Nonnos
Scholia mythologica
Myth 43.7.1
Choose a text
More by Nonnos
—
Pg Scrape Grc
43.7.1
Ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἀβάριδος ὀϊστοῦ. ταύτης τῆς ἱστορίας μέμνηται Ἡρόδοτος ἐν τῇ Τετάρτῃ. ἔστι δὲ αὕτη. Ἄβαρις ἐξ Ὑπερβορέων ἦν ἄνθρωπος. οἱ δὲ Ὑπερβόρεοι ἀρτικώτεροί εἰσι καὶ ἐνδότεροι τῶν Σκυθῶν. οὗτος οὖν ὁ Ἄβαρις λέγεται ἔνθους γενόμενος περιϊέναι τὴν Ἑλλάδα κύκλῳ μετὰ βέλους καὶ χρησμούς τινας καὶ μαντείας λέγειν, ὡς ἔνθους. Λυκοῦργος δὲ ὁ ῥήτωρ μέμνηται τοῦ Ἀβάριδος ἐν τῷ κατὰ Μενεσαίχμου λόγῳ, λέγων ὅτι λιμοῦ γενομένου ἐν τοῖς Ὑπερβορέοις ἦλθεν ὁ Ἄβαρις ἐν τῇ Ἑλλάδι, καὶ ἐμισθώτευσε τῷ Ἀπόλλωνι, καὶ ἐδιδάχθη παρ' αὐτοῦ τὸ χρησμολογεῖν. καὶ οὕτω κρατῶν τὸ βέλος ὡς σύμβολον τοῦ Ἀπόλλωνος (τοξότης γὰρ οὗτος ὁ θεός) περιῄει χρησμολογῶν πᾶσαν τὴν Ἑλλάδα.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).