Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adnotationes in Judices
OrigenesJudi 20 · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Στίχ. καʹ. Καὶ ἐξῆλθον υἱοὶ Βενιαμίν. Τίνος ἕνεκεν ἡττῶνται δικαίως ἐπεξελθόντες; Ἢ δηλονότι διὰ προλαβούσας αἰτίας. Καὶ ὁ ψαλμός φησιν· Ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Εἶτα μετὰ τὸ ἡττηθῆναι καὶ μίαν καὶ δευτέραν, μετῆλθεν ἡ ὀργὴ ἐπὶ τοὺς ἠδικηκότας, νικῶσι δικαίαν δίκην. Θαυμάσαι δὲ ἄξιον τὸ πλῆθος τῶν Ἰσραηλιτῶν, ὅτι, δικαίως τοῖς Βενιαμίταις ἐπελθόντες, καὶ ἡττηθέντες, οὐκ ἐνενόησάν τι πονηρὸν κατὰ τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον οὐδὲ ἐπαύσαντο προκλαίοντες, ἕως ὅτε δίκην ἔλαβον κατὰ τῶν ἠδικηκότων. Οὐ καταμεμφόμενοι τοῦ Θεοῦ εἶπον· Ἀλλὰ ἀπόχρη τοῦτο. Τρόπον μαθεῖν ἱκέτευον. Τό· Βενιαμὶν λύκος ἅρπαξ· πρωῒ ἔδεται, καὶ τὸ ἑ. διαδώσει τροφὴν, ἐνταῦθα πληροῦται. Καὶ γὰρ πρότερον νικήσας, ἔσχατον βρῶμα τοῦ λαοῦ γέγονε. 17. 40 ΚΕΦ. ΚΑʹ. Στίχ. κʹ, καʹ. Τί δήποτε προσέταξαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς διακοτοῖς ἐκ τοῦ Βενιαμὶν ἐκ τῶν, ἐν Σηλὼμ χορευουσῶν παρθένων ἁρπάσαι τε καὶ γῆμαι; Αἱ τῆς φυλῆς αὐτῶν γυναῖκες ἅπασαι κατεσφάγησαν· αὐτοὶ δὲ ὀμωμόκεσαν, μὴ κατεγγυῆσαι αὐτοῖς τὰς ἑαυτῶν θυγατέρας. Ἵνα τοίνυν μὴ βιασθέντες ὑπὸ τῆς ἀνάγκης ἀλλοφύλους γυναῖκας ἀγάγωνται, πόρον εὗρον ἐν ἀπόροις, καὶ τὴν ἁρπαγὴν ἐπενόησαν.

Intertext edge

Open linked passage

Note