Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Baruch
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/olympiodus-deacon-of-alexandria" aria-label="More works by Olympiodus Deacon of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
" Υἱοῦ Χελκίου." Ἴσως ὡς ἀξιολόγων τῶν προγόνων τοῦ Βαροὺχ μέμνηται." Ἐν τῷ καιρῷ." Οὐκ εἶπεν ἐν τῷ ἐνιαυτῷ, ἀλλ' ἐν τῷ καιρῷ, ἵνα εἴπῃ, κατ' ἐκείνους τοὺς χρόνους· οὐ γὰρ ἐν τῷ πέμπτῳ, οὕτε ἐν τῷ ἐνάτῳ ἔτει τῆς βασιλείας Σεδεκίου ἥλω ἡ πόλις, ἀλλ' ἐν τῷ ἑνδεκάτῳ." Ἐν ὠσὶν Ἰεχονίου." Τοῦτον πρότερον μετοικήσας ἦν εἰς Βαβυλῶνα ὁ Ναβουχοδονόσορ. Ὁ αὐτὸς δὲ οὗτος Ἰεχονίας υἱὸς Ἰωακεὶμ, καὶ αὐτὸς Ἐλιακεὶμ ἐκαλεῖτο, διώνυμος ὤν." Καὶ ἐν ὠσὶ παντός." Ἀντὶ τοῦ, τῶν συνελθόντων εἰς τὴν ἀκρόασιν." Καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον." Εἰ καὶ κατασκαφεὶς ἦν ὁ ναὸς, ἀλλ' ἐν τῷ τόπῳ ἔθυον· οὐ γὰρ ἦν ἐξὸν ἀλλαχοῦ, εἰ μὴ ἐν Ἱερουσαλὴμ τὰς θυσίας ἐπιτελεῖν." Καὶ προσεύξεσθε περὶ τῆς ζωῆς Ναβυχοδονόσορ." Θεὸς ἦν προστάξας αὐτοῖς εὔχεσθαι περὶ τῆς εἰρήνης τῶν Βαβυλωνίων, ἵνα καὶ αὐτοὶ εἰρηνεύωσιν." Ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν." Ἵνα ὦσιν πολυχρόνιοι, ἢ, ἵνα κατὰ εὐσέβειαν ζῶσιν." Ἐν ἡμέραις ἑορτῆς." Καὶ γὰρ εἶχον καιρούς τινας διαφορὰς ἑορτῶν." Καὶ ἐρεῖτε Κυρίῳ Θεῷ ἡμῶν." Κατὰ τὸν τοῦδικαίου λόγον, καὶ Θεὸς ἐτιμωρήσατο, καὶ ἡμεῖς ἐν αἰσχύνῃ ἐσμὲν σήμερον, ἐν αἰχμαλωσίᾳ ὄντες δικαίως." Καὶ ἐσχεδιάζομεν." Προὐφασιζόμεθα αἰτίας ἀναπλάττοντες. ΚΕΦ. Βʹ." Καὶ ἐποίησας σεαυτῷ ὄνομα." Κατὰ τὰ διηνεκῆ σου θαυμάσια· τῷ γὰρ προφήτῃ καὶ πᾶσι τοῖς ἁγίοις οὐ διαλιμπάνει θαυματουργῶν ὁ Θεὸς, ἀλλ' ἀεὶ θαυμαστὸς παρ' αὐτοῖς. Εἰ μὴ ποιήσῃ σημεῖα, οὐ θαυμάζεται." Ἀλλὰ ἡ ψυχή." Οἱ μεγάλα φορτία βαστάζοντες, ἀσθενοῦντες κύπτουσι. Ψυχὴ οὖν, φησὶν, ἡ διὰ τὰς ἁμαρτίας κακουμένη, καὶ μέγεθος ἔχουσα λύπης, κύπτουσα καὶ ἀσθενοῦσα ὁμολογεῖται." Καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες." Εἴτε αἰσθητῶς διὰ τὰς συμφορὰς, εἴτε καὶ ἐκ τῆς νοητῆς θεωρίας ἀμαυρούμενοι." Τοῦ ἐξενεχθῆναι τὸ ὀστᾶ βασιλέων ἡμῶν." Εἰς δεῖγμα τῆς μελλούσης κρίσεως, μετὰ τελευτὴν τὰ ὀστᾶ αὐτῶν ἐτιμωροῦντο. ΚΕΦ. Γʹ." Ὅτι σὺ καθήμενος τὸν αἰῶνα." Σὺ, φησὶν, ἀΐδιος εἶ καὶ ἐξουσιαστὴς, ἡμεῖς δὲ θνητοὶ καὶ ἐπίκηροι." Κύριε παντοκράτωρ, ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων." Τεθνηκότων, φησὶ, τῶν ὑπὸ τὴν ἀπόφασιν γενομένων διὰ τὴν ἁμαρτίαν. Ἔδειξεν ὁ λόγος σαφῶς τῆς ψυχῆς τὸ ἀθάνατον." Ἀλλὰ μνήσθητι." Τῇ συνήθει, φησὶν, χρῆσαι θαυματουργίᾳ, καὶ ὡς ἐξήγαγες ἐξ Αἰγύπτου, οὕτως ἐλευθέρωσον ἐκ Βαβυλῶνος. Ὅτι σὸς λαὸς χρηματίζομεν." Ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν." Ἑαυτοὺς, φησὶν, ἐκρίναμεν, καὶ ἐμεμψάμεθα, ὅτι ἀξίως ἐπέβη ἡμῖν διὰ τὰ ἔργα τῶν πατέρων ἡμῶν." Ἄκουε, Ἰσραήλ." Ἐντεῦθεν ἄρχεται προφητεύειν ὁ Βαρούχ· τὰ γὰρ προηγησάμενα ῥήματα πάντα τῆς ἐπιστολῆς τῶν αἰχμαλώτων τῶν ἐκ Βαβυλῶνος ἐπεσταλκότων ἐστὶν, ὡς ἐξομολογήσεως σχήματι προφερόμενα. Ἐπαλαιώθης." Ἐντολὴ ζωῆς, ἡ φρόνησις." Προσελογίσθης." Τοῖς ἀγνωσίαν Θεοῦ ἔχουσιν. Τῶν κρατουμένων ἔτι ὑπὸ τοῦ θανάτου." Ἐγκατέλιπες." Τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Σαυτῷ, φησὶ, πρόξενος ἐγένου τῶν παρόντων κακῶν. Δέον γάρ σε ποδηγῷ χρήσασθαι τῷ νόμῳ, ὃν ἡ τῆς σοφίας πηγὴ προσενήνοχεν, ματαίοις ἠκολούθησας λογισμοῖς." Τῇ ὁδῷ τοῦ Θεοῦ." Ὁ Κύριός φησιν· Ἐγώ εἰμι ἡ ὁδός. Ὁ οὖν κατὰ μίμησιν αὐτοῦ πορευόμενος, τῇ ὁδῷ αὐτοῦ πορεύεται." Μάθε ποῦ ἐστι φρόνησις." Ἐπειδὴ τῷ γράμματι κεκόλλησαι, μάθε ὅτι ἐν ἁγίῳ Πνεύματι ἐστὶν ἡ φρόνησις." Ποῦ ἐστιν ἰσχύς." Νῦν γοῦν, ἐπειδήπερ οὐ πρότερον, ζήτησον καὶ γνώσῃ, τίς τούτων χορηγὸς τῶν ἀγαθῶν." Ποῦ ἐστι σύνεσις." Ἡ κατὰ τῆς ἁμαρτίας." Ποῦ ἐστι μακροβίωσις καὶ ζωή." Τοῦ διακρῖναι τὸ ἀγαθὸν ἐκ τοῦ φαύλου." Ποῦ ἐστι φῶς." Ἐν τῷ Κυρίῳ, δηλονότι. Ὁ γὰρ πιστεύων εἰς ἐμὲ, φησὶν, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Ὁ γὰρ Κύριός φησιν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, καὶ ὁ Ἀπόστολός φησιν· Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν." Τίς εὗρε τὸν τόπον αὐτῆς;" Ὅτι ἀνεξερεύνητα τὰ κρίματα τοῦ Θεοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ." Καὶ τίς εἰσῆλθεν εἰς θησαυροὺς αὐτῆς;" Τίς κατέλαβε τὰ κρίματα τοῦ Θεοῦ;" Ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν;" Οἱ σοφοὶ τοῦ αἰῶνος τούτου, οἳ καὶ ἐκυρίευσαν τῶν θηριοτρόπων ἀνθρώπων." Ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες." Οἰωνοσκοποῦντες. Καὶ ἐπειδὴ ἡ σοφία αὐτῶν ἐπίγειός ἐστιν, ψυχικὴ, δαιμονιώδης." Καὶ τὸ ἀργύριον." Πᾶσα γὰρ ἡ σοφία αὐτῶν ἐν πλεονεξίᾳ." Ὅτι οἱ τὸ ἀργύριον τεκταίνοντες." Οἳ τὸ ἀργύριον διὰ ποικίλων προσώπων καρπούμενοι." Καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν." Διότι σκότους μετέχουσιν." Καὶ ἄλλοι ἀνέστησαν." Οἷς ὁ νόμος ἐπιστεύθη, καὶ οὐδὲ αὐτοὶ ἐφύλαξαν, οὖτοί εἰσιν οἱ ἀναστάντες ἀντὶ τῶν ἐπὶ εἰδωλολατρείᾳ σοφῶν." Νεώτεροι εἶδον φῶς." Οἱ ταῖς σαρκικαῖς πράξεσι μὴ καθελκόμενοι, εἶδον φῶς, τουτέστι τὴν γνῶσιν τοῦ Θεοῦ." Καὶ κατῴκησαν ἐπὶ τῆς γῆς." Ἐπὶ τοῖς μαθήμασι τῆς νομοθεσίας." Ὁδὸν ἐπιστήμης οὐκ ἔγνωσαν." Καθὼς ὁ Κύριός φησιν, Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί." Οὐδὲ συνῆκαν." Τὴν ποικίλην διδασκαλίαν." Οὐδὲ ἀντελάβοντο αὐτῆς." Καθὼς ὁ εὐαγγελιστὴς Ἰωάννης φησίν· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Οἱ υἱοὶ δὲ, τῶν νομοθετῶν δηλονότι." Ἀπὸ τῆς ὁδοῦ αὐτῶν πόῤῥω ἐγενήθησαν." Διώκοντες γὰρ νόμον δικαιοσύνης, εἰς νόμον οὐκ ἔφθασαν." Οὐδὲ ἠκούσθη." Ἴσοι τούτοις ἐθνικοῖς ἐκρίθησαν τοῖς μὴ ἀκούσασι τοῦ νόμου, οἱ μόνῳ τῷ γράμματι τοῦ νόμου ἀκολουθήσαντες. Βλέποντες γὰρ οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσιν." Οὔτε υἱοὶ Ἄγαρ." Οἱ τῆς παλαιᾶς διαθήκης ἐγγόνοι, περὶ ὧν συμφώνως φησὶν ὁ Ἀπόστολος· Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν." Οἱ ἔμποροι τῆς Μεῤῥάν." Ἐμπόρους αὐτούς φησι διὰ τὸ ἀπειρεῖν γεωργίας. Ταχθέντες γὰρ ἀμπελουργοὶ, ἀντὶ σταφυλῆς ἀκάνθας ἐτρύγησαν. Μεῤῥὰν δὲ καὶ Θαιμὰν βάρβαρα φῦλα, εἰς ἃ ἐμπορεύονται, ἅπερ εἰσὶν οἱ θηριώδεις τρόποι, οἱ τῇ ματαιότητι τοῦ βίου τούτου συγκαθελκόμενοι." Καὶ οἱ μυθολόγοι." Οἳ ἀντὶ ἐντολῆς καὶ κριμάτων Θεοῦ, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν ἐμυθολόγησαν. Ἔτι δὲ καὶ τὴν κρίσιν, καὶ τὸ ἔλεος. καὶ τὴν πίστιν ἀπωθούμενοι, πήγανα καὶ ἡδύοσμα ἀπεδεκάτωσαν." Καὶ οἱ ἐκζητηταί." Οἱ ἐκζητοῦντες μὲν, μὴ εἰδότες δὲ συνετῶς τὴν ζήτησιν ποιεῖσθαι." Ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν." Τὸν Κύριον δηλονότι." Οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς." Τοὺς τρόπους τῆς διδασκαλίας." Ὦ Ἰσραὴλ, ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ." ἩἘκκλησία, καὶ ὁ τοῦ μυστηρίου λόγος. Ἐπειδὴ νῦν ἐκ μέρους γινώσκομεν, καὶ οὔπω τῆς γνώσεως τὸ τέλειον. Τόπον δὲ καλεῖ τὴν εὐσέβειαν· ἐπιμήκη δὲ διὰ τὴν ἀεὶ ἐπὶ τὸ κρεῖττον αὔξησιν." Ὁ τόπος τῆς κτήσεως." Ὅτι ἐπουρανίου βασιλέως μυστήρια περιέχει." Ἐκεῖ ἐγενήθησαν οἱ γίγαντες." Περὶ τῶν δαιμόνων φησὶν, ὅτι ἀπ' ἀρχῆς μετὰ τῶν ἀγγέλων ταγέντες, ἐξ ἀβουλίας τῶν οὐρανίων ἀψίδων ἐκβέβληνται. Ὀνομαστοὶ δὲ, ἐπειδὴ προκατηγγέλθη περὶ αὐτῶν· εὐμεγέθεις δὲ, ὡς ὑπέρογκοι." Ἐπιστάμενοι πόλεμον." Τῆς γὰρ εἰρήνης τοῦ Χριστοῦ ἀνάξιοι ὄντες, πόλεμον ἤσκησαν οἵτε δαίμονες, καὶ οἱ αἱρετικοί." Τίς ἀνέβη εἰς τὸν οὐρανόν;" Καθὼς γέγραπται· Οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεὸν, ἀλλ' ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀγαπήσας ἔκλινεν οὐρανοὺς καὶ κατέβη." Τίς διέβη." Ὁ Κύριος εἰπὼν, Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Μόνος γὰρ αὐτὸς διέβη τὴν ἁμαρτίαν. Τὸ δὲ, Εὗρεν αὐτὴν, ἀντὶ τοῦ, Ὑπέδειξεν ἡμῖν εὑρεῖν αὐτήν." Καὶ οἴσει αὐτήν." Ὅτι ἀτίμητος ἡ σοφία. Πρὸς δὲ διάνοιαν, χρυσίον ἐκλεκτὸν ἡ πίστις, δι' ἧς γινώσκομεν τὸν Υἱόν." Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὀδὸν αὐτῆς." Εἴ τις γὰρ δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι." Τὴν τρίβον αὐτῆς." Τὰς διδασκαλίας, τὰς προφητείας." Ἀλλ' ὁ εἰδὼς τὰ πάντα." Μόνος γὰρ ὁ Πατὴρ γινώσκει τὸν Υἱόν." Ἐξεῦρεν αὐτήν." Ἐφανέρωσεν δὲ αὐτὸν καὶ ἡμῖν διὰ τοῦ σοφοῦ τῆς ἐνανθρωπήσεως μυστηρίου." Ὁ κατασκευάσας." Πρὸς μὲν τὸ ῥητὸν, ὅτι διὰτοῦ ἐνανθρωπήσαντος λόγου τὰ πάντα κατεσκευάσθη. Πρὸς δὲ διάνοιαν, γῆν τὴν γνῶσιν τῆς εὐσεβείας." Ἐνέπλησεν." Ἀγαθοὺς δὲ καὶ πονηροὺς ἐκάλεσεν εἰς τοὺς γάμους ὁ Κύριος. Κτήνη δὲ λέγει, τοὺς πρὸ τούτου κτήνεσιν ἀνοήτοις συμβληθέντας." Οἱ δὲ ἀστέρες." Τοὺς ἀποστόλους πρὸς οὓς εἶπεν, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου." Ἐκάλεσεν αὐτούς." Ἐν τοῖς δεδομένοις αὐτοῖς χαρίσμασι διαλάμψαντες ἐχάρησαν. Οὗτος ὁ Θεός." Οἱ τὴν ἀποστολικὴν κλῆσιν προθύμως ὑπακούσαντες, καὶ ἐπιθυμίαν ἔχοντες ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι, καὶ μηδὲν προτιμῶντες τοῦ ποιῆσαι τὸ προσταττόμενον.–̔ Ο δι' ἡμᾶς γεγονὼς ἄνθρωπος, τοῦ Πατρὸς γεγονὼς Λόγος, καὶ ἐπὶ γῆς ὀφθεὶς, καὶ τοῖς ἀνθρώποις συναναστραφείς." Καὶ ἔδωκεν αὐτήν." Ὅτι πᾶσα πνευματικὴ ἐπιστήμη ἄγουσα πρὸς οὐρανὸν αὐτοῦ [ἴσ. ὑπ' αὐτοῦ] κατεργάζεται." Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη." Καὶ γὰρ κατὰ τάξιν τὸ ἒν καὶ τὸ αὐτὸ μυστήριον ἔλαμψε, νομικῶς, προφητικῶς, εὐαγγελικῶς. ΚΕΦ. Δʹ." Αὕτη ἡ βίβλος." Ἡ διὰ τῶν Εὐαγγελίων τοῦ μυστηρίου ποικίλη γνῶσις, ἡ καὶ διαιωνίζουσα." Διόδευσον." Αὐτὸς γὰρ καλεῖ λέγων· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς." Μακάριοί ἐσμεν." Παρορμᾷ τοὺς ἐξ Ἰσραὴλ προαρπάσαι τὴν χάριν. Ἐπειδὴ καὶ αὐτοῖς ἦν ἀναγκαῖον πρῶτον ἀναγγεῖλαι τὸν λόγον τοῦ Θεοῦ.–̔ Ο πνευματικὸς Ἰσραὴλ ταῦτα φησίν· πρὸς οὕς φησιν ὁ Σωτήρ· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν." Θαρσεῖτε, λαός μου." Ὦ παρ' ἐμοῦ μνημονευόμενε Ἰσραήλ." Ἐπράθητε." Εἰ γὰρ διὰ τὴν ἁμαρτίαν ἔσχε τὸ καθ' ἡμῶν χειρόγραφον ὁ διάβολος, ἀλλ' ὁ Χριστὸς ἡμᾶς τῷ ἰδίῳ αἵματι ἐξηγοράσατο." Ἐπελάθεσθε δέ." Ὅτι λόγῳ θείῳ τραφέντες ὡς λογικοὶ, εἰς ἀλογίαν καταπεπτώκαμεν." Ἀκούσατε, αἱ πάροικοι Σιών." Τὰς παροίκους καλεῖ πρὸς τὴν θέαν τοῦ πένθους, τῷ παραδείγματι σωφρονεστέρας αὐτὰς ἀπεργασομένη.–̔ Ως πρὸς τὰς ὑπηκόους πόλεις ὁ λόγος." Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ." Καλεῖ δὲ αὐτὴν χήραν, ὡς ἔρημον τῆς θείας κηδεμονίας, τὴν μόνην ἠρεμοῦσαν [ἐρημωθεῖσαν], τὴν νῦν μόνην δηλονότι· ἢ, εἰ μὴ τοῦτο, ὡς μόνην ἐσχηκυῖαν τὸν θεῖον νεών· ἢ ὡς μόνην ὑπὸ Ἀσσυρίων περιλειφθεῖσαν ἀνάλωτον [ἴσ. ἄτεκ.] Εἰ γὰρ καὶ Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, ἀλλὰ τῷ θανάτῳ οὐ παρέδωκέ με. Χήρα δὲ κυρίως ἐκλήθη ἡ Συναγωγὴ τότε, ὅτε εἰς τὸν ἑαυτῆς νυμφίον Χριστὸν ἐξυβρίσασα ἐγκατελείφθη." Ἐλθέτωσαν αἱ πάροικοι Σιών." Αἱ τῆς παροικίας τοῦ αἰῶνος τούτου μάταιαι δόξαι." Ἐπήγαγε γὰρ ἐπ' αὐτοὺς ἔθνος." Ὁ Θεὸς ἐμάκρυνε τὰς ἀνομίας ἡμῶν ἀφ' ἡμῶν, ἡμεῖς δὲ αὐτὰς ἑαυτοῖς ἐπεσπασάμεθα, καὶ δι' αὐτῶν τιμωρούμεθα. Λέγεται δὲ αὐτὸς ἐπάγειν, διὰ τὸ ἄνευ συγχωρήσεως Θεοῦ μηδὲν γίνεσθαι." Ἔθνος ἀναιδές." Πρῶτον τὸ Βαβυλώνιον, ὕστερον καὶ τὸ Ῥωμαίων. Δύναται δὲ τοῦτο νοεῖσθαι καὶ περὶ τῶν τὴν ψευδώνυμον γνῶσιν διὰ σοφιστικῆς ἀπάτης διδασκόντων." Ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν," Ὅτι ἄνευ οἰκτιρμῶν Θεοῦ ψυχὴν σωθῆναι ἀδύνατον." Ἐξελεῖται ὑμᾶς." Προτρέπεται αὐτοὺς εἰς τὴν διὰ τῆς μάστιγος παιδείαν." Ἐγὼ δὲ κατελείφθην." Ἀπουσίᾳ Θεοῦ. Καὶ εἰ μὲν οἱ ἅγιοι ταῦτα λέγουσιν, οἰκειούμενοι τὰ τῶν ἁμαρτωλῶν λέγουσιν· Εἰ δὲ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, ὅτε διὰ τὴν εἰς Χριστὸν ὕβριν ἤκουσεν· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ἡμῶν ἔρημος. Εἰ δὲ ἡ πόλις, διὰ τὴν τῶν οἰκητόρων ἐρημίαν." Ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης." Τὴν λαμπρότητα, ἢν εἶχεν εἰρηνεύουσα πρὸς τὸν Θεόν." Σάκκον τῆς δεήσεώς μου." Πενθοῦσα ἐπὶ τοῖς ἡμῶν ἁμαρτήμασιν, καὶ δεομένη Θεοῦ." Καὶ ἦλθέ μοι." Τὴν διὰ τοῦ Σωτῆρος Χριστοῦ προβλέπει ἀπολύτρωσιν, καὶ ταύτην προλέγει." Ἣ ἐπελεύσεται." Ἡ γὰρ διὰ Χριστοῦ ἀπολύτρωσις λαμπρότερον, ἢ κατὰ τὴν ἐξ ἀρχῆς πλάσιν τὸ γένος ἡμῶν ἀπέδειξεν." Καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν." Ἥτις γέγονε τῷ διαβόλῳ διὰ τοῦ τιμίου σταυροῦ." Καὶ ἐπὶ τραχήλους." Ἰδοὺ γάρ φησι· Δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." Οἱ τρυφεροί μου." Οἱ κατὰ τὴν ἐξ ἀρχῆς δημιουργίαν τρυφεροὶ καὶ εὐβαφεῖς γενόμενοι, τὰς ἀνωμάλους, καὶ τραχείας ὁδοὺς ἐπορεύθησαν." Θάρσει, Ἱερουσαλήμ." Ὁ Θεὸς Λόγος, ὁ δι' ἡμᾶς ἐνανθρωπήσας, ὁ νύμφην ἑαυτοῦ τὴν Ἐκκλησίαν ἀξιώσας καλέσαι." Δείλαιοι οἱ σὲ κακώσαντες." Δαίμονες, αἱρετικοὶ, οἱ κατὰ καιρὸν τὴν Ἐκκλησίαν διώξαντες." Δείλαιαι αἱ πόλεις." Τὰ ὀχυρώματα τῶν κακῶν, αἱ κατασκευαὶ τῶν δαιμόνων." Οὕτως λυπηθήσεται. Ἡ εἰδωλολατρεία καὶ τῶν Ἰουδαίων ἡ Συναγωγή." Καὶ περιελῶ αὐτῆς." Τῆς τὴν Ἐκκλησίαν διωξάσης Συναγωγῆς, καὶ τῆς ποικίλης τῶν κακῶν ἐφόδου." Πῦρ γὰρ ἐπελεύσεται." Ἀντὶ τοῦ, ἕως ὅτε ἐπέστρεψεν· διὸ καὶ τὸν πλείονα χρόνον εἷπεν." Περίβλεψον." Πρὸς τὸν τῆς δικαιοσύνης ἥλιον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ΚΕΦ. Εʹ." Ἔκδυσαι, Ἱερουσαλήμ." Τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς ἐπιθυμίαις αὐτοῦ." Καὶ ἔνδυσαι." Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο." Περιβαλοῦ." Ταῦτα τῆς παλαιᾶς καὶ καινῆς διαθήκης διδάγματα. Ἄλλως· τὴν πρακτικὴν, καὶ θεωρητικὴν ἀρετήν." Ἐπίθου τὴν μίτραν." Τὸν σταυρὸν τοῦ Χριστοῦ, τὸν ἐν τῷ μετώπῳ τῶν πιστῶν τυπούμενον. Ἢ καὶ αὐτὸν τὸν Κύριον· κεφαλὴ γὰρ τῆς Ἐκκλησίας ὁ Χριστός." Κληθήσεται γάρ σου ὄνομα." Τῆς νέας Ἱερουσαλὴμ τὰ γνωρίσματα. Δικαιοσύνης δὲ προσέθηκεν. Ἐπειδὴ γὰρ ἔστιν ἁμαρτωλῶν εἰρήνη κατὰ τὸν Δαβὶδ, διὸ καὶ ὁ Σωτήρ· Εἰρήνην, λέγει, τὴν ἐμὴν δίδωμι ὑμῖν.–̔ Ως μηκέτι δυναμένης τῆς ἐφόδου τῶν ἐχθρῶν τὴν εἰρήνην τὴν τῆς δικαιοσύνης διασπᾶσαι, μηδὲ καταλῦσαι τῆς θεοσεβείας τὴν δόξαν. Ἄλλως· Ἐπειδὴ ἡ εἰρήνη ἡμῶν ὁ Χριστὸς, καὶ αὐτός ἐστιν ἡ δικαιοσύνη ἡμῶν καὶ ἡ δόξα, καὶ αὐτός ἐστιν ὁ τῆς κατὰ θεοσέβειαν πολιτείας ἡμῶν ὑπογραμμὸς, ἐξ αὐτοῦ καὶ ἡμεῖς καλούμεθα." Ἀνάστηθι, Ἱερουσαλήμ." Ἐπὶ ὑψηλῆς πολιτείας, ἑπὶ τοῦ εὐαγγελικοῦ κηρύγματος." Ἐξῆλθον γάρ." Τὸ σχῆμα πενθῆρες, ὡς δηλοῖ Δαβὶδ, φεύγων τὸν Ἀβεσαλώμ. Πένθους δὲ ἄξια ἔπραττον οἱ δαιμονίοις δουλεύοντες, καὶ ταῖς ποικίλαις αὐτῶν ἀγόμενοι ἐπιθυμίαις." Ὡς υἱοὺς βασιλείας." Αἰρομένους μὲν ὑπὸ ἁγίων ἀγγέλων, παραπεμπομένους δὲ διὰ τῆς εἰς Χριστὸν πίστεως εἰς τὴν τῶν οὐρανῶν βασιλείαν." Συνέταξε... ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλόν." Πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ." Καὶ θῖνας ἀεννάους." Τοὺς ἐξ ἀρχῆς ἀπ' αἰῶνος πολεμοῦντας ἡμᾶς δαίμονας." Καὶ φάραγγας πληροῦσθαι." Τὰς κατατομὰς τῶν ψευδοχρίστων εἰς ὁμόνοιαν φέρεσθαι. Ἄλλως· τὰς πάλαι κοίλας καὶ γεώδεις ψυχὰς, δι' ἔργων ἀγαθῶν πληροῦσθαι, τῶν σκανδάλων περιαιρεθέντων.

Intertext edge

Open linked passage

Note