Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Strategicus
OnasanderStra 25 · perseus-grc2More by Onasander
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/onasander" aria-label="More works by Onasander"> —
⋯
More
Original / primary: Perseus Grc2
25.1
25.1
Περὶ τοῦ μὴ δἰ ἑαυτοῦ διδόναι τὸν στρατηγὸν τὰ σημεῖα εἴτε τῆς συμβολῆς εἴτε ἄλλης τινὸς πράξεως, ἀλλὰ διὰ τῶν ἡγεμόνων Πᾶν δὲ παράγγελμα καὶ σύνθημα καὶ παρασύνθημα διδότω διὰ τῶν ἡγεμόνων· ἐπιόντα γὰρ κηρύττειν ἅπασιν ἰδιώτου καὶ ἀπείρου κομιδῇ καθέστηκεν, καὶ χρόνος ἐν τῷ παραγγέλλειν ἀναλίσκεται, καὶ θόρυβος ὁμοῦ πάντων ἀλλήλους ἐρωτώντων· εἶθʼ ὁ μὲν προσέθηκέ τι πλεῖον ὧν ὁ στρατηγὸς εἶπεν, ὁ δʼ ἀφείλετο τοῦ ῥηθέντος παρὰ τὴν ἄγνοιαν.
25.2
25.2
δεῖ δὲ τοῖς πρώτοις ἡγεμόσιν εἰπεῖν, ἐκείνους δὲ ἀπαγγεῖλαι τοῖς μετʼ αὐτούς, εἶτα τούτους τοῖς κατόπιν, εἶθʼ ἑξῆς ἄχρι τῶν τελευταίων, τοὺς πρώτους τοῖς ὑπὸ πόδα σημαίνοντας· οὕτως γὰρ ἐν τάχει καὶ μετὰ κόσμου καὶ μεθʼ ἡσυχίας εἴσονται, παραπλησίου τοῦ παραγγέλματος τοῖς φρυκτωροῦσι γιγνομένου·
25.3
25.3
καὶ γὰρ ἐκείνων, ὅταν ὁ πρῶτος ἄρῃ τὸν φρυκτόν, ὁ δεύτερος τῷ μετʼ αὐτὸν ἐπύρσευσεν, εἶθ̓ ὁ τρίτος τῷ τετάρτῳ, καὶ τέταρτος πέμπτῳ, καὶ πέμπτος ἕκτῳ καὶ καθʼ ἕνα πάντες ἀλλήλοις, ὥστʼ ἐν ὀξεῖ διὰ μήκους σταδίων τὸ σημανθὲν ὑπὸ τοῦ πρώτου πάντας ἐπιγνῶναι.

Intertext edge

Open linked passage

Note