Strategicus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/onasander" aria-label="More works by Onasander">
—
⋯
Original / primary: Perseus Grc2
28.1
28.1
Περὶ τοῦ δἰ ἐπιμελείας ἔχειν τὸν στρατηγὸν λαμπρὸν ἐκτάττειν τὸ στράτευμα Μεμελημένον δʼ ἔστω τῷ στρατηγῷ λαμπρὸν ἐκτάττειν τὸ στράτευμα τοῖς ὅπλοις, ῥᾳδία δʼ ἡ φροντὶς αὕτη παρακαλέσαντι τὰ ξίφη θήγειν καὶ τὰς κόρυθας καὶ τοὺς θώρακας σμήχειν· δεινότεροι γὰρ οἱ ἐπιόντες φαίνονται λόχοι τοῖς τῶν ὅπλων αἰθύγμασι, καὶ πολλὰ τὰ δἰ ὄψεως δείματα προεμπίπτοντα ταῖς ψυχαῖς ταράττει τὸ ἀντιπόλεμον.