόλεων παρακαλοῦντες εὔξασθαι τῷ ἰδίῳ πατρὶ ἵνα γένηται ὑετός. ὁ δὲ στὰς καὶ εὐξάμενος, ἔλυσε διὰ τῆς εὐχῆς τοὺς αὐχμούς. καὶ κατερρύη ὕδωρ ποτίζον τὴν Ἑλλάδα. μάλιστα οὖν καὶ ἐκ τούτου ἡ εὐσέβεια ἐδείχθη τοῦ Αἰακοῦ. οὗτος οὖν γεννᾷ δύο υἱούς, τὸν Πηλέα καὶ τὸν Τελαμῶνα, ὧν ὁ μὲν Πηλεὺς τίκτει τὸν Ἀχιλλέα, ὁ δὲ Τελαμὼν τὸν Αἴαντα. οἵτινες ἐκαλοῦντο Αἰακίδαι, τὴν ἀπὸ τοῦ πάππου τιμὴν ἐκ τούτου προσφερόμενοι. Λοιπὸν τοίνυν ὑπολείπεται ἡμῖν Ἡρακλῆς. Ἡρακλῆς οὗτος λέγεται υἱὸς γεγονέναι τοῦ Διός. ὁ γὰρ Ζεὺς ὁμοιωθεὶς τῷ Ἀμφιτρύωνι συνεγένετο τῇ Ἀλκμήνῃ. καὶ ἐγεννήθη ὁ Ἡρακλῆς, ὃς καὶ τοὺς μεγάλους ἐκείνους ἄθλους διήνυσεν. πολλοὶ οὖν γεγόνασιν ἀπὸ Ἡρακλέους, ὧν πρῶτος καὶ ἔνδοξος ὁ Ὕλλος. ἐξ οὗ καὶ οἱ τῶν Λακεδαιμονίων βασιλεῖς. πάντες οὖν οἱ βασιλεῖς τῶν Λακεδαιμονίων Ἡρακλεῖδαι ἐλέγοντο.