Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Strategicus
OnasanderStra 12 · perseus-grc2More by Onasander
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/onasander" aria-label="More works by Onasander"> —
⋯
More
Original / primary: Perseus Grc2
12.1
12.1
Ἀντιστρατοπεδεύων δὲ πολεμίῳ χάρακι μηδὲ τῆς κατὰ καιρὸν ἀριστοποιΐας ἀμελείτω· ἐὰν μὲν γὰρ ἐφʼ ἑαυτῷ νομίζῃ τὸ ὅτε βούλεται τὸ στράτευμα πρὸς μάχην ἐκτάττειν εἶναι, καὶ ἡνίκα ἂν ἐθέλῃ, παραγγελλέτω ταῖς δυνάμεσιν ἀριστοποιεῖσθαι· ἐὰν δὲ εἰς τοσαύτην ἀνάγκην ἐληλυθὼς τυγχάνῃ διά τινας τόπους ἢ χάρακος ἀσθένειαν ἤ τινας ἄλλας αἰτίας, ὥστʼ ἐπὶ τοῖς πολεμίοις ἀπολελεῖφθαι τὸ ἐξάγειν ὁπότε προαιροῦνται καὶ τὴν ἀνάγκην σφίσιν ἐπιτιθέναι τοῦ τὰ ὅπλα λαμβάνειν καὶ ἀντιπαρατάττεσθαι, μὴ ὀκνείτω καὶ ἕωθεν ἀριστοποιεῖσθαι σημαίνειν, μὴ φθάσωσιν νήστισιν ἐπιθέντες οἱ πολέμιοι τὴν ἀνάγκην τοῦ μάχεσθαι.
12.2
12.2
καὶ τὸ σύνολον οὐκ ἐν μικρῷ θετέον οὐδὲ παρορατέον τὴν τῶν τοιούτων πρόνοιαν· ἐμφαγόντες γὰρ στρατιῶται μετρίως, ὥστε μὴ πολὺν ἐνφορτίσασθαι τῇ γαστρὶ κόρον, δυναμικώτεροι πρὸς τὰς μάχας εἰσίν· πολλάκις καὶ παρὰ τοῦθʼ ἡττήθη στρατόπεδα τῆς ἰσχύος ἐλλειπούσης διὰ τὴν ἔνδειαν, ὅταν μὴ ἐν ὀξεῖ καιρῷ κρίνηται τὰ τῆς μάχης, ἀλλὰ δἰ ἡμέρας ὅλης λαμβάνῃ τὸ τέλος.

Intertext edge

Open linked passage

Note