Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Scholia mythologica
NonnosMyth 5 · pg-scrape-grcMore by Nonnos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nonnos" aria-label="More works by Nonnos"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.2.1
Δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τοῦ Τὸν Σαλμωνέα ἐκ βύρσης βροντᾶν. ἔστι δὲ αὕτη. Σαλμωνεὺς Αἰόλου μὲν ἦν υἱός, βασιλεὺς δὲ Θετταλῶν. οὗτος ἀσεβὴς εἰς θεοὺς γενόμενος, προσάπτων ἅρμασι βύρσας ξηράς τε καὶ σκληράς, καὶ λέβητάς τινας μετὰ τῶν βυρσῶν κτυπῶν, ἤχους ἀπετέλει· μετὰ χεῖράς τε βαστάζων καιομένας λαμπάδας ἐμεγαλαύχει καθάπερ Ζεὺς βροντᾶν τε καὶ ἀστράπτειν, ἕως ὑπὸ Διὸς κεραυνωθεὶς ἀνῃρέθη. Καὶ κατέλιπε θυγατέρα ἀφήλικα ὀνόματι Τυρώ. αὕτη τραφεῖσα ὑπὸ τοῦ ἰδίου θείου πρὸς πατρὸς Κηφέως, ἠράσθη τοῦ ἐγχωρίου ποταμοῦ Ἐνιπέως. τούτῳ δὲ τῷ ποταμῷ ὁμοιωθεὶς ὁ Ποσειδῶν, συνεγένετο ἀντὶ Ἐνιπέως τῇ Τυροῖ. καὶ συνέλαβε Πελίαν καὶ Νηλέα, καὶ εἶχε τούτους ἐγκύους. ἐγαμήθη δὲ αὕτη ὑπὸ Κρηθέως· καὶ ὕστερον ἔτεκεν ἡ Τυρώ, τῷ μὲν δοκεῖν ἐκ Κρηθέως, τῇ δὲ ἀληθείᾳ ἐκ Ποσειδῶνος. ὕστερον δὲ καὶ ἐξ αὐτοῦ τοῦ Κρηθέως ἔσχε παῖδας ἡ Τυρώ.
5.3.1
Τρίτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Ζώπυρον τὸν ἐν Βαβυλῶνι. ἔστι δὲ αὕτη. Κῦρος ὁ Περσῶν βασιλεὺς πολιορκῶν τὴν Βαβυλῶνα ἐπὶ χρόνον πολύν, καὶ δυσπορθήτου οὔσης αὐτῆς καὶ ἀσχάλλοντος ἐπὶ πολὺν καιρόν, Ζώπυρός τις ἀνδρεῖος τὴν ψυχήν, ὡς ἔδειξε τὸ πρᾶγμα, καὶ οὐκ ἄδοξος παρὰ τῷ Κύρῳ, μηχανᾶται τοιόνδε. κόψας ἑαυτοῦ τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ μάστιξιν ἑαυτὸν ξάνας, δῆθεν αὐτομολεῖ πρὸς τοὺς Βαβυλωνίους, ὡς δεινὰ πεπονθὼς παρὰ τοῦ Κύρου. εἶτα ἀπελθὼν προσποιεῖται εὐνοεῖν τοῖς Βαβυλωνίοις, καὶ ὑποτίθεται αὐτοῖς τινα κατὰ τοῦ Κύρου. καὶ ἁπλῶς πίστιν ἐγγενᾷ τοῖς Βαβυλωνίοις στρατηγήσας ὑπὲρ Βαβυλωνίων καὶ ἀνελὼν πολλοὺς τοῦ Κύρου. συνθεὶς δὲ σύνθημα μετὰ τοῦ Κύρου ἡμέραν ὡρισμένην ἐν ᾗ δεῖ αὐτὸν προσβαλεῖν τῇ Βαβυλῶνι, ἐν ταύτῃ πείθει τοὺς Βαβυλωνίους λαβεῖν τὰς κλεῖς τῶν πυλῶν. εἶτα λαβὼν ἤνοιξε καὶ εἰσήγαγε τοὺς Πέρσας. καὶ οὕτως ἐχειρώθη ἡ Βαβυλών. ταῦτα Ἡρόδοτος ἐν τῇ Τρίτῃ τῶν Ἱστοριῶν μέμνηται.
5.4.1
Τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Κύρου τοῦ Παρυσάτιδος. ἔστι δὲ αὕτη. Δαρεῖος ὁ μικρός, ὁ υἱὸς Ξέρξου, γεννᾷ ἐκ τῆς Παρυσάτιδος δύο υἱούς, Κῦρον καὶ Ἀρταξέρξην. ἀποθανόντος δὲ τοῦ Δαρείου, ἠμφισβήτουν οἱ δύο περὶ τῆς βασιλείας. καὶ τὸν μὲν Ἀρταξέρξην ὡς πρεσβύτερον ἦγεν ὁ χρόνος ἐπὶ τὸ βασιλεῦσαι· τὸν δὲ Κῦρον ὡς νεώτερον καὶ φιλούμενον ἡ μήτηρ προεβάλλετο. ἐπικρατεῖ δὲ ὁ Ἀρταξέρξης διὰ τὸν χρόνον, καὶ βασιλεύει αὐτός. ὁ οὖν Κῦρος μὴ θέλων ὑπείκειν τῷ Ἀρταξέρξῃ αἰτεῖ τὸν ἴδιον ἀδελφὸν δοῦναι αὐτῷ τὴν τῆς Ἀσίας σατραπείαν οἷον ἐπαρχότητα. ὁ δὲ λαβὼν κατῆλθε περὶ τὴν Ἰωνίαν. κἀκεῖσε καθεζόμενος εἰς ἔννοιαν ἐλθὼν πάλιν τῆς βασιλείας, καὶ ὑποπείσας Λακεδαιμονίων ἄνδρας τινὰς καὶ ἄλλους Ἕλληνας ὡς μυρίους, πείθει αὐτοὺς συνακολουθεῖν αὐτῷ. καὶ τούτων συνακολουθούντων ἀνῆλθεν ἄχρι Περσίδος. καὶ συμβολῆς γενομένης μεταξὺ τῶν Ἀρταξέρξου καὶ τῶν Κύρου, νικῶσιν οἱ Κύρου καὶ ταῦτα ὄντες πολὺ ἐλάχιστοι πρὸς τὴν Ἀρταξέρξου στρατιάν. οἱ γὰρ Ἕλληνες ᾔδεισαν καλῶς παρατάττεσθαι, καὶ ὀλίγοι ὄντες τέχνῃ ἐνίκων τοὺς πολλούς. ὁ οὖν Κῦρος ἐπαρθεὶς τῇ πρὸς ὀλίγον νίκῃ ἐφορμᾷ ἀπὸ τῆς αὐτοῦ φάλαγγος ἐπὶ τὴν φάλαγγα Ἀρταξέρξου ὡς δῆθεν αὐτὸν τὸν Ἀρταξέρξην κατασφάξων, καὶ διαφθείρεται μόνος ὤν. καὶ οὕτω τελευτᾷ μὴ βασιλεύσας. ταῦτα Ξενοφῶν ἐν ταῖς Ἑλληνικαῖς μέμνηται.
5.5.1
Πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Σαμίων τυραννίδος. ἔστι δὲ αὕτη. Ἱστιαῖος Σάμιος μὲν ἦν τὸ γένος, φίλος δὲ γενόμενος Δαρείου τοῦ Περσῶν βασιλέως, ἐλήφθη ὑπ' αὐτοῦ ἐν Περσίδι. ἐκεῖ δὲ διαιτώμενος, ἐπεθύμει ἰδεῖν τὴν οἰκείαν πατρίδα. μὴ ἀπολυόμενος δέ, γράφει τῷ ἰδίῳ ἀνεψιῷ, τῷ Ἀρισταγόρᾳ, μελετῆσαι ἀπόστασιν. καὶ πείθει καί τινας τῶν Ἰώνων ἀποστῆναι. γράφει δὲ οὕτως· λαβὼν πιστὸν οἰκέτην καὶ τούτου τὴν κεφαλὴν ξυρήσας, ἐγχαράττει τῇ κεφαλῇ ὃ ἐβούλετο δηλῶσαι. εἶτα τὴν χάραξιν μελάνας ἀφίει ἀνενεγκεῖν τὰς τρίχας. καὶ μετὰ τὸ κομάσαι αὐτὸν ἀποπέμπει, λέγων τῷ οἰκέτῃ πάλιν ἐκεῖσε ἀποξυρηθῆναι ἵνα ἀναγνῷ Ἀρισταγόρας τὰ γράμματα. Ἀναγνοὺς τοίνυν ὁ Ἀρισταγόρας καὶ μαθών, ἐποίησε τὴν ἀπόστασιν σχεδὸν πάντων τῶν Ἰώνων. εἶτα μανθάνει ἐν Περ σίδι ὁ βασιλεύς, καὶ σύμβουλος γίνεται τῷ Ἱστιαίῳ ὡς Ἕλληνι τί δεῖ ποιῆσαι. καὶ συμβουλεύεται παρὰ τοῦ Ἱστιαίου αὐτὸν πέμψαι εἰς τὴν Ἀσίαν, ὡς ἱκανὸν ὄντα διαλῦσαι τὰ περὶ τῆς ἀποστάσεως. ἐλθὼν οὖν ὁ Ἱστιαῖος ἐν τῇ Ἀσίᾳ καὶ ὡς ὕποπτος γενόμενος ὅλου τοῦ πράγματος, παρὰ τοῦ Ἀρταφέρνου τοῦ ὑπάρχου Σάρδεων ἤκουσε ταῦτα· Τοῦτο τὸ ὑπόδημα ἔρραψε μὲν Ἱστιαῖος, ὑπεδήσατο δὲ Ἀρισταγόρας. ὑπόδημα δὲ τὴν ὅλην κατασκευὴν ἔλεγεν. ταῦτα Ἡρόδοτος λέγει ἐν τῇ Ἕκτῃ.
5.6.1
Ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τῶν ἑκατονταχειρῶν. Αὕτη δὲ ἡμῖν εἴρηται ἐν ταῖς ἱστορίαις τοῦ Πρώτου Λόγου, ὅτι γεγόνασι δύο τινές, ὁ Κόττος καὶ ὁ Βριάρεως, ἔχοντες ἑκατὸν χεῖρας. καὶ οὗτοι μετὰ τῶν θεῶν ἐπολέμησαν πρὸς τοὺς Γίγαντας.
5.7.1
Ἑβδόμη ἐστὶν ἱστορία ἡ κατὰ τὰς ἀμπώτιδας. ἔστι δὲ αὕτη. Ἄμπωτις, ὡς ἤδη ἡμῖν εἴρηται, ἐναντία ἐστὶ τῇ ῥαχίᾳ. ταῦτα δὲ πάθη ἐστὶ θαλάσσης στενῆς περικλειομένης ἢ ὑπὸ νήσων ἢ ὑπὸ γαιῶν. ἄμπωτις δέ ἐστιν οἱονεὶ ἀνάποσις καὶ ἀναρρόφησις, ὑποστελλομένου τοῦ ὕδατος εἰς μυχούς τινας τῆς ὑποκειμένης γῆς, καὶ μετ' ὀλίγον πάλιν ἐκφοιτῶντος τοῦ ὕδατος. τὸ μὲν οὖν ὑποσταλῆναι τὸ ὕδωρ ἔσω εἰς τὰ κοῖλα τῆς γῆς λέγεται ἄμπωτις, τὸ δὲ πάλιν ἐκρεῦσαι τοῦτο καλεῖται ῥαχία. λέγεται τοῦτο πολλάκις γίνεσθαι τῆς ἡμέρας, μάλιστα ἐὰν πνῇ ἄνεμος, πάσχειν δὲ τὸ πάθος τοῦτο τὸν Εὔριπον, τὸν περὶ τὴν Ἑλλάδα, διὸ καὶ Εὔριπος, οἱονεὶ ὁ εὔτρεπτος καὶ εὐχερῶς περιπίπτων. εἰς τοῦτον λέγεται Ἀριστοτέλης ἑαυτὸν ῥίψαι. εἴρηται δὲ ἡμῖν τοῦτο καὶ ἐν τῷ Πρώτῳ Λόγῳ.
5.8.1
Ὀγδόη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἠλυσίου πεδίου καὶ τοῦ Ῥαδαμάνθυος. Ὥσπερ ὁ Χριστιανικὸς λόγος ὑπογράφει τινὰ εἶναι παράδεισον, οὕτω καὶ οἱ Ἕλληνες ὑπογράφουσί τινα χῶρον, ὃν καλοῦσι Μακάρων νήσους. καλοῦσι δὲ αὐτὸν Ἠλύσιον πεδίον παρὰ τὸ ἐλεύσεσθαι ἐκεῖσε τοὺς ἀγαθόν τι βεβιωκότας. Ὁ δὲ Ῥαδάμανθυς λέγεται υἱὸς γεγονέναι τοῦ Διός, ὃς ἔχει τὴν δικαστικὴν ἀξίαν. λέγεται οὖν ὅτι οὗτος δικάζει τοῖς ἐν Ἅιδου, καὶ τοὺς μὲν ἀξίους κολάσεως πέμπει παρὰ τὸν Κωκυτὸν καὶ τὸν Πυριφλεγέθοντα, τοὺς δὲ ἀγαθὰ ἐργασαμένους πέμπει παρὰ τὰς Μακάρων νήσους.
5.9.1
Ἐνάτη ἐστὶν ἱστορία ἐν ᾗ λέγει πολὺ τὸ Ἑταῖρε προπίνων καὶ λαρυγγίζων. ἔστι δὲ αὕτη. Ὁ Πλάτων καὶ πάντες οἱ φιλόσοφοι τοὺς γνησίους ἐραστὰς τῶν λόγων ἑταίρους καλοῦσιν, οἱονεὶ φίλους. ὁ οὖν Ἰουλιανὸς ὡς φιλοσοφήσας, οὐκ ἀπηυθαδιάζετο τῇ βασιλείᾳ, ἀλλ' ἐμιμεῖτο δῆθεν Πλάτωνα καὶ τοὺς ἄλλους, ἑταίρους πάντας καλῶν. καὶ πολὺ τοῦτο τὸ ὄνομα ἐν ταῖς συνουσίαις αὐτοῦ ἦν. Τὸ δὲ προπίνων τοῦτο ἔστι. πάντες οἱ ἀρχαῖοι βασιλεῖς ἐπιτελοῦντες ἑορτὴν πάνδημον, ἐν φιάλαις χρυσαῖς ἢ ἀργυραῖς κιρνωμέναις ἐδέχοντο μὲν παρὰ τοῦ οἰνοχόου† αὐτοί, ἀπέπινον δὲ μικρὸν ἐκ τῆς κύλικος, ὡς συμβόλου ὄντος τούτου φιλίας πολλῆς, καὶ τότε παρεῖχεν ᾧ ἂν ἐβούλετο, χαριζόμενος καὶ τὴν κύλικα. καὶ ἐκαλεῖτο μὲν αὐτὸ τοῦτο προπίνειν, ἡ δὲ ἡμέρα, φιλοτησία. Τὸ δὲ λαρυγγίζειν μίμησίς ἐστι φωνῆς, ὅταν τις ἐπιτερπόμενος οἷς λέγει ἐπιβήσσει πῶς τῇ φωνῇ καὶ στενοῖ αὐτήν, ὥστε δοκεῖν ἐν τῷ λάρυγγι αὐτὴν παρακατέχεσθαι.
5.10.1
δεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Ἀθηνᾶν καὶ τοὺς αὐλούς. ἔστι δὲ αὕτη. Ἀθηνᾶ ποτε τοὺς αὐλοὺς λαβοῦσα καὶ αὐλοῦσα παρῆλθε ποταμόν. θεασαμένη δὲ ἐν τῷ ὕδατι τὴν ἑαυτῆς σκιὰν πεφυσημένας ἔχουσαν τὰς γνάθους, καὶ ἀπρεποῦς ἐκ τούτου φαινομένης αὐτῆς, ἔρριψε τοὺς αὐλοὺς ὡς ἀμορφίας αἰτίους. ἐν γὰρ τῷ αὐλεῖν τὸ πνεῦμα ἐξογκοῖ τὰς γνάθους, καὶ ἀμόρφους ποιεῖ τοὺς αὐλοῦντας. τούτους τοὺς ῥιφθέντας αὐλοὺς λέγεται Μαρσύας εὑρηκέναι καὶ ἐρίσαι τῷ Ἀπόλλωνι, καὶ ἡττηθῆναι καὶ ἐκδαρῆναι παρὰ τὸν ποταμόν, ἐξ οὗ Μαρσύας ὁ ποταμὸς λέγεται.
5.11.1
Ἑνδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν λίχνων δαιμόνων. Ἔστι δὲ σαφὲς ὅτι πάντες οἱ δαίμονες κνίσαις χαίροντες, λίχνοι εἰσί. μάλιστα δὲ κωμῳδεῖται ὁ Ἑρμῆς, διὸ λέγεται Δειλακρίων, ὡς κρεαδίων ἐπιδεικνυμένων αὐτῷ κατερχομένῳ εἰς τὰ κρέα. ἀπατηλοὶ δὲ διὰ πάντα, ἐξαιρέτως δὲ διὰ τὸν Ἀπόλλωνα ὅτι ἀπατηλοὺς ἔλεγε χρησμούς.
5.12.1
Δωδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Τριπτολέμων καὶ τῶν Κελεῶν καὶ τῶν δρακόντων. Εἴρηται δὲ ἡμῖν ταῦτα καὶ ἐν τῷ Πρώτῳ Λόγῳ ὅτι Τριπτόλεμος καὶ Κελεὸς παρὰ τῆς Δήμητρος λαβόντες τὰ σπέρματα, οἷον σῖτον καὶ κριθήν, καὶ πτερωτὸν ἅρμα δρακόντων ἔχοντες, περιῄεσαν ἀνὰ πᾶσαν τὴν γῆν παρέχοντες τὸν σῖτον ἐπὶ τὸ σπείρειν καὶ γεωργεῖν.
5.13.1
Τρισκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ θεολόγου Ὀρφέως. εἴρηται δὲ ἡμῖν καὶ αὕτη, ὅμως δὲ νῦν εἰρήσεται. Ὁ Ὀρφεὺς Θρᾷξ ὢν τὸ γένος ἐκαθάριζε καταθέλγων, ὡς λέγεται, καὶ τὰ ἄψυχα. τούτου φέρονται ποιήματα ἐν οἷς δῆθεν θεολογεῖ διὰ μυθικῶν συμβόλων, σειράς τε θεῶν καὶ μέτρα οὐσιῶν καὶ πράξεις θεῶν καὶ ἐνεργείας εἰσάγων. τοὺς δὲ μύθους τούτους πλάττει Ὀρφεὺς καὶ ἀσχημονέστερον καὶ ἀσελγέστερον καὶ βιαιότερον.
5.14.1
Τεσσαρεσκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ μηκέτι φθέγγεσθαι δρῦν, μήτε μαντεύεσθαι τὸν λέβητα. ἔστι δὲ αὕτη. Δωδώνη πόλις ἐστὶν ἐν τῇ Ἠπείρῳ κειμένη, ἐν ᾗ ἵστατο δρῦς ἱερὰ τοῦ Διός. καὶ ἐν ταύτῃ ἦν μαντεῖον, γυναικῶν οὔσων τῶν προφητίδων. καὶ εἰσῄεσαν οἱ μαντευόμενοι παρὰ τὴν δρῦν καὶ ἐκινεῖτο ἡ δρῦς δῆθεν. καὶ λοιπὸν ἐφθέγγοντο αἱ γυναῖκες λέγουσαι ὅτι Τάδε λέγει ὁ Ζεύς. Τὸ δὲ περὶ τοῦ λέβητος τοιοῦτόν ἐστιν. ἐν τῇ Δωδώνῃ ἦν καὶ τὰ περὶ τοῦ λέβητος· λέγεται δὲ τοιοῦτόν τι εἶναι. ἐν τῇ Δωδώνῃ λέγεται ὅτι ἐν ὕψει τινὶ ἵστατο ἀνδριὰς βαστάζων ῥάβδον, καὶ παρ' αὐτὸν λέβης τις ἵστατο. οἱ οὖν μαντευόμενοι ἤρχοντο παρὰ τὸν τόπον τοῦτον καὶ ηὔχοντο. ὅτε οὖν ἤθελε χρησμῳδῆσαι αὐτοῖς ὁ θεός, ὁ ἀνδριὰς ἐκεῖνος ἔπαιε τῇ ῥάβδῳ τὸν λέβητα. εἶτα ἤχει ὁ λέβης, καὶ ἐκ τοῦ λέβητος ἦχός τις ἀπετελεῖτο ἐναρμόνιος. καὶ ἐνεφοροῦντο αἱ προφήτιδες, καὶ ἔλεγον ἃ αὐταῖς ὁ δαίμων ἐνέβαλλεν.
5.15.1
Πεντεκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Πυθίας. ἔστι δὲ αὕτη. Φωκὶς χώρα ἐν τῇ Ἑλλάδι. ἐν ταύτῃ ἐστὶ πόλις καλουμένη Δελφοί. ἐν τῇ πόλει ταύτῃ ἐστὶν ἱερὸν τοῦ Ἀπόλλωνος, ὃ καλεῖται Πυθώ. ἐν τούτῳ τῷ ἱερῷ ἦν ὁ τρίπους καὶ αἱ ψῆφοι αἱ μαντικαί. καὶ αἱ μὲν μαντικαὶ ψῆφοι ἦσαν ἐν τῇ φιάλῃ τοῦ τρίποδος. ἡνίκα οὖν ὁ μαντευόμενος ἠρώτα περὶ τῆς μαντείας, αἱ ψῆφοι ἥλλοντο καὶ ἐκινοῦντο ἐν αὐταῖς. τότε οὖν ἡ μάντις ἐνεφορεῖτο καὶ ἔλεγεν ἃ ἤθελεν ὁ Ἀπόλλων. ἐκαλεῖτο δὲ ἡ προφῆτις Πυθία. πληροῦσθαι δὲ ἐνταῦθα εἶπεν αὐτὴν καὶ ἐμφορεῖσθαι καὶ ἐνθουσιάζεσθαι.
5.16.1
Ἑξκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Κασταλίας. ἔστι δὲ αὕτη. Πηγή ἐστιν ἐν Ἀντιοχείᾳ ἐν ᾗ λέγεται τὸν Ἀπόλλωνα παρεδρεύειν, καὶ μαντείας καὶ χρησμοὺς τοῖς ἐρχομένοις περὶ τὸ ὕδωρ λέγεσθαι. λέγεται δὲ ὅτι, ἡνίκα ἐμαντεύετό τις, αὔρας καὶ πνοὰς τὸ ὕδωρ ἀνεδίδου. καὶ ἀναδιδομένων τῶν τοιούτων πνευμάτων, οἱ ἱερεῖς οἱ περὶ τὴν πηγὴν ἔλεγον ἃ ἤθελεν ὁ δαίμων.
5.17.1
Ἑπτακαιδεκάτη ἐστὶν ἱστορία ἡ Πάλιν ἀνδριὰς ἄφωνος. Περὶ τούτου τοίνυν τοῦ ἀνδριάντος, ποῦ τε ἵστατο καὶ πῶς ἐφθέγγετο, ἡμεῖς οὐχ ἱστορήσαμεν. δεῖ δὲ νομίζειν εἶναι τὸν ἀνδριάντα τὸν ἐν Δελφοῖς, καὶ αὐτὸν τὸ τηνικάδε φωνὴν† ἔναρθρον ἀπολύοντα. εἰδέναι γὰρ χρὴ ὅτι αἱ τῶν δαιμόνων φωναὶ ἄναρθροί εἰσι διὰ τὸ μὴ ἔχειν ὄργανα φωνητικά, ὅπως διατυπώσωσι τὴν ἐξερχομένην φωνήν.
5.18.1
Ὀκτωκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Δάφνης. ἔστι δὲ μυθευόμενος λόγος οὗτος. Δάφνη, φησί, κόρη ὑπῆρχεν ἐκ Λάδωνος τοῦ ποταμοῦ καὶ Γῆς τὴν γένεσιν εὐτυχήσασα. αὕτη, φησί, περικαλλής τε οὖσα τῷ εἴδει καὶ ὡραϊζομένη ταῖς ὄψεσιν, εἰς ἔρωτα ἐκίνησε τὸν Ἀπόλλωνα. ὁ δὲ Ἀπόλλων, φησί, κινούμενος ἐκ τοῦ ἔρωτος, ἐπεδίωκε τὴν Δάφνην, εἴ πως ἰσχύσει συγγενέσθαι τῇ κόρῃ. ἡ οὖν κόρη, τὴν παρθενίαν ἐθέλουσα φυλάξαι, τῇ οἰκείᾳ μητρὶ τῇ Γῇ προσηύξατο βοηθῆσαι αὐτῇ. ἡ δὲ Γῆ διανοίξασα τοὺς ἑαυτῆς κόλπους ἐδέξατο τὴν παῖδα· καὶ ψυχαγωγῆσαι θέλουσα τὸν θεόν, φυτὸν ἀνῆκεν ὁμώνυμον τῇ κόρῃ, ὃ λαβὼν ὁ Ἀπόλλων στέφεται παρὰ τὸν τρίποδα, ψυχαγωγούμενος ὑπὲρ τῆς ἐρωμένης αὐτῷ Δάφνης.
5.19.1
Ἐννεακαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Τὸν Διόνυσον εἶναι ἀνδρόγυνον. Λέγουσι καὶ τὰ ἀνδρῶν ποιεῖν καὶ τὰ γυναικῶν πάσχειν, καὶ τὰς Βάκχας περὶ αὐτὸν μαινάδας γενομένας ἐκβακχεύειν καὶ τοὺς Σατύρους καὶ τοὺς Σειληνοὺς ἐξορχουμένους περὶ αὐτόν. εἴπομεν δὲ πολλάκις ὡς ὅτι αὐτός ἐστιν ὁ τοῦ οἴνου, φησί, δημιουργὸς καὶ ἔφορος, καὶ ὅτι δέδωκε καὶ ταῖς γυναιξὶ καὶ τοῖς ἀνδράσιν. καὶ ἔπιον καὶ ἐμεθύσθησαν, καὶ μεθυσθέντες μετὰ τῶν γυναικῶν χορεύουσι περὶ αὐτόν. τοὺς δὲ Σατύρους λέγουσιν εἶναι ποιμένας, ἄλλοι δὲ θείους τινὰς δαίμονας περὶ τὸν Διόνυσον. Περὶ τοῦ φαλλοῦ ἤδη εἰρήκαμεν ἐν τῷ Πρώτῳ Λόγῳ, ὅτι αἰδοῖον ἦν δερμάτινόν τι ὃ νῦν οἱ μῖμοι ἔχουσιν, ὃ καλοῦσι φαλητάριον. καὶ τοῦτο ἔχουσιν ἐν τοῖς Διονυσίοις, φοροῦντες ἐν παιγνίοις καὶ ἑορτάζουσιν, ἐν ᾧ τότε ἐτελοῦντο ἐκεῖνοι.
5.20.1
Εἰκοστή ἐστιν ἱστορία ἡ περὶ Σεμέλης καὶ τοῦ κεραυνοῦ. Σεμέλη Κάδμου ἦν θυγάτηρ. ταύτης ἠράσθη ὁ Ζεύς, καὶ συγγίνεται αὐτῇ. ἡ δὲ Ἥρα ζηλοτύπως φερομένη σχηματίζεται πρόσωπον τροφοῦ ἐγνωσμένης τῇ Σεμέλῃ, καὶ συμβουλεύει αὐτῇ τῇ Σεμέλῃ ὅτι Δεῖ αἰτῆσαι τὸν Δία συγγενέσθαι σοι ὥσπερ συγγίνεται τῇ Ἥρᾳ. συνεγένετο δὲ τῇ Ἥρᾳ ὁ Ζεὺς μετὰ βροντῶν καὶ κεραυνῶν. ταῦτα δὲ συνεβούλευσεν ἡ Ἥρα τῇ Σεμέλῃ ἵνα ἐρχομένου τοῦ Διὸς μετὰ κεραυνῶν πρὸς αὐτήν, ὡς θνητὴ καταφλεχθήσεται, καὶ μηκέτι ἔχοι τὴν ἀντίζηλον. ὃ δὴ καὶ γέγονε. τοῦ Διὸς γὰρ ἐλθόντος πάλιν πρὸς τὴν Σεμέλην, ᾔτησεν ἡ Σεμέλη οὕτως αὐτῇ συγγενέσθαι ὡς τῇ Ἥρᾳ. καὶ ὡς συγγίνεται αὐτῇ, κεραυνοῦται καὶ ἀπόλλυται ἡ Σεμέλη. καὶ τότε λαβὼν ὁ Ζεὺς τὸν Διόνυσον ἔμβρυον ὄντα ἔρραψεν ἐν τῷ ἑαυτοῦ μηρῷ. καὶ ὕστερον ἐν τῷ ἑβδόμῳ μηνὶ ἐλθὼν ὁ Ἑρμῆς ἀναπτύσσει τὸν μηρὸν τοῦ Διός. καὶ γεννᾶται, ὥς φασι, ὁ Διόνυσος. καὶ λαμβάνει αὐτὸν εἰς Νύσσαν τῆς Θρᾴκης, κἀκεῖ παρὰ τῶν Νυμφῶν γαλακτοτροφεῖται.
5.21.1
Εἰκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ ἀμφιγύου Ἡφαίστου. ἔστι δὲ αὕτη. Χωλὸς ἦν ὁ Ἥφαιστος, διὸ καὶ ἀμφιγύης· ἦν δὲ χαλκεὺς τὴν τέχνην. τούτου γυνὴ ἦν ἡ Ἀφροδίτη, καὶ αὐτὴν ἐμοιχεύετο ὁ Ἄρης. εὑρίσκει οὖν ὁ Ἥφαιστος τὴν μοιχείαν γενομένην, στήσας πάγας. θεὸν δὲ αὐτὸν λέγει κατῃθαλωμένον καὶ κεκαπνισμένον· αἰθάλη γὰρ εἶδος καπνοῦ παχυτέρου. ἐκεκάπνιστο δέ, ὡς χαλκεύς. κλυτοτέχνην δὲ αὐτὸν καλοῦσιν οἱ ποιηταί, ἐπειδὴ ἔνδοξον εἶχε τέχνην ταύτην τὴν χαλκευτικήν. Θερσίτην δὲ αὐτὸν Ὀλύμπιον καλεῖ διὰ τοιαύτην αἰτίαν· ὁ Ὅμηρος εἰσφέρει τινὰ ἄνθρωπον, Θερσίτην ὀνόματι, χωλὸν καὶ στραβὸν καὶ κυρτὸν καὶ μαδαρὸν καὶ προπετῆ. καί φησιν ὅτι οὗτος ἠκολούθει τῷ στρατοπέδῳ, οὐ διὰ τὸ πολεμεῖν ἀλλὰ διὰ τὸ γελᾶσθαι. ἐπεὶ οὖν ὁ Ἥφαιστος χωλὸς ἦν καὶ κεκαπνισμένος, λέγει αὐτὸν ὅτι ὡς Θερσίτης ἦν ὁ Ἥφαιστος ὑμῶν. Ὀλύμπιον δὲ αὐτὸν εἶπεν, οἱονεὶ οὐράνιον. Ὄλυμπος γὰρ ὁ οὐρανός. Θερσίτης οὖν Ὀλύμπιος καὶ χωλὸς καὶ προπετὴς ὑμῶν θεός. Τὸ δὲ Δεσμώτης Ἄρης διὰ μοιχείαν, τῆς αὐτῆς ἐξήρτηται ἱστορίας. μοιχεύων γὰρ ὁ Ἄρης τὴν Ἀφροδίτην ἐδέθη ταῖς πάγαις ὑπὸ τοῦ Ἡφαίστου. τὸ δὲ Μετὰ τοῦ Δείμου καὶ τοῦ Φόβου καὶ τοῦ Κυδοιμοῦ λέγει, ὅτι οὗτοι θεράποντες λέγονται εἶναι τοῦ Ἄρεως, υἱοὶ δὲ τοῦ Πολέμου, καὶ ὅτι καὶ οὗτοι συμπεπόνθασι τῷ Ἄρει, καὶ ὅτι ὁ Ἥφαιστος οὐκ ἐφοβήθη τὸν Φόβον καὶ τὸν Δεῖμον καὶ τὸν Κυδοιμόν. τραυματίαν δὲ λέγει τὸν Ἄρεα, ἐπειδὴ ἐτρώθη ὑπὸ τοῦ Διομήδους, προπετευόμενος ἐν τῷ πολέμῳ. Καὶ ἡ περὶ τῆς Ἀφροδίτης ἱστορία ἐξήρτηται, ὅτι πόρνη ἦν· ἐμοιχεύθη γὰρ ὑπὸ τοῦ Ἄρεως. καὶ ὅτι καὶ τῆς μίξεως αὐτὴν λέγουσιν ἔφορον εἶναι οἱ Ἕλληνες, διὰ τοῦτο εἶπον αὐτὴν ὑπηρέτιν.
5.22.1
Εἰκοστὴ δευτέρα ἐστὶν ἱστορία πῶς ἡ Ἀθηνᾶ παρθένος οὖσα τίκτει δράκοντα. ἔστι δὲ αὕτη. Ὁ Ζεὺς βουλόμενος ἀποκυῆσαι ἐκ τοῦ ἐγκεφάλου αὐτοῦ τὴν Ἀθηνᾶν, ἐδεῖτο συνεργοῦ τοῦ λαβόντος καὶ πλήξαντος τὴν κεφαλὴν ἵνα ἀποκυηθείη. καὶ λόγους προσφέρει τῷ Ἡφαίστῳ περὶ τούτου. ὁ δὲ Ἥφαιστος οὐκ ἄλλως εἵλετο σχίσαι τὴν κεφαλὴν τοῦ Διός, εἰ μὴ τὴν γεννωμένην ἀποπαρθενεύσῃ· καὶ ἠνέσχετο ὁ Ζεύς. λαβὼν οὖν ὁ Ἥφαιστος τὸν βουπλῆγα, τέμνει τὴν κεφαλὴν τοῦ Διός. καὶ ἐξέρχεται ἡ Ἀθηνᾶ, καὶ ἐπεδίωκεν αὐτὴν ὁ Ἥφαιστος, ἵνα αὐτῇ συγγένηται. καὶ ἐπιδιώκων ἀπεσπέρμηνεν εἰς τὸν μηρὸν τῆς Ἀθηνᾶς. ἡ δὲ Ἀθηνᾶ λαβοῦσα ἔριον ἐξέμαξε τὸ σπέρμα, καὶ ἔρριψεν ἐν τῇ γῇ. καὶ ἐγίνετο ἐκ τῆς γῆς καὶ τοῦ ἐρίου ἄνθρωπος δρακοντόπους, ὃς ἐκαλεῖτο Ἐριχθόνιος, ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονὸς λαβὼν τὸ ὄνομα.
5.23.1
Εἰκοστὴ τρίτη ἐστὶν ἱστορία ὅτι Ὁ Ἡρακλῆς μαίνεται. ἔστι δὲ αὕτη. Μεγάρη οὕτω καλουμένη, Κρέοντος τοῦ Θηβῶν βασιλέως θυγάτηρ, ἐγαμήθη τῷ Ἡρακλεῖ. καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς. ἡ δὲ Ἥρα, ἀπεχθῶς ἔχουσα πρὸς τὸν Ἡρακλέα διὰ πολλά, ἐνέβαλεν αὐτῷ μανίαν. καὶ μανεὶς ἀπέκτεινε τὰ ἑαυτοῦ τέκνα τὰ ἐκ τῆς Μεγάρης.
5.24.1
Εἰκοστὴ τετάρτη ἐστὶν ἱστορία, πῶς ὁ Ζεὺς δι' ἀσέλγειαν πάντα γίνεται. ἔστι δὲ αὕτη. Λέγεται ὁ Ζεὺς ἐρασθεὶς τῆς Δανάης γενέσθαι χρυσὸς καὶ ῥυῆναι καὶ οὕτως αὐτῇ συγγενέσθαι. ὁμοίως ἐρασθεὶς καὶ Γανυμήδους, ἀετὸς ἐγένετο· ἐρασθεὶς δὲ Εὐρώπης, βοῦς ἐγένετο, Λήδας δὲ καὶ Νεμέσεως, κύκνος. καὶ οὕτως ἀεὶ μετεβάλλετο, πάντα γινόμενος δι' ἀκαθαρσίαν, ὁ παρ' αὐτοῖς ἐξοχώτατος θεός, καὶ πάντας τοὺς ἄλλους θεοὺς ἀνέλκων εἰς οὐρανούς.
5.25.1
Εἰκοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ τάφου τοῦ Διὸς ἐν Κρήτῃ. ἔστι δὲ αὕτη. Λέγεται ὁ Ζεὺς ἐκεῖ τραφῆναι ἐν τῇ Κρήτῃ καὶ ἀποθανεῖν, καὶ εἶναι τάφον ἐν ᾧ ἐπιγέγραπται κεῖσθαι ἐκεῖσε τὸν Δία, καὶ εἶναι ἔλεγχον τοῦτο κατὰ τῶν λεγόντων τὸν Δία θεόν. ἐλέγχονται γὰρ ὅτι ἄνθρωπος ἦν καὶ τέθνηκε καὶ κεῖται ἐν τῇ Κρήτῃ.
5.26.1
Εἰκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Κερδῴου θεοῦ. Καὶ εἴρηται μὲν καὶ ἐν τῷ Πρώτῳ Λόγῳ, καὶ νῦν δὲ ῥηθήσεται, ὅτι τὸν Ἑρμῆν οἱ Ἕλληνες ἔφορον ἔλεγον εἶναι τοῦ κέρδους, διὸ καὶ μαρσίππιον αὐτὸν ποιοῦσι βαστάζειν, καὶ ἔφορον τοῦ λόγου καὶ τῆς κλοπῆς. καλοῦσιν οὖν αὐτὸν Κερδῷον καὶ Λόγιον καὶ Ἄγγελον καὶ Κλῶπα καὶ εἴ τι τοιοῦτο.
5.27.1
Εἰκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τῆς τιμῆς τῶν Αἰγυπτίων τῆς γινομένης τῷ Νείλῳ. Περὶ δὲ ταύτης Ἡρόδοτος οὐδὲν λέγει· ἀνέγνων δὲ παρ' Ἀρισταινέτῳ τῷ ἱστορικῷ, ὃς ἱστορεῖ ὅτι ἑορτάζουσιν Αἰγύπτιοι τῷ Νείλῳ ἑορτὴν πανδημεὶ πάντες καὶ πᾶσαι ἐρχόμενοι περὶ τὰ θέατρα τῶν πόλεων, κἀκεῖσε θοινῶνται ἕκαστος ὃ ἔχει καὶ ἑκάστη ὃ ἔχει. χορούς τε συστησάμενοι ᾄδουσι τῷ Νείλῳ ᾠδὰς ἃς τῷ Διὶ ᾄδουσιν ὡς τοῦ Νείλου τὸ τοῦ Διὸς ἔργον ποιοῦντος καὶ ἄρδοντος τὴν χώραν. ἀνδρογύνων δὲ δοκεῖ λέγειν τιμὰς τὸ πανδημεὶ τοὺς ἄρρενας μετὰ τῶν γυναικῶν ἐκβακχεύεσθαι καὶ πολλάκις ὡς ἐν μέθῃ καὶ ἀσελγαίνειν.
5.28.1
Εἰκοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ κατὰ τὰς Ἴσεις καὶ τοὺς Μένδητας. ἔστι δὲ αὕτη. Ἡ Ἶσις τιμᾶται παρὰ τοῖς Αἰγυπτίοις, καὶ μεγάλως τιμᾶται. λέγεται δὲ αὕτη εἶναι ἡ Ἰώ, ἡ ἁρπασθεῖσα παρὰ τοῦ Διὸς ἐκ τοῦ Ἄργους καὶ μεταβληθεῖσα εἰς βοῦν. κέρατα γὰρ περὶ τὴν κεφαλὴν ποιοῦσιν τοῦ ἀγάλματος. ὡς εἶπον δέ, τῶν πάνυ τιμωμένων ἦν παρ' Αἰγυπτίοις. Ἡ δὲ περὶ τοὺς Μενδησίους ἐστὶν αὕτη. τὸν Πᾶνα Μένδητα καλοῦσιν οἱ Αἰγύπτιοι διὰ τὸ καὶ τὸν τράγον μένδητα καλεῖν. ὁδὲ Πὰν τραγοπρόσωπός ἐστι. σέβονται οὖν οὕτω τὸν Μένδητα τοῦτον, ἤτοι τὸν Πᾶνα, ὥστε μήδε γεύεσθαι αἰγῶν διὰ τὸ τὸ εἶδος τῶν αἰγῶν ἔχειν τὸν αὐτῶν θεόν. Οἱ δὲ Ἄπιδες βοῦς εἰσι τιμώμενοι παρὰ τοῖς Αἰγυπτίοις. ἐτίκτοντο δὲ οὗτοι καθαροί τινες ἐν τῷ πρὶν χρόνῳ, καὶ σημεῖον εἶχόν τι, ὃ ἐδήλου αὐτοὺς εἶναι Ἄπιδας. ἐγεννῶντο δὲ διὰ χρόνου πολλοῦ. ἐπὰν δὲ ἐγεννήθη, ἑορτὴν μεγάλην ἦγον οἱ Αἰγύπτιοι καὶ ἱερεῖς τινες περὶ τὸν γεννηθέντα βοῦν, οἵτινες ἱεροῦντο τούτῳ τῷ βοΐ. Τὸ δὲ γράφειν θηρία ἀλλόκοτα καὶ σύνθετα, τοῦτο λέγει ὃ καὶ εἶδον ἐγὼ κατὰ τὴν Ἀλεξάνδρειαν, ἀγαλμάτια μικρὰ ἔχοντα κεφαλὴν κυνός, καὶ παραφυομένην κεφαλὴν ἕτεραν αἰλούρου καὶ ἕτεραν ἱέρακος. καὶ ἐσέβοντο ταῦτα οἱ Ἕλληνες, καὶ ἐν εἰκόσιν ἐνέγραφον. οὐ μόνον δὲ τοιαύτην φύσιν ἐνέγραφον, ἀλλὰ καὶ ἄλλα θηρία ἄμορφά τινα ἃ ἐσέβοντο οἱ Αἰγύπτιοι.
5.29.1
Εἰκοστὴ ἐνατή ἐστιν ἱστορία ἡ περὶ τὸν Πᾶνα καὶ τὸν Πρίαπον. ἡ περὶ τὸν Πᾶνα ἱστορία αὕτη ἐστίν. Λέγεται ὅτι ὅτε οἱ μνηστῆρες τῇ Πηνελόπῃ, τῇ τοῦ Ὀδυσσέως γυναικί, παρέμενον, συνεμίγησαν αὐτῇ πάντες, καὶ ἐγεννήθη ὁ Πάν. Πὰν δὲ ἐκλήθη ἐπειδὴ ἀπὸ πάντων τῶν μνηστήρων συνελήφθη. λέγουσι δὲ Αἰγύπτιοι αὐτῆς τῆς μίξεως εἶναι ἔφορον τὸν Πᾶνα, ἔνθεν καὶ τραγοσκελῆ αὐτὸν ποιοῦσι, διὰ τὸ κατωφερῆ εἶναι τὸν τράγον, ὃν καλοῦσιν Αἰγύπτιοι Μένδητα. Ἡ δὲ περὶ τὸν Πρίαπόν ἐστιν αὕτη. λέγεται μετὰ τὸ ἀνελθεῖν τὴν Ἀφροδίτην ἐκ τῆς Αἰθιοπίας κάλλος ἀμέτρητον ἐπιφέρεσθαι, ὥστε καὶ αὐτὸν τὸν Δία ἐρασθῆναι αὐτῆς. καὶ συγγενόμενος αὐτῇ, ζῆλον ἄπειρον τῇ Ἥρᾳ κατέλιπεν. εὐθὺς οὖν ἡ Ἥρα τὸ μέλλον προσκοπήσασα, καὶ ὅτι ἤμελλε τὸ ἐκ ταύτης τικτόμενον βρέφος κάλλει ὑπερφέρον κατακρατῆσαι πάντων τῶν ἐκ Διὸς τεχθέντων, προλαβοῦσα ἥψατο τῆς κοιλίας τῆς Ἀφροδίτης, καὶ παρεσκεύασε τὸ βρέφος κακόσεμνον τεχθῆναι. τεχθέντος οὖν τοῦ βρέφους ἀμόρφου, καὶ ἑωρακυῖα ἡ μήτηρ ὅτι μέλλει τὸ τέχθεν πλεῖστον αὐτῇ ψόγον ἐπιφέρειν κακόπλαστον ὄν, λαβοῦσα ἔρριψεν εἰς ὄρος. περιτυχὼν δὲ τούτῳ τις ποιμὴν ἔλαβεν αὐτὸ καὶ ἀνέτρεφεν. καὶ ὡς πρὸς εὐκαρπίαν τῆς γῆς νομίσας εἶναι τὸ ἐκείνῳ ὑπάρχον πάθος (λέγω δὴ τὸ τοῦ αἰδοίου) λαβὼν ἱδρύσατο καὶ ἐτίμησε καὶ ὠνόμασε Πρίαπον, δηλῶν κατὰ τὴν τῶν Ἰταλῶν γλῶσσαν τὸν ἐκ πλάνης τοὺς ἐν πλάνῃ καὶ ἐρημίᾳ σῴζοντα. καὶ ἐξ ἐκείνου λέγεται παρὰ τοῖς ποιμέσι τιμᾶσθαι.
5.30.1
Τριακοστή ἐστιν ἱστορία ἡ περὶ τῶν κεκομμένων καὶ διεσπασμένων θεῶν. Ἐμοὶ δὲ δοκεῖ αὕτη περὶ τῶν Τιτάνων εἶναι καὶ τοῦ Διονύσου. ἔστι δὲ αὕτη. Περσεφόνη γεννᾷ τὸν Ζαγρέα Διόνυσον, ἐκ τοῦ Διὸς συλλαβοῦσα αὐτόν. τοῦτον γεννηθέντα οἱ Τιτᾶνες (δαιμονίων δὲ τάξεις αὗται) φθονήσαντες τῷ Διονύσῳ ὡς ἐκ τοῦ Διὸς ἔχοντι τὴν γένεσιν, διασπαράττουσιν αὐτόν. ἄλλοι δὲ λέγουσιν ὅτι καθ' ὑπόθεσιν τῆς Ἥρας διεσπάσθη ὑπὸ τῶν Τιτάνων ὁ Διόνυσος. Καὶ περὶ μὲν τῶν διεσπασμένων θεῶν ἐστιν αὕτη ἡ περὶ τοῦ Διονύσου· περὶ δὲ τῶν κεκομμένων οὐδεμία τις φαίνεται ἡμῖν ἱστορία, ἢ ἡ περὶ τῶν Γιγάντων. οὗτοι γὰρ πολεμεῖν ἐθέλοντες τοῖς θεοῖς, οἱ θεοὶ ἀντιστρατευσάμενοι ἐπολέμησαν καὶ κατέκοψαν αὐτούς, ὕστερον δὲ τοῦ Διὸς καὶ τὸν κεραυνὸν ἐπιπέμψαντος αὐτοῖς καὶ καταφλέξαντος αὐτούς.
5.31.1
Τριακοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Κωκυτοῦ καὶ τοῦ Πυριφλεγέθοντος. ἔστι δὲ αὕτη. Ὁ Πλάτων ἐν τῷ Φαίδωνι, λέγων περὶ τῶν λήξεων καὶ τῶν ἀποκληρώσεων τῶν ψυχῶν, λέγει ὅτι οἱ ἀδίκως βεβιωκότες κολάζονται ἐν τῷ Κωκυτῷ καὶ ἐν τῷ Πυριφλεγέθοντι καὶ ἐν τῷ Ταρτάρῳ. ποταμοὶ δὲ οὗτοί εἰσιν, ὁ μὲν Κωκυτὸς ψυχρότατος, ὁ δὲ Πυριφλεγέθων θερμότατος, ὁ δὲ Τάρταρος μέσος τις τόπος τοῦ παντός, ἐν ᾧ ἀνίμησίς ἐστιν ὑδάτων καὶ κατάποσις ὑδάτων ἄχρι τοῦ τέλματος τοῦ παντός, σκοτεινός τις καὶ ἀφεγγής. καὶ ὅτι ἐν τούτῳ τῷ τόπῳ κολάζονται οἱ ἄδικοι. ὁ δὲ Ἀχέρων καὶ αὐτὸς μέσος τις, ὃς καθαρσίῳ ἔοικε καὶ οὐχὶ κολαστηρίῳ, ῥύπτων καὶ σμήχων τὰ ἁμαρτήματα τῶν ἀνθρώπων.
5.32.1
Τριακοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ταντάλου καὶ τοῦ Τιτυοῦ καὶ τοῦ Ἰξίονος. ἔστι δὲ αὕτη. Ὁ μὲν Τάνταλος υἱὸς ἦν τοῦ Διός. οὗτος ἠξιώθη τῆς τραπέζης τῶν θεῶν, καὶ ἀξιωθεὶς ἐδημοσίευσε τὰ μυστήρια αὐτῶν, καὶ κολάζεται κόλασιν διὰ τοῦτο τοιάνδε. ἔστιν ἐν τοῖς ὑπὸ γῆν δικαιωτηρίοις, ἔχων πέτραν ἐπάνω αὐτοῦ καὶ κάτω ὕδωρ πολὺ καὶ βλαστήματα καρποφόρα· καὶ ἤρτηται ὁ λίθος κατ' αὐτοῦ. ἐὰν οὖν, φησί, θέλῃ πιεῖν ἐκ τοῦ παρακειμένου ὕδατος, πίπτει ἡ πέτρα ἐπάνω αὐτοῦ καὶ τιμωρεῖται αὐτόν. ἐκ τούτου φησὶν ὅτι λιμῷ καὶ δίψει τήκεται, ὁρῶν μὲν ἀφ' ὧν δεῖ φαγεῖν καὶ πιεῖν, μὴ δυνάμενος δὲ διὰ τὴν ἐπηρτημένην κατ' αὐτοῦ πέτραν. Ἡ δὲ περὶ τοῦ Τιτυοῦ ἐστιν αὕτη. Τιτυὸς ἠράσθη τῆς Λητοῦς καὶ ἐρασθεὶς ἐκράτησεν αὐτὴν ἀπὸ τοῦ κρηδέμνου. εἶτα Ἄρτεμις καὶ Ἀπόλλων, παῖδες ὄντες τῆς Λητοῦς, κατετόξευσαν αὐτὸν καὶ ἀνεῖλον. καὶ νῦν, φησίν, ἐν τῷ Ἅιδῃ ἔχει τὰ βέλη ἐμπεπαρμένα καὶ κολάζεται ἐκ τούτου. Ἡ δὲ περὶ τὸν Ἰξίονά ἐστιν αὕτη. Ἰξίων ἠράσθη τῆς Ἥρας. ἡ δὲ Ἥρα προσαγγέλλει τῷ Διί. ὁ δὲ Ζεὺς βουληθεὶς γνῶναι εἰ οὗτος ἐρᾷ αὐτῆς, ἐξομοιοῖ νεφέλην τῇ Ἥρᾳ, καὶ ἔστησεν. ὁ δὲ Ἰξίων νομίσας αὐτὴν εἶναι τὴν Ἥραν συμμίγνυται τῇ νεφέλῃ. καὶ ὀργισθεὶς ὁ Ζεὺς κολάζει αὐτὸν οὕτω· τροχῷ διατείνας αὐτὸν ἐποίησεν ἀεὶ φέρεσθαι τὸν τροχόν· καὶ ἔστιν οὗτος ἀεὶ ἀνακυκλούμενος καὶ καταφερόμενος, ταύτην τιννύων τιμωρίαν. Δίψει δὲ λέγει κολάζεσθαι τὸν Τάνταλον, ὡς εἴπομεν. Ἐπιγενείοις δὲ ὅτι εἰ ἥψατο τὸ γένειον αὐτοῦ τῆς λίμνης τοῦ ὕδατος, ἐξηραίνετο. οὐ μόνον δὲ τὸ ξηραίνεσθαι ἤρκει αὐτῷ πρὸς κόλασιν, ἀλλ' ὅτι καὶ τὴν πέτραν ὑπερκεῖσθαι αὐτοῦ καὶ καταπίπτειν ἐπάνω αὐτοῦ. τὸ δὲ Ῥοιζοῦσθαι τῷ τροχῷ, περὶ τοῦ Ἰξίονος λέγει. οὗτος γάρ ἐστιν ὁ διαταθεὶς τῷ τροχῷ καὶ κυλινδούμενος. ῥοιζοῦσθαί ἐστι τὸ τῇ βιαίᾳ φορᾷ φέρεσθαι τὸν τροχόν.
5.33.1
Τριακοστὴ τρίτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ κείρεσθαι τὸ ἧπαρ ὑπὸ τῶν ὀρνίθων. ἔστι δὲ ἡ περὶ τοῦ Προμηθέως αὕτη. Ὁ Προμηθεὺς οὗτος λέγεται κλέψαι τὸ πῦρ παρὰ τῶν θεῶν, καὶ ἐνεγκεῖν εἰς ἀνθρώπους, καὶ ὅτι περὶ τὰ κρέα τῆς θυσίας ἀπατήσας τὸν Δία, εἰς ὀργὰς ἐκίνησεν αὐτὸν διττάς. τοῦτον θέλων τιμωρήσασθαι, ἐποίησεν ἀετὸν κατεσθίειν αὐτοῦ τὸ ἧπαρ. καὶ τὴν μὲν ἡμέραν κατησθίετο τὸ ἧπαρ, τὴν δὲ νύκτα πάλιν ἀνεπληροῦτο. καὶ πάλιν ἤρχετο ὁ ἀετὸς καὶ ἤσθιεν αὐτό, ἕως οὗ ὁ Ἡρακλῆς ἐλθὼν ἐτόξευσε τὸ ὄρνεον τοῦτο.
5.34.1
Τριακοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Κυκλωπείου τιμῆς. Ὁ Κύκλωψ οὗτος λέγεται εἶναι ἥρως τις λῃστρικὸς καὶ ποιμήν, ὃς ᾤκει τὴν Σικελίαν, εἶχε δὲ ἕνα ὀφθαλμόν. τοῦ οὖν Ὀδυσσέως ἀποπλανηθέντος μετὰ τὸν Τρωϊκὸν πολεμὸν μετὰ τῶν ἑταίρων αὐτοῦ καὶ ἐλθόντος περὶ τὴν Σικελίαν, ὁ Κύκλωψ συνέλαβε καὶ αὐτὸν τὸν Ὀδυσσέα καὶ τοὺς ἑταίρους αὐτοῦ. καὶ τοὺς μὲν ἑταίρους αὐτοῦ πρώτους κατέφαγε, τὸν δὲ Ὀδυσσέα τηρήσας εἰς ὕστερον καταφαγεῖν οὐκ ἴσχυσε, διαδράντος αὐτοῦ. διέδρασε δὲ μεθύσας τὸν Κύκλωπα καὶ τυφλώσας αὐτὸν, καὶ ὑπὸ τὸ ἔριον ἑνὸς κριοῦ κατακρεμάσας ἑαυτὸν καὶ ἐξελθών.
5.35.1
Τριακοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Ἡρακλέους στηλῶν. ἔστι δὲ αὕτη. Τοῦ Ἡρακλέους περὶ τὰ Γάδειρα ἐλθόντος, καὶ μηκέτι ἰσχύσαντος περαιτέρω ἀπελθεῖν, οὔτε γὰρ περάσαι ἴσχυσε τὸν Ὠκεανόν· τὰ γὰρ Γάδειρά ἐστιν ὥσπερ εἴσοδος ἀπὸ τοῦ Ὠκεανοῦ ἐπὶ τὴν δυτικὴν θάλασσαν· ἄχρι τῶν Γαδείρων γενόμενος, στήλας ἔλαβε παρὰ τῶν ἐνοικούντων τὸν τόπον, ὡς μέχρι τῶν ἐκεῖσε βατῆς οὔσης τῆς θαλάσσης καὶ τῆς γῆς, καὶ τὰ ἐπέκεινα οὐκέτι. καὶ ἀκούει ὁ τόπος Ἡρακλέους στῆλαι.
5.36.1
Τριακοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τὸν Ἀκταίωνα· ἐστὶ δὲ αὕτη· Ἀκταίων κυνηγέτης ἦν· οὗτος εἶδε γυμνὴν τὴν Ἄρτεμιν. Ἦν δὲ οὐ θεμιτὸν τὰς θεὰς τὰς παρθένους γυμνὰς ἰδεῖν. Ἡ οὖν Ἄρτεμις χολωθεῖσα ἐποίησε τοὺς κύνας μανῆναι τοὺς αὐτοῦ τοῦ Ἀκταίωνος καὶ ἀνελεῖν αὐτόν. Καὶ ἀνῃρέθη ὑπὸ τῶν ἰδίων κυνῶν ὁ Ἀκταίων.
5.37.1
Τριακοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ὠρίωνος· ἐστὶ δὲ αὕτη· Ὑριεύς τις Βοιωτίας βασιλεὺς ἦν. Οἱ δὲ θεοὶ βουληθέντες ἰδεῖν εἰ φιλόξενοί εἰσιν οἱ ἄνθρωποι, ἦλθον πρὸς αὐτὸν ὡς φιλοξενισθέντες ὑπ' αὐτοῦ. Ὁ δὲ ἐδέξατο αὐτοὺς καὶ ἔθυσε βοῦν καὶ ἐξένισεν αὐτούς. Ξενισθέντες οὖν καὶ ἐξερχόμενοι οἱ θεοὶ εἶδον τὴν βύρσαν τοῦ σφαγέντος βοὸς κειμένην κάτω· καὶ οὐρίσαντες εἰς αὐτὴν ἐποίησαν ἐξ αὐτοῦ τοῦ οὔρου καὶ τῆς βύρσης τὸν Ὠρίωνα. Οὗτος γενόμενος ἠράσθη τῆς Ἀρτέμιδος. Αὕτη δὲ σκορπίον ἀνῆκε κατ' αὐτοῦ καὶ κρουσθεὶς οὗτος ἐν τῷ σφυρῷ τέθνηκεν. Οἱ οὖν θεοὶ ἐλεήσαντες αὐτὸν δι' ἀστέρων ὑπεζωγράφησαν αὐτὸν ἐν τῷ οὐρανῷ μετὰ τοῦ Σκορπίου. Περὶ τοῦ φαλλοῦ τοῦ Ὀσίριδος ἤτοι Διονύσου διασπασθέντος ὑπὸ Τυφῶνος. Φασὶν ὡς ἡ τούτου ἀδελφὴ ἡ Ἴσις τὰ τούτου μέλη σὺν πόνῳ πολλῷ συλλέξασα, μόνον τὸ αἰδοῖον οὐχ εὗρε· τούτου χάριν εἰκόνα τοῦ αἰδοίου ποιήσασα, προσκυνεῖσθαι ὑπὸ πάντων ἐκέλευσε. γίνεται οὖν παρ' Ἕλλησιν ἑορτὴν τοῦ φαλλοῦ, ἣν προσηγόρευσαν Φαλλαγώγιαν.
5.38.1
Τριακοστὴ ὀγδόη ἡ περὶ τὸν Ἄδωνιν καὶ Ἀφροδίτην· Μύρρα Κινύρου τινὸς γέγονε θυγάτηρ. Αὕτη συνευνασθεῖσα τῷ ἰδίῳ πατρί, ἐπαιδοποίησεν ἐξ αὐτοῦ. Ἐγκαλυπτομένη δὲ καὶ τὸ ἄγος οὐ φέρουσα, τὸ τεχθὲν βρέφος εἰς ὄρος ἐξέθετο. Τοῦτο λαβοῦσαι αἱ λεγόμεναι νύμφαι, ἅστινας Ὀρειάδας καλοῦσιν, ἀνεθρέψαντο. Εὐειδὴς δὲ τὴν ὥραν οὗτος ἦν· γέγονε δὲ κυνηγός. Τούτου ἠράσθη ἡ Ἀφροδίτη, γύναιόν τι ἀκόλαστον. Ὃν ζηλοτυπήσας ὁ τούτου ἀντεραστὴς Ἄρης εἰς κάπρον μεταμορφωθείς, ἀνεῖλε τοῦτον. Ὠδύρετο δὲ ἡ Ἀφροδίτη καὶ ἀκράτῳ κατείχετο λύπῃ. Μὴ φέρουσα δὲ τὸν ἔρωτα κατελήλυθεν εἰς τὸν Αἵδην ζητοῦσα τὸν ἐρώμενον. Ἠξίου δὲ τὸν Πλούτωνα τὸν νέον αὐτῇ φιλοτιμήσασθαι. Ἐπεῖχε δὲ τῆς αὐτῆς ἡ τούτου γυνὴ Περσεφόνη, σφόδρα ἐχομένη τοῦ Ἀδώνιδος. Ὡς δ' ἐπέκειτο λιπαροῦσα ἡ Ἀφροδίτη, ἔδοξενὁποτέραις τὴν τούτου συνουσίαν μερίσασθαι, καὶ τὴν μὲν ἐπέτειον ἔχειν ὑπὲρ γῆς, τὴν δὲ ἐπέτειον ἐν τῷ Αἵδῃ. Τοῦτο οὖν ἀνύσασα ἡ Ἀφροδίτη δεδήλωκε τοῖς αὐτῆς θεραπευταῖς ἀναβεβιωκέναι τὸν Ἄδωνιν, ὅπως τοῦ τε θρήνου καὶ τῶν οἰμωγῶν καταλήξαντες, πανηγύρεις ἐπιτελοῖεν. Ἔθνος δέ ἐστιν Αἰθιόπων ἐπέκεινα, κομιδῇ τὸ γύναιον τοῦτο τὴν Ἀφροδίτην σεβόμενον. Οὗτοι οὖν ἐπιστολὰς γράφονται καὶ κεράμῳ ἐμβάλλοντες μετὰ τελεσμῶν τινων τῇ θαλάσσῃ ὑπεφίεσαν. Ὁ δὲ αὐτομάτως ἐν Βύβλῳ τῆς Παλαιστίνης ηὑρίσκετο καὶ τοῦτον τὸν κέραμον ὑποδεχόμενοι οἱ τῆς Ἀφροδίτης συμμῦσται, ἑόρτην ἦγον συγγηθόμενοι τῇ δῆθεν θεᾷ, τὸν ἐρώμενον εὑρούσᾳ. Καὶ γὰρ [ἐκ] τῶν ἐπιστολῶν· τοῦτο ἐγίνωσκον καὶ τοῦτο [φησίν] ἔστιν ὃ Ἠσαΐας ὁ προφήτης φησίν· ὁ ἀποστέλλων ἐπιστολὰς βυβλίνας ἐν θαλάσσῃ ὅμηρα· τουτέστιν ἐνέχυρα τῆς φιλίας αὐτῶν. Τοῖς γὰρ κατολοφυρομένοις διὰ τῶν ἐπιστολῶν τὴν τοῦ Ἀδώνιδος κατεμήυεν ἀναβίωσιν. Παρέλαβον δὲ τουτὶ τὸ δρᾶμα καὶ οἱ ἐξ Ἰσραὴλ καὶ ἐπένθουν τὸν Θαμμούζ· οὕτως γὰρ παρ' αὐτοῖς ἐλέγετο ὁ Ἄδωνις.
5.39.1
Τριακοστὴ ἐν (ν) άτη ἡ κατὰ τὸν Πανδίωνα· Πανδίων βασιλεὺς γέγονεν Ἀθηναίων. Πόλεμον δὲ πρὸς Λακεδαιμονίους ἔχων προὔτρεπεν εἰς σύμμαχον τὸν Τηρέα· τύραννος δὲ Θρᾳκῶν οὗτος. Ὁ δὲ μὴ πρότερον συμμαχήσειν ἔφασκεν εἰ μὴ τὴν πρεσβυτέραν αὐτῷ θυγατέρα πρὸς γάμον καθυπόσχοιτο. Εἶχε γὰρ δύο θυγατέρας ὁ Πανδίων, Πρόκνην καὶ Φιλομήλαν, αἱ τοσοῦτον ἀλλήλαις ἔστεργον ὡς ὑποθεῖναι γνώμην ὁποτέρας ὡς εἴ τι δ' ἃν ἐκ περιστάσεως ἡ μία πάθοι, ταῦτα αὐθαιρέτως ἑαυτῇ δράσειν τὴν ἑτέραν. Καθυπισχνεῖται οὖν τῷ Τηρεῖ τὴν Πρόκνην... ἀπήγαγεν οἴκαδε, καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς. Χρόνου δὲ πολλοῦ παριππεύσαντος ἐπεθύμησε τὴν ἰδίαν ἀδελφὴν ἰδεῖν καὶ ἠντιβολεῖ τὸν ἑαυτῇ ἄνδρα εἰς Ἀθήνας ἐλθόντα ἀγαγεῖν αὐτῇ τὴν ἀδελφήν. Ἐλθὼν οὖν καὶ ἀξιώσας τὸν Πανδίωνα λαμβάνει καὶ τὴν ἑτέραν ἀδελφὴν τὴν Φιλομήλαν. Κατὰ δὲ τὴν ὅδον οἵα δὴ βάρβαρος οἰνηθεὶς διαπαρθενεύει τὴν παῖδα. Ἐπερυθριῶν δὲ τῷ δράματι, γλωσσοτομεῖ τὴν Φιλομήλαν ὅπως τὸ ἀθέμιτον μὴ ἐξείποι πρᾶξιν καὶ καταλιμπάνει αὐτὴν κατὰ τὴν ὅδον. Ἡ δὲ οἵα Ἑλληνὶς καὶ ἄριστα τὰς ταλασίας ἐξησκημένη φάρος τι ἱστουργήσασα καὶ ἐν αὐτῷ τὴν δραματουργίαν καθυφανεῖσα, πέμπει τῇ ἀδελφῇ. Ἡ δὲ γνοῦσα τὸ γεγονός, τὴν μὲν ἀδελφὴν κομίζει πρὸς ἑαυτήν· λαβοῦσα δὲ τὸν υἱὸν ὃν εἶχε ἐκ τοῦ Τηρέως, ἐκρεανόμησε καὶ ἑψήσασα παρέθηκε τῷ ἀνδρὶ ἐλθόντι ἐκ θήρας. Ὁ δὲ γνοῦς τὸ δρᾶμα καὶ ἔνθους γενόμενος κατεδίωκεν ταύτην μετὰ τῆς ἀδελφῆς. Ταύτας οὖν κατοικτειρήσας ὁ Ζεύς, μετέβαλε τὴν μὲν εἰς χελιδόνα, τὴν δὲ εἰς ἀηδόνα, καὶ οὕτω τοῦ δρόμου κατέληξαν.
5.40.1
Τεσσαρακοστὴ ἡ κατὰ τὸν Πρίαπον· Τοῦτο εἴδωλόν ἐστι παιδίῳ μικρῷ ἀπεικασμένον, ὃ αἰδοῖον ἀπηρτημένον ἔχον τῇ ἡλικίᾳ μεῖζον, ὃ καλοῦσι φαλλόν. Τοῦτο μυθεύουσιν οἱ ἔξω Διονύσου καὶ Ἀφροδίτης εἶναι υἱόν· οἱ δὲ τὰ τούτων εἰδότες μυστήριά φασιν ἐν μέθῃ καὶ ἡδονῇ τοῦτον φῦναι, ταύτῃ τοι καὶ Πρίαπον ὀνομάζεσθαι· ἡδονῇ γὰρ καὶ μέθῃ τις κρατηθείς, εὐθυτενὲς τὸ αἰδοῖον ἴσχει. 39. τ ΣΥΝΑΓΩΓΗ ΚΑΙ ἘΞΗΓΗΣΙΣ ὯΝ ἘΜΝΗΣΘΗ ἹΣΤΟΡΙΩΝὉ ἘΝ ἉΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΣἘΝ ΤΩΙ ἘΙΣ ΤΑ ΦΩΤΑ ΛΟΓΩΙ Υ Ἡ ἈΡΧΗ ΠΑΛΙΝ ἸΗΣΟΥΣ Ὁ Οὐ Διὸς ταῦτα γοναὶ καὶ κλοπαὶ τοῦ Κρητῶν τυράννου. Τὸν Δία οἱ θεολόγοι τῶν Ἑλλήνων ἐκ Κρόνου λέγουσι γεννηθῆναι, καὶ γεννηθέντα περισωθῆναι τοιῶσδε. ὁ Κρόνος τῇ Ῥέᾳ γενόμενος σύνοικος, ἅπερ ἔτικτεν αὐτῷ παιδία, λαμβάνων κατέπινεν. καὶ οὕτως ἐπὶ πολλῶν τούτου γινομένου, ἄτεκνος ἔμενεν ἡ Ῥέα. ὅτε οὖν ἐγέννησε τὸν Δία, φοβουμένη μήπως καὶ τὸ βρέφος τοῦτο καταποθὲν ἀπόληται, λίθον μὲν σπαργανώσασα δέδωκε τῷ Κρόνῳ ὡς βρέφος καταπιεῖν, τὸν δὲ Δία ὑπεξέθετο ἐν τῇ Κρήτῃ. καὶ παρέστησε τῷ βρέφει τοὺς Κορύβαντας καὶ τοὺς Κουρῆτας ὀρχεῖσθαι καὶ κροτεῖν καὶ κτυπεῖν τὰ ὅπλα αὐτῶν, καὶ γίνεσθαί τινα ἦχον τὸν δυνάμενον ὑποκλέπτειν καὶ παρακρούειν τὸν ἐξ τοῦ κλαυθμοῦ τοῦ παιδίου ἦχον, ἵνα μὴ μαθὼν ὁ Κρόνος ποῦ κέκρυπται λαβὼν καταπίῃ. Νῦν οὖν Πατέρα μὲν λέγει μισότεκνον τὸν Κρόνον, παιδίον δὲ κλαυθμυριζόμενον τὸν Δία. τοὺς Κουρῆτας δὲ λέγει τοὺς μετὰ τῶν Κορυβάντων ταχθέντας παρὰ τῆς Ῥέας ὀρχεῖσθαι. δαίμονες δὲ οὗτοι οἱ Κουρῆται καὶ οἱ Κορύβαντες. ἐνόπλιον δὲ ὄρχησιν λέγει τὴν πυρρίχην. κτύπον γάρ τινα ἐν ταῖς ἀσπίσιν ἐποίουν οὗτοι πρὸς τὸ ὑπερηχεῖσθαι τὸν κλαυθμὸν τοῦ παιδίου. Κρητῶν δὲ τυράννου εἶπεν ὅτι οἱ μὲν θεολόγοι τῶν Ἑλλήνων θεὸν λέγουσι γενέσθαι καὶ τὸν Κρόνον καὶ τὸν Δία, ἡ δὲ δημώδης ἱστορία, ἣν καὶ τίθεται ὁ θεῖος Γρηγόριος, λέγει ὅτι ὁ Ζεὺς οὗτος τύραννος ἦν Κρήτης. καὶ θέλοντες αὐτὸν θεραπεύειν οἱ ὑπήκοοι ἐμυθολόγουν ὡς ἐκ Κρόνου θεοῦ καὶ Ῥέας ἔχει τὴν γέννησιν, ἐπεὶ ἄνθρωπος ἦν· διὸ ἐπήγαγεν Κἂν Ἕλληνες ἀπαρέσκωνται. οἱ γὰρ Ἕλληνες οὐ θέλουσιν αὐτὸν εἶναι ἄνθρωπον καὶ τύραννον Κρητῶν, ἀλλὰ θεόν.

Intertext edge

Open linked passage

Note