Strategicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/onasander" aria-label="More works by Onasander">
—
⋯
Original / primary: Perseus Grc2
24.1
24.1
Περὶ τοῦ οἰκείους πρὸς οἰκείους καὶ γνωρίμους πρὸς γνωρίμους τάττειν Φρονίμου δὲ στρατηγοῦ καὶ τὸ τάττειν ἀδελφοὺς παρʼ ἀδελφοῖς, φίλους παρὰ φίλοις, ἐραστὰς παρὰ παιδικοῖς· ὅταν γὰρ ᾖ τὸ κινδυνεῦον τὸ πλησίον προσφιλέστερον, ἀνάγκη τὸν ἀγαπῶντα φιλοκινδυνότερον ὑπὲρ τοῦ πέλας ἀγωνίζεσθαι· καὶ δή τις αἰδούμενος μὴ ἀποδοῦναι χάριν ὧν εὖ πέπονθεν αἰσχύνεται καταλιπὼν τὸν εὐεργετήσαντα πρῶτος αὐτὸς ἄρξαι φυγῆς.