Strategicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/onasander" aria-label="More works by Onasander">
—
⋯
Original / primary: Perseus Grc2
26.1
26.1
Περὶ τοῦ μὴ μόνον συνθήματα, ἀλλὰ καὶ παρασυνθήματα διδόναι Τὸ δὲ παρασύνθημα μὴ διὰ φωνῆς λεγέσθω, ἀλλὰ διὰ σώματος γινέσθω, ἢ νεύματι χειρὸς ἢ ὅπλων συγκρούσει ἢ ἐγκλίσει δορατίου ἢ παραφορᾷ ξίφους, ἵνα μὴ μόνον γενομένης ποτὲ ταραχῆς πιστεύσωσι τῷ λεγομένῳ συνθήματι—τοῦτο γὰρ δύνανται καὶ πολέμιοι καταλαβέσθαι πολλάκις ἀκούοντες—ἀλλὰ καὶ τῷ παρασυνθήματι.
26.2
26.2
χρησιμώτατον δέ που τοῦτο καὶ πρὸς τὰς ἑτερογλώσσους συμμαχίας τῶν ἐθνῶν· οὔτε γὰρ λέγειν οὔτε ξυνιέναι δυνάμενοι φωνῆς ἀλλοτρίας αὐτῷ τῷ παρασυνθήματι κρίνουσι τό τε φίλιον καὶ τὸ πολέμιον. διδόσθω δὲ ταῦτα, κἂν μὴ μάχεσθαι μέλλωσιν, ἐν ταῖς παρεμβολαῖς πρὸς τὰς ἀδήλους ταραχάς.