Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Strategicus
OnasanderStra 40 · perseus-grc2More by Onasander
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/onasander" aria-label="More works by Onasander"> —
⋯
More
Original / primary: Perseus Grc2
40.1
40.1
Πολιορκία δὲ στρατιωτῶν ἀνδρίαν ἐπιζητεῖ καὶ στρατηγικὴν ἐπίνοιαν καὶ μηχανημάτων παρασκευήν· ἀσφαλὴς μέντοι καὶ μὴ ἧττον ἀπροόρατος τῶν πολιορκουμένων ἔστω· τὸ γὰρ ἐπιβουλευόμενον, ὅτʼ ἂν οἷ κακοῦ τυγχάνει γινώσκῃ,
40.2
40.2
τηρεῖ μᾶλλον τὸ ἐπιβουλεῦον· ὁ μὲν γὰρ ἔξω κινδύνου δοκῶν εἶναι πράττει τι τῶν προκειμένων, ὁπότʼ ἂν αὐτῷ δόξῃ, ὁ δʼ ἐν αὐτῷ τῷ κινδυνεύειν ὑπάρχων ζητεῖ φθάσας δρᾶσαι, ὁπότʼ ἂν καιρὸν λάβῃ· διὸ χρὴ τὸν πολιορκοῦντα καὶ τάφρῳ καὶ χάρακι καὶ φυλακαῖς τὸ ἴδιον ἀσφαλίζεσθαι στρατόπεδον.
40.3
40.3
καὶ γὰρ οἱ μὲν πολιορκοῦντες, ὅ τι ἂν μέλλωσι πράττειν, ὁρῶνται τοῖς ἀπὸ τοῦ τείχους, οἱ δὲ πολιορκούμενοι πρόβλημα τὸ τεῖχος ἔχοντες ἀόρατοι πολλάκις ἐκχυθέντες διὰ πυλῶν ἢ μηχανὰς ἐνέπρησαν ἢ στρατιώτας ἐφόνευσαν ἤ, ὅ τι κατὰ χεῖράς σφισιν εἴη, τοῦτο ἐποίησαν.

Intertext edge

Open linked passage

Note