Commentarii in Lamentationes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/olympiodus-deacon-of-alexandria" aria-label="More works by Olympiodus Deacon of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
" Κληρονομία ἡμῶν." Μετὰ τὴν ἱστορίαν οὕτω νόει· Ἡ κατὰ φύσιν ἐλευθερία ὑποχείριος γέγονε τῇ ἁμαρτίᾳ διὰ τὴν παρακοὴν τὴν ἐκ προαιρέσεως" Οἱ οἴκοι ἡμῶν." Ἡ τῶν δικαιωμάτων διανομή. Συλᾶται γὰρ ὑπὸ τοῦ ἐχθροῦ ὁ ὑπήκοος αὐτῷ." Ὀρφανοὶ ἐγενήθημεν." Ὁ λόγος τῆς διδασκαλίας." Μητέρες ἡμῶν." Αἱ ἐκκλησίαι οὐ χῆραι, ἀλλ' ὡς χῆραι διὰ τὴν πρόσκαιρον θλίψιν." Ὕδωρ ἡμῶν." Τὴν γὰρ δωρεὰν τὴν κεχαρισμένην παρὰ τοῦ Θεοῦ πράσει ὑπέβαλεν ἡ ἐφεύρεσις τῆς ἁμαρτίας." Ξύλα ἡμῶν." Ὅτε τὴν γῆν τῆς ἐπαγγελίας ἐκληρονόμησαν υἱοὶ Ἰσραὴλ, τοῖς βασιλεῦσι τῶν ἐθνῶν ξύλα ἐπιτιθέντες μεμηχανημένα ἐπὶ τὸν τράχηλον, ἐπ' αὐτῶν πατοῦντες ἀνῄρουν αὐτούς. Ἃ οὖν ἐποιήσαμεν τοῖς ἐχθροῖς ὑπὸ σοῦ βοηθούμενοι, ταῦτα πεπόνθαμεν παροραθέντες. Πρὸς δὲ διάνοιαν οὕτω νοήσεις· Ὁ ἄπρατος, φησὶ, ζυγὸς τοῦ Υἱοῦ τοῦ Θεοῦ, μετὰ καταλλαγῆς χρημάτων ἀποδίδοται." Ἐδιώχθημεν." Ἐν γὰρ τῷ τὸν ζυγὸν ἀθέσμως καταφρονηθῆναι, καὶ ἡ ἀνάπαυσις ἄπεισιν, καὶ λοιπὸν ἐφίσταται ὁ διωγμὸς τῆς ἁμαρτίας." Αἴγυπτος ἔδωκε." Ῥωμαίων πολιορκούντων τὴν Ἱερουσαλὴμ Ἀσσύριοι μὲν τροφὰς ἔπεμπον τῷ στρατοπέδῳ, Αἰγύπτιοι δὲ συμπολεμοῦντες ἀνηλεῶς ἀνῄρουν τοὺς Ἰουδαίους. Πρὸς δὲ διάνοιαν οὕτω νοήσεις· Αἴγυπτος εἰς ὑπόθεσιν παροικίας λαμβάνεται, Ἀσσύριοι δὲ, αἰχμαλωσίας. Δύναται οὖν ἡ μὲν παροικία ἐπὶ τῇ ματαιότητι τοῦ αἰῶνος τούτου ἐκλαμβάνεσθαι, ὁ δὲ Ἀσσοὺρ ἐπὶ τῇ ἐξεργασίᾳ τῶν χειρόνων." Οἱ πατέρες ἡμῶν." Ὑμεῖς γὰρ, φησὶν ὁ Κύριος, υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας, καὶ ὑμεῖς οὖν πληρώσατε τὸ μέρος τῶν πατέρων ὑμῶν. Κατὰ δὲ τὴν θεωρίαν, οἱ προλαβόντες τρόπον εἰσὶ γὰρ προλήψεις ἁμαρτημάτων, ὧν ἡ μνήμη μετὰ τὸ παρελθεῖν αὐτὰς παρεκτείνεται βασανίζουσα τὴν συνείδησιν." Δοῦλοι ἐκυρίευσαν." Οἱ τρόποι δοῦλοι ὅντες προκρίνοντες τὴν ἁμαρτίαν κυριεύουσι τῆς προαιρέσεως· κατὰ φύσιν γὰρ ἡ προαίρεσις καὶ κυρία πάσης βουλῆς. Ἐπὰν δὲ τραπῇ εἰς ἁμαρτίαν, καὶ προκρίνῃ τοῦ ἀγαθοῦ τὸ ἐναντίον, κυριεύει αὐτῆς ἡ προκριθεῖσα ἁμαρτία μετὰ τῶν διαβουλίων αὐτῆς." Λυτρούμενος οὐκ ἔστιν." Οὐδεὶς γὰρ λυτροῦσθαι πέφυκεν, εἰ μὴ μόνος ὁ Θεός." Ἐν ταῖς ψυχαῖς." Πρὸς μὲν ἱστορίαν· παρακινδυνεύοντες οἱ πολιορκούμενοι, λάθρα τοῦ τείχους ἐξῄεσαν, εἴπως κἂν βοτανῶν εἰς τροφὴν εὐπορήσωσιν. Πρὸς δὲ διάνοιαν, τὸν ἀγῶνα τὸν μέχρι θανάτου σημαίνει τὸ ἀντικαθίστασθαι τῇ ἁμαρτίᾳ." Ἀπὸ προσώπου ῥομφαίας." Κατὰ τὴν ἱστορίαν, ἔρημόν φησι τὰ ἔθνη τὰ πολεμήσαντα τοὺς Ἰουδαίους, πάλαι ὄντα ἔρημον. Πρὸς δὲ διάνοιαν, ἀπὸ τῆς ἀνημέρου, καὶ ἀπανθρώπου ἁμαρτίας." Τὸ δέρμα ἡμῶν." Οἱ γὰρ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις." Συνεσπάσθησαν." Ἀπὸ σφοδροτάτου, καὶ ἐπιτεταμένου λιμοῦ, εἴτε τοῦ αἰσθητοῦ κατὰ τὴν ἱστορίαν, εἴτε τοῦ νοητοῦ κατὰ τὴν θεωρίαν." Γυναῖκες ἐν Σιών." Πρὸς μὲν ἱστορίαν, ἀσχημόνως αὐταῖς κεχρημένοι· πρὸς δὲ διάνοιαν, τῆς Ἐκκλησίας οἱ διῶκται." Ἄρχοντες ἐν χερσίν." Ἐν ταῖς χερσὶ τῶν κατὰ τῆς ἀληθείας συγγραφόντων." Πρεσβύτεροι." Τῆς γὰρ ἀληθείας παραγραφομένης, καὶ οἱ πρεσβύτεροι αὐτῇ συνατιμάζονται." Ἐκλεκτοί." Ἐπὶ τοῖς συμβεβηκόσιν ὀδυρόμενοι." Καὶ νεανίσκοι." Οὕτως ἰσχυροὶ τὴν πίστιν, ὡς καὶ σταυρωθῆναι διὰ Χριστόν." Καὶ πρεσβύται." Κατὰ μὲν τὴν ἱστορίαν, οἱ ἐν ταῖς πύλαις τῆς Ἱερουσαλὴμ καθεζόμενοι, καὶ παραπικραίνοντες τὸν λαὸν, ἐν αὐτοῖς, φησὶ, τοῖς τόποιςἀνῃρέθησαν. Εἰς δὲ τοὺς μάρτυρας ἀνάγων τὸν λόγον νοήσεις, ὅτι ἀπὸ ἐξόδου τοῦ αἰῶνος τούτου κατέπαυσαν, τουτέστιν ἐτελειώθησαν." Ἔπεσεν ὁ στέφανος." Ἰουδαῖοι μὲν τοῦτό φασιν διὰ τὸν νόμον, οἱ δὲ τῆς Ἐκκλησίας διὰ τοὺς διασύροντας τοῦ σταυροῦ τὸ μυστήριον." Περὶ τούτου ἐσκότασαν." Σκότος γὰρ ἡμῖν ἐξ ἀθυμίας ἡ τῆς χώρας ἐρημία παρείχετο, πλεονασάντων ἐν αὐτῇ τῶν φιληδονούντων ἐρημίᾳ θηρίων· ἀλλ' οὐ σοῦ γέγονεν ἔρημος, τοῦ πανταχοῦ παρόντος καὶ ἐποπτεύοντος." Ἀλώπεκες." Οἱ ἐν πανουργίᾳ πικρότατοι ἑτερόδοξοι." Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα." Ἤγουν, ἀνάκτησαι ἡμᾶς ποτε ὡς ἀΐδιος." Ἵνα τί εἰς νῖκος;" Ἵνα τί σιωπᾷς εἰς τὸ νικηθῆναι ἡμᾶς;" Καταλείψει ἡμᾶς." Παρεκτείνων τὴν ἐγκατάλειψιν." Ἐπίστρεψον ἡμᾶς." Ἐπειδὴ διὰ πλῆθος ἁμαρτιῶν ἀποῤῥιπτόμεθα, ἱλασμὸν αἰτεῖ ὁ προφήτης, δι' οὗ ἡ ἐπιστροφὴ προθύμως πρὸς Κύριον γίνεται." Καὶ ἀνακαίνισον ἡμᾶς." Καθὸ καὶ κατὰ πρόγνωσιν προώρισας τὴν σωτηρίαν τοῦ ἀνθρώπου.