Scholia mythologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nonnos" aria-label="More works by Nonnos">
—
⋯
Original / primary: Pg Scrape Grc
43.2.1
Δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τῶν Ἐλαφηβόλων καὶ Ὠρίωνος καὶ Ἀκταίωνος. Τὴν Ἄρτεμιν λέγουσι τῆς κατὰ θήραν τοξείας εἶναι ἔφορον. λέγεται οὖν αὕτη ἡ θεὸς βάλλειν εὐστόχως τὰς ἐλάφους, ὥστε ἀκοῦσαι τὴν Ἄρτεμιν ἐλαφηβόλον θεόν. Ὁ δὲ Ὠρίων καὶ Ἀκταίων θηρευταὶ καὶ οὗτοι ὑπῆρχον. ὁ μὲν οὖν Ἀκταίων κυνηγέτης ἦν, καὶ εἶδε τὴν Ἄρτεμιν γυμνήν. ἦν δὲ ἀθέμιτον τοῦτο, τὸ τοὺς θεοὺς ἰδεῖν γυμνούς, καὶ μάλιστα τὰς παρθένους θεάς. χολωθεῖσα οὖν ἡ Ἄρτεμις μανῆναι ἐποίησε τοὺς κύνας αὐτοῦ τοῦ Ἀκταίωνος, οἵτινες εὑρόντες αὐτὸν ἀνεῖλον οὕτως ὥστε λέγεσθαι τὸν Ἀκταίωνα ὑπὸ κυνῶν συρῆναι. Καὶ ὁ Ὠρίων δὲ οὗτός ἐστιν ὁ καταστηριχθείς. ἔστι δὲ οὗτος ὁ ἐκ τοῦ οὐρῆσαι τοὺς θεοὺς ἐν τῇ βύρσῃ τοῦ βοὸς τοῦ σφαγέντος ὑπὸ τοῦ Ὑριέως, τοῦ Θηβῶν βασιλέως, ἐπὶ τῇ φιλοξενίᾳ τῶν θεῶν γεννηθείς. γενόμενος δὲ οὗτος ὁ Ὠρίων καὶ ὢν θηρολέτης ἠράσθη τῆς Ἀρτέμιδος. εἶτα ἡ θεὸς ὀργισθεῖσα ἀνῆκε σκορπίον κατ' αὐτοῦ. καὶ κρουσθεὶς ἀπέθανε, διό ἐστιν ἐν τῷ οὐρανῷ μετὰ τοῦ Σκορπίου.
43.3.1
Τρίτη ἐστὶν ἱστορία ἡ περὶ τῆς ἀντιδοθείσης ἐλάφου ὑπὲρ τῆς παρθένου, ἥτις κεῖται ἐν τῇ ἑβδόμῃ ἱστορίᾳ ἐν τῷ Πρώτῳ Στηλιτευτικῷ Ἰουλιανοῦ Λόγῳ. ἔστι δὲ αὕτη. Ὅτε ἀπὸ τῆς Ἑλλάδος ἀπόπλους τῶν Ἑλλήνων ἐπὶ τὴν Τροίαν ἐγένετο, ἐν τῇ Αὐλίδι τῆς Βοιωτίας θυσίας γενομένης τῇ Ἀρτέμιδι, καὶ τῆς θυγατρὸς τοῦ Ἀγαμέμνονος τῆς Ἰφιγενείαςἐπιδοθείσης τυθῆναι, ἡ Ἄρτεμις ἐλεήσασα τὴν παρθένον ἁρπάζει μὲν ταύτην καὶ ἀποφέρει παρὰ Ταύροις ἐν Σκυθίᾳ, ἔλαφον δὲ ἀντὶ τῆς παρθένου φανῆναι ἐποίησεν, ἥντινα λαβόντες ἔθυσαν οἱ Ἕλληνες. ἡ δὲ Ἰφιγένεια ἐν Σκυθίᾳ ἱέρεια ἦν τῆς Ἀρτέμιδος.
43.4.1
Τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Θετταλικοῦ ἄντρου. ἔστι δὲ αὕτη. Γεννηθεὶς ὁ Ἀχιλλεὺς ὑπὸ Θέτιδος παρεδόθη τῷ Χείρωνι τροφεῖ ἅμα καὶ διδασκάλῳ τῆς τοξείας χρησόμενος. ἦν δὲ οὗτος ὁ Χείρων ἱπποκένταυρος, οἰκῶν ἄντρον τι καὶ σπήλαιον ἐν Θετταλίᾳ. ὁ οὖν Χείρων λαβὼν τὸν Ἀχιλλέα καὶ ἐπικαθίσας ὄπισθεν ἑαυτοῦ κατὰ τοῦ ἱππείου μέρους, οὕτως ἐγύμναζε καὶ ἐδίδαξε τὴν τοξικήν, τρέφων αὐτὸν οὐ γάλακτι καὶ ἄρτῳ, ἀλλὰ μυελοῖς ἐλάφων καὶ ἄλλων ζῴων, διὸ καὶ Ἀχιλλεὺς ὠνομάσθη, ὁ μὴ μετασχὼν τοῦ χιλοῦ· χιλὸς γὰρ ἡ τροφή.
43.5.1
Πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῆς στροφῆς τῆς σφενδόνης τοῦ Γύγου. ταύτης τῆς ἱστορίας ἐμνήσθη καὶ ἐν τοῖς Στηλιτευτικοῖς, ἐν τῇ πεντηκοστῇ πέμπτῃ ἱστορίᾳ. ἔστι δὲ αὕτη. Πλάτων ἐν ταῖς Πολιτείαις λέγει ὡς ὁ Γύγης οὗτος ποιμὴν ἦν, καὶ ποιμαίνων εὗρε κεχωσμένον ἵππον χαλκοῦν, ἐν ᾧ ἵππῳ ἔνδοθεν εὗρεν ὄντα νεκρὸν ἄνθρωπον φοροῦντα δακτύλιον. καὶ λαβὼν τὸν δακτύλιον εἶχεν. καὶ ὅτε μὲν ἔστρεφε τὴν σφενδόνην τοῦ δακτυλίου, ἐγίνετο ἀφανής, ὅτε δὲ ἀντέστρεφε πάλιν, ἐγίνετο ἐμφανὴς τοῖς οὖσιν. σφενδόνη δέ ἐστιν ἡ κεφαλὴ τοῦ δακτυλίου. ἦν δὲ αὕτη στρεπτή. ἔχων οὖν τοῦτον τὸν δακτύλιον, ἐλθὼν ἐπὶ τὰ βασίλεια τῶν Λυδῶν καὶ ἀντιστρέψας τὴν σφενδόνην, ἐγένετο ἀφανής, καὶ εἰσελθὼν ἀπέκτεινε τὸν βασιλέα καὶ ἔλαβε τὴν βασιλείαν. ὁ δὲ Ἡρόδοτος ἄλλως ἱστορεῖ τὰ κατὰ τὸν Γύγην, ὅτι ἐπιτροπῇ τῆς δεσποίνης ἀπέκτεινε τὸν Κανδαύλην ὁ Γύγης καὶ ἐβασίλευσεν.
43.6.1
Ἕκτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Μίδαν. Ὁ Μίδας οὗτος Φρυγίας ἦν βασιλεύς. ἦν δὲ φιλάργυρος καὶ χρυσομανής τις, ὡς τὸ ἔργον ἐδήλωσεν. ηὔξατο οὖν ἵνα οὗ ἂν ἅψηται χρυσὸς γένηται. εἰσηκούσθη οὖν οὗτος, καὶ οὗ ἂν ἥψατο ἢ χειρὶ ἢ στόματι, χρυσὸς ἐγίνετο. καὶ οὕτως πάντα μὲν ἦν αὐτῷ χρυσός. φαγεῖν δὲ μὴ δυνάμενος ἀπώλετο. καὶ γὰρ ἡ τροφὴ ἡ διδομένη αὐτῷ διὰ τοῦ στόματος ἀπεχρυσοῦτο. ἐφθάρη οὖν τῷ λιμῷ. Ἱστοροῦσι δὲ ἄλλοι ὅτι χρησμὸν λαβὼν ἔζησεν. ἦν δὲ ὁ χρησμὸς διελᾶσαι ἅρματι καὶ ὅπου ἂν ἐπισχεθῇ τὸ ἅρμα, στῆναι καὶ κτίσαι πόλιν. καὶ ἐποίησεν οὕτως, καὶ κτίζει τὴν Ἄγκυραν τῆς Γαλατίας. ἄγκυρα γὰρ σιδήριον πλοίου ποταμίου, ὃ ἐπισχὸν τὸ ἅρμα ἔστησε τὸν Μίδαν. οὕτως ἐκτίσθη ἡ πόλις καὶ ἐκλήθη Ἄγκυρα.
43.7.1
Ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἀβάριδος ὀϊστοῦ. ταύτης τῆς ἱστορίας μέμνηται Ἡρόδοτος ἐν τῇ Τετάρτῃ. ἔστι δὲ αὕτη. Ἄβαρις ἐξ Ὑπερβορέων ἦν ἄνθρωπος. οἱ δὲ Ὑπερβόρεοι ἀρτικώτεροί εἰσι καὶ ἐνδότεροι τῶν Σκυθῶν. οὗτος οὖν ὁ Ἄβαρις λέγεται ἔνθους γενόμενος περιϊέναι τὴν Ἑλλάδα κύκλῳ μετὰ βέλους καὶ χρησμούς τινας καὶ μαντείας λέγειν, ὡς ἔνθους. Λυκοῦργος δὲ ὁ ῥήτωρ μέμνηται τοῦ Ἀβάριδος ἐν τῷ κατὰ Μενεσαίχμου λόγῳ, λέγων ὅτι λιμοῦ γενομένου ἐν τοῖς Ὑπερβορέοις ἦλθεν ὁ Ἄβαρις ἐν τῇ Ἑλλάδι, καὶ ἐμισθώτευσε τῷ Ἀπόλλωνι, καὶ ἐδιδάχθη παρ' αὐτοῦ τὸ χρησμολογεῖν. καὶ οὕτω κρατῶν τὸ βέλος ὡς σύμβολον τοῦ Ἀπόλλωνος (τοξότης γὰρ οὗτος ὁ θεός) περιῄει χρησμολογῶν πᾶσαν τὴν Ἑλλάδα.
43.8.1
Ὀγδόη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Πήγασον. ἔστι δὲ αὕτη σαφὴς ἡ κατὰ τὸν Βελλεροφόντην. Τῆς γὰρ Παταρικῆς Χιμαίρας ἀναφανείσης (περὶ ἧς μέμνηται καὶ ὁ θεῖος οὗτος Γρηγόριος ἐν τοῖς Στηλιτευτικοῖς, ἐν ἱστορίᾳ πεντηκοστῇ) καὶ λυμαινομένης τὴν χώραν τῶν Λυκίων, καὶ τοῦ Προίτου βασιλεύοντος τῆς Λυκίας, προσετάχθη ὁ Βελλεροφόντης ἀποκτεῖναι τὴν Χίμαιραν. ἦν δὲ τὸ θηρίον ὡς κἀκεῖσε παρεστήσαμεν, τοιοῦτον. πρόσθε μὲν λέων, ὄπισθε δὲ δράκων, μέση δὲ ἦν χίμαιρα. ἐξ ἧς χιμαίρας πῦρ ἀνεδίδοτο, καὶ ἦν δυσάλωτον τὸ θηρίον. τὸν ἵππον οὖν τὸν Πήγασον ἐκ θεοῦ εὑρὼν ὁ Βελλεροφόντης, ὃς ἐλέγετο ἔχειν πτερὰ καὶ ὕδωρ ἀπὸ τῶν ὀνύχων ἀποστάζειν, ἐλθὼν σύμμαχον ἔχων τὴν πτῆσιν τοῦ ἵππου διὰ τὸ εἶναι πτερωτόν, ὡς εἶπον, καὶ ἀνεῖλε τὴν Χίμαιραν.
43.9.1
Ἐνάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἀλφειοῦ. ἔστι δὲ αὕτη. Ἀλφειὸς ποταμός ἐστι τῆς Ἀρκαδίας. Ἀρκαδία δὲ πόλις τῆς Πελοποννήσου. ἔστι δὲ καὶ πηγὴ ἐν Σικελίᾳ τῇ νήσῳ Ἀρέθουσα ὀνόματι. λέγεται οὖν ὅτι ὁ ποταμὸς οὗτος ἠράσθη τῆς Ἀρεθούσης πηγῆς. καὶ ἐρασθεὶς διαδὺς τὸ πέλαγος ἀναδίδοται ἐν Σικελίᾳ παρὰ τὴν πηγήν, μὴ συναναμιχθεὶς τῇ ἁλμυρίδι τῆς θαλάσσης, ἀλλὰ καθαρὸν τὸ νᾶμα διαφυλάττων πρὸς τὴν ἐρωμένην. Μετὰ ταύτην δέ ἐστι καὶ ἡ τῆς σαλαμάνδρας ἱστορία. ἔστι δὲ αὕτη. Ἡ σαλαμάνδρα ζῷόν ἐστιν ὡσεὶ σαύρας τὸ μέγεθος ἢ μικροῦ κροκοδείλου χερσαίου. ἔστι δὲ ψυχρότατον ὑπερφυῶς τὸ ζῷον ὥστε ἐν πυρὶ εἰσερχόμενον, τὴν μὲν φλόγα σβεννύναι, αὐτὸ δὲ μὴ κατακαῆναι.
43.10.1
Δεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Λυδίου ἅρματος. Ἔστι δὲ παροιμία αὕτη ἐπὶ τῶν ἐρίζειν ἐθελόντων καὶ μὴ δυναμένων ἐφικέσθαι. ἔστι δὲ ἡ παροιμία Παρὰ Λύδιον ἅρμα θεῖ. παρῆκται δὲ ἡ παροιμία ἀπὸ τῶν Λυδίων ἁρμάτων ὡς ταχυτάτων ὄντων καὶ μὴ δυναμένων φθασθῆναι. Ἄλλοι δὲ ὅτι ἀπὸ τοῦ Πέλοπος ἅρματος ἤκουσεν ἡ παροιμία. τινὲς γὰρ λέγουσιν ὡς ὅτι ὁ Πέλοψ Λυδὸς ἦν καὶ οὐχὶ Φρύξ. τῷ οὖν ἰδίῳ ἅρματι ἐνίκησε τὸν Οἰνόμαον, καὶ ἔκτοτε ἡ παροιμία παρῆλθε, Παρὰ Λύδιον ἅρμα θεῖ.
43.11.1
Ἑνδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ὀρέστου καὶ τοῦ Πυλάδου. ἔστι δὲ αὕτη. Ὀρέστης οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἀγαμέμνονος. φιλίαν δὲ τοσαύτην ἔσχε πρὸς τὸν Πυλάδην, καὶ Πυλάδης πρὸς τὸν Ὀρέστην ὡς ἀποθανόντος Πυλάδου συγκατελθεῖν τὸν Ὀρέστην μέχρι τοῦ Ἅιδου.
43.12.1
Δωδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τοὺς Μολιονίδας. ἔστι δὲ αὕτη. Μολιόνη ἦν τις γυνὴ περὶ τὴν Θρᾴκην οἰκοῦσα. αὕτη ἔσχε δύο υἱούς, τὸν μὲν Ὦτον, τὸν δὲ δεύτερον Ἐφιάλτην. οὗτοι κατ' ἐνιαυτὸν ηὐξάνοντο κατὰ μὲν τὸ μῆκος πῆχυν ἕνα, κατὰ δὲ τὸ πλάτος σπιθαμὴν μίαν. γεγόνασι δὲ ὑβρισταὶ οὗτοι καὶ ὑπε ρήφανοι, καὶ τοσοῦτον ἐφύβρισαν ὥστε βουλεύσασθαι ἀντᾶραι τοῖς οὐρανίοις θεοῖς. τὴν οὖν Ὄσσαν τῷ Ἄθῳ ἐβουλεύσαντο ἐπιθεῖναι, καὶ δι' αὐτῶν ἀνελθεῖν εἰς τὸν οὐρανόν. ἡ δὲ Ὄσσα καὶ ὁ Ἄθως δύο ὄρη εἰσὶ περὶ τὴν Θρᾴκην. ὁ οὖν Ζεὺς ὀργισθεὶς κεραυνὸν ἐπαφεὶς ἐκεραύνωσεν αὐτούς· καὶ ἀπώλοντο. ἦν δὲ πρότερον περὶ τῆς κεραυνώσεως αὐτῶν χρησμὸς δοθεὶς τῇ μητρὶ αὐτῶν, ὅτι διὰ τὴν ὑπερηφανίαν αὐτῶν κεραυνωθήσονται.
43.13.1
Τρισκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Λαβυρίνθου. ἔστι δὲ αὕτη. Ἐν τῇ Κρήτῃ τῇ νήσῳ ἐστὶν ὄρος ἐν ᾧ σπήλαιον ἀντρώδες καὶ δύσκολον περὶ τὴν κάθοδον καὶ δυσχερὲς περὶ τὴν ἄνοδον, ἐν ᾧ λέγεται ὁ Μινώταυρος ἐμβληθῆναι. ἐπεὶ οὖν δυσχερὲς τὸ ἐκβῆναι τοῦ Λαβυρίνθου, νῦν ὁ θεῖος Γρηγόριος ἔλαβεν αὐτὸ ἐπὶ τῶν λόγων τῶν ἀφύκτων, ὧν οὐδεὶς ἠδύνατο ἐκφυγεῖν, ἀλλὰ ἡλίσκετο. ἐπιφέρει γὰρ καὶ τὰς ἄρκυς. ἄρκυς δέ ἐστιν εἶδος δικτύου παχυσχοίνου, ὃ ἱστᾶσι πρὸς θήραν ἄρκτων ἢ ἐλάφων ἢ κατὰ τῶν ἀλλῶν ἰσχυροτέρων ζῴων.
43.14.1
Τεσσαρεσκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Μίνωος καὶ τοῦ Ῥαδαμάνθυος. ἔστι δὲ αὕτη. Μίνως καὶ Ῥαδάμανθυς λέγονται υἱοὶ εἶναι τοῦ Διός, ὧν ὁ μὲν Μίνως ἦν νομοθέτης, παρὰ τοῦ πατρὸς δεξάμενος τὴν νομοθετικήν, ὁ δὲ Ῥαδάμανθυς δικαστὴς δίκαιος, ὡς παρὰ τοῦ πατρὸς τὴν δικαιοσύνην μαθών. λέγουσιν οὖν περὶ τούτων οἱ ποιηταὶ καὶ Πλάτων δὲ αὐτός, ὅτι τούτους ἀποθανόντας οὐχὶ δέχεται σκότος ἀλλ' αἱ Μακάρων νῆσοι καὶ τὸ Ἠλύσιον πεδίον. ὄνομα δὲ τόπου τὸ Ἠλύσιον, οἱονεὶ ἀλύσιον καὶ ἀπο λύσιον, οὐ κολάσεως. φησὶν οὖν ἐν τούτοις οἱ παρ' αὐτῶν δικαίοι μετὰ θάνατον αὐλισθήσονται. τὸ δὲ τοῦ ἀσφοδέλου ὄνομα, φυτοῦ ἐστιν ὄνομα, ἔχοντος ὀσμὴν οὐ φαύλην καὶ τὸ ἄνθος ἐπιτερπές.
43.15.1
Πεντεκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Γαδείρων. Γάδειρα τόπος ἐστὶ περὶ τὰ Ἑσπέρια μέρη. ὁ τόπος δὲ οὗτος ἀποτελεύτησίς ἐστι θαλάττης καὶ οἱονεὶ ἐκροή τις οὖσα ἀπὸ τῆς ὡς πρὸς ἡμᾶς θαλάττης ἐπὶ τὴν Ἀτλαντίδα θάλατταν. λέγεται οὖν μηκέτι μετὰ τὰ Γάδειρα πλέεσθαι τὴν θάλατταν ἐκείνην διὰ τὸ εἶναι βραχώδη καὶ σκοτεινήν. Γάδειρα δὲ ἤκουσε παρὰ τὴν γῆν καὶ τὴν δειρήν. δειρὴ δὲ καλεῖται ὁ τράχηλος. παρὰ οὖν τὸ τῆς γῆς εἶναί τινα τράχηλον ἐκεῖσε ἤκουσε Γάδειρα.
43.16.1
Ἑξκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ ἵππου τοῦ διαρρήξαντος τὸν δεσμόν. ἔστι δὲ αὕτη. Ὅμηρος ὁ ποιητὴς βουλόμενος τὴν Διομήδους ὀξύτητα καὶ θερμότητα τὴν περὶ τὸν πολεμὸν ἐκφράσαι διὰ παραβολῆς εἰκάζει τὸν ἥρωα, ἐπειπὼν τόδε τὸ ἔπος· Ὡς δ' ὅτε τις στατὸς ἵππος, ἀκοστήσας ἐπὶ φάτνῃ.
43.17.1
Ἑπτακαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν σπαρέντων καὶ φυέντων αὐθημερὸν γιγάντων. ἔστι δὲ αὕτη. Ἐν Θήβαις ταῖς τῆς Βοιωτίας λέγεται ὅτι Κάδμος ἢ ἄλλος τις λαβὼν τοὺς τοῦ Δελφινίου δράκοντος ὀδόντας ἔσπειρεν εἰς τὴν γῆν. καὶ ἀνεδόθησαν ἔνοπλοι ἄνδρες. ἀνεδόθησαν δὲ ἀπὸ μηρῶν ἄχρι ἄνω, καὶ οὕτως ἱστάμενοι ἐπολέμουν ἀλλήλους καὶ τοὺς ἄλλους.
43.18.1
Ὀκτωκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν ἑπταπύλων Θηβῶν καὶ τῶν Αἰγυπτίων. ἔστι δὲ αὕτη. Ὁ δὲ θεῖος Γρηγόριος περὶ θεαμάτων βούλεται εἰπεῖν ἡμῖν ἐνταῦθα. Αἱ ἑπτάπυλοι Θῆβαί εἰσι τῆς Ἑλλάδος, αἱ ὑπὸ Ἀμφίονος καὶ Ζήθου κτισθεῖσαι διὰ κιθάρας. αἱ δὲ Αἰγύπτιαι Θῆβαί εἰσιν ἑκατοντάπυλοι. μεγίστη δὲ πάλαι γέγονε, καὶ οὕτως μεγίστη ὥστε ἑκατὸν ἔχειν τὰς πύλας. Τὰ δὲ τείχη τὰ Βαβυλώνια λέγεται εἶναι ἰσχυρότατα. ἀπὸ γὰρ πλίνθου ὀπτῆς καὶ ἀσφάλτου λυομένης ἐκτίσθησαν, καὶ τὸ πλάτος ἔχοντα πολὺ καὶ τὸ μῆκος, καὶ τὴν περιφέρειαν πολλήν. Ὁ τάφος Μαυσώλου τοῦ Καρὸς μέγιστός ἐστι καὶ αὐτός. Μαύσωλος γὰρ Καρίας γέγονε τύραννος, ὃς ἔκτισεν ἑαυτῷ τάφον πολυανάλωτον ἐν χώματί τινι καὶ ἐν λιμναζούσῃ λίμνῃ ἔνδον κείμενον. γράφεται δὲ καὶ ὁ Καρικὸς τάφος ἵν' ᾖ κτητικόν. γράφεται δὲ καὶ Καρὸς ἵν' ᾖ ἐθνικὸν τοῦ Μαυσώλου τοῦ Καρός. Αἱ δὲ Πυραμίδες καὶ αὔται θεάματος ἄξιαι ἐν τῇ Αἰγύπτῳ εἰσὶν ἐκτισμέναι πολυανάλωτοι, ἅστινας Χριστιανοὶ μὲν λέγουσιν εἶναι τὰ ὡρεῖα τοῦ Ἰωσήφ, Ἕλληνες δὲ τάφους βασιλέων τινῶν, ὧν ἐστι καὶ Ἡρόδοτος. Περὶ δὲ τοῦ Κολοσσοῦ λέγει τοῦ ἐν Ῥόδῳ ἀνακειμένου, ὄτι μέγιστός ἐστιν ὁ ἀνδριὰς καὶ ἀξιοθαύμαστος.