Commentarii in Jeremiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/olympiodus-deacon-of-alexandria" aria-label="More works by Olympiodus Deacon of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
" Ἐὰν μὴ ἐπιστραφῇ Ἰσραήλ." Ἐὰν ἐπὶ ὅληςκαρδίας μὴ μετανοήσῃ." Καὶ ὀμόσῃ." Οὐκ ὀμνύναι προστάττει, ἀλλ' εἰ ἄρα τις ὀμνύει, βούλεται ἑαυτῶν μὴ τὰ εἴδωλα ὅρκια ποιεῖσθαι. Πλέκει δὲ τὸ, Ζῇ Κύριος, τῷ ὅρκῳ, ἵνα ὀμνύοντες ὁμοῦ, καὶ δοξολογῶσι, καὶ εὐχαριστῶσιν.– Οὐ γὰρ ἀδίκως, ἢ ἀκρίτως, δεῖ προφέρειν τοῦ Θεοῦ τὸ ὄνομα. Ἡ γὰρ καλὴ ἀναστροφὴ, καὶ ἑτέροις γίνεται αἰτία σωτηρίας." Περιτμήθητε τῷ Θεῷ ὑμῶν." Τὴν γὰρ κακίαν, οὐ τὴν σάρκα βούλεται περιτέμνεσθαι." Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ. Τὸ εὐαγγελικὸν κήρυγμα προθεσπίζει." Εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις." Εἰς τὰς Ἐκκλησίας, ὧν αἱ πύλαι τοῦ ᾅδου οὐ κατισχύσουσιν." Φεύγετε εἰς Σιών." Φεύγετε εἰς Σιὼν, εἰς τὴν καθολικὴν Ἐκκλησίαν· καὶ γὰρ πᾶσαι αἱ Ἐκκλησίαι μία τυγχάνουσιν· ἢ καὶ εἰς τὸ εὐσεβὲς πολίτευμα." Ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ." Τροπικῶς τὴν παρουσίαν τοῦ διαβόλου σημαίνει· καθ' ἱστορίαν δὲ, τοῦ Βαβυλωνίου." Οἱ ἱερεῖς ἐκστήσονται." Ἐπὶ ταῖς ἀδοκήτοις συμφοραῖς." Καὶ οἱ προφῆται θαυμάσονται." Οἱ ψευδοπροφῆται." Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ." Τῷ τῆς ἐφόδου τῶν Βαβυλωνίων, ἢ Ῥωμαίων, ἢ τῷ τῆς συντελείας, οἱ πρότερον πεπλανημένοι, εἴτε Ἰουδαῖοι, εἴτε οἱ λοιποὶ ἄνθρωποι, διὰ τῆς οἰκείας ἐρημώσεως γνώσονται τὴν προτέραν πλάνην." Πνεῦμα πληρώσεως ἥξει μοι." Ἐπειδὴ τὰς ἐρήμους ψυχὰς πνεῦμα πλανήσεως ἐπλάνησεν, ὑπισχνεῖται δώσειν Πνεῦμα ἅγιον ἐπιστρέφον τὰς ψυχὰς πληρούσας αὐτοῦ τὰς Ἐκκλησίας." Ἕως πότε ὑπάρχουσιν;" Καὶ γὰρ οἱ τὰ μάταια διαλογιζόμενοι πονοῦσιν ἐπὶ τὸ εὑρεῖν τὸ ζητούμενον." Διότι φωνὴ ἀναβαίνοντος ἐκ Δὰν ἥξει μοι." Τοῦ τὴν ἅλωσιν ἐπαγγέλλοντος γενήσεσθαι ἐκ Δὰν, καὶ ἕως Βηρσαβεὲ, ὑπὸ Βαβυλωνίων, ἢ Ῥωμαίων. Ἔστι δὲ ἡ μὲν Δὰν πέραν τοῦ Ἰορδάνου, ὄρος δὲ Ἐφραὶμ ἡ Σαμάρεια. Φασὶ δέ τινες, καὶ ἐκ τῆς φυλῆς Δὰν ἥξειν τὸν ἀντικείμενον." Διεσπάσθησαν αἱ δέῤῥεις μου, ἐταλαιπώρησαν αἱ σκηναί μου." Τροπικῶς μὲν τὴν ψυχὴν [λέγει], καὶ τὰς ἀναδοτικὰς τῆς ψυχῆς δυνάμεις· ταράσσεται δὲ καὶ τὰ σπλάγχνα ὑπὸ συμπαθείας ὁ προφήτης." Τεταλαιπώρηκεν ἡ σκηνὴ," ἢ ὁ ναὸς, ἢ καὶ πρὸςτῷ τέλει πᾶσα ἡ γῆ, ἣν ὥσπερ σκηνὴν οἰκοῦμεν πάροικοι τυγχάνοντες. Πάλιν ἢ τὸν ναόν φησιν, ἢ τὰ τῆς κακίας ἐπικαλύμματα, πάντων πρὸς τῷ τέλει φανερουμένων." Ἕως πότε ὅψομαι φεύγοντας, ἀκούων φωνὴν σαλπίγγων;" Τῆς Βαβυλωνίων, ἢ Ῥωμαίων, ἢ καὶ πρὸς τῷ τέλει τοῦ διαβολικοῦ κηρύγματος. Ἢ τοὺς αἰσθητοὺς πολεμίους, ἢ καὶ τοὺς μὴ δυναμένους ἀντιστῆναι τῷ διαβόλῳ φησίν. Ἢ τῶν πολεμίων, ἢ καὶ τῶν ἀλλοκότων κηρυγμάτων." Καὶ εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ." Τὸ σκότος τὸ ἐπὶ τοῦ σταυροῦ γεγονὸς προκαταγγέλλει, ἢ καὶ τὴν τῶν φωστήρων πρὸς τῷ τέλει ἀναίρεσιν. Ἢ τὸ μηδένα δικαιοπραγοῦντα σημαίνει, ἢ καὶ τὸ εἰς οὐδὲν ἀποκαταστῆναι τὴν γῆν διὰ τὴν ἀποστασίαν." Εἶδον τὰ ὄρη, καὶ ἰδοὺ ἦν τρέμοντα." Ἢ τὰ ἐπὶ τοῦ σταυροῦ φησιν, ὅτε αἱ πέτραι ἐσχίσθησαν, ἢ τὰ περὶ τῆς καθόλου συντελείας, ἢ τὰς ἀντικειμένας δυνάμεις κλονουμένας, ὅτε ὁ Χριστὸς ἔλυε τοῦ ᾅδου τὸ δεσμωτήριον." Ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτόηντο." Τὴν καθόλου συντέλειάν φησιν, ὅπερ καὶ ἐπὶ τοῦ κατακλυσμοῦ γέγονε, διὰ τὴν ἁμαρτίαν. Ἢ τὰ αἰσθητὰ τοῦ σκότους γινομένου, ἢ καὶ αἱ ἅγιαι δυνάμεις, φρίττουσαι ἐπὶ τῇ παντελεῖ τῶν ἀνθρώπων ἀποστασίᾳ." Εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος." Κάρμηλος ἐπίγνωσις, περιτομῆς ἑρμηνεύεται. Τῆς οὖν, φησὶν, ἀποστασίας γινομένης, οὐκ ἐπιγινώσκουσιν ἀποτέμνεσθαι τὰ φαῦλα. Δύνασαι δὲ ταῦτα νοεῖν καὶ ἐπὶ τῆς ἐφόδου τῶν Βαβυλωνίων, ἢ καὶ τῶν Ῥωμαίων." Ἀπὸ φωνῆς ἱππέως, καὶ ἐντεταμένου τόξου." Ἢ τοῦ αἰσθητοῦ, ἢ καὶ τὴν διηνεκῆ τῶν ἀοράτων πολεμίων μάχην σημαίνει." Εἰσέδυσαν εἰς τὰ σπήλαια." Εἰς τοὺς λῃστρικοὺς αὐτῶν τρόπους ἀποστατοῦντες Θεοῦ. Τὸ δὲ σπήλαιον αὐτόγλυφον ὂν, σημαίνει καὶ τὸ τῆς ψυχῆς αὐτεξούσιον." Καὶ εἰς τὰ ἄλση ἐκρύβησαν." Εἰς τὰς σκοτεινὰς πράξεις." Καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν." Εἰς τὰ ἄκαρπα, καὶ ἀνώμαλα ἐπιτηδεύματα· ταῦτα δὲ καὶ αἰσθητῶς κατὰ ἱστορίαν λάμβανε." Συντέλειαν δὲ οὐ μὴ ποιήσω." Τὰ προοίμια τῆς συντελείας ὑπογράψας τοῦτο ἐπήγαγε." Ἐὰν περιβάλῃ κόκκινον." Τὰς κατὰ νόμον ζωοσφαγείας. Τῇ κιβωτῷ, καὶ τῇ λυχνίᾳ, καὶ τοῖς λοιποῖς τὴν μεθ' ὑποκρίσεως θεοσέβειαν σημαίνει." Τὴν ψυχήν σου ζητοῦσι." Οἱ ἀόρατοι δαίμονες, οὐ δυνάμενοι ἐπαμύνειν. Οὗτοι δὲ καὶ αὐτοὶ ἐρᾷν προσποιούμενοι εἰς αὐτὴν τὴν ψυχὴν τῶν ἐρωμένων ἐπιβουλεύουσιν." Ἐπὶ τοῖς ἀνῃρημένοις." Αἰσθητοῖς, ἢ καὶ αὐτὴν τὴν ψυχὴν διὰ τῆς ἀποστασίας ἀπολέσασιν. ΚΕΦ. Εʹ." Εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν." Πρὸς τοὺς ἐγκαταλειφθέντας φησὶν ἁγίους, ὅτι διὰ τὸ μὴ φυλάξαι τοὺς ἐπὶ τῆς γῆς τὴν εἰς Χριστὸν πίστιν, ἐπιστήσεται τὸ τέλος· σημαίνει δὲ καὶ τῶν ἁγίων τὸ σπάνιον τῶν ἐπὶ τῆς αἰχμαλωσίας." Ζῇ Κύριος, λέγουσι, διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι." Κατ' ἐμοῦ μὲν, φησὶν, καὶ οὐκέτι κατὰ τῶν εἰδώλων τῶν ψευδωνύμων θεῶν ὀμνύειν. Ἀλλὰ τὴν εἰς Χριστὸν ἠρνήσαντο πίστιν. Διὰ τοῦτο Ἰουδαῖοι ἑάλωσαν ὑπὸ Ῥωμαίων, οὐκέτι μὲν εἰδωλολατροῦντες, τὸν δὲ αὐτῶν Σωτῆρα ἀρνησάμενοι." Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν." Ἢ ὅτι πίστιν ἐπιζητεῖ Θεὸς, ἢ ὅτι πιστῶς καὶ ἀληθῶς κρίνει, ἢ ὅτι ἂ λέγει εἰς ἔργον ἐκφέρει." Πτωχοί εἰσι." Τελείαν γνῶσιν οὐκ ἔχοντες." Διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ." Ὁ αἰσθητὸς, ἢ καὶ ὁ νοητὸς πολέμιος διὰ τὸ ἰσχυρὸν, καὶ ὠμόν." Καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτούς." Τὰς αἰσθητάς· πρὸς δὲ διάνοιαν, τὰς ψυχικάς. Οἱ γὰρ τῶν ἠθῶν τῆς θεοσεβείας ἐκβαίνοντες ὑπ' τῶν εἰρημένων θηρίων ἀγρεύονται. Τοὺς τὸν ἀγαθὸν ἀπωσαμένους ποιμένα, λύκος ἁρπάζει, ἢ ποικίλη τῶν πολεμίων ἔφοδος, ἢ καὶ ἡ πολύτροπος κακία." Ποίᾳ τούτων ἵλεως ἔσομαί σοι;" Ποίαν ἁμαρτίαν συγχωρήσω, ποίαν δὲ μή;" Ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο." Αὐτὸς γὰρ ἦν ὁ ἐν τῇ ἐρήμῳ χορτάσας αὐτοὺς πρὸ σαρκὸς, πρὶν ἐνανθρωπῆσαι, καὶ μετὰ σαρκὸς, διὰ λόγων, διὰ θαυμάτων, καὶ τῶν πέντε, καὶ τῶν ἑπτὰ ἄρτων." Ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς." Ἄφετε μετανοίας ἐλπίδα· ἄφετε τοὺς προφήτας ἐπὶ τῆς ἐφόδου Βαβυλωνίων· ἄφετε τοὺς ἀποστόλους ἐπὶ τῆς Ῥωμαίων." Τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ." Ἀναλωτικὰς τῶν παρακουόντων. Ἔθνος οὗ οὐκ ἀκούσει τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ." Διὰ τὸ ἑτερόγλωσσον εἶναι." Καὶ κατέδονται τὸν θερισμὸν, καὶ τοὺς υἱοὺς ὑμῶν." Ἀπλήστως τῇ κατ' αὐτῶν χρήσονται σφαγῇ [ἄλλ. πληγῇ]." Τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊμον." Τὸν μὲν αἰσθητὸν διὰ τοὺς καρποὺς, τὸν δὲ νοητὸν ἐν τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ." Αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθά." Ἀπέστησαν τὰ ἀγαθὰ, ἵνα ἐπενεχθῶσι τὰ φαῦλα." Ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς." Οἱ ψευδοπροφῆται, οἱ ψευδοαπόστολοι, οἱ αἱρεσιάρχαι, οἱ ἀκάθαρτοι δαίμονες ἐπεκύρωσαν τὰ τῶν ψευδοπροφητῶν. ΚΕΦ. ʹ." Ἐνισχύσατε, υἱοὶ Βενιαμείν." Οἱ Βενιαμεῖται ἀμφοτεροδέξιοι ἱστοροῦνται εἶναι. Προκαλεῖται τοίνυν εἰς τὸν πνευματικὸν πόλεμον τοὺς δυναμένους διὰτῶν ὅπλων τῆς δικαιοσύνης πολεμεῖν, τῶν δεξιῶν, καὶ ἀριστερῶν. Τοιοῦτος ἦν Παῦλος ἐκ φυλῆς Βενιαμείν." Καὶ ἐν Θεκουέ." Μὴ φθονήσητε, φησὶν, ἀλλὰ διορθώσασθε τοὺς γείτονας ὑμῶν οἱ δυνάμενοι πολεμεῖν." Καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου." Ὁ ναὸς, ἡ νομικὴ λατρεία. Ἢ καὶ ὁ τῆς ψυχῆς πνευματικὸς κόσμος." Εἰς αὐτὴν ἥξουσι ποιμένες." Οἱ πολέμιοι, ἄρχοντες αἰσθητοὶ, ἢ καὶ νοητοί." Καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ." Οὐ τῇ τοῦ Θεοῦ χειρὶ, ἀλλ' ἕκαστος κατὰ τὰς ἰδίας ἐνεργείας." Οὐαὶ ἡμῖν." Οἱ ἐν τῇ αἰχμαλωσίᾳ καταλειφθέντες, καὶ ἐν τῇ συντελείᾳ ἁμαρτωλοὶ ταύτην ἀφήσουσι τὴν φωνήν." Ὅτι κέκλικεν ἡ ἡμέρα." Ἡμέραν καλεῖ τὸν παρόντα βίον, σκιὰν δὲ τὴν ἐν αὐτῷ πολιτείαν." Ἀνάστητε, καὶ ἀναβῶμεν ἐπ' αὐτὴν νυκτί." Τοῦ Χρυσοστόμου. [ἄλλ. Ὀλυμπιοδώρου.] Νύκτα καὶ μεσημβρίαν φησὶ τὸν ἀδιάφορον τῆς ἐφόδου τῶν πολεμίων καιρόν." Ὡς ψύχει λάκκος ὕδωρ αὐτοῦ, οὕτω ψύχει κακία αὐτῆς." Διὰ γὰρ τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Οὐ γὰρ ἦσαν τῷ πνεύματι ζέοντες, οὐδὲ τῷ Κυρίῳ δουλεύοντες." Πόνῳ καὶ μάστιγι παιδευθήσῃ." Ἐπειδὴ λόγῳ οὐκ ἐπείσθης, πείσθητι διὰ τῆς μάστιγος, ἵνα μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ." Τὰ κατάλοιπα τοῦ Ἰσραήλ." Τοὺς μὴ δυνηθέντας, μηδὲ διὰ μάστιγος ἰαθῆναι." Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν." Οὐκ ἀποστρεφόμενα τὰς ἀνωφελεῖς ἀκροάσεις. Σημείωσαι ποίαν περιτομὴν ζητεῖ ὁ Θεός." Λέγοντες, Εἰρήνη, εἰρήνη." Οὐκ εἴων τῶν μαστίγων ἐπαισθάνεσθαι εἰρήνην αὐτοῖς ἐπαγγελλόμενοι." Καὶ οὐδ' ὡς... Καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν." Οἱ γὰρ μήτε λόγῳ, μήτε μάστιγι παιδευόμενοι, ἐναπομένουσι τῷ πτώματι." Διὰ τοῦτο πεσοῦνται... καὶ ἐν καιρῷ ἐπισκοπῆς αὑτῶν ἀπολοῦνται." Κἂν ἀνακαλέσωμαι, φησὶν, αὐτοὺς, ἐκ τῶν αἰσθητῶν πολεμίων, καὶ ἐπισκέψωμαι αὐτοὺς, ἐπιμένοντας [ἄλλ. ἐπιμένοντες] ταῖς ἁμαρτίαις αἰωνίᾳ κολάσει παραδοθήσονται." Στῆτε ἐπὶ ταῖς ὁδοῖς." Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε τῆς τε ζωῆς, καὶ τοῦ θανάτου· ὁδὸς δὲ καὶ ἑκάστου βίος καλεῖται. Τρίβοι Κυρίου τὰ αὐτοῦ παραγγέλματα." Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος." Τοὺς τὸν προφητικὸν, ἢ καὶ τὸν εὐαγγελικὸν κηρύξαντας λόγον. Σάλπιγγος, τῆς διδασκαλίας." Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βοῤῥᾶ." Τοῦ Βαβυλωνίου, ἢ καὶ τοῦ ἀντικειμένου." Τόξον καὶ ζιβύνην κρατήσουσι." Τόξον τοῖς μακρὰν, ζιβύνην τοῖς ἐγγύς. Τοὺς μὲν γὰρ πλησιάζοντας, ἔργοις, τοὺς δὲ μακρόθεν λόγοις βάλλουσιν." Μὴ ἐκπορεύεσθε εἰς ἀγρόν." Πρὸς τῇ ἱστορίᾳ, ἀγρὸν νόει τὰ κοσμικὰ πράγματα." Καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε." Ταῖς τῆς κακίας πολυοδίαις· μία γάρ ἐστιν ὁδὸς, αὐτὸς ὁ Κύριος." Ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν." Ἡ θανατηφόρος ἁμαρτία, κύκλῳ γὰρ οἱ ἀσεβεῖς περιπατοῦσιν." Χαλκὸς καὶ σίδηρος." Χαλκὸς καὶ σίδηρος ἀλλήλοις ἀμιγεῖς, ἀγάπην μὴ ἔχοντες." Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός." Λόγος διδασκαλικὸς ἢ καὶ μάστιξ παιδευτική." Ἐξέλιπε μόλιβδος." Τῷ ἀργυρίῳ μιγνύμενος ὁ μόλιβδος καθαίρει αὑτοῦ τὴν κακίαν· τοῦτο οὖν φησιν, ὅτι πᾶς τρόπος καθαρτικὸς ἐπηνέχθη αὐτοῖς, καὶ οὐκ ἐκαθάρθησαν. ΚΕΦ. Ζʹ." Ἀκούσατε λόγον Κυρίου, πᾶσα Ἰουδαία." Μετὰ τὴν ἱστορίαν προσήκει νοεῖν, ὡς Ἰουδαία ἐστὶ πᾶσα ψυχὴ ἐγγίζουσα τῇ θεοσεβείᾳ. Ἰούδας γὰρ ἐξομολογούμενος ἑρμηνεύεται." Καὶ θυμιᾶτε τῇ Βάαλ." Βάαλ ἐκάλουν πᾶν εἴδωλον. Βάαλ δὲ ἑρμηνεύετε τὰ ἀνώτερα κακά. Κεφαλὴ δὲ τῆς ἁμαρτίας ἡ εἰδωλολατρεία." Μὴ σπήλαιον λῃστῶν, ὁ οἶκός μου;" Τὸ σπήλαιον ἀθύρωτον, καὶ παντὶ προκείμενον εἰς τὴν εἴσοδον. Μέμφεται οὖν αὐτοῖς, ὡς ἀδιαφόρως εἰσιοῦσιν εἰς τὰ ἅγια." Πᾶν τὸ σπέρμα Ἐφραΐμ." Ἡ βασιλικὴ φυλὴ ἄρχουσα τῶν δώδεκα φυλῶν." Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα." Κατὰ δύναμιν ἁμαρτάνουσιν." Καίουσι πῦρ." Πῦρ ἡ ἁμαρτία πολλαχοῦ τῆς Γραφῆς ὠνόμασται. Διὰ τοῦτο πυρὸς αἰωνίου αἰτία τοῖς ἁμαρτάνουσι γίνεται." Τοῦ ποιῆσαι χαβῶνας." Ξένας τελετὰς ἐπιτελοῦσι. Χαβῶνας δέ φησι πέμματά τινα." Καὶ φάγετε κρέα." Ὑμεῖς αὐτὰ, φησὶ, φάγετε· ἐγὼ γὰρ θυσιῶν οὐ χρῄζω." Ἡμέρας καὶ ὄρθρου." Τὸ ἀδιάλειπτον τῆς προφητικὴς παραινέσεως σημαίνει." Ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν." Ἀπιστίαν αὐτῶν κατηγορεῖ, ἢ καὶ ψευδολογίαν. ΚΕΦ. Ηʹ." Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνοίξουσι." Ἐποίησε τοῦτο Ἰωσίας ὁ εὐσεβὴς βασιλεὺς, κατακαύσας τῶν εἰδωλολατρησάντων τὰ λείψανα." Καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν." Αὐτεξούσιος γὰρ ὁ ἄνθρωπος." Οὐκ ἔστιν ἄνθρωπος ὁ μετανοῶν." Μὴ λέγετε, φησὶν, Οὐκ ἔστιν μετάνοια, ἔστι γάρ." Ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ." Ἵππος ἐν μακρόδῳ [ἄλλ. μακροδίᾳ] τρέχει, καὶ χρεμετίζει, σημαίνων τὸν κόπον· καὶ ἵππος μὲν διαλιμπάνει τρέχων, οὗτοι δὲ ἀμετάστρεπτον [ἄλλ. ἀμεταστρεπτὶ] τὴν κακίαν ἐργάζονται" Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς." Ἀκύλας μὲν τὸν ἐρωδιὸν ἐκδέδωκεν· ἰνδικὸν δέ ἐστιν γένος ὀρνέου ἡ ἀσίδα. Τρυγὼν καὶ χελιδὼν, ἀγροῦ στρουθία, ἐφύλαξαν καιρούς." Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν." Ἡ σχοῖνος, φησὶ, τοῦτ' ἔστιν ὁ κλῆρος τῶν γραμματέων, ὃν ἔλαχον ἐπὶ τὸ διδάσκειν, μάταιος γέγονε, διὰ τὸ ἰδικήν τινα σοφίαν ἐπιτηδεύειν, καὶ παρεξηγεῖσθαι τὰ θεῖα νόμιμα. Τοῦτο γὰρ δειλοῖ τό· Σοφία τίς ἐν αὐτοῖς;" Σοφία τίς ἐστὶν ἐν αὐτοῖς;" Οὐδεμία γὰρ ἐν τοῖς τοιούτοις σοφία. Κακίας δὲ μόνον περιουσία τελευτῶσα [ἄλλ. πρὸς] εἰς ἄνοιαν." Οὐκ ἔστι σταφυλὴ ἐν τοῖς ἀμπέλοις." Τὸν γὰρ ἀμπελῶνα γεωργοῖς ἑτέροις ἐξέδωκεν." Καὶ ἐπὶ τί ἡμεῖς καθήμεθα;" Οὐ γὰρ ἐγεώργουν τὰ κατὰ Θεόν. Καὶ τί πλέον ἀσφαλείας γένοιτο ἂν, ὅταν ὁ Θεὸς ὁ πάντα πᾶσι παρέχων τὴν ἀσφάλειαν προδίδωσι; Δέον εἰπεῖν Καταφύγωμεν ἐπὶ τὸν Θεὸν, ἕτι κάτω κεῖνται. Ὁ τῆς φύσεως κρατῶν, καὶ ἄχρηστα δένδρα ποιῶν, οὐ πολλῷ μᾶλλον τὰ τείχη;" Εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυράς." Πρὸς μὲν ἱστορίαν εἰς Αἴγυπτον ἔφυγον ὕστερον· πρὸς δὲ διάνοιαν εἰς τὰς Ἐκκλησίας παραινεῖ φυγεῖν." Καὶ ἀποῤῥιφῶμεν ἐκεῖ." Κατὰ τό· Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ." Συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά." Ἐδόξαμεν, φησὶ, διὰ τοῦ νόμου καταλλάττεσθαι τῷ Θεῷ, καὶ μὴ νοήσαντες αὐτοῦ τὴν δύναμιν, οὐχ εὕροιμεν ἀγαθά." Διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις." Τοὺς πολεμίους αἰσθητοὺς, ἢ καὶ νοητούς." Οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται." Ἐπειδὴ γὰρ σχηματίζονται τὴν εὐσέβειαν οἱ δηχθέντες, καὶ παραινέσει οὐ πείθονται, νομίζοντες εὐσεβεῖν· οὕτως εἰσὶ πικρὰ τῆς πανουργίας τὰ δίκτυα." Μετ' ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης." Οὐ γὰρ ἐνδέχεται μὴ νύττεσθαι ὑπὸ τῆς συνειδήσεως." Διῆλθε θέρος, παρῆλθεν ἀμητός." Ἐν εὐδίας, φησὶ, καιρῷ, ὅτε καιρὸς ἦν τῆς μετανοίας, οὐ μετενοήσαμεν." Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ;" Τὸ Γαλαὰδ ὅρος πολλὰς ἔχει κέδρους, ἐξ ὧν ἡ ῥητίνη εἰς πολλὰ πεποιημένη πάθη. Ἡ δὲ πόλις ἡ Γαλαὰδ, πόλις τυγχάνουσα τοῦ Ἰορδάνου, εἴδωλα ἔπλαττεν· οὐκ εἶχον οὖν τοὺς θεραπεύοντας προφήτας, ὅτι οὕτως ἡμάρτανον." Διατί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;" Τὰ τραύματα κοῖλα τυγχάνουσι. Διατί οὖν, φησὶν, ἔχοντες τοὺς θεραπεύοντας, οὐκ ἀνήνεγκαν ἴασιν; τουτέστιν οὐκ ἴσωσαν ἑαυτῶν τὰ τραύματα, οὐ συνούλωσαν; ΚΕΦΑΛ. Θʹ." Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ;" Ὕδωρ αἰτεῖλαβεῖν ὁ προφήτης ἐπὶ τῆς κεφαλῆς, ἵνα γένωνται αὐτῷ πηγαὶ δακρύων, καὶ ἐπαξίως κλαύσῃ τοὺς ἀπὸ τῆς ἁμαρτίας τετραυματισμένους· ἀριθμεῖται δὲ αὐτῶν τὰ πλημμελήματα, γεγενημένα μὲν καὶ ἐπὶ τῶν τοῦ προφήτου καιρῶν, τολμηθέντα δὲ παρ' αὐτῶν καὶ κατὰ τοῦ Δεσπότου Χριστοῦ. Λέγει δὲ καὶ κατὰ μισαδελφίας, καὶ κατὰ τοκιζόντων· προλέγει δὲ καὶ τὴν παντελῆ τῆς Ἱερουσαλὴμ ἐρήμωσιν." Θυγατρὸς λαοῦ μου." Τῆς συναγωγῆς τῶν Ἰουδαίων." Καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον." Μηδὲ μικρὸν χαλῶντες, ἀλλ' ἀνενδότως διὰ τῆς γλώττης ἁμαρτάνοντες, ὥσπερ ἀμέλει καὶ τὸν Σωτῆρα λοιδορίαις πλύνοντες." Καταπαίξεται." Δόλῳ ὑποσκελίζει." Οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως." Οὐκ ἠθέλησαν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τῆς χαριζομένης αὐτοῖς τὴν εἰσάει ὕπαρξιν, ὅ ἐστι τὴν ἀθανασίαν." Ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἕως κτηνῶν." Καὶ οἱ ὑψηλοὶ, φησὶ, κατ' ἀρετὴν, καὶ οἱ κτηνώδεις ἐξέκλιναν εἰς τὸ κακόν· σημαίνει δὲ καὶ τὴν παντελῆ τοῦ τόπου ἐρήμωσιν." Ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν." Διὰ τὸ μηδένα, φησὶν, ἔχειν ὁδεύοντα ἐν ταῖς ὁδοῖς Κυρίου γέγονεν ἔρημος." Καὶ ἀποστελῶ εἰς αὐτοὺς τὴν μάχαιραν." Τὴν ἀπότομον ἐκδίκησιν." Καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε." Τὰς Ἐκκλησίας, ἢ τὰς τῶν ἁγίων ψυχὰς, ἃς σοφὰς καλεῖ· αὗται γὰρ θρηνοῦσι τοὺς ὑπὸ τῆς ἁμαρτίας ἀνῃρημένους, ὡς ὁ Παῦλός φησι· Καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων." Καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα." Τὸ τῆς μετανοίας δάκρυον." Ἐγκατελίπομεν τὴν γῆν." Τῆς εὐσεβείας τὴν γνῶσιν." Καὶ ἀπεῤῥίψαμεν τὰ σκηνώματα ἡμῶν." Αὐτοὶ ἑαυτοῖς τῆς αἰχμαλωσίας αἴτιοι γεγόναμεν." Ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν." Καθόλου μὲν διὰ τῶν διδασκάλων τῶν δοκούντων τὰ κεκρυμμένα ἑρμηνεύειν. Αἱ γὰρ θυρίδες φανεροποιοῦσι τὰ ἐντὸς ἑνὸς ἑκάστου διὰ τῶν αἰσθητηρίων· συνέβη δὲ ἴσως τοῦτο καθ' ἱστορίαν, διὰ τῶν πολεμίων· θυρίδες εἰσὶν αἱ τῆς πλάνης ἐπίνοιαι." Ἀλλ' ἐν τούτῳ... καυχάσθω συνιεῖν καὶ γινώσκειν." Παραινεῖ ὁ λόγος ἐν μηδενὶ καυχᾶσθαι εἰ μὴ ἐν τῷ συνιέναι, καὶ γινώσκειν τὸν Κύριον, καὶ ὅτι τὸ θέλημα τοῦ Θεοῦ ἐστι, τὸ ἔλεος, καὶ τὸ κρῖμα, καὶ ἡ δικαιοσύνη." Ἐπ' Αἴγυπτον, καὶ ἐπὶ τὴν Ἰδουμαίαν." Αἰγύπτιοι οἱ Βάρβαροι καλοῦνται παρὰ τῇ θείᾳ Γραφῇ. Ἰδουμαῖοί τε, οἱ καὶ Ἐδωμῖται, πόρνοι, καὶ βέβηλοι, ὡς ἀπὸ τοῦ Ἡσαῦ· οἱ δὲ Μωαβῖται, καὶ Ἀμμανῖται διὰ τὸν τρόπον κελεύονται μὴ εἰσιέναι εἰς Ἐκκλησίαν Θεοῦ. Τῶν Ἰουδαίων οὖν τὸν τρόπον, διὰ τῶν ἐθνῶν τούτων ἐχαρακτήρισε, τούτοις αὐτοὺς καλέσας τοῖς ὀνόμασι." Καὶ ἐπὶ πάντα περικειρόμενον." Τοὺς τὸ φαινόμενον καλλωπίζοντας. Λέγει δὲ τοὺς μόρφωσιν ἔχοντας εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένους. ΚΕΦΑΛ. Ιʹ." Καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι." Τὰς ἡλιακὰς, φησὶν, ἀνακυκλώσεις ὁρῶντες, καὶ σελήνην φθίνουσαν καὶ αὐξανομένην, καὶ ἀστέρων σχέσιν καὶ ἀπόστασιν, καὶ τὰς κατὰ καιρὸν αὐτῶν ἐκφάνσεις καὶ ἀποκρύψεις, καὶ τὴν εὐάρμοστον αὐτῶν κίνησιν, μὴ φοβηθῆτε αὐτὰ ὡς θεοὺς, ἀλλὰ τὸν ταῦτα ποιήσαντα." Ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ." Ἐν τῷ Υἱῷ· ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα." Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατησχύνθη... ὅτι ψευδῆ ἐχώνευσεν." Ὁ μὴ τὴν γνῶσιν ἔχων ταύτης τῆς θεολογίας, μωρός ἐστιν." Μάταιά ἐστιν ἔργα... ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται." Ὅταν ὁ Θεὸς ἐπισκέψηται τὴν γῆν, ἐν τῇ παρουσίᾳ δηλονότι τοῦ Χριστοῦ." Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασιν αὐτοῦ κατοικοῦσαν." Ὦ γνῶσις Θεοῦ, ἡ ἐν τοῖς ἐκλεκτοῖς κατοικοῦσα, ἀπὸ τῶν θαυμάτων αὐτοῦ, καὶ τῶν ποιημάτων καταλαμβάνεταί σου ἡ ὑπόστασις. Καὶ ἡ Ἐκκλησία δὲ ἔξωθεν, τουτέστιν ἐκ τῶν ἐθνῶν συνήχθη." Καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν." Οὐκ ἐῶντες ἐντρέφεσθαι τῇ πίστει καὶ ταῖς καλαῖς διδασκαλίαις· ἢ ἄρδην ἀνελόντες, ἢ εἰδωλολατρεῖν ἀναγκάσαντες. ΚΕΦΑΛ. ΙΑʹ." Τάδε λέγει Κύριος· Ἐπικατάρατος ὁ ἄνθρωπος, ὂς οὐκ ἀκούσεται τῶν λόγων." Ὁ Θεὸς καταρᾶται, ἀλλ' οἱ τοὺς θείους παραβαίνοντες νόμους ἑαυτοῖς ἐπισπῶνται τὰ δεινά." Τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα, καὶ μέλι." Πρὸς μὲν ἱστορίαν, τὴν Παλαιστίνην· πρὸς δὲ διάνοιαν, τὴν Ἐκκλησίαν· γάλα μὲν ποτίζουσαν τοὺς ἀρτιφύτους, μέλι δὲ τοὺς δυναμένους ἀπογεύσασθαι τῶν τελειοτέρων μαθημάτων." Καθὼς ἡ ἡμέρα αὕτη. Καὶ ἀπεκρίθην, καὶ εἶπα, Γένοιτο, Κύριε." Τὴν θεοφάνιον ἡμέραν τοῦ Σωτῆρος ὁ προφήτης προβλέπει, καθ' ἣν ταῦτα τοῖς πιστοῖς δέδοται, ἣν καὶ εὐχόμενος παραγενέσθαι, φησὶ, Γένοιτο, Κύριε." Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα." Συμφωνία πάντων ἐπὶ τὸ χεῖρον." Τί ἡ ἠγαπημένη;" Ἀντὶ τοῦ, Πῶς ἡ ἠγαπημένη;" Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει." Ὅτε τοὺς πατριάρχας ἐκλεξάμενος ἐφύτευσεν." Εἰς φωνὴν περιτομῆς αὐτῆς, ἀνήφθη πῦρ ἐπ' αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σέ." Ὅτε, φησὶν, ἔδει καλλιεργηθῆναι τὴν Συναγωγὴν, τότε πυρὸς ἑαυτὴν ἀξίαν κατέστησεν· ἔδει δὲ αὐτὴν καλλιεργηθῆναι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ." Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι." Θείανἀποκάλυψιν αἰτεῖ λαβεῖν περί τε τῶν καθ' ἑαυτὸν, καὶ τῶν ἐπὶ τοῦ Δεσπότου Χριστοῦ." Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον." Ὡς γὰρ πρόβατον ἐπὶ σφαγὴν ἤχθη ὁ Κύριος, κατὰ τὸν Ἡσαΐαν. Οὐκ ἀντέστη." Οὐ γὰρ ἐρίσει, φησὶν, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ."" Ἐμβάλωμεν ξύλον." Πρὸς μὲν τὸν προφήτην, βοτάνην τινὰ θανάσιμον, ἵνα ἐσθίων ὀδυνᾶται. Τῷ δὲ τιμίῳ σταυρῷ τὸν ἄρτον τῆς ζωῆς ἐνέπηξαν." Καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι." Ὅρα πῶς καὶ ἀνώνυμον αὐτὸν ποιῆσαι θέλουσιν, οὐδὲ μνήμην τινὰ αὐτοῦ εἶναι βουλόμενοι. Οὐ γὰρ δὴ μόνον ζῶντας, ἀλλὰ καὶ τελευτήσαντας βαρύνονται τοὺς δικαίους οἱ ἁμαρτωλοί. Ὁρᾷς Ἡρώδην, πῶς τὸν Ἰωάννην ἀνελὼν, ὡς ζῶντος εἶχεν ἐν ἑαυτῷ φόβον; τοσοῦτόν ἐστιν ἀρετὴ, τοσοῦτον κακία, οὕτως ἐκείνη δειλὴ καὶ ἄνανδρος, [ἄλ. δειλὸν καὶ ἄνανδρον,] οὕτως αὕτη ἀνδρεία καὶ πεπαῤῥησιασμένη." Πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου." Λοιδορούμενος γὰρ οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως, κατὰ τὸν ἱερὸν ἀπόστολον." Ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθώθ." Τοὺς πολίτας τοῦ προφήτου, οἳ καὶ ἐπεβούλευον αὐτῷ. ΚΕΦΑΛ. ΙΒʹ." Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ. Πλήν." Οἶδα, φησὶν, ὅτι δίκαιος εἶ· λόγον δὲ ἀπολογίας ἐπὶ τῶν σῶν κριμάτων ἐπιζητῶ. Ἢ καὶ οὕτως· Χρή με πρότερον ἀπολογήσασθαί σοι, Κύριε, ὅτι δίκαιος εἶ, εἶτα ζητῆσαι τῶν ἀπορουμένων τὴν αἰτίαν." Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται;" Οἶδας ὅτι οὐ φθονῶν λαλῶ, ἀλλ' ἐρωτῶν." Ἐφύτευσας αὐτούς." Ἀντὶ τοῦ, ἐδημιούργησας αὐτοὺς, ὡς πάντων ποιητὴς, καὶ οὐκ ἐξεκόπησαν ἁμαρτάνοντες." Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν." Οἶδας, φησὶν, ὅτι μέχρι χειλέων τιμῶσί σε, καὶ οὐκ ἐπάγεις αὐτοῖς πειρασμοὺς, ἵνα δοκιμάσῃς αὐτῶν τὰ βάθη τῆς διανοίας." Ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς." Οὐ κατευχόμενος αὐτῶν τοῦτό φησιν, ἀλλὰ πληροφορούμενος, ὅτι εἰ καὶ βραδὺ, πλὴν ἥξει ἡ τιμωρία αὐτοῖς. Τὸ δὲ, ἅγνισον, ἀντὶ τοῦ, Ἑτοίμασον, εὐτρέπισον, ὡς ἐπὶ τῶν μελλόντων θύεσθαι." Ἠφανίσθησαν κτήνη καὶ πετεινά." Διὰ τὴν ἀφορίαν τῆς γῆς. Πρὸς δὲ διάνοιαν, κτήνη ἂν καὶ πετεινὰ νοήσῃς ἀφανιζομένους ἀνθρώπους, τῶν μὲν οὐρανίων ἐπιθυμοῦντας, τῶν δὲ ἐπιγείων μὴ ἀφισταμένους." Σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε." Πρὸς τοὺς ἁμαρτάνοντας ὁ λόγος· Τρέχοντες γὰρ, φησὶν, ἐπὶ τὰ πονηρὰ, ἐκλύετε τοὺς τόνους τῆς ἀρετῆς." Πῶς παρασκευάσῃ ἐφ' ἵππους." Πῶς προσκρούων Θεῷ, δι' ἱππικῆς βοηθείας πιστεύεις σώζεσθαι; Πρὸς δὲ διάνοιαν, ἵπποι τὸν θεῖον ἔχοντες ἐποχούμενον λόγον, ἀπόστολοι καὶ προφῆται. Πῶς οὖν δύνασαι, φησὶ, παρασκευάζεσθαι εἰς τὴν τούτων ὠφέλειαν, τὰ τῆς κακίας ἔργα μεταδιώκων;" Καὶ ἐν γῇ εἰρήνης σου πέποιθας;" Μὴ θάῤῥει, φησὶν, ἐπὶ τῇ νῦν εἰρήνῃ τῆς γῆς· ἥξει γὰρ πάντως ὁ πόλεμος, σοῦ πλημμελοῦντος. Πρὸς δὲ διάνοιαν· Πῶς δύνῃ, φησὶν, ἐπὶ τῇ γνώσει τῆς εὐσεβείας θαῤῥεῖν ἁμαρτάνων; Γῆ γὰρ εἰρήνης ἐστὶν ἡ εὐσέβεια, δι' ἧς πρὸς Θεὸν εἰρηνεύομεν." Πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου;" Καύχημα τοῦ Ἰορδάνου, τὸ θεῖον βάπτισμα. Πῶς οὖν δύνῃ καυχᾶσθαι ἐπὶ τῷ βαπτίσματι ἁμαρτάνων;" Ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν, μὴ πιστεύσῃς ἐν αὐτοῖς." Εἰ μὲν πρὸς τὸν προφήτην ὁ λόγος, περὶ τῶν ἐν Ἀναθὼθ πολιτῶν αὐτοῦ φησιν, οἵ τινες ἐβούλοντο αὐτὸν ἀνελεῖν. Εἰ δὲ πρὸς τὸν ἁμαρτωλόν· Οἱ πάλαι, φησὶ, διὰ τὴν εὐσέβειαν προσῳκειωμένοι σοι, νῦν βδελύσσονταί σε, καὶ πολέμιοί σοι γεγόνασι, καὶ ἐκδιώκουσί σε." Μὴ σπήλαιον ὑαίνης." Τὸ τῆς ὑαίνης σπήλαιον μεστόν ἐστιν ἀκαθαρσίας, καὶ ὀστέων νεκρῶν ἐκ διαφόρων σωμάτων. Τοιοῦτοι δὲ ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τάφοι κεκονιαμένοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν, τουτέστι πάσης ἀκαθαρσίας πεπληρωμένοι." Ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν." Πάντα δι' ἁμαρτίαν πολεμοῦντα τὸν ἄνθρωπον· πρὸς δὲ ἱστορίαν τοὺς Ῥωμαίους φησίν." Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου" Ἡ κατὰ Θεὸν ποιμαντικὴ μία ἐστίν. Οἱ δὲ πολλοὶ ποιμένες, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε αἱρετικοὶ, διαφόρους εἰσηγοῦνται διδασκαλίας, καὶ ἔκαστος τὴν ἑαυτοῦ κρατῦναι βούλεται· ὅθεν καὶ διάφοροι τῶν διδασκομένων οἱ τρόποι." Δι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ." Ἐκ μὲν τοῦ προσώπου τοῦ Κυρίου λεγόμενον δηλοῖ, ὅτι διὰ τὴν εἰς αὐτὸν σφαγὴν ἠφανίσθη τῶν Ἰουδαίων ἡ χώρα· ἐκ δὲ τοῦ κοινοῦ τῆς ἀνθρωπότητος λεγόμενον σημαίνει, ὅτι διὰ τὸν ἄνθρωπον τὸν ἐνδεδωκότα ἑαυτὸν πάσῃ διδασκαλίᾳ ἠφανίσθη ἡ γῆ. Οὐκ ἔστι, φησὶν, ἄνθρωπος ἐννοῶν, ὅτι ὁ Θεός ἐστιν ὁ τῶν ἀνθρώπων κύριος, καὶ οὐκ ὀφείλουσιν αὐτοὶ διὰ τῆς οἰκείας διδασκαλίας κλῆρον ἑαυτῶν ποιεῖσθαι τοὺς διδασκομένους, ἵνα κυριεύσωσιν αὐτῶν." Ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ." Οἱ τῶν Ἰουδαίων αἰχμάλωτοι. Πρὸς δὲ διάνοιαν, οἱ τὴν ἄκαρπον τῶν πολλῶν ποιμένων παραδεχόμενοι διδασκαλίαν." Ὅτι μάχαιρα τοῦ Κυρίου καταφάγεται ἀπ' ἄκρου τῆς γῆς." Πρὸς μὲν ἱστορίαν, ἡ τῶν Ῥωμαίων χεὶρ πορθοῦσα τὴν Ἰουδαίων γῆν· πρὸς δὲ διάνοιαν, τὴν συγχώρησιν τοῦ Κυρίου, διὰ τὸαὐτεξούσιον τῶν τε ποιμένων, καὶ ποιμαινομένων, μάχαιραν Κυρίου νοήσεις διαφθείρουσαν τοὺς ἐν πάσῃ γῇ ταῖς ποικίλαις διδασκαλίαις πειθομένους, οἵτινες οὐδὲ εἰρηνεύουσι πρὸς ἀλλήλους." Ἐσπείρετε πυροὺς, καὶ ἀκάνθας ἐθερίσατε." Πρὸς τοὺς πολλοὺς ποιμένας ὁ λόγος, οἵτινες διὰ τῆς πιθανολογίας, τρόφιμον δοκοῦντες εἰσηγεῖσθαι διδασκαλίαν, ὄλεθρον ἑαυτοῖς ἀποθερίζουσιν." Οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς." Τοὺς ποιμένας οὐδὲν οἱ ποιμαντικοὶ ὠφελήσουσι κλῆροι." Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν." Αἰσχύνης, φησὶ, καὶ ὀνειδισμοῦ ἀξία ἐστὶν ἡ καύχησις παρὰ τῷ Θεῷ." Ὅτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν." Γείτονες πονηροὶ οἱ τὸν θεῖον λόγον παραχαράττοντες, οἵτινες καὶ διεκβολὰς ἐργάζονται, παροχετεύοντες τὴν θείαν διδασκαλίαν." Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτούς." Ἀνασπῶ, φησὶ, τοὺς σωζομένους τοῦ λαοῦ μου ἀπὸ τῆς γῆς τῶν πονηρῶν γειτόνων· τουτέστι, τῆς εἰδωλολατρείας καὶ ψευδοῦς διδασκαλίας. Ἰούδαν δέ φησι τὸν ἐξομολογούμενον καὶ σωζόμενον λαὸν, ὃν καὶ ἐκβαλεῖν ὑπισχνεῖται ἀπὸ τῆς πονηρᾶς γῆς." Καὶ ἔσται, μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἀναστρέψω, καὶ ἐλεήσω αὐτούς." Καὶ αὐτοὺς δὲ, φησὶν, ἐλεήσω τοὺς ἐθνικοὺς, τὴν τοῦ ἁγίου λουτροῦ ἄφεσιν χαριζόμενος αὐτοῖς." Καὶ ἔσται..., τοῦ ὀμνύειν τῷ ὀνόματί μου." Ἵνα μηκέτι τὰ εἴδωλα, ἀλλὰ τὸν Δεσπότην Χριστὸν ὅρκιον ἔχωσιν. ΚΕΦΑΛ. ΙΓʹ." Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν." Περίζωμα λινοῦν τὸ πολλάκις πλύνεσθαι δυνάμενον· σημαίνει δὲ τοὺς πολλάκις συγχωρηθέντας, καὶ μὴ μετανοήσαντας." Καὶ ἐπορεύθην. Καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ." Τὸ ὕδωρ διέφθειρε τὸ περίζωμα· ὕδωρ δὲ ἡ ἁμαρτία, κάθυγρος οὖσα, καὶ διαῤῥέουσα, καὶ τοὺς αὐτῇ χρωμένους ἀχρείους ἀπεργαζομένη." Τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων." Ὕβρις εἰς Θεὸν, τὸ τὴν αὐτοῦ προσκύνησιν εἰδώλοις προσφέρειν." Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· Πᾶς ἀσκὸς πληρωθήσεται οἴνου." Ἀσκοῖς αὐτοὺς παρεικάζει, ἢ διὰ τὸ διάκενον καὶ σχῆμα μόνον ἔχειν ἀνθρώπων, ἢ ὅτι εἰ βουληθεῖεν, δύνανται καὶ αὖθις δέξασθαι θεῖα μαθήματα τὰ τῆς εἰς Χριστὸν πίστεως." Ἰδοὺ ἐγὼ πληρῶ τοὺς ἱερεῖς μεθύσματι." Τῇ τιμωρίᾳ τῆς ἀδικήσεως." Δότε τῷ Κυρίῳ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι." Ὁ Κύριος ὑμῶν Ἰησοῦς Χριστὸς φῶς ἐστιν· Ἕως οὖν ἔχετε, φησὶ, τὸ φῶς, πιστεύσατε εἰς αὐτό." Καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν." Ὅρη σκοτεινὰ αἱ πονηραὶ δυνάμεις, καὶ αἱ διαβολικαὶ ἐνέργειαι. Πρὸ τῆς οὖν παῤῥησίας τοῦ διαβόλου, φησὶ, πιστεύσατε εἰς τὸ φῶς." Καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος." Αἱ γὰρ ψευδεῖς διδασκαλίαι φῶς ὑπισχνούμεναι, θανάτου τυγχάνουσι πρόξενοι." Κεκρυμμένως κλαύσεται ἡ ψυχή." Ἢ πρὸς τοὺς διδασκάλους ὁ λόγος, ὅτι Αἰσχυνόμενοι οὓς ἠπατήσατε, κεκρυμμένως κλαύσατε· ἢ καὶ πρὸς τοὺς αἰχμαλώτους, ὅτι Τοιαύτη ὑμῶν ἔσται ἡ αἰχμαλωσία, εἴτε νοητὴ, εἴτε αἰσθητὴ, ὡς μηδὲ τολμᾷν φανερῶς δεικνύειν." Πόλεις αἳ πρὸς νότον συνεκλείσθησαν." Αἱ κατ' εὐσέβειαν πολιτεῖαι, αἱ ἀντικείμεναι τῷ νοουμένῳ βοῤῥᾷ." Ἀπῳκίσθη Ἰούδας, συνετέλεσαν ἀποικίαν τελείαν." Μετὰ τῶν αἰσθητῶν νοεῖ, ὅτι τῶν κατ' εὐσέβειαν ἠθῶν μετέστη." Ἀνάλαβε τοὺς ὀφθαλμούς σου, Ἱερουσαλήμ." Τοῦτ' ἔστι, κατανόησον." Τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε;" Ὅταν ἐφιστῶσί σοι οἱ αἰσθητοὶ, ἢ καὶ νοητοὶ πολέμιοι." Καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν." Ἐὰν μὴ γὰρ ἐκδῶμεν ἑαυτοὺς τῇ ἁμαρτίᾳ, οὐκ ἄρχει ἡμῶν." Τὰς πτέρνας σου." Αἱ ὁδοί σου, καὶ τὰ ἐπιτηδεύματα γήϊνα." Εἰ ἀλλάξεται Αἰθίοψ." Φυσικῷ πράγματι παρεικάζει, τὴν ἐκ πολλῆς συνηθείας ἁμαρτίαν, ἵνα δείξῃ ἀναγκαίαν εἶναι τὴν χάριν τοῦ λουτροῦ τῆς παλιγγενεσίας." Καὶ ὁ χρεμετισμός σου." Διὰ τοῦ χρεμετισμοῦ, σημαίνει, τὴν πρὸς τὴν θήλειαν μίξεως τὴν ἔφεσιν. Τοῦτο οὖν φησιν, ὅτι Καὶ ἐν συγκαταθέσει, καὶ ἐν αὐτῇ τῇ πράξει τὴν ἁμαρτίαν εἰργάσασθε." Ἐπὶ βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου." Ἀντὶ τοῦ, κατὰ πολλοὺς τρόπους. Πλὴν ἐπὶ τούτων ἔθυον. ΚΕΦΑΛ. ΙΔʹ." Ἐπένθησεν ἡ Ἰουδαία." Μετὰ τὸ αἰσθητὸν ἡ γνῶσις τῆς εὐσεβείας." Καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν." Αἱ εἰσαγωγαὶ καὶ διδασκαλίαι οὐκ ἔχουσαι τοὺς διδασκομένους." Καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς." Τῆς γὰρ κακίας ἐπικρατούσης ἡ ἀρετὴ καλύπτεται." Καὶ ἡ κραυγὴ τῆς Ἱερουσαλὴμ ἀνέβη." Οὐχ ὡς ἡ Σοδόμων· οὐ γὰρ τελείως ἠφανίσθη· ἀλλὰ τοῦ ὀδυρμοῦ αὐτῆς ἡ κραυγή." Καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ' ὕδωρ." Οἱ θρόνοι οἱ ἱερατικοὶ ἔπεμψαν ἐπερωτῆσαι ἀπὸ Θεοῦ τὰ συμφέροντα. Νεωτέρους δὲ αὐτοὺς ἐκάλεσε, διὰ τὸ κοσμικαῖς καὶ νεωτερικαῖς αὐτοὺς ἐπιθυμίαις ἐνέχεσθαι." Ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕρησαν ὕδωρ." Τοῦτο εἰ μὴ ἐκ θείας ὀργῆς, οὐκ ἄν ποτε συνέβη. Ἄλλως· Οὐ γὰρ εὗρον τὸ ὕδωρ τὸ ζῶν τὸ ἐκ Θεοῦ διδόμενον." Οἱ γεωργοί." Οἱ ὀφείλοντες ἐργάζεσθαι." Καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη." Οὐ γὰρ ἦσαν οἱ ἀκούοντες. Τροφὴ γὰρ τῶν ἁγίων οἱ αὐτῶν μαθηταί." Ὄναγροι ἔστησαν ἐπὶ νάπας." Ἐστέναξαν ἐπὶ τοῖς ἀπολλυμένοις. Ὄναγροι. Οἱ τῶν κοσμικῶν πραγμάτων ἐλεύθεροι." Ἵνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς." Ἵνα τί, φησὶν, οὐ κήδῃ ἡμῶν ὡς Δεσπότης, ἀλλὰ παρορᾷς ὡσεὶ πάροικος;" Ἐκκλίνων εἰς κατάλυμα." Ὁ ἐπειγόμενος εἰς κατάλυμα φθάσαι, κἂν ἴδῃ τινὰς ὁπωσοῦν χρῄζοντας βοηθείας, παρορᾷ, καὶ παρατρέχει." Ἠγάπησαν κινεῖν πόδας αὐτῶν." Ἀτάκτως κινεῖσθαι, τρέχειν εἰς τὰ κακά." Ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι." Ὡς ὑπεραπολογούμενος τοῦ λαοῦ ὁ προφήτης φησὶν, ὅτι Οἱ ψευδοπροφῆται αὐτοὺς ἀπατῶσι· καὶ δύο ἐντεῦθεν πραγματεύεται· μετάγει τὴν ὀργὴν ἐπὶ τοὺς προφήτας, καὶ προτρέπει λέγειν Θεὸν, ὅτι Οὐκ ἐγὼ αὐτοὺς ἀπέστειλα." Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται." Ἐν παρατεταμένῃ νόσῳ, ὡς τοῦ συντόμου θανάτου αἱρετωτέρου τυγχάνοντος." Καὶ ἔσονται ἐῤῥιμμένοι ἐν ταῖς διόδοις Ἱερουσαλήμ." Δίοδοί εἰσιν αἱ αἴσχιστοι ὁδοί." Μὴ ἀποδοκιμάζων." Δέησις τοῦ προφήτου πρὸς Θεὸν, καὶ ἐξομολόγησις ὑπὲρ τοῦ λαοῦ, καὶ Θεοῦ πρὸς αὐτὸν ἀπόκρισις." Καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου;" Ὥσπερ ἀνθρωπίνως διαμορφοῖ τὸν Θεὸν ἡ Γραφὴ τὸν ἀσχημάτιστον, οὕτως καὶ ὡς ἐπὶ ἀνθρώπου, Ἡ ψυχή σου τέθνηκεν. Ἢ προφητικῶς, ὅτι ἔμελλεν ὁ Θεὸς Λόγος δι' ἡμᾶς ἄνθρωπος γίγνεσθαι." Καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, οὐχὶ σὺ αὐτός;" Οὐδὲ αἱ οὐράνιαι, φησὶ, δυνάμεις δίχα τῆς σῆς ἐπιτροπῆς δύνανται χορηγεῖν ἀγαθά." Καὶ ὑπομενοῦμέν σε, Κύριε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα." Σὺ εἶ, φησὶ, καὶ οὐχ ἕτερός τις ὁ καὶ τὸν αἰσθητὸν ἡμῖν καὶ τὸν πνευματικὸν χορηγῶν ὑετόν. ΚΕΦΑΛ. ΙΕʹ." Καὶ εἶπε Κύριος πρός με, Ἐὰν στῇ Μωυσῆς, καὶ Σαμουήλ." Μωυσῆς ὁ λέγων, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ταύτης, ἧς ἔγραψας· καὶ Σαμουὴλ ὁ καὶ τὴν τοῦ Σαοὺλ ἁμαρτίαν πενθῶν." Ἐξαπόστειλον αὐτοὺς, καὶ ἐξελθέτωσαν." Οὐχ ὁ Θεὸς ἐκβάλλει, ἀλλ' αἱ ἡμῶν ἁμαρτίαι διιστῶσιν, ἀναμέσον ἡμῶν καὶ αὐτοῦ." Μάχαιραν εἰς σφαγὴν, καὶ τοὺς κύνας." Μετὰ [ἀλ. μετὰ τὸ αἰσθητόν] τὴν αἰσθητὴν, μάχαιραν νοητὴν, ψευδώνυμον γνῶσιν. Κύνας δὲ περὶ ὧν εἶπεν ὁ Ἀπόστολος· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺςκακοὺς ἐργάτας. Θηρία δὲ γῆς, τοὺς τὰ γήϊνα φρονήματα ἡμῖν ἐνσπείροντας· πετεινὰ δὲ τοῦ οὐρανοῦ τοὺς τὰ ὑψώματα ἡμῖν ἐπισπείροντας μετὰ τῆς γνώσεως τοῦ Θεοῦ." Διὰ Μανασσήν." Οὖτος ἔπεισεν ἐκτόπως εἰδωλολατρεῖν τοὺς Ἰουδαίους. Λέγεται δὲ καὶ τὸν προφήτην Ἡσαΐαν αὐτὸς πρῖσαι." Ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι;" Τίς ἔχει φοβηθῆναι εἰς τὸ κακῶσαί σε; ἀντὶ τοῦ, Οὐδείς. Ἢ τίς, φησὶ, μέλλει σοι εἰρηνεύειν, ἐμοῦ σοι πολεμοῦντος;" Καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς." Τὸ, σέ, καὶ, αὐτούς, κατὰ τοῦ αὐτοῦ κεῖται· φησὶ δὲ τὴν Ἰερουσαλὴμ, καὶ τοὺς ἀπειλουμένους." Ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν." Αἱ πολυοχλοῦσαι πόλεις ἔρημοι γεγόνασιν." Ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης." Ὑπερβολικὸς ὁ λόγος." Ταλαιπωρίαν ἐν μεσημβρίᾳ." Τοῦ Χρυσοστόμου [ἄλ. Ὀλυμπιοδώρου]. Ὅρα πῶς τὴν τιμωρίαν ἐπήγαγεν, ὥστε μὴ νομισθῆναι ταύτας εἶναι τὰς συνήθεις, ἀλλ' ὄντως θεηλάτους τινάς." Ἀπέῤῥιψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον." Ἀπροσδοκήτως." Ἐκενώθη. Ἐπέδυ ὁ ἤλιος ἐπ' αὐτῇ, ἔτι μεσούσης τῆς ἡμέρας." Ὑπὸ τοῦ πλήθους τῶν πολεμίων· ᾒ ὅτι αἰφνιδίως συμφοραῖς καταλαμβανόμενοι, οὐδὲ τὸν ἥλιον ὑπὸ τῆς ταραχῆς βλέπουσιν." Οἵμοι ἐγὼ, ὡς τίνα, μῆτερ, μὲ ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ;" Πρὸς μὲν ῥητὸν, ὅτι τοῖς ψευδοπροφήταις ἀντέλεγε, καὶ πρὸς τοὺς παρανομοῦντας ἐδικάζετο· πρὸς δὲ διάνοιαν, διὰ τὸ τὴν ἁμαρτίαν πολυμερῶς περισύρειν τὴν ἀγαθότητα." Οὔτε ὠφέλησέν με οὐδείς." Ὅτι οὐδὲν ὁ προφητικὸς λόγος τῆς ἁμαρτίας ἀπήλλαξεν, ὡς ἐξ ἀνάγκης δεῖσθαι τῆς διὰ Χριστοῦ ἀπολυτρώσεως." Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με." Τοῖς ἐπιβουλεύουσί μοι." Γένοιτο, Δέσποτα, κατευθυνόντων αὐτῶν." Εἴθε, φησὶ, κατηύθυναν, καὶ ἐπέστρεψαν πρὸς σὲ, ὡς πάλιν ἐδεόμην ὑπὲρ αὐτῶν, καὶ ᾔτουν αὑτοῖς ἀγαθὰ, καὶ ταῦτα ἐχθρῶν μοι ὄντων αὐτῶν, καὶ πολεμίων." Εἰ γνωσθήσεται σίδηρος, καὶ περιβόλαιον χαλκοῦ ἡ ἰσχύς σου;" Ἐκ Θεοῦ πρὸς τὸν λαὸν ὁ λόγος. Κἂν ἰσχυρὸς ᾖς, φησὶν, ὡς σίδηρος ἢ χαλκὸς, περιέσομαί σου." Καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου." Τί ἐστιν ἀντάλλαγμα; Ἀντὶ τῶν ἁμαρτιῶν σου δώσω τὰ χρήματά σου καὶ τὴν ἰσχύν σου, ἐπειδὴ αὐτοῖς ἐθάῤῥουν." Γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμόν." Ταχὺ, μὴ βραδύνῃς." Καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου." Ἵνα μετὰ χαρᾶς προφέρω τὰ σὰ λόγια, μηκέτι ὑπ' αὐτῶν ἀντιλεγόμενος." Παιζόντων, κ. τ. λ." Καταγέλωτος ἄξια ἐργαζομένων." Ἡ πληγή μου στερεά." Θεοδωρίτου [ἄλ. Ὀλυμπιοδώρου]. Μὴ γὰρ εἰς ὠφέλειαν αὐτῶν ἡ ἐμὴ πληγή; Τίνος οὖν ἕνεκεν συγχωρεῖς αὐτούς;" Πόθεν ἰαθήσομαι;" Ὀλυμπιοδώρου. [ἄλ. Θεοδωρήτου.] Ἀπὸ κοινοῦ τῆς ἀνθρωπότητος φέρει τὸν λόγον, οὐδαμόθεν δυναμένης ἰαθῆναι, εἰ μὴ ὑπὸ μόνου τοῦ Σωτῆρος ἡμῶν." Γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς, οὐκ ἔχον πίστιν." Ἡ τῶν ψευδοπροφητῶν ἀπάτη ἡ καὶ πλήξασα τὸν λαόν· ἢ αὐτὴ ἡ ἁμαρτία ἄπιστος οὖσα, καὶ ἐοικυῖα ὕδατι ἀποπνίγοντι τοὺς ἀπολαμβανομένους. Ἔστι δὲ ψευδὲς ὕδωρ οὐκ ἔχον πίστιν τὰ τῶν αἱρετικῶν βαπτίσματα." Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε· καὶ πρὸ προσώπου μου στήσῃ." Ἐὰν γὰρ, φησὶν, ἀποστῇς τῆς ἁμαρτίας, ἔσῃ ὡς ἀπ' ἀρχῆς ὁ Ἀδὰμ, τῆς ἐμῆς θεωρίας ἀξιούμενος." Καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ." Ἐὰν ἐξαγάγῃς ῥῆμα τίμιον, τουτέστι τὸ τῆς πίστεως ὁμολόγημα, ἀπὸ τοῦ ποτε ἀναξίου καὶ ἀπίστου, καὶ παρασκευάσῃς αὐτὸν πιστεῦσαι, ὡς στόμα ἔσῃ τοῦ εἰπόντος Σωτῆρος· Ὦ γύναι, μεγάλη σου ἡ πίστις." Καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ σὺ οὐκ ἀποστρέψεις πρὸς αὐτούς." Σπούδασον, φησὶν, ὧ προφῆτα, τοιοῦτος εἶναι, ὡς ἕλκειν αὐτοὺς πρὸς ἀρετὴν, καὶ μὴ ὑπὸ τῆς αὐτῶν κακίας καθέλκεσθαι. ΚΕΦΑΛ. Ι ʹ." Καὶ σὺ μὴ λάβῃς." Ἱστορεῖται ὁ προφήτης παρθένος εἶναι, ὡς ὑπὸ Θεοῦ κελευσθεὶς μὴ γῆμαι." Μὴ εἰσέλθῃς εἰς θίασον." Εἰς ἑστίασιν εὐφροσύνης ἢ καὶ πένθους." Οὐ μὴ κόψονται." Ἀμυχὰς, κατατρύσματα." Καὶ φωνήν." Τὴν τελείαν ἀφαίρεσιν τῆς χαρᾶς φησι. Βορειοτέρα ἐστὶν ἡ Βαβυλὼν ὡς πρὸς τὴν Ἱερουσαλήμ· τῆς οὖν αἰσθητῆς Βαβυλῶνός φησι καθ' ἱστορίαν, ἢ καὶ τῆς νοητῆς τῶν ψυχῶν αἰχμαλωσίας." Ἰδοὺ ἐγὼ ἀποστέλλω." Τοὺς ἀποστόλους λέγει." Ἀποστέλλω τοὺς πολλούς." Τοὺς προέδρους τῶν Ἐκκλησιῶν. Ἐκ τῶν διαβολικῶν ἐνεργειῶν." Καὶ θηρεύσωσιν." Τῶν δαιμόνων, ἢ καὶ τῶν τῆς κακίας τρόπων." Καὶ ἐπάνω παντός." Τῶν ἀφανῶν καὶ δυσκατανοήτων τῆς κακίας ἐνεργειῶν." Καὶ ἀνταποδώσω." Εἰ μὲν κατὰ τῶν δαιμόνων, καὶ αὐτῶν καὶ ἡ ἐπιφερομένη διπλῆ τιμωρία, ὅτι καὶ ἀπέστησαν τοῦ ἀληθοῦς Θεοῦ τοὺς ἀνθρώπους, καὶ ἑαυτοὺς ἐθεοποίησαν· εἰ δὲ κατὰ τῶν ἀνθρώπων μετὰ τὴν γνῶσιν ἁμαρτανόντων, διὸ διπλοῦν τιμωροῦνται." Ἐν τοῖς θνησιμαίοις." Ἐν τοῖς νεκροῖς τῆς ἁμαρτίας ἔργοις· βδελύττεται δὲ καὶ τὰ θνησιμαῖα ὁ νόμος." Πρὸς σὲ ἔθνη." Πρὸς τὸν Κύριον Ἰησοῦν, περὶ οὗ γέγραπται· Καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν." Εἰ ποιήσει." Τὸ τῆς ἐνανθρωπήσεως." Καὶ γνωριῶ." Ὁ Πατήρ ἐστιν ὁ λέγων περὶ τοῦ Μονογενοῦς. ΚΕΦΑΛ. ΙΖʹ." Ἐπικατάρατος." Ἐφ' ἑαυτὸν, ἢ καὶ ἕτερόν τινα· ἢ καὶ ὁ νομίζων ψιλὸν ἄνθρωπον εἶναι τὸν Σωτῆρα Χριστὸν, καὶ μὴ Θεὸν ἐνανθρωπήσαντα." Καὶ στηρίσει." Καὶ πεποιθὼς ᾖ ἐπὶ τῇ δυνάμει αὐτοῦ." Καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη." Τοῦτο τὸ φυτὸν καὶ ἐν τῷ ζῇν ἡμιθανές ἐστι καὶ κεκαυμένον· λέγεται δὲ ἀποθνήσκειν, ὅταν ὑετὸς ἔλθῃ ἐπ' αὐτῷ. Ὁ μὴ πιστεύων ὅτι Θεός ἐστιν ἐνανθρωπήσας ὁ Χριστὸς, τῶν τῆς παρουσίας αὐτοῦ ἀγαθῶν οὐκ ἀπολαύσει." Καὶ κατασκηνώσει." Ἅλιμα βοτάνη ἐστὶν, εἶτα πολλῶν." Καὶ οὐ φοβηθήσεται." Ἐν καιρῷ πειρασμοῦ, φησίν." Καὶ ἔσται." Εὐθαλεῖς καρποὶ τῆς ἀρετῆς, περισκέποντες αὐτὸν ἐν τοῖς πειρασμοῖς." Ἐν ἐνιαυτῷ." Ὁ ἐνιαυτὸς κύκλος ἐστίν· ἐν καιρῷ οὖν, φησὶ, καθολικοῦ πειρασμοῦ οὐ φοβηθήσεται." Βαθεῖα ἡ καρδία." Τὸ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον βαθύ ἐστι, καὶ ἀκατάληπτον. Καὶ γὰρ μετὰ τοῦ εἶναι Θεὸς, ἄνθρωπος γέγονε. Τίς οὖν γνώσεται, φησὶν, ἢ τὴν ἐκ Πατρὸς αὐτοῦ γέννησιν, ἢ τὴν μετὰ σαρκὸς ἄφραστον οἰκονομίαν;" Ἐφώνησε πέρδιξ." Ὁ πέρδιξ, ὥς φασιν, ὑπερήφανος ὢν, διὰ τῆς φωνῆς τοὺς ἀλλοτρίους προσκαλεῖται νεοττούς. Οἵτινες γνόντες ὕστερον ὅτι οὐκ εἰσὶν αὐτοῦ, καταλιμπάνουσιν αὐτόν· οὕτω καὶ οἱ ἄνθρωποι οἱ ἀπατηθέντες ὑπὸ τοῦ διαβόλου, ὅταν γνῶσι τὸν ἑαυτῶν Δημιουργὸν καὶ Δεσπότην Θεὸν, ἀφίστανται ἀπ' αὐτοῦ." Καὶ οὐκ ἐπ' ἐσχάτου." Ἐπειδὴ ἀκρίτως τῶν ἀλλοτρίων ἐπεθύμησεν, ὕστερον ἐλεγχόμενος δειχθήσεται ἄφρων." Θρόνος." Σὺ εἶ, φησὶ, Κύριος, ὁ τὸν θρόνον τῆς δόξης ἔχων τὸν ὑψηλὸν, καὶ τὸ εἶναι ἡμῖν, καὶ τὸ διαμένειν παρέχων." Καταισχυνθήτωσαν." Οἱ Θεοῦ ἀφεστηκότες, φησὶ, μὴ ἐν οὐρανῷ, ἀλλ' ἐν γῇ γραφήτωσαν, κατὰ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." Καὶ ἡμέραν." Ἀντὶ τοῦ, οὐδενὸς τῶν ἀνθρωπίνων." Μὴ γενηθῇς μοι." Ἐν τῇ ἐπιπόνῳ καὶ ἐταστικῇτῆς κρίσεως ἡμέρᾳ μὴ ὡς ἀλλότριος καὶ ἀντίδικος ἀντικαταστῇς μοι, ὦ Κύριε, ἀλλὰ φειδόμενός μου συγχώρησόν μοι τὰ ἁμαρτήματα." Καὶ καταισχυνθήτωσαν." Τοὺς δαίμονας καταρᾶται· οὐ γὰρ βούλεται ὁ ἅγιος ἀνθρώπους τῇ διηνεκεῖ παραδοῦναι κολάσει· ὅτι καὶ τῆς κακίας εἰσὶν ἐφευρεταὶ καὶ ἐπαναγκασταὶ τοῖς ἀνθρώποις καὶ διδάσκαλοι." Τοῦ μὴ εἰσφέρειν." Μέτρον φανερὸν ἐβάδιζον· τὸ γὰρ εἰς μῆκος ὁδεύειν, ἔργον εἶναι ἐδόκει, καὶ τοῦτό ἐστι τὸ ἐν ταῖς Πράξεσι, Σαββάτου ἔχων ὁδόν." Καὶ ἀνάψω." Ἀσβέστου πυρὸς μνημονεύσας ὁ λόγος, εἰς θεωρίας ἡμᾶς παραπέμπει, ὅτι τὴν μὴ ἀποτιθεμένην τὰ φορτία τῆς ἁμαρτίας ψυχὴν, πῦρ αἰώνιον δέχεται. ΚΕΦΑΛ. ΙΗʹ." Καὶ πάλιν." Τὴν διὰ τοῦ βαπτίσματος ἀνάπλασιν αἰνίττεται." Καθὼς ἤρεσεν." Οὐ καλὸν τὴν γνώμην, ἣ κακόν. Τοῦτο γὰρ τῆς προαιρέσεως, καὶ τοῦ αὐτεξουσίου· ἀμέλει καὶ ἁμαρτάνοντες μετανοεῖν κελεύονται· ἀλλὰ τοιόνδε τὴν πλάσιν. Διδασκόμεθα οὖν μὴ πολυπραγμονεῖν τοὺς ἀνεφίκτους τῆς δημιουργίας τρόπους." Καὶ πέρας λαλήσω." Ἐὰν ἀποφαίνωμαι." Ἰδοὺ ἐγὼ πλάσσω." Κατὰ τὰς κακώσεις τὰς τιμωρητικὰς, φησὶν, καὶ ἐπειδήπερ οἱ ἄνθρωποι οὐ πάντων τῶν ἁμαρτημάτων αὐτῶν μέμνηνται. Πλάττω, φησίν· αὐτὰ ἐπ' ὄψεσιν ὑμῶν ἄγω, ἵνα διὰ τῶν τιμωριῶν ἀναμνησθῆτε, ὧν ἡμαρτήκατε." Καὶ εἶπαν." Ἀναιδῶς ἐφθέγξαντο λέγοντες, Ἰσχυρῶς ἐπιμενοῦμεν, οἷς πράττομεν. Σὺ λέγεις, φησὶν, ὅτι Ἀποστραφέντες ἀπὸ τῶν καλῶν ἔργων, ἠκολουθήσαμεν τοῖς φαύλοις· ὀπίσω αὐτῶν τῶν φαύλων ἀκολουθήσομεν." Μὴ ἐκλείψωσιν." Πέτρα ὁ Χριστὸς, μαστοὶ δὲ ὁ τρόφιμος λόγος· χιὼν δὲ, ἡ τῶν ἁμαρτημάτων κάθαρσις. Νοοῦνται δὲ μαστοὶ καὶ ἡ νέα, καὶ ἡ παλαιὰ διαθήκη. Μή τι οὖν ἐνέλειψα εὖ ποιῶν αὐτοῖς, καὶ διατρέφων αὐτῶν τὰς ψυχάς;" Μὴ ἐκκλίνει." Τί δέ φησιν; Οὐκ εἰσὶν ἐν τῷδε τῷ βίῳ κλυδωνιζόμενοι, ὥσπερ ὕδωρ ὑπὸ βιαίου ἀνέμου φερόμενον; καὶ ὅμως οὔτε τὰς ἐμὰς εὐεργεσίας ἐλογίσαντο, οὔτε τοῦ παρόντος βίου τὸ ἄστατον· ἀλλ' οὕτως εἰσὶ ἐν τούτῳ τῷ βίῳ πορευόμενοι, καὶ τὴν ἀνώμαλον τοῦ βίου βαδίζοντες πορείαν ὡς νομίζοντες, ὅτι τὸν αἰῶνα ἐνταῦθα μενοῦσι. Διὸ καὶ ἀσθενήσουσιν, ἐν ταῖς ὁδοῖς αὐτῶν, εἰς μάτην θυμιῶντες Θεῷ μετὰ φαύλης γνώμης. Τρίβους δὲ καὶ σχοίνους, τὸ αὐτό φησιν, ἀντὶ τοῦ, τὰς ὁδούς." Καὶ σύριγμα." Ὅτι θαυμάζοντες ἢ χλευάζοντες οἱ ἄνθρωποι, συρίζειν πεφύκασιν." Ὡς ἄνεμον." Πάντας ὁμοίως θλίψω. Ὁ γὰρ καύσων ἄνεμος ἐπίσης ἅπαντας καταφλέγει. Ἴδιον τῶν δορυαλώτων τὸ κύπτειν εἰς γῆν, ὡςαὐχένα δεικνύναι μᾶλλον ἢ πρόσωπον. Ἢ ὅτι τῶν ἀπεστραμμένων οὐ τὸ πρόσωπον, ἀλλὰ τὸν αὐχένα ὁρῶμεν, ὅπερ τοῦ Θεοῦ δηλοῖ τὴν ἀποστροφήν." Ὅτι οὐκ ἀπολεῖται." Ἐβουλεύσαντο λέγοντες· Ὁ Ἱερεμίας ἱερεύς ἐστι, καὶ ἀναγκαίως οἶδε τὸν νόμον, καὶ προφήτης ὢν, οἶδε τὸ ἐσόμενον· καὶ συνετὸς ὢν οἶδε τὸ δέον. Δεῦτε οὖν, φησὶν, ἐρεθίσωμεν αὐτὸν λόγοις, καὶ πάντως ἐρεῖ ἡμῖν τὰ ἐκβησόμενα." Καὶ τὴν κόλασιν." Ἄλλα διὰ γλώττης προφέροντες, τὴν κατ' ἐμοῦ ἀπώλειαν κρυπτῶς ἐμηχανῶντο. ΚΕΦΑΛ. ΙΘʹ." Ἠχήσει τὰ ὦτα αὐτοῦ." Τουτέστι θορυβηθήσεται. Ἦχος γὰρ ἐμπίπτων ἀκοαῖς θόρυβον ἐμποιεῖ." Πολυάνδριον." Πολυάνδριον τάφος, καὶ ἐπειδὴ ἴσως κατεῤῥυηκὼς ἦν, οὕτως ἐκαλεῖτο ἡ διάπτωσις, ὁ τάφος υἱοῦ Ἐννόμ." Καὶ σφάξω." Ἀντὶ τοῦ, τοὺς βουλευσαμένους τὴν κακὴν βουλήν." Ἐν τῇ περιοχῇ." Ἐν τῷ περισχεῖν τοὺς πολεμίους τὴν πόλιν· τουτέστι, πολιορκῆσαι." Καθὼς ὁ τόπος." Ἐν τοῖς διαπίπτουσι τόποις τὰς ἀκαθαρσίας ῥίπτειν πεφύκασιν. Οὕτως οὖν, φησὶ, παρασκευάσω γενέσθαι τὴν πόλιν, καὶ τὰς οἰκίας, ἐν αἷς εἰδωλολάτρουν." Ταφέθ." Τὸ Ταφὲθ, διάπτωσις ἑρμηνεύεται, ὅθεν ἐλθὼν ὁ προφήτης τὰ αὐτὰ προλέγει κακά· ἐσκλήρυναν δὲ τὸν τράχηλον, καθάπερ τὰ ὑποζύγια ἀνανεύοντα πρὸς ζυγόν. ΚΕΦΑΛ. Κʹ." Καὶ ἤκουσε Πασχώρ." Πασχὼρ, ἱερεὺς ἦν οὗτος, καὶ πρῶτος τῶν ψευδοπροφητῶν." Εἰς τὸν κατάῤῥακ." Ἐν ἰδιάζοντι τόπῳ τοῦ ναοῦ." Σὺν πᾶσι τοῖς φίλοις." Τοῖς συμπράττουσί σοι ἐν τῷ ψευδοπροφητεύειν." Ἠπάτησάς με." Ἔτι μὲν ἀπάτην καλεῖ [ἀπάτη καλὴ] ἡ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβολή. Ὁ δὲ Ἀκύλας· Ἔθελξάς με, καὶ ἐθέλχθην, ἐξέδωκεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὑπέσχου μοι, Κύριε, ὑπερασπίζειν μου, καὶ ἐᾷς με ἐν ταῖς τοιαύταις περιστάσεσιν. Φησὶ δὲ τοῦτο, οὐ Θεὸν αἰτιούμενος, ἀλλ' ὅπερ καὶ Παῦλός φησιν, Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα. Ἢ καὶ οὕτως· Ἠπατήθην, νομίζων αὐτοὺς βελτίους γενέσθαι διὰ τῶν προῤῥήσεων τῶν σῶν, καὶ οὐ γεγόνασι." Ὅτι πικρῷ λόγῳ μου γελάσομαι ἀθεσίαν." Ἔστι γὰρ γέλως πικρὸς, ὑπὸ συνοχῆς ψυχῆς ἐκφερόμενος. Καὶ διὰ τοῦ γέλωτος τούτου, φησὶν, ὑποδείκνυμι, ὅτι ταλαιπωρῶ ὑπ' αὐτῶν." Οὐ μὴ λαλήσω ἔτι." Διὰ τὸ μηδένα εἶναι τὸν πειθόμενον." Καὶ ἐγένετο ὡς πῦρ." Ὁ ὑπὲρ τοῦ Θεοῦ ζῆλος." Ἐπισυστῆτε." Ταῦτα ἔλεγον οἱ ἐπιβουλεύοντες τῷ προφήτῃ, ὅτι Τηρήσατε αὐτοῦ πάντας τοὺς λόγους, εἰ σύμφωνοί εἰσιν· ἵνα ἐὰν εὑρεθῇ κατά τι αὐτῷ ἐναντιούμενος, ἀνέλωσι αὐτὸν ὡς ψεύστην." Διὰ τοῦτο ἐδίωξαν." Ὅτι Θεὸς μετ' ἐμοῦ ἐστι, καὶ ὅτι ἀτιμίας ἄξια πράττουσιν." Ἡ ἡμέρα, ἐν ᾗ ἔτεκέ με ἡ μήτηρ μου." Ὡς ὀλιγωρῶν ἐπὶ τὰ ἀνυπόστατα καὶ ἤδη παρῳχηκότα, τὰ μὴ δυνάμενα κατάραν δέξασθαι ἐκφέρει τοὺς λόγους· ἵνα δείξῃ μόνον τὴν συμβᾶσαν αὐτῷ περίστασιν." Ἐπικατάρατος." Φασὶν τὸν Ἰοῦλον ἐν οἰκείοις συγγράμμασιν εἰρηκέναι, ὡς Ἀνανίας ὁ ψευδοπροφήτης αὐτὸς πρῶτος εἶπε τῷ Χελκίᾳ τῷ πατρὶ τοῦ Ἱερεμίου, ὅτι ἐτέχθη αὐτῷ παιδίον ἄῤῥεν. Ἐνδίκως οὖν αὐτῷ καταρᾶται ὡς αἴτιον τῷ λαῷ γενόμενον ἀπωλείας. Πρὸς διάνοιαν δὲ οὕτω νοήσῃς· Ἄνθρωπον ἡ Γραφὴ πολλαχοῦ τὸν διάβολον καλεῖ. Ἐπικατάρατος οὖν, φησὶν, ἔστω ὁ διάβολος, ὃς εἴρηκεν τῷ Πατρὶ ἡμῶν τῷ Θεῷ, Ἰδοὺ ἄρσεν ἐστὶν ὁ ἄνθρωπος, τουτέστιν ἀνδρεῖος· δὸς ἵνα πειράσω αὐτόν." Ἀκουσάτω κραῦγος." Πρὸς μὲν τὸ ῥητὸν, ταχύ· πρὸς δὲ διάνοιαν, Πτοηθείη, φησὶν, ὁ διάβολος ἐν τῇ ἐπιφανείᾳ, καὶ ἐν τῇ ἀνατολῇ τοῦ ἀληθινοῦ ἡλίου Ἰησοῦ τοῦ Κυρίου ἡμῶν." Καὶ ἀλαλαγμοῦ." Πρὸς μὲν τὸ ῥητὸν, Ἔτι, φησὶν, εὐθυνούμενος ὁ Ἀνανίας ἀκούσει τῆς φωνῆς τῶν πολεμίων· πρὸς δὲ διάνοιαν, Ἐν μεσημβρίᾳ σταυροῦται ὁ Κύριος· ὅτε καὶ τελείως ἡττήθη ὁ διάβολος· ἀλαλαγμὸς γὰρ, βοὴ κατὰ πεπτωκότων πολεμίων." Ὅτι οὐκ ἀπέκτεινέ με." Τοῦτο ποιεῖν Ἀνανίας οὐκ ἠδύνατο· ὡς δικαιότερον εἰς θεωρίαν ἰδεῖν. Φησὶν οὖν, ὅτι Οὐκ ἀνέκοψε τὴν ὁρμὴν τῆς προαιρέσεως, πρὶν τὴν ἐπὶ τὸ φαῦλον δέξασθαι τροπὴν, φανερώσας μοι τὴν κακίαν τῆς ἁμαρτίας, καὶ μὴ μετὰ δικαιωμάτων καὶ ἐπικρύψεως ταύτην μοι ἐγκατασπείρας." Καὶ ἐγένετό μοι ἡ μήτηρ μου." Ἵνα τί, φησὶν, ἐν αὐτῇ προθέσει ἐναπέμεινε, καὶ διελύθη ὁ λογισμὸς, καὶ μὴ εἰς ἔργον ἤνεγκα τὸ βούλημα;" Ἵνα τί τοῦτο; Ἐξῆλθον." Ἡ ἁμαρτία τῶν πόνων καὶ τῶν μόχθων αἰτία γέγονε· ποιεῖ δὲ καὶ μετάμελον τῷ ἁμαρτάνοντι. Ὀδύρεται οὖν τὴν τροπὴν ὁ λόγος. ΚΕΦΑΛ. ΚΑʹ." Ὅτε ἀπέστειλε πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκίας." Ὁ Σεδεκίας αἰχμάλωτος γεγονὼς ὑπὸ τοῦ Βαβυλωνίου, πάλιν ὑπ' αὐτοῦ κατεστάθη βασιλεύειν τῆς Ἱερουσαλὴμ, ὅρκους αὐτῷ δεδωκὼς, μὴ ἀθετήσειν αὐτόν· παραβάντος δὲ αὐτοῦ τὰς συνθήκας, πάλιν ἐπιστρατεύει ὁ Βαβυλώνιος." Καὶ ὁ ἐμπορευόμενος." Ὡς μὴ ἀντιταττόμενος τῷ θείῳ κρίματι, τῷ δικαιώσαντι παραδοθῆναι αὐτοὺς τοῖς Βαβυλωνίοις." Καὶ ἔσται ἡ ψυχή." Ἀντὶ τοῦ, Κερδανεῖ τὴν ψυχὴν αὐτοῦ."" Κρίνατε πρωΐ." Τὸ πρωῒ, ἀντὶ τοῦ, ταχέως μετανοήσατε." Καὶ καυθήσεται." Τὴν τροφήν φησιν, εἶλε γὰρ καὶ αὐτὴν ὁ Βαβυλώνιος. ΚΕΦΑΛ. ΚΒʹ." Καὶ ἐπάξω ἐπὶ σέ." Ἐπειδὴ κέδρων ἑξῆς μνημονεύει, σημαίνων τοὺς ἐν ὑπεροχῇ, ἀναγκαίως καὶ πέλεκυν εἶπεν." Ὠκοδόμησας." Ὑπερῷα νόει, τὰ ὑψώματα, τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ὁ ὑφαίνων οὖν, φησὶν, ἑαυτῷ ψευδοδοξίας δόγματα." Μὴ βασιλεύσεις." Ἐζήλωσας, φησὶ, τὸν πατέρα σου Ἄχαζ, καὶ ἐσπούδασας νικῆσαι αὐτὸν ἐν ἀσεβείᾳ." Ταφὴν ὅνου ταφήσεται." Ἀντὶ τοῦ, Τάφος αὐτῷ γενήσονται αἱ τῶν σαρκοφάγων ὀρνίθων καὶ κυνῶν γαστέρες· ἵνα εἴποι, ὅτι ὁ τάφος παραῤῥιφήσεται. Πρὸς δὲ διάνοιαν, ταφὴν ὄνου θάπτεται ὁ ἀλογίᾳ συζῶν καὶ ταύτῃ συναποθνήσκων." Ὅτι συνετρίβησαν." Ἐραστὰς τῆς Ἱερουσαλὴμνοήσεις μὲν καὶ τοὺς δαίμονας, νοήσεις δὲ καὶ τοὺς ψευδοπροφήτας, οἵτινες δοκοῦντες αὐτῆς ἐρᾷν, ἠπάτων αὐτήν." Ἐλάλησα πρὸς σέ." Οἱ ἀληθεῖς προφῆται, ὧν οὐκ ἤκουσας λεγόντων σοι τὰ σὰ παραπτώματα." Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος." Ἀντὶ τοῦ, εἰς διασκορπισμὸν ἔσονται." Κατοικοῦσα ἐν τῷ Λιβάνῳ." Ἐν τῇ γῇ τῆς ἐπαγγελίας." Ἐννοσσεύουσα ἐν ταῖς κέδροις." Πιστεύουσα, καὶ καταφεύγουσα τοῖς παρὰ σοὶ δυνατοῖς." Ζῶ ἐγὼ, λέγει Κύριος." Ἐὰν οὕτως ὑποκρινόμενος ἀπαρτήσῃ ἑαυτὸν εἰς θεοσέβειαν, καὶ ἀγαθὰς ἐργάσηται πράξεις, τοῦτο γάρ ἐστι τὸ ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐγὼ ὁ Θεὸς εἰδὼς, ὅτι τὸν καιρὸν ὑποκρίνεται, οὐ φείσομαι αὐτοῦ. Ἀποσφράγισμα δὲ, δακτύλιον φησί. Δακτύλιον δὲ ἐν χειρὶ Θεοῦ, πρᾶξις ἀγαθὴ κακῶν ἀμέτοχος. Ἢ καὶ οὕτως· Ἐὰν εἰς τὸν οὐρανὸν ἀναβῇ φεύγων, ὅπερ ἀμήχανον, ἐκεῖθεν αὐτὸν ἐκσπάσας παραδώσω τοῖς πολεμίοις." Γῆ, γῆ, ἄκουσον" Τὴν γῆν μαρτύρεται, ἐφ' ἢν τὰς ἀδικίας ἐποιεῖτο. ΚΕΦΑΛ. ΚΓʹ." Καὶ ἐξώσατε." Ἐκ τῆς θεοσεβοῦς πολιτείας." Καὶ καταστήσω." Εἰς τὸ πάλιν τὰ θεῖα δρέπεσθαι δόγματα." Καὶ ἀναστήσω." Τοὺς τῶν ἐκκλησιῶν προέδρους." Οὐδὲ πτοηθήσονται." Ἰουδαῖοι οὐδὲν ἔχουσι πρὸς τοῦτο λέγειν. Μετὰ γὰρ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον τελείως τῆς γῆς μετανάσται γεγόνασιν. Ἀμφίβολος [ἀναμφίβολος] οὖν αὕτη ἡ προφητεία περὶ Χριστοῦ." Ἰδοὺ ἡμέραι ἔρχονται." Τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς, καὶ ἐκ Δαβὶδ κατὰ σάρκα." Ἐν ταῖς ἡμέραις... σωθήσεται." Ἰούδας, ὁ κατὰτὸ κρυπτὸν Ἰουδαῖος· ὁ τὴν ἐν πνεύματι λαμβάνων περιτομὴν, Ἰσραὴλ ὁ πνευματικὸς, ὁ διὰ Χριστὸν νοῦν κτησάμενος ὁρῶντα Θεόν." Ἰωσεδέκ." Ἰωσεδὲκ ἑρμηνεύεται, Ἰωὰ δίκαιος, τουτέστι δικαιοσύνη ἡμῶν· ἢ Ἰωὰ, ὢν καὶ ἐσόμενος, Ἰωσεδέκ· καὶ διὰ τὴν ὁμωνυμίαν υἱοῦ τοῦ Ἰωσεδὲκ, τοῦ ἡγησαμένου τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῆς αἰχμαλωσίας. Πολλάκις γὰρ ἡ Γραφὴ καὶ ἀπὸ ὀνομάτων τὰ πράγματα κρίνει· ὡς ἐπὶ τοῦ Μελχισεδὲκ, ὃς ἑρμηνεύεται βασιλεὺς εἰρήνης. Ἐν τοῖς προφήταις ἐπειδὴ καὶ προφήτης ἠξίωσε κληθῆναι, καθὸ γέγονεν ἅνθρωπος, ὁ τοῦ Θεοῦ Υἱὸς, ὁ τῶν προφητῶν Δεσπότης, κατὰ τὸν διὰ Μωσέως χρησμὸν λέγοντα, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ὡς ἐμέ· κατὰ πάντα αὐτοῦ ἀκούσεσθε." Συνετρίβη ἡ καρδία μου." Ἐπτοήθη ὁ προφήτης, ἐν αἰνίγματι τὸ κατὰ Χριστὸν θεωρήσας μυστήριον." Ὅτι ἀπὸ προσώπου." Τῶν ψευδοπροφητῶν καὶ ψευδοδιδασκάλων." Ἐξηράνθησαν." Αἱ διδασκαλίαι, δι' ὧν τὰ λογικὰ τρέφονται ποίμνια." Καὶ ἡ ἰσχὺς αὐτῶν." Οὐ τοσοῦτον, φησὶν, ἴσχυσαν, ὅσον καὶ ἐβουλεύσαντο. Ἐβούλοντο γὰρ εἰ ἠδύναντο καὶ χείρονα ποιεῖν." Καὶ ἐν τῷ οἴκῳ μου." Ἐν γὰρ τῷ θείῳ ναῷ εἴδωλα ἀπέθεντο, ὡς καὶ Ἰεζεκιὴλ ἐθεώρησεν." Διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν." Ἐπειδὴ τοῦ φωτὸς ἔξω ἑαυτοὺς κατέστησαν, ἐν σκοτίᾳ καὶ γνόφῳ πορεύονται." Ὅτι ματαιοῦσιν ἑαυτοῦ ὅρασιν;" Τὰς ματαίας καὶ δαιμονικὰς ὁράσεις ὡς ἀληθεῖς προσφέρουσι." Ὅτι τίς ἔσται ἐν ὑποστήματι;" Οὐ μόνον, φησὶ, ψευδῆ προεφήτευον, ἀλλὰ καὶ διαβάλλοντες τοὺς ἀληθεῖς προφήτας, ἔλεγον· Ψεύδονται. Τίς γὰρ ἐπλησίασε τῷ Θεῷ, ἵνα καὶ ἀκούσῃ τῶν λόγων αὐτοῦ;" Καὶ ἕως ἂν στήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος." Ἕως ἂν, φησὶν, ὃ προεχειρίσατο βούλευμα ὁ Θεὸς, τουτέστιν, ὃ ἠθέλησεν, εἰς ἔργον ἀγάγῃ." Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου." Ἀντὶ τοῦ, Εἰ ἐπλησίασάν μοι· ἢ οὕτως· Εἰ τὴν ὑπόστασιν τῆς προφητείας παρ' ἐμοῦ ἔσχον, τουτέστι, εἰ παρ' ἐμοῦ ἦσαν σοφισθέντες, τὸν λαόν μου ἀπέστρεφον ἂν ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν." Ὁ προφήτης ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι." Ἐπειδή εἰσι καὶ ἐκ Θεοῦ ἐνύπνια, δεῖγμα πάλιν ποιεῖται τῶν ψευδῶν καὶ ἀληθινῶν ἐνυπνίων τὰ ἀποτελέσματα, ὅτι τὰ μὲν ἐκ Θεοῦ ἐνύπνια, πάντως ἀληθεύει, τὰ δὲ ἐκ δαιμόνων, οὐ πάντως. Πρὸς ἑκατέρους οὖν τοὺς προφήτας ἁρμόζει ὁ λόγος, τούς τε ἀληθεῖς, καὶ ψευδεῖς." Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;" Ἄχυρον τροφὴ πυρὸς, τῶν ψευδοπροφητῶν ὁ λόγος· σῖτος δὲ ἀνθρώπῳ ζωτικὴν χαρίζεται δύναμιν, ὁ λόγος τοῦ ἀληθοῦς προφήτου. Ποία γὰρ κοινωνία τῷ ψεύδει πρὸς τὴν ἀλήθειαν;" Οὐκ ἰδοὺ οἱ λόγοι." Τουτέστιν, ἐνεργεῖς καὶ δυνατοί." Καὶ νυστάζοντας νυσταγμὸν αὐτῶν." Τουτέστι, νήψεως μὴ μετέχοντες." Τί τὸ λῆμμα Κυρίου." Λῆμμα ὀργὴ μετὰ θυμοῦ, ἐκ τοῦ τὸν ἰσχυρότερον λαβόντα τὸν ἀσθενέστερον καταῤῥηγνύναι. Καλεῖται δὲ λῆμμα, καὶ ὁ χρηματισμός." Καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον." Ἀντὶ τοῦ, τιμωρήσομαι, κεῖται." Καὶ λῆμμα Κυρίου." Ἡ ὀργὴ, φησὶ, τῷ ἀνθρώπῳ ἐκ τοῦ αὐτῶν στόματος κατασκευάζεται· ὁ γὰρ Θεὸς ἀόργητός ἐστιν, ἐπεὶ καὶ ἀπαθής· διὰ τοῦτο κελεύει, μὴ λέγεσθαι λῆμμα Κυρίου. Οὐ γὰρ Θεὸς ὀργίζεται, ἀλλ' ἑαυτοῖς τὴν ὀργὴν κατασκευάζομεν. ΚΕΦΑΛ. ΚΔʹ." Ἔδειξέ μοι Κύριος δύο καλάθους." Οἰκειότερον ἐπὶ τῆς τοῦ Χριστοῦ ἐλευθερίας [ἴσ. ἐλεύσεως] νοήσεις τοῦτο." Καὶ στηριῶ τοὺς ὀφθαλμούς." Σημείωσαι, ὅτι τὸ στηρίζειν τὸν Θεὸν τοὺς ὀφθαλμοὺς, ἐπὶ ἀμφοτέρων κεῖται, ἀγαθοῦ καὶ κακοῦ· καὶ γὰρ ἐν τοῖς ἀνωτέρω εἶπε· Στηριῶ τοὺς ὀφθαλμούς μου εἰς κακά. ΚΕΦΑΛ. ΚΕʹ." Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία." Εἴκοσι καὶ τρία ἔτη, φησὶ, σπουδαίως διαμαρτύρομαι ὑμᾶς ἀπέχεσθαι τῆς εἰδωλολατρείας, καὶ οὐκ ἠκούσατε· διὸ παραδώσω ὑμᾶς τοῖς Χαλδαίοις ἑβδομήκοντα ἔτη." Καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων." Τὸ ὀρθρίζων, ἀντὶ τοῦ, μετὰ σπουδῆς· ὡς ἤδη λοιπὸν τοῦ χρόνου, τῆς ὀργῆς πλησιάζοντος." Πατριὰν ἀπὸ Βοῤῥᾶ." Τοὺς Βαβυλωνίους." Ὀσμὴν μύρου." Τὸν τέλειον τῆς λαμπρότητος αὐτῶν, καὶ πάσης χαρᾶς καὶ εὐημερίας ἀφανισμὸν ἐδήλωσεν." Οὕτως εἶπε Κύριος... λάβε τὸ ποτήριον." Τὸ ποτήριον ἐπὶ ἐκδικήσεως κεῖται." Καὶ ἐπότισα." Ἀντὶ τοῦ πληροφορίαν ἐδεξάμην, ὅτι πάντως ἔσται αὐτοῖς ἡ τιμωρία." Καὶ πάντα περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ." Τουτέστι, τοὺς μόρφωσιν εὐσεβείας ἔχοντας τοῖς δὲ οἰκείοις θελήμασι πορευομένους." Καὶ πάντας τοὺς συμμίκτους." Μετὰ τὴν ἱστορίαν, τοὺς μὴ οἰκείους τῆς πίστεως νόει." Καὶ ἔσται, ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον." Ἐπειδή εἰσί τινες μὴ εὐχαρίστως δεχόμενοι τὴν θείαν παιδείαν." Ὅτι ἐν πόλει." Τὴν πόλιν, φησὶν, ἐφ' ἣν ὠνομάσθη τὸ ὅνομά μου, ἁμαρτάνουσαν τιμωροῦμαι· πόσῳ μᾶλλον τοὺς μὴ εἰδότας με;" Ὑπὸ τοῦ οἰκητηρίου." Δῆλον δὲ, ὅτι τοῦ οὐρανοῦ." Ἐπὶ τοῦ τόπου." Ἐν τῷ τόπῳ ἑαυτοῦ, ᾧ χρηματίζει. Οἱ ἄξιοι, φησὶ, τοῦ σώζεσθαι, οἷς ἂν χρηματίσῃ Θεὸς, ἀποκριθήσονται, παρακαλοῦντες ἐνδοθῆναι αὐτοῖς, ἕως ὅτε τελείως καρποφορήσωσι· τρυγῶντας γάρ φησι τοὺς καρποφοροῦντας." Ἥκει ὄλεθρος." Οὐ γὰρ συμπαραλαμβάνονται οἱ ἅγιοι τῇ πανωλεθρίᾳ. Ταῦτα δὲ ἀρμόζει νοεῖν καὶ ἐπὶ τῆς καθολικῆς τοῦ Θεοῦ κρίσεως." Ἰδοὺ κακά." Μετὰ τὰ ἐπὶ τοῦ Βαβυλωνίου γεγονότα, καὶ τὰ ἐπὶ τῆς συντελείας φησίν· Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος." Καὶ λαίλαψ." Σύγχυσις μεγάλη καὶ ταραχὴ ἐπ' ἐσχάτοις τοῖς τοῦ αἰῶνος καιροῖς." Καὶ ἔσονται." Μετὰ τὸ αἰσθητὸν, καὶ τοὺς ὑπὸ τῆς ἁμαρτίας τετραυματισμένους νόει. Ἀλαλάξατε." Ἀλαλαγμὸν ἐνταῦθα οὐκ ἐπὶ νίκῃ τῶν πολεμίων, ἀλλ' ἐπὶ ταῖς οἰμωγαῖς φησιν. Ποιμένες δὲ οἱ ἡγούμενοι τοῦ λαοῦ." Οἱ κριοὶ τῶν." Οἱ κατ' ἐξοχὴν ἐν τῷ λαῷ." Καὶ πεσεῖσθε." Ἐπειδὴ ὁ σφάζων τὸ εὐτραφὲς σφάξει." Ὅτι ὠλόθρει." Ἐπὶ μὲν Ἰουδαίων τὰς θυσίας, καὶ πάντα τὰ ἄλλα νόμιμα· ἐπὶ δὲ τοῦ καθόλου τὰς διαγωγὰς αὐτῶν." Ἐγκατέλιπεν." Ἐπὶ μὲν Ἰουδαίων ὁ Κύριοςτὸν ἑαυτοῦ ναὸν καταλέλοιπεν· ἐπὶ δὲ τῆς συντελείας, ὡς λέων καταλελοιπὼς κατάλυμα, οὕτως συγχωρεῖται ὁ Σατανᾶς ἐξελθεῖν κατὰ τῶν ἀνθρώπων." Ὅτι ἐγενήθη." Ἐπειδὴ οἱ ἄνθρωποι κτηνώδεις γεγόνασιν, ὁ δὲ Σατανᾶς ἐστι θηρίον, ὡς ἐν ἐρήμῳ συγχωροῦνται ἅμα νέμεσθαι, διὰ τὸ ψυγῆναι τὴν ἀγάπην. ΚΕΦΑΛ. Κ ʹ." Οὕτως εἶπε Κύριος· Στῆθι ἐν αὐλῇ οἵκου Κυρίου." Διαμαρτύρασθαι κελεύει Θεὸς τῷ προφήτῃ τοὺς Ἰουδαίους, ἐπὶ τῷ φυλάττειν τὰ θεῖα νόμιμα, ἵνα μὴ ἐπέλθῃ αὐτοῖς ἡ ὀργή." Καὶ τὴν πόλιν δώσω εἰς κατάραν." Ἵνα ᾖ ἐπικατάρατος, καὶ τοὺς αὐτῶν δὲ ἐχθροὺς οἱ ἄνθρωποι ἵνα ἔχωνται [εὔχωνται] τὰ ὅμοια παθεῖν." Καὶ ἤκουσαν." Ὁρᾷς, πῶς ἀγριαίνουσι καὶ ἀγανακτοῦσι; καὶ μὴν δι' αὐτὸ τοῦτο ἀναιρεθῆναι οὐκ ἐχρῆν. Εἰ γὰρ Θεὸς ἐπέταξε, πεισθῆναι δεῖ. Τοῦτο ὑμᾶς λυπεῖ τὸ ῥῆμα, τὸ δὲ τὸν τοῦ ναοῦ τιμιώτερον ἐνυβρίζειν, οὐ πονηρὸν, οὐκ ἀσεβές; Πάνυ αὐτοὺς ἔδακνε τὸ ῥηθέν." Καὶ ἐξεκκλησιάσθη." Συνήχθη πᾶς ὁ λαὸς τῶν πρεσβυτέρων τῆς γῆς τῆς περιχώρου." Καὶ τὸ ὄρος." Τὸ ὄρος, ἐφ' ᾧ κεῖται ὁ ναὸς, εἰς ἐρήμωσιν." Πλὴν χεὶρ Ἀχεικάμ." Ἀχεικὰμ εἷς ἦν οὗτος τῶν δυνατῶν, προϊστάμενος Ἱερεμίου. ΚΕΦΑΛ. ΚΖʹ." Οὕτως εἷπε Κύριος· Ποίησον σεαυτῷ δεσμούς." Κελεύει ὁ Θεὸς τῷ προφήτῃ κλοιοὺς ἐμβαλεῖν εἰςτὸν τράχηλον ἑαυτοῦ, καὶ πέμψαι τούτους πρὸς τοὺς βασιλεῖς, ὧν μέμνηται." Καὶ τὰ θηρία." Θηρία ἐνταῦθα ἀγροῦ, τὰ πρὸς γεωργίαν ἐπιτήδεια κτήνη φησίν." Εἰ προφῆταί εἰσι." Εἰ μὲν ἐκ τοῦ Θεοῦ ὁ λόγος, οὕτω νόησον· Εἰ ἐγὼ αὐτοὺς ἀπέστειλα, δυνηθῶσι διαφυγεῖν με, φύγωσι τὴν ὀργήν· εἰ δὲ ἐκ τοῦ προφήτου ὁ λόγος, Ἔλθωσι, φησὶ, καὶ διακριθῶσι μετ' ἐμοῦ. ΚΕΦΑΛ. ΚΗʹ." Ἀληθῶς οὕτω ποιήσαι Κύριος." Ἀντὶ τοῦ, Γένοιτο οὕτως, ὡς σὺ φὴς, γενέσθω." Ἐπιγνώσονται." Τουτέστι, τὸ πέρας τῶν πραγμάτων δείξει τῶν λόγων τὴν ἀλήθειαν." Βάδιζε καὶ εἰπὸν πρὸς Ἀνανίαν." Ἐπ' ἐλέγχῳ τῆς ἀσεβείας ὑπηρετεῖ τῷ προστάττοντι, μηδένα κίνδυνον ὑφορώμενος. Οὐδεὶς γὰρ λόγος τῆς προσκαίρου τοῖς ἁγίοις ζωῆς, ὅταν κελεύσῃ Θεός· τὸν δὲ Θεὸν εἰς δίκην ἐκίνησεν Ἀνανίας ἐναντιούμενος. Ἕτερα δὲ λέγειν ὁ προφήτης παρὰ τὰ προσταχθέντα δοκεῖ. Ἰσοδυναμοῦντα λέγων ἐσύστερον ὁ Πέτρος, Ἀνανία, φησὶ, διατί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαι τὸ Πνεῦμα τὸ ἄγιον; Ὅθεν σὺν τῷ ἐλέγχῳ, ἡ τῆς κολάσεως ἀπειλὴ, τὸ δίκαιον τῆς τιμωρίας ἐμφαίνουσα. Ἐκ Θεοῦ τοίνυν οἱ παρὰ τοῦ προφήτου λόγοι· καὶ μαρτυρεῖ τῆς προφητείας ἡ ἔκβασις. ΚΕΦΑΛ. ΚΘʹ." Ὕστερον ἐξελθόντος Ἰεχονίου." Μετὰ τὸ ἀποικισθῆναι τὸν Ἰεχονίαν." Ἐν χειρὶ Ἐλεάσαμ." Διὰ τούτων ἐπέμφθη ἡ ἐπιστολή." Οὕτως εἶπε Κύριος." Τοιαύτη τῆς ἐπιστολῆς ἡ ἀρχή. Ἀναιρῶν τοίνυν τὴν τούτων ἀπάτην, μακρότατον αὐτοῖς γενήσεσθαι λέγει τῆς ἀποικίας τὸν χρόνον. Κελεύει δὲ καὶ ὑπὲρ τῶν πολεμίων προσεύχεσθαι. Τοῦτο γὰρ ἔσται, φησὶ, καὶ ὑπὲρ τῆς ὑμετέρας εἰρήνης. Οὕτω καὶ Παῦλος ὑπὲρ πάντων τῶν ἐν ὑπεροχῇ κελεύει προσεύχεσθαι, ἵνα ἤρεμον, φησὶν, καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Ὁ αὐτὸς γάρ ἐστι Θεὸς, ὃς ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Πῶς οὖν πονηρὸς ὁ Δημιουργός; ἢ τί παραλλάττει τοῦτο τοῦ ἐν Εὐαγγελίῳ ῥηθέντος· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς; Ἆρ' οὖν οὐκ ἐπηρεάσθησαν ἀπὸ [ἴσ. οἱ ἀπὸ] Ἱερουσαλὴμ ὑπὸ Βαβυλωνίων; ἁλλ' ὅμως προσεύχονται ὑπὲρ αὐτῶν." Καὶ ζητήσατε εἰς εἰρήνην." Προσεύξασθε, φησὶν, εἰρήνην τοῖς Βαβυλωνίοις, ἵνα καὶ ὑμεῖς εἰρηνεύητε. Σημείωσαι, ὅτι δεῖ προσεύχεσθαι ὑπὲρ τῶν κρατούντων, κἂν Ἕλληνες ὦσιν." Καὶ ἐπιστήσω." Τουτέστιν, Ὄψεσθε τῶν ἐμῶν λόγων τὴν ἀλήθειαν." Ὅτι εἴπατε· Κατέστησεν ἡμῖν Κύριος προφήτας." Ψευδοπροφῆται ἦσαν καὶ ἐν τῇ Ἱερουσαλὴμἀπατῶντες τὸν λαόν. Ἦσαν δὲ καὶ ἐν τῇ αἰχμαλωσίᾳ ἀπατῶντες τοὺς ἐν τῇ ἀποικίᾳ." Ἐπὶ Ἀχιὰβ καὶ ἐπὶ Σεδεκίαν." Οὗτοι λέγονται οἱ κατὰ Σωσάνναν πρεσβύτεροι." Κύριος ἔδωκέ σε ἱερέα." Πρὸς τὸν Σαμέα φησὶ ὁ Θεὸς, ὅτι Οὐκ ἐγώ σε κατέστησα εἰς προφήτην, οὐδὲ ἐγώ σοι ἐνετειλάμην γράψαι τῷ Σοφονίᾳ κατὰ Ἱερεμίου." Ἰδοὺ ἐγὼ ἐπισκέψομαι." Ἡ προθεσμία τῆς ἀνακλήσεως. Τὸ γραφὲν παρ' αὐτοῦ τοῦ Σαμέα. ΚΕΦΑΛ. Λʹ." Φωνὴν φόβου ἀκούσεσθε." Τὴν τῶν εὐαγγελικῶν προσταγμάτων." Καὶ οὐκ ἔστιν εἰρήνη." Οὐ γὰρ ἦλθον, φησὶν ὁ Κύριος, βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν." Ἐρωτήσατε." Ἐρωτήσατε, φησὶ, τὰς Γραφὰς, καὶ μάθετε ἐξ αὐτῶν, εἰ γεννηθήσεται ὑμῖν ἄρσεν, τουτέστιν ὁ Κύριος. Ἐπειδὴ γὰρ δι' ἑνὸς τοῦ Ἀδὰμ ὁ κόσμος ἐφ' ἁμαρτίαν ἦλθεν, εἰκότως περὶ τοῦ δευτέρου Ἀδὰμ προφητεύει, δι' οὗ ἡ ἀπολύτρωσις." Καὶ περὶ φόβου." Φυσικῶς οἱ φοβούμενοι τὴν ὀσφὺν κρατεῖν πεφύκασιν. Φόβος οὖν, φησὶ, ἔσται τῶν εὐαγγελικῶν προσταγμάτων, δι' οὗ φόβου ἕξει τὴν ἰσχὺν, καὶ σωθήσεται." Διότι ἑώρακα." Πάντες γὰρ ἔφριξαν τὴν ἀκρίβειαν τῶν εὐαγγελικῶν προσταγμάτων, καὶ ὑπὸ τῆς φρίκης τὰ ἐντὸς ταραττόμενοι τὰς ὀσφῦς ἐκράτησαν. Πρὸς δὲ διάνοιαν, κρατεῖ ὀσφύος ὁ περισφίγγων τὰ σπερματικὰ, καὶ ἀπεχόμενος συνουσιασμοῦ." Ὅτι μεγάλη ἡ ἡμέρα." Ἡ τοῦ χρόνου τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, καὶ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως· ὅλην γὰρ αὐτοῦ τὴν οἰκονομίαν ἡμέραν καλεῖ." Ἀνέστησα σύντριμμα." Ἐπειδὴ, φησὶν, μεγάλη σου ἡ πληγὴ, καὶ οὐδείς σοι ἠδυνήθη ἐπαμῦναι, ἀλλὰ καὶ οἱ φίλοι σου ἐπελάθοντό σου διὰ τὴν ἁμαρτίαν σου· φίλους δὲ τῆς ψυχῆς νοήσεις τὸν νόμον, καὶ τοὺς προφήτας, καὶ ἁγίους ἀγγέλους. Ἐπειδὴ οὖν, φησὶν, οὐδείς σοι ἠδυνήθη ἐπαμῦναι, ἐγὼ διὰ τοῦ ἐμαυτοῦ Υἱοῦ, τοῦ κατὰ σάρκα Δαβὶδ, ἀναστήσω σου τὸ σύντριμμα." Ὅτι πληγὴν ἐχθροῦ." Ἐπειδὴ διὰ τὰς ἁμαρτίας σου, φησὶν, ἐγκατέλιπόν σε, διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἰῶμαί σε." Διὰ τοῦτο πάντες οἱ ἐσθίοντές σε." Οἱ ἐχθροί σου, φησὶ, δαίμονες τὰς ἑαυτῶν κατέδονται σάρκας· ἐμφαίνει δὲ διὰ τούτων τὸ πικρὸν τῆς κατ' αὐτῶν τιμωρίας." Ἐπὶ πλῆθος." Συνεπέθεντο, φησὶ, τῷ πλήθει τῶν ἁμαρτιῶν σου." Καὶ ἔσονται." Οἱ περιφέροντές σε σκορπισθήσονται." Ὅτι ἀνάξω." Γεγονὼς γὰρ ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος ἰάσατο τὴν ἀνθρωπότητα." Θήρευμα ὑμῶν ἐστιν." Ὅτι διεσκόρπισάν σεἀπὸ Θεοῦ. Ὁ βουλόμενος, φησὶν, ἐθήρευσεν αὐτὴν, ὡς μὴ ἔχουσαν ποιμένα." Οὕτως εἶπε Κύριος." Ἔχει μὲν ὁ λόγος ἀγγελίαν τῆς ἐκ Βαβυλῶνος ἐπανόδου· προθεσπίζει δὲ τὴν διὰ Χριστοῦ ἀπολύτρωσιν τῶν ἐθνῶν." Καὶ οἰκοδομηθήσεται." Πρὸς μὲν τὸ ῥητὸν, ἡ κατεστραμμένη Ἱερουσαλήμ· πρὸς δὲ διάνοιαν, ἡ Ἐκκλησία." Καὶ ὁ λαός." Κατὰ τὰ νόμιμα πολιτεύσεται· ὁ μὲν ἐκ τῆς αἰσθητῆς αἰχμαλωσίας, κατὰ τὰ Μωσαϊκά· ὁ δὲ τῆς Ἐκκλησίας λαὸς, κατὰ τὰ εὐαγγελικά." Καὶ ἐξελεύσονται ἀπ' αὐτῶν ᾄδοντες." Τοῖς μὲν αἰχμαλώτοις ἐπαγγελίαν χαρᾶς ἔχει ὁ λόγος. Ἄδοντας δὲ, τοὺς Θεὸν ἐν τῇ ἐκκλησίᾳ ὑμνολογοῦντάς φησι· παίζοντας δὲ, τοὺς τῶν δαιμόνων καταπαίζοντας." Καὶ ὁ ἄρχων." Οὐκ ἔτι, φησὶν, ἀλλότριοι ἄρξουσι τοῦ λαοῦ. Ἢ καὶ οὕτως, Ἐξέλιπον γὰρ οἱ Ἰουδαίων ἄρχοντες· φησὶ ὅτι ὁ πάλαι ἄρχων διάβολος τῶν ψυχῶν ἐξελεύσεται, ἀντὶ τοῦ ἀποστήσεται τοῦ τῆς Ἐκκλησίας λαοῦ. ΚΕΦΑΛ. ΛΑʹ." Εὗρον θερμόν." Ἐπειδὴ οἱ πλείονες ὑπὸ τῆς ἁμαρτίας τεθνήκασι, καὶ ὡς ἐν ἐρήμῳ κεῖνται ἐῤῥιμμένοι· εὗρον, φησὶν, ἐν τοῖς κειμένοις θερμὸν, τουτέστιν ἡμιθανῆ, ἐλπίδα ἔχοντα μετανοίας καὶ ζωῆς· φησὶ δὲ ἢ τὸν Ἰσραὴλ, ἢ καὶ πάντα δυνάμενον σώζεσθαι." Κύριος πόῤῥωθεν." Ὁ νῦν πόῤῥωθεν, ὕστερον ὀφθήσεται αὐτῷ." Ἔτι λήψῃ τύμπανον." Μετὰ τὴν αἰσθητὴν Ἱερουσαλὴμ, τὴν Ἐκκλησίαν νόει." Ὅτι ἔστιν ἡμέρα." Τοῦτο σημεῖον οἰκήσεως. Ὅτι δέδωκε, φησὶν, ὁ Θεὸς καιρὸν μετανοίας, ἐν ᾧ ἀπολογούμενοι κληθήσεσθε εἰς σωτηρίαν." Ἐν ὄρεσιν Ἐφραίμ." Τὸν κατὰ χάριν φησί. Διαφόρως δὲ ἡ Γραφὴ καλεῖ τοῦτον τὸν λαόν. Διὸ καὶ Ἐφραὶμ, ἐκ τῶν πολλῶν φυλῶν· ἐκ πάντων γάρ εἰσιν οἱ σωζόμενοι." Ἀνάστητε καὶ ἀνάβητε." Διεγέρθητε, φησὶν, ἐκ τῶν γηΐνων φρονημάτων, καὶ ἀνέλθετε εἰς τὰ οὐράνια, τοῖς πτεροῖς τοῦ πνεύματος κουφιζόμενοι." Ἰδοὺ ἐγὼ ἄγω." Γαυριάσατε, φησὶ, πατοῦντες ἐπὶ τὰς κεφαλὰς τῶν ἐθνῶν. Ἰδοὺ γὰρ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, εἶπεν ὁ Κύριος. Τοὺς ἐξ ἐθνῶν φησι, καὶ τοὺς ἐξ Ἰσραὴλ τοὺς εἰς πάντα τὰ ἔθνη διεσπαρμένους, ὕστερον δὲ καὶ αὐτοὺς τευξομένους σωτηρίας." Ἐν ἑορτῇ Φασέκ." Φασὲκ, ἀφέσεως ἑρμηνεύεται. Φησὶν οὖν ὅτι ἐν τῇ Χριστοῦ ἀφέσει τῶν ἁμαρτημάτων σωθήσονται." Ἐν κλαυθμῷ." Ὅτι ἁμαρτία, κλαυθμοῦ αἰτία, ἡ δὲ ἐπιστροφὴ σωτηρίας καὶ παρακλήσεως." Αὐλίζων ἐπὶ διώρυγας." Ἐπὶ τὰ τοῦ βαπτίσματος νάματα κατασκηνῶν αὐτούς." Ἀκούσατε λόγον." Καὶ γὰρ διὰ Χριστοῦ ἐδιδάχθημεν λέγειν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς." Ὡς ὁ βόσκων." Ὁ λέγων Κύριος· Ἐγώ εἰμι ὁποιμὴν ὁ καλός." Καὶ ἥξουσι." Ἐπὶ τὴν Ἐκκλησίαν, ἔνθα τὸ τίμιον σῶμα καὶ αἷμα Χριστοῦ προσφέρεται." Καὶ κτηνῶν." Ταῦτα σημεῖα εἰρήνης." Καὶ πρεσβύται." Αἱ Ἐκκλησίαι ἐν τῇ συναγωγῇ τῶν κατὰ Χριστὸν ἀκμαζουσῶν ψυχῶν, καὶ τῶν ἐν φρονήσει πολιῶν." Μεθύσω." Θείων λόγων πληρώσω τοὺς ἱερεῖς, ὡς δύνασθαι εὐφραίνειν τὸν λόγον [φορτ. λαὸν] ἐν διδασκαλίᾳ." Ὅτι ἔστι μισθός." Ἢ ὅτι ἔμμισθον τὸ ἀποθανεῖν ὑπὲρ Χριστοῦ, ἢ ὅτι ἕξεις τὸν Παῦλον πολὺν φέροντα καρπόν." Καὶ ἐπιστρέψουσι." Ἢ οἱ τελευτήσαντες παῖδες ἀνιστάμενοι, καὶ ἐν Χριστῷ ὅντες, ἢ ὅτι ὁ Παῦλος πολλοὺς ἐξ ἐθνῶν ἐπέστρεψεν." Μόνιμον τοῖς σοῖς τέκνοις." Καὶ ἔσται, φησὶ, διαρκὴς ὁ μισθὸς τοῖς σοῖς τέκνοις ἀνῃρημένοις, ἢ καὶ τῷ Παύλῳ. Ἀεὶ δὲ ἡ Ῥαχὴλ εἰς πρόσωπον τῆς Ἐκκλησίας ἐκλαμβάνεται, ἢν καὶ ὀδυρομένην ὁ λόγος παραμυθεῖται ἐπὶ τοῖς διωγμοῖς καὶ ταῖς ἀναιρέσεσι ταῖς διὰ Χριστόν." Ἀκούων ἤκουσα, Ἐφραὶμ." Ἐφραὶμ, τὸν ἐξἐθνῶν λαόν φησι." Ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην." Ὡς μόσχος, φησὶ, ταῖς ἐμαῖς ἁμαρτίαις ἐντρεφόμενος οὐκ ἐδιδάχθην τὰ θεῖα λόγια." Ἐπίστρεψόν με." Τίνα, γὰρ, φησὶ, καρπὸν ἔχετε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; ἡμέρας οὖν αἰσχύνης τὰς τῆς ἁμαρτίας φησί." Καὶ ὑπέδειξά σοι." Τοῦτο διὰ μέσου κεῖται· Ὥσπερ τὸν σωζόμενον λαὸν ἐκ τοῦ Θεοῦ· ἀντὶ τοῦ, Ἀγαθόν σε ὑπόδειγμα ποιήσω, ἵνα διὰ τοῦ σοῦ ὑποδείγματος καὶ ἄλλοι σωθῶσιν." Στῆσον σεαυτὴν, Σιών." Διανάστηθι ἐκ τοῦ τῆς ἁμαρτίας πτώματος. Ἀνάστηθι διὰ τοῦ τροπαίου σταυροῦ. Ἢ οὕτως· Στῆσον σεαυτήν· ἀκριβολογήθητι τὰ κατὰ σεαυτήν· πρὸς ἑαυτὴν κρίθητι, καὶ δοκίμασον σεαυτήν." Ποίησον τιμωρίαν." Διὰ τῆς ἐν Χριστῷ πίστεως καὶ τῆς μετανοίας τιμώρησαι τὰ φαῦλα, καὶ αὐτοὺς τοὺς αὐτὰ ἐνεργοῦντας δαίμονας." Δὸς καρδίαν." Ἀνάλαβε, φησὶ, τοῦ Κυρίου τὸν σταυρὸν ἐπὶ τῶν ὤμων. Ἄλλως· Μὴ κρύπτε τὰ φαῦλα, ἀλλὰ φανέρωσον αὐτὰ δι' ἐξομολογήσεως. Ἄλλως· Ἐπίδος αὐτὴν εἰς τὸν κάματον τῆς μετανοίας." Ὁδὸν ᾗ ἐπορεύθης." Ἐπειδὴ πεπόρευσαι ἐπὶ τὰ φαῦλα, ὑπόστρεψον ἐπὶ τὰ ἀγαθά." Ἀποστράφηθι." Ὑπόστρεψον εἰς τὴν ἐξ ἀρχῆς ἐπαινουμένην πολιτείαν, καὶ πένθησον ἐπὶ ταῖς προτέραις ἁμαρτίαις τὸ πένθος τὸ μακαριζόμενον." Ἕως πότε ἀποστρέψεις;" Μέμφεται αὐτῇ ὡς βραδυνούσῃ εἰς τὴν ὑπακοήν." Ὅτι ἔκτισέ με Κύριος σωτηρίαν." Ἀκύλας καὶ Σύμμαχος, ὅτι ἔκτισε Κύριος καινὸν ἐν τῇ θηλείᾳ, ἐκδεδώκασιν· σαφῶς δὲ διὰ τούτων ὁ καινὸς ἄνθρωπος, ὁ σαρκωθεὶς Λόγος, ὁ ἐκ Παρθένου τεχθεὶς προκατηγγέλθη." Ἐν σωτηρίᾳ." Διὰ Χριστοῦ, φησὶν, ἐπανήξουσιν ἄνθρωποι εἰς παράδεισον, ὅθεν ἐξέπεσον. Τοιαύτην τινὰ δοξολογίαν καὶ οἱ παῖδες ἀνέπεμψαν ἐπὶ τῷ Σωτῆρι." Εὐλογημένος Κύριος ἐπὶ δίκαιον." Ταύτην φησὶ τὴν ὑμνῳδίαν ἀναπέμψουσιν οἱ τῆς Ἐκκλησίας λαοὶ ἅμα τοῖς διδασκάλοις· καὶ εἰς ὕψος ἀρθήσεται ἡ τοιαύτη φωνὴ ἐν τοῖς τῆς Ἐκκλησίας ποιμνίοις." Διὰ τοῦτο ἐξηγέρθην." Ὅτι πιστῶς, φησὶν, ὁ προφήτης ἐδεξάμην τὸ ὅραμα, διὰ τοῦτο ὡς παρόντα τὰ πράγματα ἐθεασάμην." Καὶ ὁ ὕπνος μου." Ὁ τῆς ἀναστάσεως τρόπος. Δηλοῖ δὲ καὶ τὴν ἐκ τῆς ἁμαρτίας ἐλευθερίαν. Ἀναφέρεται δὲ καὶ εἰς τὸν Κύριον ἡ προφητεία· τῷ τὸν θάνατον ὕπνον ἐργασαμένῳ, καὶ θεωροῦντι τῶν πιστῶν τὸ πλῆθος, καὶ χαίροντι ἐπὶ τῷ ἑκουσίως αὐτῷ γεγονότι θανάτῳ." Ἰδοὺ ἡμέραι ἔρχονται." Ἴσως τὴν τῶν αἱρέσεων φύρσιν φησὶ, καὶ τῶν κτηνώδεις τρόπους αἱρουμένων. Ἐγὼ μὲν γὰρ σπερῶ, τοῦ σίτου ἀντιποιούμενος. τούτους δὲ ὁ ἐχθρὸς ἐπισπείρει. Κατὰ δὲ τὸ τῆς Γραφῆς ἰδίωμα, ἐπειδὴ ἃ συγχωρεῖ Θεὸς τοὺς ἀνθρώπους προαιρετικῶς ποιεῖν, αὐτὸς ποιεῖν λέγεται, ὡς τὸ, Παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας, οὐ Θεοῦ τοῦτο ποιήσαντος, ἀλλ' αὐτῶν τοῦτο ἑλομένων· οὕτω καὶ ἐνταῦθα κεῖται τὸ, Σπερῶ σπέρμα κτήνους. Ἔτι [φορτ. Ἔστι] δὲ καὶ οὕτω νοῆσαι· Ἄνθρωποίεἰσιν οἱ σοφώτεροι καὶ τελειότεροι, οἱ μετὰ λόγου καὶ γνώσεως τὴν πίστιν κατέχοντες, κτήνη δὲ οἱ μετὰ ἁπλότητος καὶ ἀπεριέργως τῇ πίστει προσδεδραμηκότες. Ἐγὼ οὖν, φησὶ, καὶ τούτους κἀκείνους ἐν τῇ Ἐκκλησίᾳ καταφυτεύσω." Ἀλλ' ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται." Ἡ τοῦ Ἀδὰμ ἁμαρτία διελθοῦσα εἰς τὸ ἔθνος, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας, ἦλθεν, ὡς εἶπεν ὁ Ἀπόστολος. Χριστοῦ οὖν συγχωρήσαντος ταύτην διὰ τοῦ λουτροῦ τῆς ἀφέσεως, ἐκαθαρίσθη μὲν ἡ προπατορικὴ ἁμαρτία, ἕκαστος δὲ τῶν οἰκείων ἁμαρτημάτων ὑπέχει λόγον." Καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ." Διαθήκην, τὴν εὐαγγελικήν. Τούτοις δὲ ἐχρήσατο καὶ ὁ Ἀπόστολος εἰς ἀπόδειξιν τοῦ [μὴ] ἐκβεβλῆσθαι τὴν νομικὴν λατρείαν." Διδοὺς δώσω." Τὰς διὰ τοῦ πνεύματος ὑπομνήσεις." Ἐὰν ὑψωθῇ." Ὡς ἀμήχανον, φησὶν, ἀνωτέρω τὸν οὐρανὸν ἀνελθεῖν, ἢ τὴν γῆν κατωτέρω κατελθεῖν· οὕτως ἀμήχανόν με ἀποδοκιμάσαι τὸν Ἰσραήλ· Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ, ὥς φησιν ὁ Ἀπόστολος." Ἐὰν παύσωνται." Οὐ δύνανται, φησὶν, [ἴσ. Οὐ δύνανται, φησὶ, μὴ εἶναι], οἱ ὅροι ἡλίου καὶ σελήνης, οὐδὲ τὸ γένος Ἰσραὴλ τὸ νῦν κατὰ χάριν [τοῦ] εἶναι ἔμπροσθέν μου." Ἀπὸ πύργων." Ἀπὸ χάριτος Θεοῦ· οὕτως γὰρ ἑρμηνεύεται τὸ Ἀναμεήλ." Ἕως τῆς πύλης." Ἕως τῆς συντελείας. Φθάσας γὰρ ἕως γωνίας, τελειοῦται ὁ τοῖχος." Ἐξ ἐκλεκτῶν λίθων." Τὴν ἐκ πάντων τῶν ἐθνῶν συνισταμένην Ἐκκλησίαν ἐδήλωσεν, ἐκ λίθων ἐκλεκτῶν οἰκοδομουμένην, προφητῶν, καὶ ἀποστόλων, καὶ τῶν καθεξῆς ἁγίων." Ἕως χειμάῤῥου." Ἕως, φησὶ, κλίματος ἀνατολικοῦ ὁ διαγραφεὶς οἶκος, ἔσται ἁγίασμα τῷ Κυρίῳ. Ἵπποι δὲ Ἀνατολῆς οἱ ἀπόστολοι. Ἐδήλωσεν οὖν, ὡςἀπὸ χάριτος Θεοῦ καὶ τῶν ἁγίων ἀποστόλων οἰκοδομεῖται ἡ Ἐκκλησία. Τῶν γὰρ θείων Γραφῶν ἀναγινωσκομένων οἰκοδομούμεθα. ΚΕΦΑΛ. ΛΒʹ." Καὶ λαλήσει." Ὁ Σεδεκίας πρὸς τὸν Βαβυλώνιον." Οὕτως εἶπε." Τὰ ὠνιακὰ, φησὶ, γραφῆναι παρεσκεύασα· ἴσως δὲ τότε καὶ ὠνούμενοι ὑπεσημειοῦντο ἐν τοῖς ὠνιακοῖς. Ἵνα καὶ οἱ μετὰ ταῦτα μάθωσιν ὥστε μὴ διαφθαρῆναι. Διὰ τοῦτο ἐν ἀγγείῳ ὀστρακίνῳ, ἵνα ἐπανελθόντες ἴδωσιν, ὅτι ἄνωθεν ταῦτα προελέγετο, ἵνα μὴ τὰ ῥήματα μόνον, ἀλλὰ καὶ τὰ πράγματα μαρτυρήσῃ." Ποιῶν ἔλεος." Ὅτι πολλαπλάσιόν ἐστι τὸ ἔλεος αὐτοῦ." Καὶ ἀποδιδούς." Ἀπὸ Ἀδὰμ ἕως τῆς παρουσίας Χριστοῦ οἱ μιμούμενοι τὰς ἁμαρτίας τῶν πατέρων, ταῖς τιμωρίαις ὑπέπιπτον, διὰ τὸ μήπω τὴν ἀπολύτρωσιν τῆς ἁμαρτίας γεγενῆσθαι. Μετὰ δὲ τὴν παρουσίαν τοῦ Χριστοῦ, ἕκαστος λοιπὸν ὃ σπείρῃ, καὶ θερίσει, διὰ τὸ μὴ ὁμοίως ἐκτείνεσθαι ἐκ πατροπαραδότου ἀναστροφῆς ἐπὶ [ἐπὶ υιδετυρ αβυνδαρε] τὴν παράβασιν." Καὶ ἐν τοῖς γηγενέσι." Τοῖς ἀσεβέσι, τοῖς τὰ γήϊνα φρονοῦσιν· ἢ καὶ αὐτοῖς τοῖς Αἰγυπτίοις τοῖς ἐξ αὐτῆς τῆς γῆς." Καὶ ἐποίησας." Ἕως σήμερον, φησὶν, ὀνομαστὸς, ἢ ἐπὶ τοῖς πάλαι τεραστίοις." Ἐγὼ Κύριος." Ὁ μέλλων πάντας κρίνειν, καὶ ἑκάστῳ ἀποδιδόναι κατὰ τὰς πράξεις." Ὅτι ἦσαν." Ὡς μὲν ἐπὶ τὸ πολὺ πᾶσα μὲν ἡ γῆ τότε ἀθέων ἦν· μόνοι δὲ οὖτοι λέγονται ἁμαρτάνειν, ἐπειδὴ τοῖς θείοις νόμοις πεπαιδευμένοι ἐν γνώσει ἡμάρτανον." Ὅτι ἐπὶ τὴν ὀργήν μου." Ὡς ἐπὶ τούτῳ, φησὶν, ἐστὶ κτισθεῖσα ἡ πόλις αὕτη, ἐπὶ τῶ παροργίζειν με, ἵνα διὰ τοῦτο ἀφανίσω αὐτὴν, μὴ θέλων αὐτὴν ὁρᾶν." Καὶ ἔστρεψαν πρός με νῶτον." Τοῦτο δεῖγμα τελείας ὕβρεως καὶ καταφρονήσεως." Καὶ ἐδίδαξα αὐτούς." Ἀντὶ τοῦ, κατὰ πᾶσαν σπουδήν." Ἃ οὐ συνέταξα αὐτοῖς." Ἔστω, φησίν. Ἐμοὶτὰς θυσίας προσφέρειν ὀφείλοντες, δαίμοσι προσφέρουσι· διατί καὶ ἀνθρωποκτονίας ἐργάζονται; ἀνθρώπους δὲ οὐδὲ ἐμαυτῷ θύεσθαι ὅσιον ἔκρινα. Ὡς οὐκ ἀρκούμενοι τοίνυν, φησὶ, τοῖς πρότερον ἁμαρτήμασι, καὶ τοῦτο ἐπεξεῦρον τὸ ἀτόπημα." Ἰδοὺ ἐγὼ συνάγω αὐτούς," Ἐπαγγέλλεται Θεὸς ἐπανάγειν ἐκ τῆς αἰχμαλωσίας τοὺς υἱοὺς Ἰσραήλ· ὁμοῦ δὲ καὶ προλέγει τὴν Χριστοῦ παρουσίαν, καὶ τὴν τοῦ Πνεύματος χάριν." Καὶ ἔσονταί μοι εἰς λαόν." Τοῦτο κοινὸν περὶ πάντων πιστῶν." Καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν." Τὴν Κυρίου παρουσίαν. Αὐτὸς γάρ ἐστιν ἡ ὁδός." Καὶ καρδίαν ἑτέραν." Τὴν τοῦ Πνεύματος χάριν. Πάλιν φησὶν πρὸς αὐτόν· ἐπειδὴ δύσπιστος ὁ λόγος ἦν." Καὶ διαθήσομαι." Τὴν περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως. Ἥτις οὐκ ἀλλαγήσεται. ΚΕΦΑΛ. ΛΓʹ." Οὕτως εἶπε Κύριος ποιῶν γῆν." Κατὰ τὴν ἐξ ἀρχῆς δημιουργίαν, ἀπὸ γῆς ποιῶν τὸν ἄνθρωπον." Καὶ πλάσσων αὐτήν. Ἀναπλάσσων διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας." Τοῦ ἀνορθῶσαι αὐτήν." Διὰ τοῦ τιμίου σταυροῦ, ἐπειδὴ ἔκειτο βεβλημένη ὑπὸ τῆς ἁμαρτίας." Κύριος ὄνομα." Περὶ οὗ εἶπεν ὁ Ἀπόστολος· Εἶς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα." Καὶ κράξον πρός με." Ἐκτενῶς δεήθητί μου." Καὶ ἀπαγγελῶ σοι." Τὰ διὰ τῆς Χριστοῦ παρουσίας γεγενημένα." Τῶν καθῃρημένων." Δέον ἀκολουθῆσαι τοὺς Ἰουδαίους τῷ Βαβυλωνίῳ, ἐπειδὴ τοῦτο κρῖμα ἦν τοῦ Θεοῦ, καθελόντες τὰς οἰκίας αὐτῶν, χάρακας ἐποίησαν καὶ προμαχῶνας ἐπὶ τῷ μάχεσθαι τοῖς Χαλδαίοις. Διὰ τοῦτο θανάτῳ καταδικάζονται." Ἰδοὺ ἐγὼ ἀνάγω." Μετὰ τὴν ἱστορίαν, διὰ τῆς Χριστοῦ παρουσίας." Καὶ ποιήσω εἰρήνην." Διὰ τὴν εἰς ἐμὲ πίστιν δωροῦμαι αὐτοῖς τὴν εἰρήνην." Καὶ εἰς μεγαλειότητα." Οὐδέποτε γὰρ τοιαύτη μεγαλειότης γέγονεν, ὡς ἡ διὰ τῆς τοῦ Θεοῦ Λόγου ἐνσάρκου παρουσίας." Καὶ φοβηθήσονται." Ἢ οἱ δαίμονες ἐπὶ τοῖς γενομένοις ἀγαθοῖς τοῖς ἀνθρώποις, ἢ καὶ αὐτοὶ οἱ εὖ πάσχοντες, ἐφ' οἷς τοιοῦτον πρότερον ἠγνόησαν Δεσπότην." Φωνὴ νυμφίου." Τοῦ τῆς ψυχῆς νυμφίου Λόγου λέγοντος· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς." Φωνὴ λεγόντων." Τῆς εὐφραινομένης καὶ λεγούσης· Ὁ Κύριός μου καὶ ὁ Θεός μου." Ὅτι ἐπιστρέψω." Καθὼς ἦν Ἄβελ, καὶ Σὴθ, καὶ Ἐνὼχ, καὶ Νῶε, καὶ Ἀβραὰμ, ἐκ πίστεως, καὶ οὐκ ἐκ νόμου δικαιούμενοι." Καταλύματα." Ἐν αἷς Ἐκκλησίαι· ἐν αἷς οἱ τούτων ποιμένες διαναπαύουσι τὰ λογικὰ ποίμνια." Ἐν πόλεσι." Μετὰ τὴν ἱστορίαν, τὰς Ἐκκλησίας νόει· ὀρεινὴν, διὰ τὴν ἐξ ἐθνῶν καλεῖ, διὰ τὸ πάλαι αὐτῆς ἄκαρπον." Ἔτι παρελεύσεται πρόβατα." Τοῦ ἐπισκεπτομένου, καὶ μὴ ἀμελοῦντος, ἀλλὰ ἀριθμοῦντος καὶ ἐπιζητοῦντος, μή τι τῶν λογικῶν προβάτων ἀπώλετο. ΚΕΦΑΛ. ΛΔʹ." Βάδισον πρὸς Σεδεκίαν." Ἐμοῦ παραδιδόντος, φησὶν ὁ Θεὸς, καὶ οὐ τῇ δυνάμει τοῦ Βαβυλωνίου παραδοθήσεται ἡ πόλις." Καὶ ἕως ᾅδου κόψονταί σε." Καταπαίζει τοῦ Σεδεκίου, ἵνα ἐκεῖνος ὑπονοήσῃ τὴν ἐκ τῶν πολεμίων ἄφεσιν. Ἔλεγε δὲ ὁ χρησμὸς, ὅτι οὐχ ὡς ἀνὴρ ἐν παρατάξει, ἀλλ' αἰχμάλωτος ληφθεὶς ἐν εἰρηνευούσῃ πόλει τῇ Βαβυλῶνι τὸν κοινὸν ὑποίσει θάνατον. Τὸ δὲ, ἕως ᾅδου κόψονταί σε, ἀντὶ τοῦ, πικρὸν οἷα βασιλέα ἐν αἰχμαλωσίᾳ ἀποθανόντα." Ὁ λόγος ὁ γενόμενος." Μετὰ τὸ συγγράψασθαι τὴν περὶ τῆς ἀφέσεως διαθήκην." Καὶ ὑπεστρέψατε." Οἱ ἀπολύσαντες αὐτοὺς ἐλευθέρους, πάλιν εἵλκυσαν αὐτοὺς εἰς δουλείαν." Οὓς ἐξαπεστείλατε." Τῇ προαιρέσει, τῷ θελήματι. Τοῦτο γὰρ τῆς ἐλευθερίας ἴδιον." Τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ." Ἀντὶ τοῦ, διὰ τὸν μόσχον· τουτέστι διὰ τὴν εἰδωλολατρείαν παραδώσω αὐτούς. Μόσχον καλεῖ τὸν Αἰγύπτιον, διὰ τὸν τῶν Αἰγυπτίων θεὸν τὸν Ἄπιν. Καὶ αὐτοὺς οὖν, φησὶ, καὶ Αἰγύπτιον ὃν εἰς συμμαχίαν ἐκάλεσαν, παραδώσω τοῖς Βαβυλωνίοις." Καὶ δύναμις βασιλέως." Ἴσως ἀναζεύξαντας αὐτοὺς, καὶ ἀρξαμένους ἀποτρέχειν, ἀπειλεῖ Θεὸς ἐπιστρέφειν. ΚΕΦΑΛ. ΛΕʹ." Παστοφόριον." Παστοφόριον, ἤγουν γαζοφυλάκιον." Ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν." Σημείωσαι ὑπακοὴν τέκνων καὶ γυναικῶν ἐπὶ παραφυλακῇ τοσαύτης ἀκριβείας." Οὐ μὴ λάβητε παιδείαν." Οὐκ ἐντρέπεσθε λοιπὸν, καὶ μεταπορεύεσθε εἰς τὸ ἀκούειν τῶν λόγων μου; ΚΕΦΑΛ. Λ ʹ." Λάβε σεαυτῷ χαρτίον βιβλίου." Χάρτην βιβλίου, ἢ βιβλίον χάρτινον, ἢ καὶ ἐν τόμοις ἔγραφον τὸ παλαιὸν, καὶ τοῖς τόμοις ἀντὶ τῶν βιβλίων ἐχρῶντο." Πάντα τὰ κακά." Τὰ ἐπίπονα, τὰ κακωτικά· τὰδιὰ τῆς παιδείας προσκαλούμενα αὐτοὺς εἰς διόρθωσιν." Οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου." Καὶ ἀνωτέρω μὲν ἠπείλησε τῷ Ἰωακείμ· Ταφὴν ὄνου ταφήσεται· καὶ νῦν δὲ αὐτῷ ἀπειλεῖ, ὅτι τὸν χάρτην κατέκαυσεν." Καὶ προσετέθησαν αὐτῷ λόγοι πλείονες." Ἐπειδὴ ἐνόμισεν ὁ Ἰωακεὶμ ἐξαφανίζειν τὴν προφητείαν διὰ τοῦ ἐμπρησμοῦ τοῦ βιβλίου, κελεύει Θεὸς καὶ τὰ πρῶτα γραφῆναι, καὶ ἕτερα προστίθησι. ΚΕΦΑΛ. ΛΖʹ." Καὶ ἐὰν πατάξητε." Οὐχ ὅτι τοῦτο γέγονεν, ἀλλ' ἐκ δειγμάτων αὐτοῖς τὴν παντελῆ ἀνελπιστίαν τοῦ δυνηθῆναι διαφυγεῖν προλέγει." Τοῦ ἀγοράσαι ἐκεῖ." Ἢ ἀγοράσαι τόπον εἰς οἴκησιν, ἢ ἀγοράσαι ἀντὶ τοῦ, ἀγοράσαι, καὶ ἐπὶ τῆς ἀγορᾶς προφητεῦσαι· ἢ κἀκεῖ παρακινδυνεῦσαι, καὶ τοῖς οἰκείοις κινδύνοις ὠνήσασθαι τὴν σωτηρίαν τῶν σωζομένων." Πεσέτω τὸ ἔλεος." Ὅτι Γενοῦ ἐλεήμων εἰς ἐμέ." Καὶ συνέταξεν." Τοῦτο λέγει, ὅτι ῥυπαρὸν ἄρτον ἔξωθεν τοῦ πεττομένου τοῖς ἐλευθέροις, ἵνα εἴπῃ τὸν τοῖς οἰκέταις παρεχόμενον, ἢ καὶ τοῖς κυσίν· ἢ ἐπειδὴ σιτοδεία ἦν ὡς ἐν τῷ πολέμῳ, καὶ ἕκαστος φανερόν τι ἐλάμβανεν, λάθρα ἔπεμπεν ὁ βασιλεὺς τῷ προφήτῃ, ἵνα μή τις αὐτῷ συντύχῃ· ἐφοβοῦντο γὰρ τὴν αὐτοῦ διδασκαλίαν. ΚΕΦΑΛ. ΛΗʹ." Ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτού." Ἀντὶ τοῦ, κερδᾶναι τὴν ψυχὴν αὐτοῦ. Δῆλος οὖν ἐστι θέλων μὴ ἀναιρεθῆναι τὸν προφήτην, ὡς οὐδὲ Πιλάτος τὸν προφητῶν Κύριον Ἰησοῦν." Καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον." Γίνεται τύπος ὁ προφήτης τοῦ κατὰ Χριστὸν μυστηρίου, τοῦ δεδομένου μὲν εἰς χεῖρας Ἰουδαίων ὑπὸ Πιλάτου, κατελθόντος δὲ πρὸς τὸν δυσώνυμον καὶ ἀηδέστατον ᾄδην, καὶ ἐκ τῶν νεκρῶν ἀναστάντος· ὥσπερ ἀμέλει καὶ ὁ προφήτης ἐκ τοῦ λάκκου πάλιν ἀνέβη· λάκκον δὲ ἡ Γραφὴ πολλαχοῦ τὸν ᾅδην καλεῖ." Ἐπονηρεύσω ἃ ἐποίησας." Ἀβδεμελὲχ ὁ Αἰθίοψ βουλόμενος σῶσαι τὸν Ἱερεμίαν μέμφεται τῷ βασιλεῖ λέγων· Οὐ καλῶς ἐβουλεύσω ἀποκτεῖναι τὸν ἄνδρα ἐν τῷ λάκκῳ. Ἔδει γὰρ αὐτὸν, τὸν οἴκτιστον σὺν ἡμῖν ὑπομεῖναι θάνατον τὸν διὰ τοῦ λιμοῦ." Ζῇ Κύριος." Σημεῖον καὶ ἐντεῦθεν, ὅτι κτιστὴ ἡ ψυχή." Ἐγὼ λόγον ἔχω." Τῶν Ἰουδαίων τινὲς πρὸς τοὺς Χαλδαίους αὐτομολήσαντες, ὑπισχνοῦντο τῷ Σεδεκίᾳ, μὴ συγχωρήσειν τοὺς πολεμίους συλλαβεῖν αὐτόν· καὶ ἐπείθετο μᾶλλον τούτοις, ἢ Θεῷ λέγοντι, δεῖν ἀκολουθῆσαι τῷ Βαβυλωνίῳ. Ἔλεγε δὲ τοῦτο Θεὸς, βουλόμενος αὐτοὺς σωθῆναι· εἰ γὰρ ἔζησαν ἀκολουθήσαντες τῷ πολεμίῳ, γνόντες τὸν παραδόνταΘεὸν, μετενόουν, καὶ τὰς αὑτῶν ἐκέρδαινον ψυχάς." Ἄνδρες εἰρηνικοί σου." Ἀντὶ τοῦ, οἱ φίλοι σου." Καὶ δυνήσονταί σοι." Τουτέστιν, Ἴσχυσαν παρατρέψαι σε τῆς εὐθείας ὁδοῦ· κατισχύσουσιν. ΚΕΦΑΛ. ΛΘʹ." Καὶ ἐν τῷ δεκάτῳ ἔτει τοῦ Σεδεκία." Πολιορκήσαντες ἐπὶ χρόνον οἱ Βαβυλώνιοι τὴν Ἱερουσαλὴμ εἷλον, καὶ ἐξαγαγόντες ἐκ τῆς φυλακῆς τὸν Ἱερεμίαν παραδεδώκασι τῷ Γοδολίᾳ, καὶ ἐκάθισαν αὐτὸν ἐν μέσῳ τοῦ λαοῦ." Καὶ ἐξήγαγον." Ἴσως ἀκούσαντες παρὰ τῶν αὐτομολησάντων οἱ Χαλδαῖοι, ὅτι προὔλεγε τοῖς Ἰουδαίοις μὴ ἀντιστῆναι αὐτοῖς ὁ Ἱερεμίας, ἐτίμησαν αὐτόν." Καὶ πρὸς Ἱερεμίαν." Εἰπὼν τῆς πόλεως τὴν ἅλωσιν, ἐπειδὴ ἀναγκαῖον ἦν μνημονεῦσαι, ὡς ἐτίμησεν ὁ Θεὸς τὸν Ἀβδεμέλεχ, καὶ ὑπέσχετο αὐτῷ διὰ τοῦ προφήτου μὴ παραδώσειν αὐτὸν εἰς χεῖρας ἐχθρῶν, ἐπειδὴ καὶ αὐτὸς τὸν προφήτην περιεποιήσατο, ἀνέδραμεν εἰς τὰ πρὸ τῆς ἁλώσεως." Πορεύου." Οὐκ ἀπὸ τόπου εἰς τόπον κελεύει ὁ Θεὸς μεταβῆναι τῷ προφήτῃ· ἐν φυλακῇ γὰρ ἦν· ἀλλὰ τὸ, Πορεύου, ἐνταῦθα ἀντὶ τοῦ, Διακόνησον τοῖς ἐμοῖς λόγοις, καὶ μήνυσον ταῦτα τῷ Ἀβδεμέλεχ. Τὴν ἀποστολικὴν οὖν διακονίαν νόει." Ὅτι ἐπεποίθεις." Ἡ γὰρ εἰς τὸν προφήτην τιμὴ, εἰς τὸν Θεὸν ἔχει τὴν ἀναφορὰν, καὶ Θεῷ πιστεύων, τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐτίμα. ΚΕΦΑΛ. Μʹ." Ναβουζαρδάν." Ἀρχιστράτηγος ἦν, οὗ ἐκτὸς οὐδεὶς ἀνῃρεῖτο· διὸ καὶ ἀρχιμάγειρος καλεῖται, ὡς ἐπὶ τῶν φόνων." Ἅπαντα τὰ ἀγαθά." Ἀντὶ τοῦ, ὃ ἡδύ σοί ἐστι, τοῦτο πρᾶξον." Καὶ ἤκουσαν." Ἐγὼ, φησὶν, ἀποκωλύω αὐτοὺς, τοῦ ἐπηρεάσαι τινὰ ὑμῶν." Καὶ ὑμεῖς συνάγετε οἶνον." Ἀπολαύσατε τῶν τῆς εἰρήνης ἀγαθῶν, καὶ Θεῷ τῷ δοτῆρι τούτων προσκομίσατε τὰς ἀπαρχάς. ΚΕΦΑΛ.
1.2.1
" Ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας." Πενθοῦντες ἐπὶ τῇ καθαιρέσει τοῦ ναοῦ." Ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ." Ἀντὶ τοῦ, Λάβε ὅσα ἔχομεν, καὶ μὴ ἀνέλῃς ἡμᾶς. ΚΕΦΑΛ. ΜΒʹ." Ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς." Ἀντὶ τοῦ, Ἐπληρώθη μου ἡ καθ' ὑμῶν ὀργή." Ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα." Οἱ τῇ ἁμαρτίᾳ προστρέχοντες, νομίζουσιν ἐκφεύγειν τοῦ βίου τὰ ἐπίπονα, οὐ θέλοντες ἀκούειν πολέμους. Ἀγνοοῦσι δὲ τὴν ὕστερον αὐτοὺς καταληψομένην ὀργήν." Καὶ ὁ λιμός." Οὗ πολὺν ποιεῖσθε λόγον δεδοικότες αὐτόν." Καθὼς ἔσταξεν." Ἀντὶ τοῦ, ἀφείθη." Μὴ εἰσέλθητε." Προβλέπων τὰ ἐν τῇ καρδίᾳ τῶν Ἰουδαίων τῷ προφητικῷ πνεύματι ὁ Ἱερεμίας, πρὶν ἐκείνους ἀποκρίνασθαι, φησὶ πρὸς αὐτοὺς, ὅτι Οὐκ ἀκούσεσθε τοῦ Θεοῦ." Ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν." Ἕτερα ἐν ταῖς διανοίαις ὑμῶν κεκρικότες, ἀπεστείλατέ με ἐρωτῆσαι Θεὸν πειράζοντες αὐτόν. ΚΕΦΑΛ. ΜΓʹ." Ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων." Ἴσως ὑπώπτευσαν τὸν Βαροὺχ, ὡς πρότερον πεμφθέντα ὑπὸ τοῦ βασιλέως τῶν Ἰουδαίων δῶρα κομίσαι τῷ Βαβυλωνίῳ, καὶ φίλον αὐτῷ γεγενημένον. Προφασίζονται γὰρ τοῦτο εἰς τὸ παρακοῦσαι Θεοῦ. Τῇ γὰρ κακίᾳ οὐ λείπει πρόφασις." Ἐν Τάφναις λέγων." Καὶ αὕτη βασιλικὴ πόλις τῶν Αἰγυπτίων ἐτύγχανεν." Οὓς εἰς θάνατον." Κατ' ἐξουσίαν, φησὶν, ὃ θέλει διαπράξεται." Ὥσπερ φθειρίζει." Ἐν τοῖς τῶν δαιμόνων ἱεροῖς. Ἀκριβῶς ἐξερευνήσει." Καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως." Ἔστιν Ἡλιούπολις, ἐν ᾗ περιφανὲς ἦν τὸ ἱερὸν, πάντων δαιμόνων καταγώγιον. ΚΕΦΑΛ. ΜΔʹ." Ἐφίστημι τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς εἰς κακά." Κατελθόντες οἱ Ἰουδαῖοι ἐν Αἰγύπτῳ, πάλιν εἰδώλοις ἔθυον. Προλέγει οὖν αὐτοῖς πάλιν Θεὸς διὰ τοῦ προφήτου, ὅτι Ἀναμνήσατε ἑαυτοὺς τῶν ἐπενεχθέντων κακῶν τῇ Ἱερουσαλὴμ καὶ τῇ Ἰουδαίᾳ." Καὶ ἵνα γένησθε εἰς κατάραν." Οἱ γὰρ ἐθνικοὶ ὀνειδίζοντές τισι, καταρώμενοι, ἔλεγον, Οὕτως γενέσθω σοι ὡς Ἰσραηλίταις." Οὐ μὴ ἐπιστρέψωσι." Οἱ ἐν Βαβυλῶνι, καὶ οἱ σποράδην καθ' οἱουσδήποτε τόπους σωθέντες." Θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ." Ταύτην δὲ ἴσως τὴν καλουμένην Ἀφροδίτην ὑπενόουν εἶναι, ἣν καὶ Σελήνην, καὶ Ἑκάτην ἐκάλουν οἱ βδελυροί." Καὶ ἐπλήσθημεν ἄρτων." Ἀπὸ γυναικῶν οἱ λόγοι· οὐδὲ ἐν αὐτοῖς οὖσαι τοῖς κακοῖς, τῶν κακῶν ἐπαισθάνονται." Καὶ ἐγενόμεθα χρηστοί." Χρηστοὺς λέγει καὶ εὐτραφεῖς τινας, καὶ εὐθηνουμένους, καὶ ἱλαρούς." Καὶ εἶπεν Ἱερεμίας." Συμφώνως φασὶν ἅπαντες· Εἱλόμεθα τὸ θύειν εἰδώλοις." Ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι." Ἐνταῦθα φανερῶς πάντας εἰσάπαξ μετὰ τῶν ἐθνικῶν ἀπέῤῥιψεν." Καὶ γνώσονται." Πένητες καὶ γέροντες, οὓς οὐκ ἀξιοῦσιν ἀνελεῖν οἱ πολέμιοι, ὑπολιμπάνονται δὲ ἵνα μηνυταὶ γένωνται τῶν συμφορῶν." Οἱ καταστάντες." Οἱ ἑλόμενοι οἰκῆσαι ἐν Αἰγύπτῳ. ΚΕΦΑΛ. ΜΕʹ." Οὕτως εἶπε Κύριος." Ὀλιγωροῦντι [πολυωροῦντι] καὶ στένοντι τῷ Βαροὺχ, φησὶ διὰ τοῦ Ἱερεμίου ὁ Θεὸς, ὅτι Περισώσω σου τὴν ψυχὴν ἐν παντὶ τόπῳ. Μὴ ζήτει δὲ, ἄνθρωπος ὢν, ἀπαλλαγῆναι πόνων. Τοὺς νομομαθεῖς, φησὶν, εἰς πάντα σεμνὰ ἐχαρίσατο. Ἐπὶ τὴν Ἀραβίαν φεύγοντες οἱ ἀμφὶ τὸν Σεδεκίαν, εἰς τὴν νῦν καλουμένην Δάφνην." Καὶ σὺ ζητήσεις." Μὴ ζητήσῃς· τὰ γὰρ μεγάλα καὶ ἀξιάγαστα οὐκ ἐνταῦθα, ἀλλ' ἐν τῷ μέλλοντι αἰῶνι. ΚΕΦΑΛ. Μ ʹ." Ἐν Χαρμεῖς." Πόλις ἐστὶν ἡ Χαρμὶς ἐν τῇ Μεσοποταμίᾳ." Διὰ τοῦτο αὐτοὶ πτοοῦνται." Ὁ προφήτης φησὶν, ὅτι οἱ παρασκευαζόμενοι εἰς πόλεμον Αἰγύπτου [ἴσ. Αἰγύπτιοι], αὐτοὶ πτοοῦνται." Τίς οὗτος ὡς ποταμός;" Ὁ Βαβυλώνιος." Καὶ ἡ ἡμέρα." Μετὰ τὴν ἰστορίαν τὴν Χριστοῦ παρουσίαν νόει, ὅτε τελείως οἱ ἐχθροὶ τοῦ Θεοῦ κατηγορήθησαν δαίμονες." Ἀνάβηθι Γαλαάδ." Ἡ Γαλαὰδ ἔχει μὲν τὴν ῥητίνην, ἰατρικὴν οὖσαν τραυμάτων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἡ Γαλαὰδ ἐπηγγέλλετο ἐπαμύνειν τῷ Αἰγυπτίῳ· καὶ αὕτη πρώτη ἑάλω. Ἡ οὖν, φησὶν, ὑπισχνουμένη ἄλλοις βοηθεῖν, σαυτῇ βοήθησον. Παρθένον δὲ τὴν Αἴγυπτόν φησιν, ὡς τότε πρῶτον αἰσχρῶς ὑπὸ πολεμίων ἡττηθεῖσαν, καὶ ὡς ἂν εἴποι τις διαπαρθενευθεῖσαν· θυγατέρα δὲ Αἰγύπτου, τὴν περίχωρον ὀνομάζει." Ἐπὶ τὸ αὐτὸ ἔπεσαν." Ὁ Νεχαὼ Φαραὼ σὺν τοῖς ὑπηκόοις· ἢ καὶ Γαλαὰδ σὺν τῇ Αἰγύπτῳ." Ἃ ἐλάλησε Κύριος." Λέγεται Θεὸς ἐν χειρὶ λαλεῖν τῶν προφητῶν, ἐπειδὴ πάντα ὅσα ἤκουσαν οἱ προφῆται ποιεῖν, ἐποίουν. Χειρὶ γὰρ ἡ πρᾶξις. Ἢ καὶ ἐπειδὴ πάντα τὰ μηνυόμενα ὑπὸ τοῦ Θεοῦ, ὑπὸ τῶν προφητῶν εἰς ἔργον ἐχώρει." Ἀναγγείλατε εἰς Μαγδωλόν." Μέμφις, καὶ Τάφνας, καὶ Μαγδωλὸς, πόλεις ὑπῆρχον Αἰγυπτίων περιφανεῖς καὶ βασιλικαί." Καὶ παραγγείλατε εἰς Μέμφιν." Ἑτοίμασον σεαυτὴν εἰς σφαγὴν, ἐπίστηθι, ἀντὶ τοῦ, γνώσῃ ὅτι ὡς σμίλακα, οὕτως ἐκκόψει σου τὸν βασιλέα ἡ μάχαιρα τοῦ Βαβυλωνίου." Καὶ ἕκαστος." Οἱ ἐν τῇ Αἰγύπτῳ Ἰουδαῖοι λέγοντες, Ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν." Ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς." Οἱ ἀπὸ Ἴωνος Ἕλληνες ὄντες, ὑπόφοροι ἦσαν κατὰ τὸ παλαιὸν τῶν Βαβυλωνίων, καὶ συνεμάχουν αὐτῷ ἐν τοῖς πολέμοις. Ἀπὸ μαχαίρας οὖν Ἑλληνικῆς, ἀντὶ τοῦ, τῶν συμμάχων τοῦ Βαβυλωνίου." Ὅτι ὡς τὸ Ἰταβύριον." Τοῦτο τὸ ὄρος τῇς Γαλιλαίας ὂν, ἔρημον ἦν πρὸ τῆς Χριστοῦ παρουσίας. Ὁ δὲ Κάρμηλος καὶ αὐτὸς ἔρημος ἦν, ἔγκειται δὲ τῇ θαλάσσῃ, καὶ τοὺς θαλαττίους δέχεται κλύδωνας. Ἔσται οὖν, φησὶν, ἡ Μέμφις θορύβου μεστὴ, καὶ ἔρημος ἐκ τῆς ἐφόδου τῶν Βαβυλωνίων." Δάμαλις κεκαλλωπισμένη Αἴγυπτος." Ὅτι μέρος τι τῆς δυνάμεως πέμψας ὁ Βαβυλώνιος, εἷλεναὐτήν.– Στρατιῶται, τουτέστι τὸ σιτηρέσιον· ἢ καὶ οἱ ξένοι οὓς ἐμισθώσαντο εἰς συμμαχίαν." Φωνὴ αὐτῶν, ὡς ὅφεως." Ἢ στεναζόντων φησὶ καὶ φευγόντων· ἐπειδὴ, φεύγων ὁ ὄφις συρίζει. Ὅτι ἐν ἄμμῳ." Ἕρπονται χαμαὶ κείμενοι, συρόμενοι αἰχμάλωτοι." Ἐκκόψουσι τὸν δρυμὸν αὐτῆς." Τὸ ἀνείκαστον, καὶ ὑπὲρ ἀκρίδα πλῆθος αὐτῆς." Ἰδοὺ ἐγὼ ἐκδικῶ. Ἀμμωνᾶν Δία ἐτίμων Αἰγύπτιοι, καὶ αὐτὸ οὖν, φησὶν, αὐτῶν τὸ εἴδωλον τιμωρήσομαι· τοῦτο δὲ πέπονθεν ὁ Σατανᾶς ἐπὶ τῆς Χριστοῦ παρουσίας. Καὶ παιδεύσω σε." Ἐπὶ μὲν τῆς ἱστορίας, ὅτι καὶ ἀνελθόντες ἐξ Αἰγύπτου εἰς Ἱερουσαλὴμ, πάλιν ἐπαιδεύοντο· πρὸς δὲ διάνοιαν, τῷ κατὰ Χριστὸν Ἰακὼβ σωζομένῳ, φησὶν, ὅτι Λυτρώσομαί σε τῆς δαιμονικῆς δουλείας, καὶ παιδεύσω σε κρίματα, τουτέστι δόγματα εὐαγγελικὰ, ἐὰν δὲ ἁμάρτῃς τιμωρήσομαί σε. ΚΕΦΑΛ.
1.3.1
" Τάδε λέγει Κύριος· Ἰδοὺ ὕδατα." Πρὸς μὲν ἱστορίαν, τὰ πλήθη τῶν Βαβυλωνίων· πρὸς δὲ διάνοιαν, ἡ τοῦ Ἀντιχρίστου παρουσία κατασημαίνεται." Ἕως τίνος, ἡ μάχαιρα τοῦ Κυρίου;" Προορᾷ ὁ προφήτης τὴν πρὸς τῷ τέλει τοῦ Θεοῦ ἐκδίκησιν κατὰ τῶν δαιμόνων καὶ πάντων τῶν ἀπίστων." Ἀποκατάστηθι εἰς τὸν κολεόν σου." Εὔχεται λοιπὸν ἡσυχάσαι τῆν ὀργὴν, ἵνα εἰρηνεύσῃ ἡ κτίσις.– Πληροφορίαν δέχεται, ὅτι οὐχ ἡσυχάσει ἡ τοῦ Κυρίου μάχαιρα, ἕως οὗ τελείως ἀνέλῃ τὴν πλάνην, καὶ ἔσχατος ἐχθρὸς καταργηθῇ ὁ θάνατος· πρὸς οὖν τῇ ἱστορίᾳ, νόει καὶ τὰ τῆς θεωρίας. ΚΕΦΑΛ. ΜΗʹ." Οὐαὶ ἐπὶ Ναβαῦ." Ναβαῦ, πόλις Μωαβιτῶν, ἐν ᾗ τὸ Δευτερονόμιον ἐγράφη." Ἀλαώθ." Ἀλαὼθ, πόλις Μωαβιτῶν, ὡς αἱ λοιπαί." Καὶ ἐξελεύσεται Χαμώς." Χαμὼς, εἴδωλον Μωαβιτῶν." Καὶ ἀπολεῖται ὁ αὐλών." Ὁ αὐλὼν τὰ παρακείμενα τῷ ποταμῷ." Δότε σημεῖα τῇ Μωάβ." Ἀντὶ τοῦ, Προσημάνατε αὐτῇ." Ἐξαίρων μάχαιραν αὐτοῦ ἀφ' αἵματος." Μωαβῖται καὶ Ἀμμανῖται κωλύωνται ἐκ τοῦ νόμου εἰσιέναι εἰς οἶκον Θεοῦ. Πρὸς μὲν οὖν τὴν ἱστορίαν, καταρᾶται τοὺς μὴ ἀναιροῦντας αὐτούς· ἐκ δὲ τῆς ἀφορμῆς ταύτης γενικὸν ἐξέθετο λόγον καί φησιν· Ἐπικατάρατός ἐστιν ὁ ἀφαιρούμενος τὴν μάχαιραν αὐτοῦ ἀπὸ τοῦ ἀναιρεῖν τὰ φαῦλα· ἡ γὰρ μάχαιρα τοῦ πνεύματος ὀφείλει φονεύειν τᾶ κακὰ πάντοτε." Καὶ πεποιθώς." Ὁ μὴ ἔχων πρόσωπον εἰς οἶκον Θεοῦ εἰσιέναι Μωαβίτης, πέποιθε τῇ δόξῃ τοῦ αἰῶνος τούτου.– Μετὰ τὴν ἱστορίαν νόησον, ὅτι ἠμέλησεν τὰς νεωτερικὰς ὁρμὰς ἀνακόψαι." Οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον." Πρὸς μὲν ἰστορίαν, Οὐδέποτε, φησὶν, ἀπῳκίσθη, οὐδὲ ἀπώλεσέ τι τῶν ἑαυτοῦ. Πρὸς δὲ διάνοιαν, ἀγγεῖόν φησιν ἐνταῦθα τὸ ποτήριον. Ἔστι δὲ ποτήριον ὀργῆς, καὶ ποτήριον σωτηρίου· οὐκ ἔκλινεν οὖν, φησὶ, τὸ τῆς ὀργῆς ποτήριον εἰς τὸ τοῦ σωτηρίου, ἀντὶ τοῦ, οὐκ ἐξιλεώσατο τὴν θείαν ὀργήν." Καὶ διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ." Τὸ πικρὸν τῆς ἁμαρτίας γεῦμα· ὀσμὴν δὲ αὐτοῦ φησι τὴν θανατηφόρον." Καὶ διὰ τοῦτο ἰδοὺ ἡμέραι." Ἐνέμεινε τῇ τροπῇ, φησὶ δὲ αἰχμαλωτίζοντας." Τὰ κέρατα αὐτοῦ." Τὴν δόξαν αὐτοῦ." Ἀπὸ Βαιθήλ." Ἐν ᾗ ἔστησε τὰς δαμάλεις ὁ Ἱεροβοάμ. Ἔχει ἀναφορὰν ὁ λόγος κατὰ τῆς διαβολικῆς κακίας." Πῶς ἐρεῖτε· Ἰσχυροί ἐσμεν;" Ὅτι ἐμεγαλαύχησε κατὰ τοῦ Θεοῦ, καὶ οὐδὲν αὐτὸν ἀδικήσαντας τοὺς Ἰσραηλίτας, τουτέστιν ἡμᾶς, καταπολεμεῖ." Βακτηρία." Ἡ ἔνδοξος βασιλεία." Ῥάβδος μεγαλώματος." Ἡ τῆς μεγαλωσύνης ἰσχύς." Καθημένη ἐν Ἀράρ." Ἐν σήψει, ἐν σαπρίᾳ." Καὶ ἐπ' οἶκον." Τὴν βασιλικὴν αὐτῶν πόλιν φησίν.– Αὕτη λέγεται ἡ νῦν καλουμένη Δάφνη." Κατεάχθη κέρας Μωάβ." Ἀντὶ τοῦ, καὶ ἡ δόξα αὐτοῦ, καὶ ἡ ἰσχὺς αὐτοῦ· χεὶρ γὰρ ἡ πρᾶξις." Μεθύσατε αὐτόν." Ἐν τῇ ἰσχύϊ αὐτοῦ συντριβήσεται." Καὶ μὴν εἰς γελοιασμὸν ἦν." Ὅτι καὶ σὺ ἐχλεύαζες τὸν Ἰσραὴλ, ὡς οὐ δι' ἁμαρτίας, ἀλλὰ δι' ἀδυναμίαν τοῦ Θεοῦ αὐτῶν τιμωρούμενον." Καὶ ἐν κλοπαῖς σου." Κλέπτοντας, φησὶν, εὗρες τὰ σὰ, ὅτι ἐπολέμεις τὸν Ἰσραήλ. Τοῦτο γὰρ ἁρμόσει καὶ κατὰ δαιμόνων, τῶν μηδὲν μὲν προαδικηθέντων, δωρεὰν δὲ ἡμῖν πολεμούντων." Στόματι βοθύνου." Ἐν σχήματι φάραγγος.– Ἔτι ἀπειλεῖ κατὰ τῆς Μωαβίτιδος, ὡς εἰς αὐτὸν ἐξυβρισάσης τὸν Θεὸν διὰ τοῦ λέγειν· Οὐκ ἰσχύει σώζειν ὁ Θεὸς τὸν Ἰσραήλ." Οὐχὶ τὸ ἱκανόν;" Οὐχ ὡς προσδοκῶν, ὅτι ἀνταπόδοσίς ἐστιν, οὕτως ἔπραξεν, ἢ οὕτως; οὐ πᾶσαν τὴν ἑαυτοῦ δύναμιν εἰσήνεγκεν εἰς τὴν κατ' ἐμοῦ ὕβριν;" Βοήσατε ἐπ' ἄνδρας κειράδας αὐχμοῦ." Ἐπὶ τοὺς κεκαλλωπισμένους ἄνδρας τῆς Μωαβίτιδος· αὐχμώδης γὰρ ἡ χώρα. Ἢ οὕτως, ἐπὶ τοὺς ὀφείλοντας αὐχμώδεις εἶναι, καὶ πενθεῖν διὰ τὰς ἁμαρτίας· κειρομένους δὲ καὶ τρυφῶντας διὰ καταφρόνησιν." Ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαι." Ὡς τὴνἸαζὴρ, φησὶν, οὕτως καὶ τὴν Σεβαμὴν ποιήσω. Ἀμπέλων δὲ ἐμνήσθη, διὰ τὸ τοὺς πολεμίους δῃοῦν τοὺς καρπούς." Κλήματά σου διῆλθε θάλασσαν." Ὑπὸ τοῦ πλήθους τῶν πολεμίων κατεκλείσθησαν." Πόλις Ἰαζήρ." Ὁ αὐτὸς τρόπος ὁ ἁψάμενος Ἰαζὴρ, καὶ σοῦ ἥψατο." Συνεψήσθη." Συνεκόπη, φησὶ, χαρὰ τῆς Μωαβίτιδος. Ἅμα γὰρ τυχὸν ἤρχοντο εὐφραίνεσθαι, ἐπετίθετο ἡ ὀργή." Καὶ οἶνος ἦν." Ἀλλ' οὐδὲ οἶνος, φησὶν, ἀποστάζων ἐκ τῆς σταφυλῆς τῆς ἀποτεθείσης ἐν τῷ ληνῷ, ἔφθασε πατηθῆναι· ἅμα γὰρ ἤρχοντο πατῆσαι, καὶ ἡ ἀκοὴ τῶν πολεμίων ἀνέκοπτεν αὐτούς." Πρωῒ οὐκ ἐπάτησαν." Ἀντὶ τοῦ ξηρανθήσονται· θεήλατον δέ φησιν ὀργήν." Διὰ τοῦτο καρδία τοῦ Μωὰβ, ὥσπερ αὐλοί." Ὁ αὐλὸς ὑπὸ τῆς βίας τοῦ πνεύματος ἑτέρου φυσῶντος βοᾷ. Βιαζόμενοι τοιγαροῦν ὑπὸ τῶν πολεμίων βοήσουσι, κἀγὼ δὲ ὑπὸ τῆς ἑαυτῶν ὕβρεως συνωθούμενος κεκράξομαι ἐπ' αὐτούς." Πῶς κατήλλαξε;" Ἀντὶ τοῦ, πως ἀντεστράφη;" Ἰδοὺ ὡς ἀετός." Ἀετῷ παρείκασε τὸν Ναβουχοδονόσορ καὶ Ἰεζεκιὴλ διὰ τὸ σφοδρὸν τῆς ὁρμῆς, καὶ τοῦ κινδύνου τὸ ἄφυκτον, μηδὲν εἰς τοῦτο τῶν ὀχυρωμάτων συναιρομένων, πάσης δὲ γιγνομένης μετὰ πλείστου δέους ἐκλύσεως, γυναικὸς δίκην μελλούσης τίκτειν ΚΕΦΑΛ. ΜΘʹ." Τοῖς υἱοῖς Ἀμμών." Ἀμμανίταις, ἀπὸ τοῦ Ἀμμὰν ὄντες." Ἢ παραληψόμενος." Παραληψόμενος, ἀντὶ τοῦ, κληρονόμος, φησίν. Οὐκ ἔστιν ἐν υἱοῖς Ἰσραὴλ ὁ ὀφείλων κληρονομῆσαι τὰς πόλεις τῆς φυλῆς τοῦ Γαλαὰδ ὅτι ταύτας εἰλήφασιν οἱ Ἀμμανῖται." Διατί παρέλαβε Μελχόλ;" Μελχὸλ καὶ εἴδωλον, καὶ βασιλεὺς Ἀμμανιτῶν οὕτω καλούμενος. Ῥαββὰθ, πόλις Ἀμμανιτῶν." Περιζώσασθε σάκκους." Ταῖς πόλεσι τῶν Ἀμμανιτῶν παρεγγυᾷ τὰς ἀλλήλων ὀλοφύρεσθαι συμφοράς." Τί ἀγαλλιᾶσθε;" Μανικῶς καὶ ἐλεεινῶς κόψασθε." Θύγατερ ἰταμίας." Ὁ Ἐνακεὶμ κατ' ἀρχὰς ἐκείνην ᾤκει τὴν γῆν. Ὀλίγον οὖν, φησὶ, μέλλετε χαίρειν ἐν ἐκείνῃ τῇ γῇ, μετ' οὐ πολὺ δὲ αἰχμαλωτίζεσθε. Ἀντὶ τοῦ, Ἀπηνὴς καὶ ἀπάνθρωπε· πρὸς δὲ τὴν γῆν τῶν Ἀμμανιτῶν ὁ λόγος." Καὶ διασπαρήσεσθε." Ἀντὶ τοῦ, ὅπου ἂν ἕκαστος δυνηθῇ." Τάδε λέγει Κύριος." Δι' ἧς δύναται σωθῆναι· πρὸς δὲ διάνοιαν, ὅτι Ἀπολῶ, φησὶν, τὴν σοφίαν τῶν σοφῶν." Ἠπατήθη." Ἐν ᾧ ἐπεποίθεισαν ὡς ἀσφαλεῖ, εὑρεθήσεται ἀνωφελής." Βαθύνατε εἰς κάθισιν." Εἰς βάθος καθίσατε, ἀντὶ τοῦ. Ἐκδέξασθε, καὶ μανθάνετε τὰ συμβησόμενα. Δαιδὰν δὲ πόλις τῆς Ἰδουμαίας." Ὅτι δύσκολα ἐποίησεν." Τὸν μέλλοντα αὐτῇ πολεμεῖν." Ὅτι ἐγὼ κατέσυρα τὸν Ἡσαῦ." Οἱ πολέμιοι. Πρὸς δὲ διάνοιαν, οἱ ἀπόστολοι, καὶ οἱ κατὰ καιροὺς τῶν Ἐκκλησιῶν προεστῶτες κατὰ τῆς εἰδωλολατρίας." Ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν." Τὸν Σατανᾶν. Τὰ δι' ὧν τοὺς ἀνθρώπους ἠπάτων οἱ δαίμονες." Καὶ αἱ χῆραι." Αἱ ἀποστᾶσαι τῶν ἐθνικῶν ψυχαί." Καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε." Τοὺς διεγείροντας κατὰ τῆς Ἰδουμαίας τὸν πόλεμον. Κατὰ δὲ τὴν θεωρίαν, τοὺς ἁγίους ἀποστόλους." Ἡ παιγνία σου." Τὸ στρῆνός σου, ἡ ἀναξία σου." Συνέλαβεν ἰσχύν." Καὶ οἱ βουνοὶ ἐν ἀνάγκαις ὀχυρώματά εἰσιν· ἐπ' αὐτῶν γὰρ ἱστάμενοι, λίθους κατὰ τῶν πολεμίων πέμπουσιν." Καὶ οὐ μὴ κατοικήσει." Ταῦτα πάντα οὕτως τῇ ἱστορίᾳ ἁρμόζει. Ἤρξατο δὲ κατὰ τῆς δαιμονικῆς πλάνης γίνεσθαι ἀπὸ τῆς παρουσίας Χριστοῦ, καὶ πέρας ἕξουσιν ἐν τῇ συντελείᾳ." Ἰδοὺ ὥσπερ λέων ἀναβήσεται." Ὁ Κύριος ἀνελθὼν ἐκ τοῦ βαπτίσματος." Καὶ τοὺς νεανίσκους ἐπ' αὐτὴν ἐπιστήσατε." Κερὶ ὧν εἴρηται· Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν· τὰ νήπια αὐτῶν." Ἐὰν μὴ ἀβατωθῇ." Ἵνα μηκέτι ἔχωσι ποῦ καταλῦσαι οἱ δαίμονες, τῶν ἀνθρώπων ἐλευθερουμένων, καὶ τῶν εἰδωλίων καταστρεφομένων." Ἰδοὺ ὥσπερ ἀετός." Ὁ μέλλων αὐτὴν καταλύειν." Τῇ Δαμασκῷ." Τῆς Δαμασκοῦ προλέγει τὴν ἅλωσιν." Κατῃσχύνθη. Ἡμὰθ καὶ Ἀρφὰθ, ἡ νῦν Ἀντιόχεια, τότε ἐκαλεῖτο. Ἐβασιλεύον [το] δὲ ἐκεῖνα τὰ χωρία τότε ὑπὸ τῆς Δαμασκοῦ· αὕτη γὰρ ἦν τότε ἡ τῶν Σύρων βασιλικὴ χώρα." Πῶς οὐχὶ ἐγκατέλιπε πόλιν;" Ἐν ταῖς τῶν πολεμίων ἀκοαῖς καταλιμπάνοντες τὰς πόλεις, εἰς τὰς κώμας ἔφευγον. Πῶς οὖν, φησὶν, ἐπὶ τοιαύταις ἀκοαῖς οὐκ ἔμελλον καταλιμπάνειν τὴν πόλιν, καὶ ἀπιέναι εἰς τὰς κώμας; Πόλιν δὲ ἐμὴν, φησὶν, ἐπειδὴ αἱ πᾶσαι πόλεις τοῦ Θεοῦ εἰσιν." Ἄμφοδα." Ὡς βασιλεῖς Σύρων, Ἄδερ ἐκαλοῦντο, ὡς καὶ οἱ Αἰγύπτιοι Φαραώ." Λίαν ἐμβαθύνατε εἰς κάθισιν." Ἐνομίσατε ἀσφαλῶς καθῆσθαι, τουτέστιν οἰκεῖν." Ἐν τῇ αὐλῇ." Ἐν τῇ ἐρήμῳ. Αὐλὴ δὲ διὰ τὸ αἴθριον." Ἀνάστηθι καὶ ἀνάβηθι." Καθήμενον εἰς ἀναψυχὴν, ἡσυχάζον, εὐσταθοῦν." Οἷς οὐκ εἰσὶ θύραι." Βάλανοι, αἱ κλεῖδες, διὰ τὸ αἰθρίους οἰκεῖν." Μόνοι καταλύουσι." Ἀντὶ τοῦ, διεσπαρμένοι." Κεκαρμένους." Ἀντὶ τοῦ, τὴν εὐπρέπειαν ἀφηρημένους· ἄλλα δὲ βιβλία ἔχουσι, κεκραμένους, ἀντὶ τοῦ, συγκεχυμένους." Ἐκ παντός." Ἐκ παντὸς τρόπου τροπὴν αὐτοῦ ποιήσω." Ἃ ἐπροφήτευσεν Ἱερεμίας." Ὃ καὶ γέγονε Κύρου τοῦ Πέρσου καθελόντος τὴν βασιλείαν Χαλδαίων, καὶ τοὺς Ἰουδαίους εἰς τὴν ἰδίαν ἀποστείλαντος. Αἰλὰμ ἢ τῆς Βαβυλῶνος, ἢ καὶ πάσης χώρας ἧς ἦρξε Κῦρος. Χρὴ εἰδέναι ὅτι ὁ ἅγιος Ἰωάννης ὑπομνηματίζων τὸν Ἱερεμίαν, μέχρι τῶν ὦδε ἀκολούθως ὑπεμνημάτισεν. Ἐάσας δὲ τὰ μετὰ ταῦτα, ἄρχεται ὑπομνηματίζειν ἀπὸ τῆς ἀρχῆς τῆς βασιλείας Ἰωακείμ· ἔνθα καὶ τὸ ὑποκείμενον σημεῖον κεῖται, καὶ οὕτω τὰ λοιπὰ ὑπεμνημάτισεν." Καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους." Ἐπαγωγὴν κυκλόθεν, ἢ καὶ τὰ πανταχόθεν ἔθνη σημαίνει, τὰ συνελθόντα Ἀλεξάνδρῳ εἰς τὸν κατὰ Δαρείου πόλεμον." Καὶ ἀποστελῶ ὀπίσω αὐτῶν μάχαιράν μου." Τὴν ἀποτομίαν." Καὶ θήσω τὸν θρόνον μου." Ἀντὶ τοῦ, μετὰ ἐξουσίας ἐπελεύσομαι αὐτοῖς, ἢ περὶ Ἐκκλησίας προθεσπίζει μελλούσης ἔσεσθαι παρ' αὐτοῖς. ΚΕΦ. Νʹ." Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι." Μετὰ τὴν ἱστορίαν πρὸς τοὺς ἀποστόλους ὁ λόγος." Παρεδόθη Μαιρωδάχ." Ἡ μὲν ὅλη χώρα ὡς πρὸς τὴν Ἱερουσαλὴμ, Βοῤῥᾶς καλεῖται. Ἡ δὲ Βαβυλὼν ὡς πρὸς τὴν θέσιν τῶν τόπων, νοτιωτέρα ἐστὶ τῶν Μήδων. Φησὶν οὖν, ὅτι ὁ Μαιρωδὰχ μετὰ τῶν Μήδων ἀνιὼν λήψεται τὴν Βαβυλῶνα." Ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι." Ἀντὶ τοῦ, Ἐνταῦθα ἐν τῇ Σιὼν, ὅπου ὁ προφήτης προεφήτευσεν." Διαθήκη γὰρ αἰώνιος." Ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία, ἥτις ἐπληρώθη διὰ Χριστοῦ." Οἱ ποιμένες αὐτῶν ἔξωσαν αὐτούς." Οἱ ἱερεῖς καὶ βασιλεῖς, νομοδιδάσκαλοι, ψευδοπροφῆται. Ἀπὸ κακίας εἰς κακίαν· ἔθυον δὲ καὶ ἐπὶ τοιούτων τοῖς δαίμοσι." Πάντες οἱ εὑρίσκοντες αὐτοὺς ἀνήλισκον αὐτούς." Τοῦ νοῦ, καὶ τῶν θείων μαθημάτων, οἷς ἐπανεπαύοντο.– Οἱ ἀλιτήριοι δαίμονες. Μετὰ τὴν ἱστορίαν, πρὸς τοὺς πιστοὺς ὁ λόγος. Αὐτοὶ δὲ, φησὶν, εἰσὶ νομὴ τοῦ Θεοῦ ἐπὶ δικαιοσύνῃ ὑπὸ Θεοῦ ἐκλεχθεῖσα. Ἐπειδὴ γὰρ Θεὸς τοὺς πατέρας αὐτῶν ἐκλεξάμενος ἐξήγαγεν ἐξ Αἰγύπτου, εἰκότως καὶ πρόβατα καλοῦνται, καὶ νομὴ Θεοῦ ὡσανεὶ κτήτορος." Καὶ ἐξέλθετε." Ἀσύμφωνοι γένεσθε τοῖς Βαβυλωνίοις, καὶ φοβεροὶ τοῖς δαίμοσιν." Ὅτι ἰδοὺ ἐγὼ ἐγείρω." Τὰ κατεψυγμένα τῇ ἁμαρτίᾳ ἔθνη, αὐτὰ διὰ τῆς εἰς Χριστὸν πίστεως στρατεύουσι κατὰ τῆς εἰδωλολατρείας." Καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν." Ἡ τῶν Χαλδαίων χώρα, ἡ Βαβυλών." Ἀνετράπη." Ἡ Βαβυλὼν, ἥτις ἐπὶ δόξῃ καὶ πλούτω ἐγέννησεν ὑμᾶς." Πάντες τείνοντες τόξον." Πρὸς τοὺς ἀποστόλους ὁ λόγος, ἐπὶ τὴν νοητὴν Βαβυλῶνα." Ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς." Οἱ ἀλιτήριοι δαίμονες." Καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς." Αὐτὸς ὁ ἀρχέκακος Σατανᾶς." Ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς." Τῷ Κύρῳ Ἕλληνες συνεμάχησαν· νικησάσης οὖν τῆς Ἑλληνικῆς μαχαίρας, ἀφεθέντες ὑπὸ τοῦ Κύρου οἱ αἰχμάλωτοι εἰς τὴν ἰδίαν ἐπαναστρέψουσιν." Ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ." Ἀσσύριος ὢν ὁ Σεναχηρεὶμ πρῶτος τὰς δέκα φυλὰς, σάρκας οὔσας ἔφαγε, τουτέστιν ᾐχμαλώτισεν." Καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ." Ὁ Ναβουχοδονόσορ. Ὀστᾶ δὲ καλεῖ τὸν Ἰούδα, ὡς σύστασιν ὄντα τοῦ παντὸς σώματος." Ζητήσουσι." Ὅτι πᾶσι τοῖς πιστεύσασιν τὴν ἀμνηστίαν τῶν ἁμαρτημάτων ὁ Χριστὸς ἐδωρήσατο." Πικρῶς ἐπίβηθι ἐπ' αὐτήν." Πρὸς μὲν τὴν ἱστορίαν ἐπὶ τὴν Βαβυλῶνα, πρὸς δὲ διάνοιαν ἐπὶ τὴν εἰδωλολατρείαν." Πῶς συνεκλάσθη." Ἡ σφύρα πάσης τῆς γῆς, ἡ τὴν οἰκουμένην συντρίψασα, Βαβυλὼν ἢ καὶ εἰδωλολατρεία." Ἐπιθήσονταί σοι." Πρὸς μὲν τὴν ἱστορίαν, διὰ τὸ τῶν πολέμων αἰφνίδιον· πρὸς δὲ διάνοιαν, διὰ τὸ κρυπτὸν τοῦ βάθους τοῦ κατὰ Χριστὸν μυστηρίου." Ἤνοιξε Κύριος." Διὰ τὸ κεκρυμμένον ἀπὸ τῶν αἰώνων μυστήριον." Ἐρευνήσατε αὐτήν." Ἐξ αὐτῶν τῶν λογισμῶν ἀναμοχλεύσατε τὴν εἰδωλολατρείαν." Ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς." Πρὸς μὲν τὴν ἱστορίαν, τοὺς τυράννους τῆς Βαβυλῶνος· πρὸς δὲ διάνοιαν, τοὺς τῆς ἁμαρτίας καρποὺς, πορνείαν, καὶ ἀκαθαρσίαν, καὶ τὰ ἑξῆς." Φωνὴ φευγόντων." Τῶν εἰς τὸν Κύριον ἡμῶν καταφευγόντων." Ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν." Δύναται ταῦτα καὶ κατὰ τῆς τῶν Ἰουδαίων συναγωγῆς λαμβάνεσθαι." Καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς." Δρυμῷ μὲν, τῷ πλήθει. Ἰστέον δὲ ὅτι καὶ τὸ θεῖον πῦρ ἐμπίπτον εἰς ψυχὰς, ὥσπερ φλὸξ ἐν δρυμῷ ξύλων, πάντα καταναλίσκει τῆς κακίας τὰ εἴδη." Τάδε λέγει Κύριος." Περὶ τῆς αἰσθητῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς τῶν ψυχῶν νοητῆς αἰχμαλωσίας, καὶ τῆς αὐτῶν διὰ τοῦ Κυρίου ἀπολυτρώσεώς φησιν." Κρίσιν κρίνει." Διὰ τοῦτο ἔλεγεν ὁ Σωτήρ· Νῦν κρίσις τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβέβληται." Ἐπὶ τῷ ὕδατι αὐτῆς." Καθ' ἱστορίαν μὲν, ἐπὶ τῷ πλήθει· πρὸς δὲ διάνοιαν, ἐπὶ τῷ ὑγρῷ, καὶ ἀνειμένῳ, καὶ ἁμαρτωλῷ βίῳ." Καὶ ἐν ταῖς νήσοις." Ὡς καὶ τούτων κρατοῦντες οἱ Βαβυλώνιοι· πρὸς δὲ διάνοιαν, ἐν τοῖς εἰδώλοις." Διὰ τοῦτο κατοικήσουσιν." Ὁμοιώματα ἀνθρώπων, οὐκ ἄνθρωποι, ἵνα εἴπῃ τὴν ἀσθένειαν τῶν συμμαχούντων τοῖς βασιλείοις. Καὶ γὰρ καὶ τοὺς ἀντιπράξαντας τῶν νησιωτῶν εἷλεν ὁ Κύρος. Τὴν δὲ τούτων ἐρημίαν σημαίνει διὰ τῶν Σειρήνων, ὡς ἀνθρωπομόρφων λοιπὸν δαιμονίων, ἢ καὶ ᾠδικῶν ὀρνέων, διὰ τὴν ἐρημίαν οἰκούντων τοὺς τόπους." Ἰδοὺ λαὸς ἔρχεται." Οἱ ἐξ ἐθνῶν πιστεύσαντες." Καὶ βασιλεῖς πολλοί." Ἔθνος γάρ εἰσιν ἄγιον, βασίλειον ἱεράτευμα· ταῦτα δὲ ἑνοῖ μετὰ τὴν ἱστορίαν. Ὁ ἐν τῷ Ἰορδάνῃ βαπτιζόμενος λαός. Ὁ τὴν νοητὴν Βαβυλῶνα καταπολεμῶν." Εἰς Γαιθάμ." Γαιθὰμ τόπος τοῦ Ἰορδάνου, ἐν ᾧ πολλοὶ λέοντες." Ὅτι ταχέως ἐκδιώξω αὐτούς." Τοὺς Χαλδαίους ἐκ τῆς Βαβυλῶνος." Καὶ τίς οὗτος ποιμήν." Τοῦ γὰρ ἀγαθοῦ ποιμένος ἐξαιρουμένου ἡμᾶς, οὐδὲν ἡμῖν ποιεῖν δύναται ὁ πολέμιος." Ἐὰν μὴ διαφανισθῇ νομὴ ἀπ' αὐτῶν." Ἀντὶ τοῦ, φίλτατα τέκνα· δεῖγμα δὲ τοῦτο πικρᾶς αἰχμαλωσίας. ΚΕΦ. ΝΑʹ." Ἄνεμον καύσωνα διαφθείροντα." Μετὰ τὴν ἱστορίαν νόει τοὺς ὑπὸ τοῦ ἁγίου Πνεύματος βοηθουμένους, τοὺς ξηραίνοντας καὶ διαφθείροντας τῆς κακίας τὰ ῥεύματα." Καὶ μὴ φείσεσθε." Ἀντὶ τοῦ, μὴ πτοηθῆτε τὴν ἀπειλὴν τῶν δαιμόνων. Ἐγὼ γάρ εἰμι μεθ' ὑμῶν." Ὅτι ἡ γῆ αὐτῶν." Πλήρωμα γὰρ, φησὶ, τῆς ἀδικίας τῶν Χαλδαίων, τὸ καὶ τὰ σκεύη τὰ ἅγια καὶ ἁγίους ἄνδρας μετάγειν εἰς Βαβυλῶνα." Φεύγετε ἐκ μέσου Βαβυλῶνος." Φεύγειν ὁ προφήτης κελεύει ἐκ μέσου τῆς Βαβυλῶνος τοὺς σωζομένους, εἴτε τῆς αἰσθητῆς, εἴτε καὶ τῆς τοῦ κόσμου συγχύσεως." Ποτήριον χρυσοῦν Βαβυλών." Ποτήριον πολλαχοῦ παρὰ τῇ θείᾳ Γραφῇ ὠνόμασται ἡ λεγομένη ὀργὴ τοῦ Θεοῦ. Ἐπειδὴ οὖν τοὺς προσκυνοῦντας αὐτῷ Θεὸς διὰ Βαβυλωνίων ἐτιμωρεῖτο, ποτήριον μεθύσκον αὐτὴν κέκληκεν· χρυσοῦν δὲ, διὰ τὸν ἐν αὐτῇ πλοῦτον." Ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων." Προφητῶν ἡ φωνὴ εὐχαριστούντων, ὅτι ἐλυτρώθη ὁ λαὸς τῆς τε καθ' ἱστορίαν αἰχμαλωσίας, καὶ τῆς ἐκ τοῦ κόσμου συγχύσεως διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ." Κατασκηνοῦντας ἐφ' ὕδασι πολλοῖς." Τοῦ Κύρου· φασὶ δὲ ἕτεροι Δαρείου. Καθ' ἱστορίαν, τῇ πολυπληθείᾳ τῶν ἀνδρῶν, πρὸς δὲ διάνοιαν, τοῖς τῆς καρδίας ῥεύμασιν." Ὅτι ὤμοσε Κύριος κατὰ τοῦ βραχίονος." Κατὰ τῆς ἑαυτοῦ δυνάμεως." Καὶ φθέγξονται ἐπὶ σέ." Ἀντὶ τοῦ, ὀνειδίζοντές σε." Κύριος ποιῶν γῆν." Ἀπὸ τῆς δημιουργίας ἀναλόγως θεωρεῖσθαι διδάσκει τὸν Θεόν. Ἐν τῷ οὐρανῷ, εἰς τὸ ἀποτελεῖν βροντάς." Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως." Μὴ νοήσας ἀπὸ τῆς καλλονῆς τῶν κτισμάτων τὸν αὐτῶν δημιουργὸν, ἢ καὶ καθόλου. ὅτι νῦν ἐκ μέρους γινώσκομεν." Διασκορπίζεις σύ μοι σκεύη πολέμου." Αἰσθητῶς μὲν, ὡς πρὸς τὴν Βαβυλῶνα ὁ λόγος· ἀληθέστερον δὲ πάντα ἐφεξῆς πρὸς τὸν Σατανᾶν εἴρηται· ὡς ἐκ τοῦ Θεοῦ. Σὺ, φησὶν, ἐπιχειρεῖς διασκορπίζειν τοὺς ἀνθρώπους τοὺς θεοσεβεῖς τοὺς δυναμένους σοι πολεμεῖν· ἐγὼ δὲ διασκορπίζω σου πᾶσαν δαιμονιώδη πληθὺν, καὶ τοὺς αὐτῶν ἐν κακίᾳ ἐπικρατεστέρους. Ἡδονὴν τὴν θηλυμανῆ, καὶ τὸν ταύτην ἐνεργοῦντα δαίμονα." Καὶ διασκορπιῶ ἐν σοὶ ἵππον." Τὰς φιλοδοξίας, τὰς φιλοχρηματίας καὶ τοὺς αὐτὰς ἐνεργοῦντας δαίμονας." Καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον." Τοὺς ἀγόνους εἰς ἀρετήν." Καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα." Τὴν φιληδονίαν." Καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα." Τοὺς τῆς ψευδωνύμου γνώσεως διδασκάλους σὺν τοῖς πειθομένοις." Καὶ διασκορπιῶ ἐν σοὶ γεωργόν." Τοὺς τῶν εἰδώλων ἱερουργοὺς, καὶ τὰς τελετὰς αὐτῶν, καὶ τὰ εἴδωλα." Καὶ διασκορπιῶ ἡγεμόνας." Τοὺς ἄρχοντας ἐν κακίᾳ δαίμονας." Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸ ὄρος τὸ διεφθαρμένον." Αἰσθητῶς μὲν τὸν Ναβουχοδονόσορ, πρὸς δὲ διάνοιαν τὸν Σατανᾶν διεφθαρμένον, ὅτι εἷς καὶ αὐτὸς γεγονὼς τῶν ἀρχαγγέλων, αὐτοπροαιρέτως τῆς οἰκείας ἐξέπεσεν ἀρετῆς." Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ." Ἐξώσω ἀπὸ τῶν πεπιστευκότων, τῶν ἁγίων λίθων, τῶν κυλιομένων ἐπὶ τῆς γῆς, ἢ καὶ ὁμωνύμως τῇ πέτρᾳ, τουτέστι Χριστῷ, καὶ οἱ πιστοὶ πέτραι ἐκλήθησαν διὰ τὴν εἰς αὐτὸν πίστιν, καὶ τὸ ἀκλόνητον τῆς πίστεως." Καὶ δώσω σε ὡς ὅρος ἐμπεπυρισμένον." Ἀντὶ τοῦ, ἄκαρπον, ἀχρεῖον." Καὶ οὐ μὴ λάβωσι ἀπὸ σοῦ λίθον." Οἱ στερεοὶ καὶ ἐῤῥωμένοι λίθοι εἰς τοὺς θεμελίους καταβάλλονται, καὶ εἰς γωνίας. Ἔσῃ οὖν ἀσθενὴς, φησὶ, καὶ ἀχρεῖος, καὶ ἀνωφελής." Ἅρατε σημεῖον ἐπὶ τῆς γῆς." Τὴν σάλπιγγα σημεῖόν φησι. Κελεύει δὲ τοῦτο Θεὸς ἴσως ἀγγελικαῖς τισι δυνάμεσιν, ἐπὶ τῷ διεγεῖραι τὰς ψυχὰς τῶν μελλόντων πολεμεῖν τῇ Βαβυλῶνι Κελεύει δὲ καὶ τοῖς ἀποστόλοις συνάγειν τοὺς πιστοὺς, τοὺς μέλλοντας πολεμεῖν τῇ εἰδωλολατρείᾳ." Ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη." Ἀφορίσατε τοὺς μέλλοντας ἐπ' αὐτῇ πολεμεῖν." Ἄρατε παρ' ἐμοῦ." Τῆς Ἀρμενίας ὄρη τὰ Ἀραράτ." Καθήσονται ἐκεῖ." Ἀντὶ τοῦ, πολιορκήσουσιν αὐτήν." Διώκων εἰς ἀπάντησιν διώκοντος." Ἕκαστος τῷ πλησίον εὐαγγελιζόμενος· ἐποίουν δὲ τοῦτο οἱ ἅγιοι ἀπόστολοι, ἐκδιώκοντες μὲν τὴν δαιμονικὴν πλάνην, ἑαυτοῖς δὲ τὴν σωτηρίαν τῶν πιστῶν εὐαγγελιζόμενοι." Καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος." Ἀπαντῶν ὁ πρῶτος, καὶ ἀπαγγέλλων τῷ ἀποστελλομένῳ δευτέρῳ." Διότι τάδε λέγει Κύριος." Τὴν εἰς λεπτὸν συντριβὴν τῶν οἰκημάτων ἐδήλωσεν· ὡς ἀπὸ Ἱερουσαλὴμ δὲ οἱ λόγοι, τὸ Κατέφαγέ με, καὶ τὰ ἐπ' αὐτῷ. Διὰ μὲν οὖν τὸ θηριῶδες κατέφαγε, διὰ δὲ τὰ λάφυρα καὶ τὰ σκύλα ἐμέρισε. Σκότος δὲ λεπτὸν τὴν ὑπερβάλλουσαν ἀθυμίαν δηλοῖ· ὁ λεπτὸς γὰρ ἀὴρ μᾶλλον τῶν ἡμετέρων καθικνεῖται σωμάτων." Κατέφαγέ με." Ἱερουσαλὴμ προσερχομένη τῷ Θεῷ κατὰ τοῦ Βαβυλωνίου ταῦτά φησιν, ἀληθέστερον δὲ ἡ Ἐκκλησία τῷ ἑαυτῆς νυμφίῳ κατὰ τοῦ Σατανᾶ. Τὸ δὲ ἐμερίσατο, ὁ μέν τις δαίμων εἰς πορνείαν, ὁ δὲ εἰς φιλαργυρίαν, καὶ ἄλλος εἰς ἄλλην ἀπειρημένην ἐνάγοντες πρᾶξιν. Τὸ δὲ κατέφαγεν, ἐπειδὴ καὶ Θεοῦ ἀποστήσαντας ἑαυτοῖς προσκυνεῖν ἀνέπεισαν." Κατέλαβέ με σκότος." Ἡ ἐξ ἁμαρτιῶν προδοσία. Τὸ γὰρ πολὺ [ἴσ. πρωῒ] ἀφεγγὲς λεπτόν ἐστιν." Ἔπλησε τὴν κοιλίαν αὐτοῦ." Ἐξείλκυσάς με τῆς ἐμῆς τρυφῆς, τουτέστι τῶν θείων μαθημάτων. Ἢ καὶ οὕτως, Ἐντρυφῶν ἐν ἐμοὶ ἐπλήρωσε τὴν κοιλίαν αὐτοῦ." Ἔξωσάν με οἱ μόχθοι μου." Τὰ μοχθηρὰ καὶ ταλαίπωρα ἐπιτηδεύματα." Καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους. Ἀντὶ τοῦ, αἴτιοί μοι τῆς σφαγῆς οἱ Χαλδαῖοι γεγόνασιν. Ἢ καὶ οὕτως· Ἐκδικήσω μου τὸ αἷμα ἀπὸ τῶν Χαλδαίων." Καὶ ἔσται." Τὴν χορηγίαν τῶν κακῶν." Ὅτι ὡς λέοντες." Οἱ βασιλεῖς αὐτῆς." Ἐν τῇ θερμασίᾳ." Ἐν τῇ αὐτῶν θρασύτητι." Δώσω πότημα αὐτοῖς." Τουτέστι τὴν ἀνταπόδοσιν τῶν κακῶν. Καὶ καταβίβασον αὐτούς." Ἢ ὁ προφήτης τοῦτο ἐπεύχεται κατὰ τῶν δαιμόνων, ἢ καὶ Θεὸς τῇ ἐκδικήσει τοῦτο ποιεῖν προστάσσει κατὰ τῆς αἰσθητῆς τῆς νοητῆς Βαβυλῶνος." Πῶς ἑάλω." Ἐκπλήττονται οἱ ἅγιοι ἐπὶ τῇ πτώσει τῆς Βαβυλῶνος καὶ ἐρημώσει." Ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα." Ἐπὶ μὲν τὴν αἰσθητὴν Βαβυλῶνα, τὸ πλῆθος τῶν πολεμίων· ἐπὶ δὲ τὴν νοητὴν, τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ ἐξαφανίζον τὴν ἁμαρτίαν." Ἐγενήθησαν." Τὰ τῆς βασιλείας πολιτεύματα." Καὶ ἐν Βαβυλῶνι." Αἰσθητῶς μὲν τὰ λάφυρα, ἂ πρώην νικῶσα τοὺς πολεμίους ἐλάμβανε. Πρὸς δὲ διάνοιαν, ὅτι κατέπιεν ὁ θάνατος ἰσχύσας. Καὶ πάλινἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ προσώπου τῆς γῆς." Ἀνασωζόμενοι ἐκ γῆς." Οἱ τῶν γηΐνων, φησὶν, ἀποστάντες, ἀεὶ προκόπτετε εἰς ἀρετὴν, καὶ μὴ ἵστασθε, ἀλλὰ τρέχετε, ἵνα καταλάβητε." Οἱ μακρόθεν." Οἱ πάλαι τοῦ Θεοῦ μακρόθεν εἰδωλολάτραι." Καὶ Ἱερουσαλήμ." Ἐν μὲν τῇ Ἱερουσαλὴμ ἔθυον Ἰουδαῖοι· κελεύει δὲ τὴν ὅρασιν τῆς εἰρήνης· τοῦτο γὰρ ἑρμηνεύεται Ἱερουσαλήμ· ἀναβαίνειν εἰς τὰς τῶν πιστῶν καρδίας, ἵνα εἰρηνεύωσι πρὸς Θεὸν τὰ ἀρεστὰ αὐτῷ ποιοῦντες." Κατεκάλυψεν ἀτιμία." Πρὸς μὲν τὸ ῥητὸν, ὅτι εἰς τὸν θεῖον ναὸν εἰσῆλθον οἱ πολέμιοι· πρὸς δὲ διάνοιαν, ὅτι εἰς τὰ ἄδυτα τῆς ψυχῆς ἔσκηψαν οἱ ἀκάθαρτοι δαίμονες." Καὶ ἀπώλεσεν." Πρὸς μὲν τὸ ῥητὸν, τῆς ἐκ τῶν ἀνθρώπων πολυθεΐας· πρὸς δὲ διάνοιαν, ὅτι ἀνέκραζον ἐκβακχευόμενοι ὑπὸ τῶν δαιμόνων." Τάδε λέγει Κύριος." Ὁ Σατανᾶς καθ' ὅλης τῆς οἰκουμένης τὰ τεμένη εἰδώλων ἱδρύσας." Καὶ αἱ πύλαι." Αἱ ἀπάγουσαι εἰς τὴν ἀπώλειαν· τοῦτο δὲ τελείως γίνεται ἐν τῇ καθόλου συντελείᾳ." Οὐ κοπιάζουσι." Τῷ Βαβυλωνίῳ, ἢ καὶ τῇ πλάνῃ δουλεύοντες.– Οὐκ ἐκλείψουσι, φησί· τὸ γὰρ, οὒ, κατὰ κοινοῦ κεῖται· ὑπὸ τῆς ἀρχῆς τῶν Βαβυλωνίων τυραννούμενοι, ἢ καὶ τοῦ Σατανᾶ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ πάντες ζωοποιηθήσονται." Εἰπεῖν τῷ Σαραίᾳ." Ἔπεμψεν ὁ Σεδεκίας τὸν Σαρέαν πρεσβευτὴν, δῶρα κομίζοντα τῷ Ναβουχοδονόσορ. Οὗτος λέγεται εἶναι ὁ Βαρούχ." Καὶ εἶπεν Ἱερεμίας πρὸς Σαραίαν." Οὗτος λέγεται εἶναι ὁ Βαροὺχ, κατὰ χάριν μετωνομασμένος. ΚΕΦΑΛ. ΝΒʹ." Θυγάτηρ Ἱερεμίου." Οὐ τοῦ προφήτου. Παρθένος γὰρ ἱστορεῖται εἶναι ὁ προφήτης, ὡς κελευσθεὶς ὑπὸ τοῦ Θεοῦ μὴ γῆμαι. Καὶ ὁ μὲν πατὴρ αὐτῆς ἐκ Λοβενὰ, ὁ δὲ προφήτης ἐξ Ἀναθώθ· ταύτην εὑρήσεις καὶ ἐν τῷ τέλει τῆς τετάρτης τῶν Βασιλειῶν." Καὶ ἐλάλησεν αὐτῷ." Ἐνδίκως αὐτὸν ἔκρινεν, ὡς παραβεβηκότα τὰς ἐν τῷ θείῳ ναῷ ὁρκωμοσίας." Καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε." Ἐργάζεσθαι ἐν τῷ μύλωνι." Καὶ τὰς βάσεις." Δοχεῖον ἦν ὕδατος, διὰ τὸ πολυχώρητον θάλασσα καλούμενον." Καὶ τοὺς τρεῖς." Τοὺς ἐπιστάτας τῶν θυρωρῶν." Καὶ τὸν γραμματέα." Τὸν ἀπογραφόμενον τὰ τέλη, καὶ τοὺς εἰσιόντας καὶ τοὺς ἐξιόντας εἰς τὸν πόλεμον. Κατακαύσας δηλονότι καὶ τὰ ἄλλα πάντα σκεύη τὰ ἱερὰ τὰ δυσκατακόμιστα. Τοσοῦτον δηλοῦται τὸ πάχος τοῦ στύλου." Ἐν γῇ Ἡμάθ." Ἡμάθ ἡ νῦν καλουμένη Ἀντιόχεια· Δεβλαθὰ δὲ τὸ ταύτης προάστειον ἡ Δάφνη." Ἔλαβεν Οὐλαιμαδάχαρ." Ἐπειδὴ δὲ οἱ αἰχμάλωτοι κάτω νεύουσιν ὑπὸ τῆς συμφορᾶς, ἔλαβε, φησὶ, τὴν κεφαλὴν αὐτοῦ, ἀντὶ τοῦ, ἀνώρθωσεν, ὕψωσεν, ἄνω βλέπειν παρεσκεύασεν. Ὡς καὶ Δαβὶδ λέγει· Ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ' ἐχθρούς μου. Τὸ, ἔλαβεν ἀντὶ τοῦ, ὕψωσεν, ὡς ἐν τῷ τέλει τῆς τετάρτης τῶν Βασιλειῶν φησιν.