Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Nonnos
Scholia mythologica
Myth 4.62.1
Choose a text More by Nonnos
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
4.62.1
Ἑξηκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τοῦ Παλαμήδους. ἔστι δὲ αὕτη. Λέγεται ὅτι ὁ Παλαμήδης, Εὐβοεὺς ὢν τὸ γένος (Εὔβοια δὲ νῆσος ἀπαντικρὺ τῆς Ἀττικῆς), εὗρε τὸ ἀριθμεῖν καὶ τὸ ταβλίζειν καὶ χρῆσθαι ἄλλαις πολλαῖς μεθόδοις. οὗτος δὲ ὁ Παλαμήδης εἷς ἐστι τῶν συστρατευσαμένων ἐπὶ τὸ Ἴλιον. ἀπέθανε δὲ ἐν Τροίᾳ κατὰ ἐπιβουλὴν τοῦ Ὀδυσσέως. Ὀδυσσέα γὰρ εἶχεν ἐχθρὸν διὰ τοιαύτην αἰτίαν· τοῦ Ἀγαμέμνονος προτρεπομένου τὸν Ὀδυσσέα ἐπὶ τὴν περὶ Τροίαν ἔξοδον, καὶ μὴ θέλων ἀπελθεῖν ὁ Ὀδυσσεὺς καὶ μανίαν προσποιησάμενος καὶ λαβὼν ὄνον καὶ βοῦν, καὶ δῆθεν ἀροτριῶν ἐν μανίας προσποιήσει, ὁ Παλαμήδης ἤλεγξεν ὅτι δὴ οὐ μαίνεται. ἤλεγξε δὲ αὐτὸν Τηλέμαχον τὸν υἱὸν αὐτοῦ προθεὶς πρὸ τοῦ ἀρότρου. εἶτα φθάσας ὁ Ὀδυσσεὺς περὶ τὸ παιδίον, ἐπῆρε τὸ ἄροτρον ἵνα μὴ πλήξῃ τὸ παιδίον, καὶ ἐγνώσθη ὅτι νηφάλιός ἐστιν. ταύτην οὖν τὴν μῆνιν μηνιῶν ὁ Ὀδυσσεὺς ἐν τῇ Τροίᾳ, ποιεῖ πλαστὴν ἐπιστολὴν ἀπὸ Πριάμου ὡς πρὸς τὸν Παλαμήδην περὶ προδοσίας τῶν Ἑλλήνων, καὶ ὑποτίθησιν ἐν τῇ τοῦ Παλαμήδους σκηνῇ. ὕστερον κατηγορίας γενομένης κατὰ Παλαμήδους ὡς προδότου, εὑρέθη ἡ ἐπιστολή· καὶ τέθνηκεν ὑπὸ Ἀγαμέμνονος καὶ πάντων τῶν Ἑλλήνων.

Intertext edge

Open linked passage

Note