Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Romanos
OrigenesRoma q · pg-scrape-grcMore by Origenes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/origenes" aria-label="More works by Origenes"> —
⋯
More
Original / primary: Pg Scrape Grc
q.1
Commentarii in Romanos (III. 5- V. 7) (P. Cair. 88748 cod. Vat. gr. 762) Ὠριγένους εἰς τὴν πρὸς Ῥω̣ μ̣ α̣ ίους, τόμος ˉε. [Rom. 3, 5– 8] «Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συν ίστησιν». ὁτὲ μέν·····] εθν [····]·· ε· ομένῳ, ὁτὲ δὲ πρὸς τὰ ἔθνη τὸν λόγον ἀποτείνοντι καὶ· [····]· το πα [········] ν πάντων ἐθνῶν ἀπαγγέλλοντι, ἕτερα δὲ περὶ Ἰουδαίων··········· [··]*** Λέγομεν δὲ ὅτι δι' ὅλης τῆς ἐπιστολῆς αὐτῷ πρόκειται τ̣ ὴν πρὸ τῆς| ἐπιδημίας Χριστοῦ τοῦ Ἰσραὴλ παραστῆσαι σωτηρίαν τοῦ κατὰ τὸν νόμον ζ· [··········]· [····] δὲ αὐτῷ καὶ περὶ τῶν μετὰ τὴν Σωτῆρος ἡμῶν ἐπιδημία̣ [ν··········· πῶς]᾿ Ι̣ σ̣ ρ̣ α̣ η`̣ λ̣ παραπτώματι γέγονεν ἡ σωτηρία τοῖς ἔθνεσι [···················] μενος ε̣ μφηναι λαμπροτέραν γινομένην·· [···················] κιλον τῆς σ· [··]· κ·········· [··] ε· λυτο| ψεῦδος κ [············]· ἀνθρώποις εμπ· [·······]··· εν τὸ «Γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης»*** πρὸς του῀̣ το νῦν ὑπ̣ ειδόμενος ἀνθυπ̣ ο̣ φορ̣ ὰν̣ [·]·· [·············] η·· μενην περὶ τ [···]· η δικαίως [ἐπ] ιφέρεσθαι κατὰ τῶν ἀνθρώπων [········· ἀδικία αὐτῶν συνίσ τησιν τὴν τοῦ Θεοῦ δικαιοσύνην· τίθησιν γὰρ̣ τὴν ἀνθυποφορὰν καὶ κωλύει τοὺς χρωμένους αὐτῇ***| Ἀμήχανον γὰρ καὶ ἄδ̣ [ικον λέγειν τὸν Θεὸν καὶ φάσκειν ὅτι κρινεῖ τὸν κόσμον, ἐν τ···· [····]· [·········] ι εὐθέως μηδενὸς ἀκρίτου νοουμένου [***...]· [··]· ως δυσφ· [··········]· ι τούτοις παριστάμενοι τοῖς λόγοις καταψεύδο [νται] η῾̣ μ̣ ω῀̣ ν̣· [····] υ̣ σ̣ φημα περὶ ἡμῶν 126 λεγόντων· φάσκουσι γὰρ δυνάμει τοῦθ̣' ἡμᾶς ἀπαγγέλλειν ὅτι εἴπερ ἡ ἀλήθεια τοῦ Θεοῦ περισσεύει ἐν τῷ τῶν| ἀνθρώπων ψεύσματι καὶ συνίσταται αὐτοῦ ἡ δικαιοσύνη ὑπὸ τῆς ἡμετέρας α᾿̣ δικίας, βουλόμεθα δὲ ἐλθεῖν τὰ ἀγαθὰ οὐ δυνάμενα ἥκειν πρὸ τῶν ἡμετέρων κακῶν, ποιήσωμεν ἡμεῖς τὰ χείρονα ἵνα μετὰ τοῦτο ἔλθῃ τὰ ἀγαθ̣ [ά·····] δικαιότατα ἔσται κρίμα τὸ κατὰ τῶν ἡμᾶς βλασφημούντων καὶ [········]···· δυνάμει λ [·]· ειν ἃ μηδαμῶς ἀκολουθεῖ τοῖς υ῾̣ φ' η῾̣ μ̣ ω῀̣ ν̣ πε| [···]··· ενοις. Ταῦτα τὸ «Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργὴν κατὰ ἀνθρώπων;» [·]·· ει δὲ ὡς ἐν ἑτέροις εὕρομεν «Μὴ ἄδικος ὁ Θεὸς ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο», τοιοῦτον ἂν ἔχοι νοῦν ἡ λέξις· τὸ φάσκειν ἄδικον εἰ῀̣ ναι τὸν Θεὸν ἐπιφέροντα τὴν ὀργὴν ἐπεὶ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησιν, οὐ κατὰ Θεὸν λέγει οὐδὲ κατὰ τὴν σοφίαν αὐτοῦ ἀλλὰ κατὰ| τὸ ἀνθρώπινον καὶ καθὸ Πᾶς ἄνθρωπος ψεύστης ἐστίν***... περὶ αὐτοῦ αἱ ἐπιστῆμαι τῶν ἐναντίων εἰσὶν οἷον ἡ ἰατρικὴ τέχνη ἐστὶν π̣ ερὶ νοσερὰ καὶ ὑγιεινὰ καὶ οὐ δήπου ἐπ̣ ε̣ ι`̣ ὑγίειαν πραγματεύεται δύνα ται········]· [··] ειν περὶ νοσερῶν, ἀλλὰ καὶ ἡ φρόν̣ ησις ἀποδέδοται ε᾿̣ πιστήμ ἀγαθῶν καὶ κακῶν, καὶ ἡ σωφροσύνη αἱρετῶν καὶ οὐχ αἱρετῶν| 128 καὶ ἡ ἀνδρεία δεινῶν καὶ οὐ δεινῶν· ἀποφατικοῖς δέ φασιν χρῆσθαι το̣ ὺς ὁ´̣ ρους κατὰ ἀπορίαν ὀνομάτων τῶν τἀναντία δηλούντων, οὐ τὰ α᾿̣ ντ̣ ικείμενα*** ἀνάγκη τὸν ἀναλαμβάνοντα δικαιοσύνης ἐπιστήμην εἰδέ‖ ν̣ αι καὶ τὴν ἀδικίαν*** Συνίστησιν τοίνυν τὴν τοῦ Θεοῦ δικαιοσύνην καὶ τὸ κα´̣ λλ̣ ος δείκνυσιν καὶ τὴν ὑπεροχὴν τοῦ κατ' αὐτὴν καλοῦ θεωρεῖσθαι ποιεῖ ἡ η῾̣ με̣ τ̣ έρα ἀδικία· ἧς μηδαμῶς ὑπαρχούσης ὑπεροχὴ π· ρ [·] τὴν δικαιοσύνην·· [·]····*** Ἡ γὰρ ὀργὴ πρώτως ἐπὶ τὴν ἀδικίαν ἔρχεται και`̣ δι' αὐτὴν καὶ ἐπὶ τοὺς χρωμένους αὐτῇ [··]· ἄδικος [·]· [···]· ὀργὴν υ῾̣ φιστάμενος κατὰ ἀδικίας καὶ ι [·····················] μ̣ ενος τῇ ἀδικίᾳ*** Κατὰ ἄνθρωπον οὐ῀̣ ν λέγει τὸν [·······················] θνῄσκοντα ο την······ [····] ηνπροιεμ [···················]···· ἐπιφέρων τὴν ὀργήν*** Πάντες γὰρ ἄνθρωποι φύ σει τέκνα ὀργῆς ἀπὸ τοῦ εἶ| ναι θεοὶ καὶ υἱοὶ Ὑψίστου ἀλλὰ μετὰ πρ [··············]*** καὶ τ̣ ο̣ λμήσας γ' ἂν εἴποιμι ὁ´̣ τι ὅταν γένηται ὁ Θεὸς πάντα ἐν πᾶσιν, τότε οὐκέτι ἔσται ἄνθρωπος πάντων γενομένων θεῶν· [········]· ερων αὐτῷ πάντων γενομένων ἑνὸς Θεοῦ κατὰ τὸ «Ὡς ἐγὼ καὶ [σὺ ἕν ἐσμεν] ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν»*** Καὶ ἐν τῇ Πρὸς Κορινθίους [··········] ἐγενήθημεν τῷ| κόσμῳ τουτέστιν ἐν τῷ περιγείῳ τόπῳ···· [·····] ιν καὶ ἀγγέλοις καὶ ἀνθρώποις*** ἐπερίσσευσεν καθαιρετικῶς ἐκει̣·· οὐκ ἂν περι [···]· τα, εἰ
q.2
μὴ τὰ τοσαῦτα ψεύδη καὶ πιθανὰ παρεισεληλύθει· διὰ τοῦτο [···] ν πῶς 130 ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἀνθρωπίνῳ ψεύσματι*** Τὸ δ' ὅμοιον καὶ νόει περὶ ἄλλων δογμάτων ἐν οἷς τρία γένη ἀγαθῶν εἶναι λέγεται, τὰ μὲν| περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ περὶ τὰ ἐκτός, καὶ τὴν εὐδαιμονίαν συμπληροῦσθαι οἱ τοιοῦτοι διδάσκουσιν ἐκ τῆς τριγενείας αὐτῶν. Οὗτοι δὲ καὶ τὴν πρόνοιαν διακόψαντες ἱστᾶσιν αὐτὴν μέχρι τῶν σελήνης ὅρων, τὸ κάτω ἀταξίᾳ παραδόντες καὶ αἴροντες Θεὸν καὶ πρ [νοιαν ἀπὸ τῶν τῇδε*** καὶ ἐκ τούτων οὖν δῆλον πῶς εἴρηται τὸ «Ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευ σεν». Περισσεύει δὲ ἡ ἀλήθεια| τοῦ Θεοῦ ἐν τῷ ἀνθρωπίνῳ πολλῷ καὶ ποικίλῳ ψεύσματι εἰς δόξαν Θεοῦ*** [... οὐ] μόνον ὡς ἄνθρωπος λοιδοροῦ μαι ἀλλὰ μήποτε ὡς Θεὸς βλασφη [···] μ·· [··] ἀνθρώπων τὸ ἐν δίκῃ ἔσται*** [Rom. 3, 9– 18] Μετὰ ταῦτα, ὡς ἔθος ἐστὶν αὐτῷ διδα´̣ σ̣ κειν ἀπὸ τῶν γραφῶν, βούλεται ῥητὰ συναγαγεῖν πῶς πάντες Ἰου| δαῖοί τε καὶ Ἕλληνες ὑπὸ ἁμαρτίαν γεγόνασιν, ἀρξάμενος ἀπὸ τοῦ «Καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς», καὶ ἐμοὶ δοκεῖ ἀποδόσε̣ ως ἕνεκεν δεῖν 132 οὐ μόνον ἐνταῦθα ἀλλὰ καὶ εἴ που ἀλλαχοῦ μέμνηνται οἱ Ἰησοῦ Χριστοῦ διάκονοι τῆς καινῆς διαθήκης ῥητῶν νομικῶν ἢ προφητικῶν ἐπιμελῶς προσ έχειν ποῦ γέγραπται ἃ παρατίθενται, καὶ εἰ αὐταῖς‖ λέξεσι χρῶνται τοῖς γεγραμμένοις ἢ ἐσθότε μεταποιήσαντες αὐτά. «Οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεὸν» αὐταῖς λέξεσιν οὐχ εὕρομέν που γεγραμμένον, ἀλλὰ νομίζομεν ἀπὸ τοῦ τρισκαιδεκάτου ψαλμοῦ καὶ τοῦ πεντηκοστοῦ δευτέρου μεταπεποιῆσθαι ὑπὸ τοῦ ἀποστόλου τὰ ῥητά. Ἐν μὲν γὰρ τῷ τρισκαιδεκάτῳ ψαλμῷ εἴρηται· «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν| ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν Θεόν», ἐν δὲ τῷ πεντηκοστῷ δευτέρῳ «Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνίων ἢ ἐκζητῶν τὸν Θεόν». Ἔοικεν οὖν νενομικέναι ἰσοδυναμεῖν τὸ «τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν Θεὸν» τῷ «οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν». Καὶ τὸ «Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς» νομίζω γεγονέναι ἐκ τοῦ «Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός»· ὥστε ὅσον ἐπὶ τῇ δυνάμει δὶς αὐτὸν τεθεικέναι,| ἅπαξ μὲν μεταποιήσαντα, ἅπαξ δὲ λέξεσιν ταῖς αὐταῖς χρησάμενον καὶ παραλιπόντα τὸ δεύτερον εἰρημένον «οὐκ ἔστιν»*** Μετὰ τοῦτο τίθησιν τὸ «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν» ὥσπερ και···† ωσυνπεριφερομαι με· [····]· ι̣ ω̣ μ̣ ε̣ ν̣ ω̣ ἀπό τινος τῶν ψαλμῶν· τὸ δὲ ἐπὶ τούτοις «Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει» ἔοικεν γεγονέναι ἀπὸ 134 τοῦ ἐν τῷ ἐνά| τῳ ψαλμῷ οὕτως εἰρημένου «Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου». Εἶθ' ἑξῆς τοῦτό ἐστιν· «Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα»· τοῦτο δὲ ζητήσεις ἐν τῷ Ἡσαίᾳ, ἢ ἐν ταῖς ἄλλαις τῶν Παροιμιῶν ἐκδό σεσιν, ἐν τῷ «Ταχινοὶ ἐκχέαι αἷμα», ὃ μετὰ ἀστερίσκων προσετέθη ἐν τῇ ἐκδόσει τῶν Ἑβδομήκοντα. Τὸ δὲ «Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν» μέχρι τοῦ δεῦρο οὐκ οἶδα ποῦ ἀνεγνωκώς· οἶμαι δὲ ἔν τινι τῶν προφητῶν γεγράφθαι·† σαινομε γὰρ ἔν τινι τῶν προφητῶν γεγράφθαι τὸ «Ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν», ἐν δὲ ψαλμοῖς «Οὐκ ἔστιν φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν». Ἔοικεν οὖν πλείοσιν ῥητοῖς κεχρῆσθαι ἵνα διδάξῃ πῶς οἶδεν ἡ γραφὴ αἰτιαθέντας Ἰου| δαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι*** καὶ εἴπερ τοὺς μὴ Ἰουδαίους Ἕλληνας ὀνομάζει πάντας, τὸ «Ἰουδαῖος» ὄνομαοὐκ ἔθνους ἀλλὰ προαιρέσεώς ἐστιν ὄνομα. Κἂν γὰρ μὴ ἀπὸ τοῦ Ἰουδαίων ἔθνους τις ᾖ, ἀλλογενὴς ἀσπασάμενος τὰ Ἰουδαίων καὶ γενόμενος προσήλυ τος, εὐλόγως ἂν οὗτος Ἰουδαῖος χρηματίζοι| π·· τε αυτα εἴ τις ἐν Ἰουδαίοις γεννηθεὶς τὰ τῶν ἐθνῶν ἀσπάζ [οι] το, οὗτος ἐξομοσάμενος τὸν Ἰουδαισμὸν προσήλυτος ἂν χρηματίζοι ἐκείνων ὧν ἀπεδέξατο τοὺς νόμους καὶ τὸν λόγον*** καὶ εἰ μὲν προτίθεταί τις βιῶσαι κατὰ τὸ γράμμα τοῦ νόμου, ἐν φανερῷ Ἰουδαῖός ἐστιν· εἰ δὲ κατὰ τὸν πνευματικὸν νόμον, ἐν κρυπτῷ Ἰουδαῖος| ἂν τοιοῦτος λέγοιτο*** περὶ δὲ Ἑλλήνων εὐλόγως ἐπιστήσαι τις
q.3
136 ἂν πῶς γεγόνασιν ὑπὸ ἁμαρτίαν, λέγοντος Παύλου· «Ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου». Ἀλλὰ πρὸς τοῦτο φήσομεν ἀλλα‖·· οσ· [···········]· σ̣ περ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποι [ο] ῦσι [ν καὶ ἐνδείκνυ] νται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν*** τ̣ ο`̣ ν̣ φ̣ ύσε̣ [ι νό] μον τοῦτον εἶναι τὸν τοῦ Θεοῦ νόμον, τὸν δὲ κατὰ τὰς πόλεις γραπτὸν μὴ εἶναι φύσει ἀλλὰ θέσει νόμον καὶ μάλιστα ὅτ̣ ε ἔν τισιν ἐναντιοῦται| τῷ τῆς φύσεως νόμῳ*** εἴπερ τὸν Μωσέως νόμον ὑπολαμβάνεται εἶναι περὶ οὗ τῷ Παύλῳ ἐστὶν ὁ λόγος, δηλονότι ἡ ἁμαρτία οὐκ ἐλλογηθήσεται πρὸ Μωσέως οὔτε τῷ Κάϊν ἀδελφοκτονήσαντι, οὔτε τοῖς διὰ τὰ ἁμαρτήματα τὸν κατακλυσμὸν πεπονθόσιν ἀλλ' οὔτε τοῖς ἐν Σοδόμοις πονηροῖς καὶ ἁμαρτωλοῖς σφόδρα ἐνώπιον τοῦ Θεοῦ καταλελο γισμένοις| καὶ διὰ ταῦτα καταδικασθεῖσιν πυρὶ καὶ θείῳ κατὰ [τὰ] α᾿̣ ναγεγραμμένα*** Καὶ Ἑλλήνων δέ τινες οὐ κακῶς· ἀπεφ̣ ήναντο ὅτι ἀναγκαῖόν ἐστιν ἐν τῷ λογικῷ καὶ θνητῷ γένει ἅμα τῇ συμπληρώσει τοῦ λόγου πρότερον ὑποστῆναι τὴν κακίαν, εἶτα χρονῳ ἐξ ἐπιμελείας καὶ προσοχῆς ταύτην μὲν ἀνασκευάζεσθαι, τὴν δὲ α᾿̣ ρ [ετὴ] ν ὑφίστασθαι***| 138 δίκαιοι δὲ κατ' ἐνώπιόν εἰσιν τῶν ὑποδεεστέρων καὶ π [ολλ] άκις γε συγκρίσει χειρόνων καὶ ὁ ἄδικος δίκαιος εἴρηται. Οὕτω γοῦν τῇ Ἱερουσαλὴμ εἴρηται περὶ Σοδόμων· «Ἐδικαιώθη Σόδομα ἐκ σοῦ»*** Ἐπὰν οὖν αἱ γραφαὶ μαρτυρῶσιν τισὶν ὡς δικαίοις καὶ πάλιν λέγωσιν «Οὐ δικαιωθήσεται κατ' ἐνώπιόν σου πᾶς ζῶν», μὴ νομίσῃς αὐτὰς ἑαυταῖς ἐναντιοῦσθαι μηδὲ| τὸν Παῦλον μὴ ἀκηκοέναι τῶν ἐπαινουμένων ἐπὶ δικαιοσύνῃ λέγοντα «Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς». Ἐρεῖς γὰρ ὅτι ὁ αὐτὸς ὡς μὲν πρὸς τούσδε δίκαιός ἐστιν, ὡς δὲ πρὸς τὸν Θεὸν οὐκ ἔστιν δίκαιος*** Οὐ δικαιοῦται οὖν Ἀαρὼν ἐνώπιον Μωσέως νικώμενος ὑπὸ τῆς ἐν Μωϋσεῖ δικαιοσύνης. Ἡ δὲ Μαρία δικαιοῦται μὲν ἐνώπιον πολλῶν, οὐχὶ δὲ καὶ ἐνώπιον| Ἀαρὼν καὶ Μωσέως*** πῶς οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, Ἰουδαῖος μὲν κἂν προφήτης ᾖ, Ἕλλην δὲ κἂν ἀποστολικός τις ᾖ, ὁποῖος ὁ μαθητευθεὶς Παύλῳ Τίτος ἐτύγχανεν*** Ποῖα δὲ ἀποκείμενα ἢ ὅτε πληροῦται τὸ «Εἶπεν Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς μου ὑποπόδιον τῶν ποδῶν σου»;*** Πῶς γὰρ ἔστιν ὁ συνίων| ἐπείπερ εἴ τις δοκεῖ ἐγνωκέναι οὔπω ἔγνω καθὼς δεῖ γνῶναι; Ὁ μὲν γὰρ συνίων βλέπει πρόσωπον πρὸς πρόσωπον, ὁ δὲ μὴ βλέπων πω πρόσωπον πρὸς πρόσωπον ἀλλὰ δι' ἐσόπτρου ἔτι καὶ ἐν αἰνίγματι οὐδέπω συνίησιν*** 140 Τάχα μὲν οὖν πάντες ἐξέκλιναν ὅτε πορευόμενοι‖ ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν καὶ ἐποίησαν ἃ αἴτια τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, οὐκ ἀπὸ σκοποῦ δ' ἂν εἴη τὸ «ἐξέκλιναν» λαμβάνειν διὰ τὴν κακίαν οὖσαν παρὰ φύσιν*** οἱ ποιήσαντες μόνα τὰ διαταχθέντα δοῦλοι ἀχρεῖοί εἰσιν, ἐπεὶ ἅμα καὶ τότε ἠ| χρεώθημεν· καὶ μήποτε οὐκ ἔστιν καύχημα τὸ «ὠφείλομεν ποιῆσαι πεποιήκαμεν». Ὁ γοῦν κατὰ τὸ εὐαγγέλιον λαβὼν τὸ τάλαντον μετὰ τοῦ συνδούλου ἑαυτοῦ τοῦ εἰληφότος πέντε τάλαντα ὃ μὲν ὤφειλεν ἀποδοῦναι ἔδωκεν λέγων τῷ κυρίῳ· «Ἴδε ἔχεις τὸ σόν», οὐδὲν ἧττον ἀποδοὺς ὃ ὤφειλεν, ἀχρεῖος ὑπὸ τοῦ κυρίου λέγεται εἶναι δοῦλος φάσκοντος· «Καὶ| τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον καὶ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». Οὐκοῦν πάντες ἐξέκλιναν καὶ ἅ [μα ἠχρ] εώθησαν*** ὁ Σωτὴρ πρὸς τὸν εἰπόντα «Τί ἀγαθὸν ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω»; εἶπεν· «Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; Ε̣ ἷς̣ ἐστιν ἀγαθός, ὁ Θεός»*** ταὐτὸν εἶναι χρηστότη| τα ἀγαθότητι τετηρήκαμεν ἐν τῷ «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ αὐτοῦ», παρὰ τοῖς λοιποῖς ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τό*** Καὶ εἴ τίς γε ἐπιστήσαι ἑκάστῳ τῶν ἀνθρώπων καὶ τῷ νομιζομένῳ εἶναι δικαιοτάτῳ, οὐκ ἂν αὐτὸν ταχέως εὕροι καθαρὸν ἀπὸ παντὸς δόλου*** Ξίφη οὖν εἰσιν οἱ πόδες ὀξέα τῶν ἐκχεόντων αἷμα, ὥς| περ ἐκ τοῦ ἐναντίου ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά· πόδες δὲ 142 ἀντὶ τοῦ αἱ πορεῖαι καὶ ἐν ταῖς ὁδοῖς γε τῶν τοιούτων οὐδὲν ὑγιές ἐστιν, ἀλλὰ
q.4
σύντριμμα καὶ πᾶσα ταλαιπωρία*** Ταὐτὸν δέ ἐστιν τὸ εἶναι φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν τῷ ἐπιστήμην ἔχειν περὶ φόβου Θεοῦ, ἣν βουλόμενος ἡμᾶς διδάξαι ὁ Λόγος φησίν· «Δεῦτε,| τέκνα, ἀκούσατέ μου»*** δοκεῖν ἔχειν φόβον Θεοῦ, μὴ ἔχειν δὲ ἐκεῖνον τὸν κυρίως ὀνομαζόμενον φόβον Θεοῦ· ἢ οὐ φήσομεν δοκεῖν ἔχειν φόβον Θεοῦ τοὺς προθέσει φόβου Θεοῦ γάμων ἀπεχομένους καὶ βρώμασιν καὶ πόμασιν; Ἀλλ' ὁ νοῦν ἔχων φήσει ὅτι οὐκ ἔστιν ἀληθῶς Θεοῦ φόβος ὁ ἐν ἐκείνοις ὡς οὐδὲ ἀλήθεια*** Πλήθους ὄντος ἁμαρτημά| των, οὐ πάντως ἕκαστος ἔνοχός ἐστιν τοῖς πᾶσιν, ἀλλ' οἵδε μὲν τῷδε τῷ ἁμαρτήματι, ἕτεροι τῷδε, ὥστε πάντας τοὺς ὑπὸ ἁμαρ τίαν ὄντας ἐνόχους εἶναι, οὐ τὸν καθ' ἕνα τοῖς πᾶσιν ἀλλὰ τὸν καθ' ἕνα τινὶ τῶν πάν‖ καὶ οὕτω τοὺς πάντας τοῖς πᾶσιν. [Rom. 3, 19–] «Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λαλεῖ τοῖς ἐν τῷ νόμῳ λ·*** 144 Εἴπερ νόμον ἐνθάδε νομίζομεν μόνον λέγεσθαι τὸν Μωσέως, ἀπροσλογώ τατα ἂν φάσκοι ὁ ἀπόστολος τὸ διὰ τοῦτο τοῖς ἐν τῷ νόμῳ λαλεῖν τὸν νόμον ὅσα λέγει ἵνα μηδεὶς ἀνθρώπων τόπον ἀπολογίας ἔχῃ περὶ τῶν ἑαυτοῦ ἁμαρτημάτων· τοιοῦτον γάρ ἐστιν| τὸ «Ἵνα πᾶν στόμα φραγῇ». Τί κοινὸν πρὸς πᾶσαν σάρκα τὰ ἔργα τοῦ Μωσέως νόμου; Πῶς δὲ καὶ ἡ τῆς ἁμαρτίας ἐπίγνωσις διὰ τοῦ Μωσέως νόμου γίνεται, πολλῶν καὶ πρὸ Μωσέως ἐπεγνω κότων τὰ ἴδια ἁμαρτήματα; Κάϊν μὲν γάρ φησιν· «Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με». Οἱ δὲ εἰς Αἴγυπτον καταβάντες πρὸς τὸν Ἰωσὴφ πα τριάρχαι λέγουσιν ἐπὶ τοῖς τοῦ Ἰωσὴφ πρὸς αὐτοὺς λόγοις τὸ «Ἐν ἁμαρτί| ᾳ ἐσμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ»· ἀλλὰ καὶ εἴπερ ὁ Ἰὼβ δείκνυται πρὸ Μωσέως γεγονέναι, φησίν. «Εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου» καὶ τὰ ἑξῆς. Δοκεῖ δή μοι μετρίως ἐκ τούτων ἀποδεδεῖχθαι «νόμον» νῦν τῷ ἀποστόλῳ μὴ τὸν Μωσέως λέγεσθαι· εἰ δὲ μὴ ἐκεῖνός ἐστιν περὶ οὗ νῦν διαλαμβάνει, τίς ἂν ἄλλος εἴη περὶ οὗ ταῦτα διδάσκει ἢ ὁ φύσει νόμος, ὁ καὶ γραπτὸς ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις; Τίνες δ' ἂν εἶεν οἱ ἐν τῷ νόμῳ ἢ πᾶς ὁ συμπληρώσας τὸν λόγον ἄνθρωπος; Οὐκ εἰσὶ γὰρ ἐν τῷ νόμῳ οἱ ἔτι ζῶντες χωρὶς νόμου, ὁποῖος ἦν καὶ Παῦλός ποτε*** Ἀπολογί| ας γὰρ τόπος οὐδενὶ καταλείπεται 146 ἀνθρώπῳ τ [ὴν γνῶσ] ιν τοῦ νόμου ἐν τῇ καρδίᾳ συμφυῶς ἔχοντι*** Ὅτε δὲ πᾶν φράττεται στόμα καὶ ὑπόδικος γίνεται πᾶς ὁ κόσμος τῷ Θεῷ, δικαιοῦται ὁ Θεὸς μόνος ἐν τοῖς λόγοις ἑαυτοῦ καὶ νικᾷ ἐν τῷ κρίνεσθαι αὐτόν*** Τίς γὰρ ἀκούων τὰ ἀνάλογον τῷ «Λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρε| νώχλησά σε; Ἀποκρίθητί μοι» ἔχοι ἂν παρρησίαν πρὸς τὸ ἀποκρίνασθαι καὶ φυγεῖν τὴν δίκην ᾗ πᾶς ὁ κόσμος ὑπόκειται;*** «ἔλεγεν· Οὐκ ἐπιθυμήσεις· ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι' αὐτῆς ἀπέκτει νεν»*** τινὰ μὲν κατὰ τήν του πρός τι σχέσιν ὠνόμασται ὡς πατὴρ υἱοῦ πατὴρ καὶ υἱὸς πατρὸς υἱός,| καὶ πολίτης πολίτου πολίτης, ἃ δὲ κατὰ διαφορὰν ὡς ἄνθρωπος ἵππος· οὐδενὸς γὰρ ἄνθρωπος ἄνθρωπος οὐδὲ ἵππος ἵππος. Ζητοῦμεν τοίνυν περὶ τοῦ νόμου, περὶ οὗ νῦν ἐξετάζειν χρή, πότερον κατὰ διαφοράν ἐστιν τὸ ὄνομα ὡς τὸ «ἄνθρωπος», ἢ κατὰ τὴν πρός τι σχέσιν ὡς ὁ πατήρ*** Ἄλλος δ' ἂν εἴποι ὅτι ὥσπερ ὁ μονογενὴς τοῦ Θεοῦ ἐστιν αὐτο λόγος καὶ αὐτοσο| φία καὶ αὐτοαλήθεια, οὕτως καὶ αὐτονόμος*** Ἐπεὶ γὰρ οἱ ἐν σαρκὶ ζῶντες καὶ συμπληρώσαντες τὸν λόγον ἄνθρωποι αὐτοί εἰσιν οἱ 148 ἐν τῷ νόμῳ, καὶ τούτων τὸ στόμα φράττεται ὅτε ἐλθούσης τῆς ἐντολῆς ἡ ἁμαρτία ἐν αὐτοῖς ἀναζῇ καὶ οὗτοι κόσμος τις ὄντες ὑπόδικοι γίνονται τῷ Θεῷ. Πλὴν οἱ ἅγιοι οὓς προέγνω καὶ προώρισεν καὶ ἐκάλεσεν καὶ ἐδικαίωσεν καὶ ἐδόξασεν νόμος εἰσὶ καὶ οὐκ ἐν νόμῳ· διόπερ οὐ φραγήσεται αὐτῶν τὸ στόμα, οὐδὲ ὑπόδικοι γενήσονται τῷ Θεῷ (οὐ γάρ εἰσι σάρξ)·‖ καὶ εἰ δικαιοῦνται δέ, οὐκ ἐξ ἔργων νόμου δικαιωθήσονται· νόμος γὰρ οὐκ ἐξ ἔργων νόμου δικαιωθήσεται, αὐτόθεν δίκαιος ὢν καί, εἰ χρὴ οὕτως ὀνομάσαι, ἕξις δικαιοσύνης*** πῶς̣ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας ἀλλ' οὐκ ἐκ νόμου. Ἐφιστὰς γάρ τις τῷ νόμῳ καὶ τοῦτον κατανοῶν τά τε
q.5
προσταττόμενα ὑπ' αὐτοῦ ἐξε τάζων| καὶ τὰ ἀπαγορευόμενα θεωρῶν γινώσκει τὴν ἁμαρτίαν ὑφισταμένην ἐν τῷ παραλείποντι τὰ ποιητέα καὶ ἐν τῷ μὴ ἐκκλίνοντι τὰ ἀπαγορευόμενα. Ἐπίγνωσις μὲν οὖν ἁμαρτίας διὰ νόμου, οὐ ποίησις δὲ ἁμαρτίας. Τὸ μὲν γὰρ ποιοῦν ἁμαρτίαν πονηρὸν οὖσαν καρπὸν δένδρον ἐστὶν πονηρόν· οὐ δένδρον δὲ πονηρὸν [ὁ] νόμος· οὐ γὰρ πονηρὸν ὁ νόμος, ἀγαθὸν τυγχάνων. Οὕ| τω δὲ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας ὡς διὰ ἰατρικῆς ἐπίγνωσις νόσου καὶ μάλισ τα [··]·· τῆς ἐσθότε λανθανούσης καὶ αὐτὸν τὸν νοσοῦντα καὶ τοὺς ἀκροθι γῶς ἐν τῇ ἰατρικῇ γενομένους θεωρίᾳ· ὥσπερ οὖν [ἐστιν] ἀγαθὸν ἡ ἰατρικὴ ἐπιστήμη φωρῶσα τὴν νόσον ὅτε διὰ τῆς ἰατρικῆς γίνεται ἐπίγνωσις αὐτῆς, οὕτως ἀγαθὸν| νόμος φωρῶν καὶ ἐλέγχων τὴν ἁμαρτίαν ὅτε δι' αὐτοῦ ἐπί γνωσις αὐτῆς γίνεται*** [Rom. 3, 21– 24] ὃ λέγει τοιοῦτόν ἐστιν· οὐχ ὥσπερ διὰ νόμου ἐπίγνω σις ἁμαρτίας, οὕτως καὶ φανέρωσις δικαιοσύνης Θεοῦ διὰ νόμου γίνεται· χωρὶς γὰρ 150 νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται· μείζων γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ Θεοῦ τῶν φυσικῶν ἀφορμῶν, αἵτινες οὐκ εἰσὶν αὐτάρκεις πρὸς τὸ κατανοῆσαι δικαιοσύνην, οὐχ ἁπλῶς ἀλλὰ τὴν αὐτοῦ τοῦ Θεοῦ, οὗ τὰ δικαιούμενα κρίματα ἀνεξερεύνητά ἐστι. Διὸ νυνὶ χωρὶς νόμου πεφανέρωται ἡ τοῦ Θεοῦ δικαιοσύνη ἧς διδάσκαλός ἐστιν Ἰησοῦς Χριστὸς φανερῶν αὐτὴν καὶ ἐν μηδενὶ παραλαμβάνων εἰς παρά στασιν τῆς τοῦ Θεοῦ δικαιοσύνης τὸν τῆς φύσεως νόμον (ὁ μὲν γὰρ ἦν ἀνθρώ πινος, ἡ δὲ τοῦ Θεοῦ δικαιοσύνη ὡς Θεοῦ ὑ| περέβαλε καὶ ὑπερῆρε πάντα τὰ ἀνθρώπινα) φανερουμένη αὐτὴ χωρὶς τοῦ τῆς φύσεως νόμου ἐμαρτυρεῖτο ὥσπερ ὑπὸ τῶν προφητικῶν λόγων ἐξ ἁγίου πνεύματος αἰνιγματωδῶς εἰρημένων, καὶ ὑπὸ τοῦ προφήτου Μωϋσέως νόμου. Καὶ μὴ θαυμάσῃς εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ· εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς οἷον· «Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; Ἐπάρατε τοὺς ὀφθαλ μοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισ μὸν ἤδη». Δὶς γὰρ ἐκεῖ ὁ θερισμὸς ὀνομασθεὶς κατὰ μὲν τὸ πρότερον ἐπὶ τὸ σωματικὸν| ἀναφέρεται, κατὰ δὲ τὸ δεύτερον ἐπὶ τὸ πνευματικόν. Τὸ δὲ ὅμοιον εὑρήσεις καὶ ἐπὶ τοῦ ἀπὸ γενητῆς τυφλοῦ θεραπευθέντος, ᾧ ἐπιφέρει 152 σωματικῶς γενομένῳ τὸ «Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται». Οὕτω τοίνυν καὶ νῦν χωρὶς μὲν νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, τοῦ τῆς φύσεως, μαρτυρουμένη δὲ ὑπὸ νόμου τοῦ Μωσέως καὶ τῶν προφητῶν. Εἴποιμεν δ' ἂν πρὸς τοὺς ἔτι ὀκνοῦντας παραδέξασθαι τὸ διττὸν σημαινόμενον τοῦ νόμου, ὅτι εἴπερ ὁ αὐτὸς νόμος παρείληπται ἔν τε τῷ «Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται» καὶ ἐν τῷ «Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν»· εἰ μὲν χωρὶς νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται· εἰ δὲ ὑπὸ τοῦ νό| μου μαρτυρεῖται οὐ χωρὶς τοῦ νόμου πεφανέρωται. Τῇ τοίνυν δικαιοσύνῃ τοῦ Θεοῦ φανερουμένῃ ὑπὸ Ἰησοῦ Χριστοῦ μαρτυρεῖ οὐδαμῶς μὲν ὁ τῆς φύσεως νόμος (μικρότερος γάρ ἐστιν αὐτῆς), ὁ δὲ Μωσέως νόμος, οὐ τὸ γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι τοῦ νόμου προφῆται καὶ ὁ ἐν αὐτοῖς πνευματικὸς λόγος*** Φυσικὰς μὲν γὰρ ἔχομεν ἀφορμὰς πρὸς σωφροσύνην καὶ τὸ ἐν ἀνθρώποις κοινωνικὸν καὶ δίκαιον καὶ φρόνησιν καὶ ἀνδρείαν, οὐδεμία δὲ ἀφορμὴ ἔστιν πρὸς τὸ πιστεῦσαι ὅτι Ἰησοῦς‖ ἐστιν ὁ Χριστὸς τοῦ Θεοῦ. Διόπερ νυνὶ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, αὐτὴ δ̣ ε`̣ φανερωθεῖσα χωρὶς τοῦ τῆς φύσεως νόμου δικαιοσύνη Θεοῦ, λέγω δὲ ὁ Χριστός, μαρτυ ρουμένη ἐστὶν ὑπὸ τοῦ νόμου Μωσέως καὶ τῶν προφητῶν. 154 Ἕτερον δὲ παρὰ τὸ «Οὐδὲν κρυπτὸν οὐ φανερωθήσεταί» ἐστιν τὸ «Κεκαλυμμένον ὃ οὐκ ἀποκα| λυφθήσεται», ὥστε κρυπτὸν μὲν τὸ κρεῖττον ὠνομάσθαι, κεκαλυμμένον δὲ τὸ χεῖρον, εἴπερ πᾶν τὸ φανερού μενον φῶς ἐστιν. Εἰ δὲ μὴ τοιοῦτόν τι νοήσαιμεν περὶ τὸν τόπον, δόξει ταὐτολογία εἶναι*** πρῶτον τὸ τῶν δικαίων κρυπτὸν
q.6
φανερὸν γενήσεται, εἶτα μετὰ τοῦτο τὸ κεκαλυμμένον καὶ δόλιον τῶν ἐναντίων ἀποκαλυφθήσεται καὶ οἱονεὶ ἐλεγχθήσεται*** καὶ πιστεύοντάς| γε Ἰησοῦ Χριστῷ ἢ πίστιν χωροῦντας ἣν Ἰησοῦς Χριστὸς αὐτοῖς ἐνεποίησεν εἰς τὸν Πατέρα*** δικαιοῖ τοὺς πιστεύοντας οὐ κατὰ μισθὸν ὀφειλόμενον· τ̣ ί γὰρ πέπρακται καὶ κατώρθωται Ἰουδαίων τινὶ ἢ Ἕλληνι ἄξιον τοῦ τὸν πράξαντα δικαιωθῆναι;*** ἐφίστημι μήποτε οὕτω δύναται καὶ ὁ Σολομῶν ἐν ταῖς Παροιμίαις εἰρη κέναι τὸ «Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος»· ὡς γὰρ ψυχῆς πλοῦτος| ἴδιος ἡ σοφία τοῦ Θεοῦ καὶ ἡ δικαιοσύνη καὶ εἰρήνη καὶ λόγος καὶ αἱ λοιπαὶ ἀρεταί, ἴσον δύναται τὸ «Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος» τῷ «Λύτρον ἀνδρὸς ψυχῆς ἡ ἀρετή», καὶ τῷ «Λύτρον ἀνδρὸς 156 ψυχῆς Ἰησοῦς Χριστὸς ὅς ἐστιν Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καὶ τὰ λοιπά»*** [Rom. 3, 25– 26] Τοῦτον τοίνυν ἱλασμὸν ποιησόμενον περὶ τῶν ἡμαρ τηκότων ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπὶ τὸ| ἀθετηθῆναι τὴν τῶν ἁμαρ τημάτων φύσιν πάλαι προέθετο ὁ Θεὸς ἐσόμενον ἱλαστήριον συγχρησομένῳ εἰς τὸν περὶ τῶν δεομένων ἱλασμοῦ ἱλασμὸν τῇ πίστει τῶν ἐν τῷ ἱλασμῷ ἐσομένων*** πρότερον οὐδέπω ποιῶν τὸ ἔργον τοῦ εἶναι ἱλαστήριον· περιέ μενεν γὰρ τὸν νῦν καιρὸν ἵνα μὴ τάχιον γινόμενος ἱλαστήριον ὁ τηλικοῦτος ὑπὲρ ὀλιγωτέρων| γένηται ἱλαστήριον*** καὶ γέγονεν τότε τοῦ ἱλαστηρίου ἔργον καὶ τῆς τοῦ Θεοῦ δικαιοσύνης ἔνδειξις, δεηθέντων τῶν πραγμάτων τῆς ἀπ' ἀμφοτέρων ὠφελείας μετὰ τὸ πειραθῆναι μυρίων ὅσων προγενομένων ἁμαρτημάτων κατὰ πάρεσιν† αριθμων*** Ὁμολογουμένως δὲ πολλαχοῦ ἃ φέρει ὁ ἀπόστολος νοήματα ἀπὸ τῶν θη σαυρῶν φέρει νόμου| καὶ προφητῶν*** καὶ ἔοικέν γε τὸ Ἐξόδῳ ἱλαστήριον 158 ἀναφέρειν οὐκ ἐπ' ἄλλον τινὰ ἢ τὸν Σωτῆρα· τοῦτον γὰρ προέθετο ὁ Θεὸς ἱλαστήριον*** χρυσίον δὲ καθαρὸν πολλαχοῦ τηρήσας συμβολικῶς λέγεσθαι τὸν καθαρὸν καὶ ἀμιγῆ πρὸς ὕλην νοῦν· τοιοῦτον δέ ἐστιν ἡμῶν τὸ ἱλαστήριον τὸ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸς Λόγος ἢ τάχα μᾶλλον ἡ τοῦ Ἰησοῦ ψυχή, ἐπεὶ ἁμαρ| τίαν οὐκ ἐποίησεν οὐδὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ οὐδὲ ἔγνω ἁμαρτίαν***‖ Φησὶν γάρ· «Ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τι´̣ τὸ μῆκος καὶ πλάτος καὶ βάθος καὶ ὕψος»· μεγάλης οὖν νοητικῆς, ἵν' οὕτως ὀνομάσω, εὐτονίας καὶ ἰσχύος χρεία ἵν' ἐξισχύσωμεν καταλαβέσθαι μῆκος μὲν καὶ πλάτος τοῦ ἱλαστηρίου, μῆκος δὲ καὶ πλά| τος καὶ βάθος τῶν στερεῶν οἷον τῆς κιβωτοῦ καὶ τῆς τραπέζης, μῆκος δὲ καὶ πλάτος καὶ βάθος καὶ ὕψος τῶν προσειληφότων τῇ οἷον σωματικῇ στερεότητι τὸ ὕψος τῆς νοητῆς φύσεως*** ἑρμηνεία Χερουβεὶν ἐπίγνωσις πεπληθυσμένη, τορευτὰ δὲ ταῦτά ἐστιν τὰ Χερουβεὶν πρὸς παράστασιν, ἀπὸ τῆς τορεύσεως καὶ ἀκριβείας, τῆς| θειότητος*** Τίς οὖν ἂν εἴη ἡ κιβωτὸς ἡ ὑποκειμένη τῷ ἱλαστηρίῳ καὶ τοῖς Χερουβεὶν ἤ, ὡς οἶμαι, ἱεραὶ καὶ μακάριαι καὶ χωρητικαὶ τῆς τε τοῦ Μονογενοῦς καὶ τοῦ Ἁγίου Πνεύματος θειότητος δυνάμεις σώμασιν 160 οἰκεῖαι· [·····] μ̣ εναι καὶ τῆς κεχωρηκυίας ἀμφότερα τὰ Χερουβεὶν Ἰησοῦ ψυχῆς οὔση̣ ς ἱλαστηρίου καὶ ὑπερκειμένης τὰ τροπικῶς| λεγόμενα κιβωτόν*** Πρὸς δὲ τὸ ἀνὰ μέσον τῶν δύο Χερουβεὶν γινώσκεσθαι τὸν χρηματίζοντα παραλήμψει ῥητὸν ἀπὸ τοῦ Ἀμβακοὺν οὕτως ἔχον· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην· ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ»*** καὶ ἁρμόζει γε τὸ| «Ὃν προέθετο» τῇ τοῦ Ἰησοῦ μᾶλλον ψυχῇ ἢ τῷ Μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως· προτίθεται μὲν γὰρ ὁ Θεὸς τὰ μηδέπω ἐνεστηκότα, ἔθετο δὲ ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους (οὐ προέθετο· ἤδη γὰρ ἦσαν), δεύτερον προφή τας, τρίτον διδασκάλους καὶ τὰ ἑξῆς*** Δίκαιον δὲ παραθέσθαι τοὺς μετὰ αἵματος γενομένους κατὰ τὸν νόμον ἱλασμούς, ἵν' εὑ ρεθῇ ἐκ τῶν παρατιθεμένων καὶ ὧν ἐστι σύμβολα τὰ γεγραμμένα. Γέγραπται τοίνυν μετὰ τὴν τοῦ ἀρχιερέως θυσίαν ἐν τῷ Λευιτικῷ· «Ἐὰν δὲ πᾶσα συναγωγὴ ἀγνοήσῃ καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἁπασῶν
q.7
τῶν ἐντολῶν Κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν περὶ τῆς ἁμαρτίας»· εἶτα μετ' ὀλίγα «Καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου»· καὶ πάλιν μετ' ὀλίγα 162 «Καὶ ποιήσει, φησί, τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τῆς ἁμαρ τίας· οὕτως ποιηθήσεται αὐτῷ καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεύς, καὶ ἀφε θήσεται αὐτοῖς». Οὐκοῦν αἵματι ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης τῆς συνα γωγῆς ἵνα| ἀφεθῇ αὐτοῖς*** ἐν αὐτῷ ἐστιν καὶ τὸ ἱλαστήριον καὶ ἀρχιερεὺς καὶ τὸ θυόμενον ὑπὲρ τοῦ λαοῦ*** ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ ἑαυτοῦ αἵματι, ἱλαστήριον δὲ διὰ τὴν πάρεσιν τῶν γεγο νότων ἁμαρτημάτων, ἵνα πάρεσις γένηται τῶν προγεγονότων ἁμαρτημάτων, τουτέστιν συγχώρησις| καὶ ἄφεσις, τοῖς πιστεύουσιν*** ἐκ γὰρ τῶν παρα κειμένων λέξεων τοῦ τε πλούτου τῆς χρηστότητος καὶ τῆς μακροθυ μίας καὶ ἡ μεταξὺ αὐτῶν ὀνομασθεῖσα ἀνοχὴ‖···· αινει παρὰ τὸ ἀνέχεσθαι πεποιημένη*** καὶ δικαιῶν τὸν ἐκ πίστεως, τουτέστιν τὸν πιστεύοντα εἰς Ἰησοῦν καὶ διὰ Ἰησοῦ τῷ Θεῷ, καὶ οὐκ ἄτοπ̣ όν γε προλαβόντας εἰς τὸ «δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ» εἰπεῖν [ὅτι] ὥσπερ Ἀβραὰμ ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαι| οσύνην, οὕτως τοῖς πιστεύσασιν εἰς τὸν Ἰησοῦν ἢ εἰς τὸν Θεὸν διὰ τοῦ Ἰησοῦ λογίζεται ὁ Θεὸς τὴν πίστιν εἰς δικαιοσύνην, καὶ οὕτω δικαιοῖ τὸν ἐκ πίστεως Ἰησοῦ*** εἰ μὴ ἄρα ἡ μὲν οὐσία αὐτοῦ ἱλαστήριον, ἡ δὲ ἐνέργεια ἱλασμός***| τούτων δὲ τὴν τάξιν οἶμαι αἰνίττεσθαι τὸ Λευιτικόν, πρῶτον μὲν νομοθετοῦν περὶ δώρων, δεύτερον δὲ περὶ θυσιῶν σωτηρίου καὶ τρίτον περὶ ψυχῆς ἁμαρτούσης ἀκουσίως*** [Rom. 3, 27– 28] πρώτους ἐκείνους πεπιστεῦσθαι τὰ λόγια τοῦ Θεοῦ καὶ ὅσον ἐπὶ τούτῳ τὸ κατὰ τῶν ἐθνῶν ἰουδαικὸν καύχημα 164 π̣ αραστήσας, νῦν αὐτὸ περιγράφει τῷ ἐπενηνοχέναι μετὰ τὸ περισσὸν τοῦ Ἰουδαίου καὶ τὴν ἀπὸ τῆς περιτομῆς ὠφέλειαν ὡς ἄρα ε̣ ἷς ὁ Θεὸς ἀλη θής ἐστιν,| πᾶς δὲ ἄνθρωπος ψεύστης*** διὸ πᾶν τὸ δοκοῦν τοῖς Ἰουδαίοις εἶναι καύχημα ἐκκλείεται καὶ ὡσπερεὶ κωλύεται, νόμου πίστεως δικαιοῦντος τὸν δικαιούμενον καὶ οὐ νόμου ἔργων· οὔτε γὰρ ἀμφότεροι οἱ νόμοι δικαιοῦσιν ἅμα, οὔτε ὁ τῶν ἔργων νόμος· ἀρκεῖ γὰρ εἰς δικαίωσιν ὁ τῆς πίστεως, ἐπεὶ ἔστιν ποτὲ ἤδη τυχεῖν τῆς δικαι| ώσεως πιστεύσαντα μόνον καὶ τὸ καθόλου μηδὲν ἐργασάμενον. Ἔχομεν γοῦν παραστῆσαι τὸν ἐκ μόνης πίστεως χωρὶς ἔργων δικαιούμενον, ὁποῖος ἦν ὁ τῷ Ἰησοῦ συσταυρωθεὶς λῃστής, καὶ τὴν ἐν τῷ κατὰ Λουκᾶν ἁμαρτωλὸν γυναῖκα τὴν κομίσασαν ἀλάβαστρον μύρου καὶ στᾶσαν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ διαπραξαμένην ἅπερ ἀναγέγραπται πεποιη κέναι*** καὶ ἐξ οὐδενός γε ἔργου νόμου ἀλλ' ἐκ τῆς πίστεως ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς ὅτε εἶπεν αὐτῇ· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι» καὶ «Ἡ πίστις| σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην». Καὶ πολλαχοῦ δὲ τοῦ εὐαγγελίου τὸ «Ἡ πίστις σου σέσωκέν σε» λέγεται, ἵνα μάθωμεν ὅτι καλῶς λογιζόμεθα δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου. Ἀλλ' εἰκός τινα τούτων ἀκούσαντα ἀμελήσειν τῆς κατὰ Θεὸν πολιτείας ὡς ἀρκούσης πίστεως εἰς δικαίωσιν. Φήσομεν δὲ πρὸς τοῦτο ὅτι μετὰ δι| καίωσιν ἀδικία γενομένη ἠθέτησεν τὴν χάριν τοῦ δικαιώσαντος*** 166 προλαμβάνει οὖν τὰ ἐσόμενα μετὰ τὴν ἐκ πίστεως δικαίωσιν ἔργα ἡ ἀρκου μένη μόνη τῇ πίστει ἀπὸ Θεοῦ δικαίωσις, ἵν' ὁ δικαιούμενος μὴ καυχήσεται ἐνώπιον τοῦ Θεοῦ ὡς μηδὲν ἀπὸ Θεοῦ δῶρον λαβών, ἀλλ' ἐξ ἔργων νόμου δικαιωθείς. Ἐγὼ δ' οἶ‖ μαι ὅτι καὶ τὰ πρὸ τῆς πίστεως ἔργα, κἂν δοκῇ εἶναι δεξιά, ὡς μὴ ἐποικοδομηθέντα καλῷ θεμελίῳ τῇ πίστει, οὐ δικαιοῖ τὸν ποιή σαντα αὐτά. Καὶ ἐπεὶ πᾶσα ἡ ἐξ ἔργων ἀπεκλείσθη πᾶσιν ἀνθρώποις καύ χησις, διὰ τοῦτο πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, κἂν ἀληθεύων λέγῃ· «Ὁ Θεός,| εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀν θρώπων ἅρπαγες, ἄδικοι, μοιχοί» καὶ τὰ ἑξῆς*** διὰ νόμου πίστεως ἐκκλείεται μὲν πᾶσα καύχησις ἣν καυχήσαιντο ἂν οἱ μὴ νοοῦντες τὴν ἐκ πίστεως δικαίωσιν, οὐκ ἐκκλείεται δὲ ἡ ἐξ αὐτῆς τῆς πίστεως
q.8
καύχησις, ὁποία ἦν ἡ Παύλου λέγοντος· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ| ἐν τῷ σταυρῷ τοῦ Κυρίου μου Ἰησοῦ δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ». Μονονουχὶ γάρ φησιν ὅτι μὴ γέ νοιτο καυχᾶσθαι ἐπὶ σωφροσύνῃ μηδὲ ἐπὶ δικαιοσύνῃ, μηδὲ ἐπὶ εὐσεβείᾳ ἢ ταῖς λοιπαῖς ἀρεταῖς, ἢ ἐν μόνῳ τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·· Τίς δὲ τὸ τῆς σωφροσύνης καθαρὸν κατανοήσας μὴ χρῃζούσης···· σθαι πρὸς τὰς ὀρέξεις καὶ τὰ πάθη ἀνατρέπειν τὸν λογισμ [ὸν κινδυ] νεύοντα καυχήσαιτο ἂν ὡς σώφρων| ἄνθρωπος σάρκα περικείμενος· ἀγαπητὸν γὰρ εἰ τὴν ἐγκρά τειάν τις ἀναλάβοι ἕξιν, ὥς φασίν τινες τῶν περὶ ταῦτα δεινῶν, ἐλάττονα 168 τῆς σωφροσύνης τυγχάνουσαν. Καὶ τίς ἀναγινώσκων τὸ «Ὃς ἂν ἐμβλέπῃ γυναικὶ πρ»*** Τίς δ' οὕτως δυνατὸς ὥστε μὴ ἄν ποτε τὸ μὴ σοφὸν σοφὸν νομίσαι μηδὲ τὸ σοφὸν οὐ σοφόν;| Τὸ δ' ἀνάλογον νοήσας περὶ τῶν λοιπῶν ἀρετῶν ὄψει πῶς πᾶσα καύχησις ἐξεκλείσθη ἀπὸ τοῦ γένους τῶν ἀνθρώπων καὶ ἀληθῶς πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι*** τὸ «Ποῦ οὖν ἡ καύχησις;» καὶ ἀποκεκρίσθαι πρὸς τὸ πύσμα αὐτὸν ἑαυτῷ λέγοντα· «Ἐξεκλείσθη»*** διὸ τάχα ἐπι| φέρεται· «ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ καὶ ἐθνῶν;» Ὁ γὰρ τοῦ Θεοῦ νόμος, ὁ τοῦ νόμου τοῦ γράμματος κυριώτερος, ὁ ἐγγραφεὶς ταῖς καρδίαις τῶν ἀνθρώπων ὑπὸ τοῦ Θεοῦ τῶν μὴ Ἰουδαίων μόνον ἀλλὰ καὶ ἐθνῶν. Ὁ δὲ μὴ εἰδὼς ὅτι ἡ καύχησις ἐξεκλείσθη διὰ τοῦ τῆς πίστεως νόμου, ἐκ τῆς ἀγνοίας καυχήσεται μηδὲ ὑπὸ| Σολομῶντος εἰρημένῳ ἐπιστήσας τοῦτον ἔχοντι τὸν τρόπον· «Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν ἢ τίς παρρησιάσεται λέγων καθαρ [ὸ] ς εἶναι ἀπὸ ἁμαρτιῶν;»***‖ [Rom. 3, 29– 30] Ποῖος δὲ Θεὸς τῶν ἐν κρυπτῷ Ἰουδαίων Θεός ἐστιν, ἵνα συμπεριφερομένως αὐτοῖς εἴπω, καὶ τῶν ἑτέρων παρὰ τούτους ἐθνῶν; 170 Εἰ μὲν γὰρ ὁ κατ' αὐτοὺς ἀγένητος, πῶς ἂν εἴη καὶ τῶν ψυχικῶν μὴ γινωσ κόντων αὐτὸν Θεός; Εἰ δὲ ὡς αὐτοὶ χωρίζουσιν ὁ δημιουργός, πῶς ἂν εἴη οὗ| τος τῶν πνευματικῶν Θεός; Πῶς δὲ κατ' αὐτοὺς εἴπερ Θεὸς οὐκ ἔστιν Θεὸς νεκρῶν ἀλλὰ ζώντων εἴη ἂν καὶ τῶν ἐθνῶν ἢ ὡς ἂν ἐκεῖνοι ὀνομά σαιεν τῶν ψυχικῶν Θεός, μὴ τυγχανόντων τῆς τῶν ζώντων προσηγορίας;*** Ἔοικεν δὲ καὶ διὰ τούτων παριστάνειν ὅτι πιστεύσαντες εἰς τὸν Ἰησοῦν εἴτε οἱ περιτεμνόμενοι εἴτε οἱ ἀκρόβυστοι σῴζονται [ὅ] τ̣ αν ἔτι οἱ μὲν| ἕτεροι τὰ τοῦ νόμου Μωσέως πράττωσιν κατὰ τὸ δυνατόν, οἱ δὲ λοιποὶ κατὰ τὴν Χριστοῦ ἐλευθερίαν πολιτεύωνται*** Μετὰ ταῦτα ἐπιστήσωμεν τίνι διαφέρει ἡ ἐκ πίστεως δικαιουμένη περι τομὴ τῆς οὐκ ἐκ πίστεως ἀλλὰ διὰ πίστεως δικαιουμένης ἀκροβυστίας. Οὐ γὰρ νομιστέον ὡς ἔτυχεν τὸν Παῦλον ἐπὶ μὲν τῆς περιτομῆς κε| χρῆσθαι τῇ «ἔκ» προθέσει, ἐπὶ δὲ τῆς ἀκροβυστίας τῇ «διά». Οὐδὲ γὰρ ἐν ἄλλοις φαίνεται τῇ διαφορᾷ τούτων ὡς ἔτυχεν χρησάμενος (οἷον ἐν τῇ πρὸς Κορινθίους «Ἡ γυνή, φησίν, ἐκ τοῦ ἀνδρός, ὁ δὲ ἀνὴρ διὰ τῆς γυναικός»), καὶ περὶ τοῦ Θεοῦ που διαλεγόμενος ὅτι «Δι' αὐτοῦ καὶ ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν 172 τὰ πάντα». Δοκεῖ δή μοι οἰκειότερον εἶναι| τὸ «ἔκ τινος» τῷ «ἐξ οὗ» ἤπερ τὸ «διά τινος» τῷ «δι' οὗ», καὶ προσεχέστερον τὸ «ἔκ τινος» τῷ «ἐξ οὗ» ἤπερ τὸ «διά τινος» τῷ «δι' οὗ». Ἡ μὲν γὰρ πρώτως ἐξ ἀνδρός ἐστιν, οὐδέ ποτε δι' ἀνδρός· οὐ γὰρ ἐξ ἄλλου ποτὲ γυνὴ ἵνα γένηται δι' ἀνδρός, καὶ μάλιστα ἐπὰν ἀκούῃς τούτων κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν διὰ τὸ «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς| σαρκός μου». Ὁ δὲ ἀνὴρ οὐδέποτε ἐκ τῆς γυναικός· ἀλλὰ καὶ αὐτὸς πρώτως ἐξ ἀνδρὸς ὢν μετὰ ταῦτα γίνεται διὰ γυναικός· ἀλλὰ τοῦτο οὐκέτι ἁρμόζει ἐπὶ τοῦ Ἀδὰμ ἀλλ' ἐπὶ παντὸς ἀνδρὸς μετ' ἐκεῖνον*** πάλιν τε αὖ οὐκ> εἶπεν ἡ γραφή· Πάντα διὰ τοῦ Θεοῦ ἐγένετο ἀλλὰ Πάντα διὰ τοῦ λόγου καὶ οὐχ ὑπὸ τοῦ λόγου οὐδ' ἐκ τοῦ λόγου*** Ἐπεὶ τοίνυν εὐγενέστερον περιτομὴ ἀκροβυστίας, δικαιοῦται περιτομὴ ὡσπερεὶ βέλτιον τῆς ἀκροβυστίας ὑπάρχον, τὸ δὲ ὑποδεέστερον ἡ ἀκροβυστία ὁδεύει διὰ τῆς πίστεως ἵνα δικαιωθῇ, οὐκ ἐλθοῦσα ἐκ πίστεως· πιστεύσας γάρ τις ἔρχεται εἰς τὴν περιτομήν, καὶ
q.9
μάλιστα ἥν φησιν ὁ ἀπόστολος τὴν ἐν κρυπτῷ· ὥστε βέλτιον ἐκ πίστεως δικαιωθῆναι ἢ διὰ πίστεως, ὡς βέλτιον νοεῖται τὸ «ἐξ ἀνδρὸς» καθὸ ἐξ ἀνδρός τὸ «διὰ γυναικός» καθὸ διὰ γυναικός. Περὶ δὲ τοῦ Σωτῆρος οὐκ εἴρηται «διὰ γυναικὸς» ἀλλ' «ἐκ γυναικός», ὅτι ἐπὶ παντὸς μὲν ἀνθρώπου χώραν ἔχει τοῦτο, ἐπεὶ πρὸ τοῦ διὰ γυναικὸς 174 γέγονεν ἐξ ἀνδρός, ἐπὶ δὲ τοῦ Σωτῆρος μὴ γενομένου ἐξ ἀνδρὸς οὐκ ἔχει τὸ γεγονέναι αὐτὸν διὰ γυναικός· διόπερ ἐκεῖ, ἐπεὶ τὸ γεγενημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, ἡ σὰρξ αὐτοῦ, μὴ γενομένη ἐξ ἀνδρός, γέγονεν ἐκ γυναικὸς καὶ οὐ διὰ γυναικός. [Rom. 3, 31] ζητοῦμεν διὰ τί μὴ εἶπεν «Ἐκ πίστεως» ἀλλὰ «Διὰ τῆς πίστεως». Τὸ ἐκ πίστεως δικαιούμενον ἡ περιτομή ἐστιν, καὶ οὐκ ἀμφιβάλλομεν εἰ μὴ καταργεῖται ἐκ πίστεως νόμος, δικαιουμένης ἐκ τῆς πίστεως τῆς περιτομῆς· τῆς δὲ ἀκρο βυστίας διὰ τῆς πίστεως δικαιουμένης, καταργεῖται ὁ νόμος; Ἀλλὰ νῦν νόμον ἐλάβομεν τὸν Μωσέως διὰ τῆς πίστεως οὐ καταργούμενον· ἡ γὰρ πίστις ἵστησι καὶ τὸν νόμον ὡς ἐκ Θεοῦ ὄντα· πρόδηλον δὲ ὡς περὶ τῆς ὀρθῆς πίστεως φαμέν*** Ἵστησιν οὖν πᾶς ὁ ἅγιος καὶ ὑγιῶς πιστεύων τὸν νόμον καὶ μάλιστα τὸν πνευματικὸν καὶ οὐδαμῶς αὐτὸν καταργεῖ*** Εἰ δέ τις ἀντιθήσει ἐκ τῆς δευτέρας πρὸς Κορινθίους ἐπιστολῆς τὸ «Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην», ἐροῦμεν ὅτι οὐ ταὐτόν ἐστι τὸ «Νόμος οὖν καταργεῖται;» τῷ «Νόμον οὖν καταργοῦμεν;» Οὐδὲ γὰρ αὐτὸς ἐνεργεῖ ὁ Παῦλος τὸ καταργεῖν τὸν νόμον· εἰ γὰρ 176 καὶ καταργεῖται ὁ νόμος, ὑπὸ τῆς ὑπερβαλλούσης δόξης καταρ| γεῖται καὶ ὡς ἂν εἴποιμι οὐχ ὑπὸ Παύλου οὐδ' ὑπὸ ἄλλου τινὸς τῶν ἁγίων ἀνδρῶν, ἀλλ' ὑπὸ τούτου ὅς φησιν κύριος εἶναι τοῦ σαββάτου. Καὶ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ὡς πρὸς σύγκρισιν τῆς ὑπερβαλλούσης δόξης. Μένον γοῦν ὠνόμασε τὸ Χριστοῦ· τὸ δὲ μὴ μένον καταργούμενον, ἐπεὶ ὁ νόμος παιδαγωγὸς ἕως ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου· καὶ ὥσπερ εἴποιμ' ἂν τὸ ἔργον τοῦ παιδαγωγοῦ ἀναγκαῖον εἶναι ἕως νηπιός ἐστιν ὁ παι‖ δαγω γούμενος, καταργεῖσθαι δὲ τὸ ἔργον τοῦ παιδαγωγοῦ ἀπὸ τῆς τελειότητος τοῦ παιδαγωγουμένου, οὕτως ἂν εἴποιμι καταργεῖσθαι τὸ ἔργον τοῦ νόμου ὅτε ἔρχεται τὸ πλήρωμα τοῦ χρόνου, ὅτε καὶ ὁ υἱὸς ὅ ποτε μὴ διαφέρων δούλου ἀπολαμβάνει τὴν πα| τρῴαν κληρονομίαν*** ὡς γὰρ καταργεῖται ἡ ἐν Παύλῳ καὶ ἐν Πέτρῳ γνῶσις οὐ λοιδορουμένη ἐν τῷ καταργεῖσθαι ἀλλ' ὅταν ἔλθῃ τὸ τέλειον, οὕτως Παῦλος μὲν οὐ καταργεῖ τὸν νόμον, ἀλλ' ἵσ τησιν· ἐὰν δὲ ἀποκαλυφθῇ ἡ ὑπερβάλλουσα δόξα τοῦ Χριστοῦ, τότε τὸ πρὸ αὐτῆς [··]· ι φαινόμενον καὶ λεγόμενον εἶναι δεδο| ξασμένον υ῾̣ [πὸ τῆς ὑπ] ερβαλλούσης δόξης*** τοιούτων τινῶν ἔχεται καὶ τ̣ [ὸ 178 «Ἐκεῖνον δ] ε̣ ι῀̣ α̣ υ᾿̣ ξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι», ὥστε τὰ τῆς νη̣ πιότητος καὶ ὁ παραλημφθεὶς δι' αὐτὴν παιδαγωγὸς ἀπὸ τ [ῆς τελειό] τητος καταρ γεῖται καὶ οὐκ ἀπ' αὐτοῦ τοῦ παιδαγω [γου] μένου. Φησὶν γάρ· «Νόμον οὖν καταργοῦμεν διὰ| τῆς πίστεως; Μὴ γένοιτο». Οὐκ εἶπεν· «Νόμος οὖν καταργεῖται;» ἀλλὰ «Νόμον οὖν καταργοῦμεν;» Ὅμοιον δὲ καὶ τὸ «Ἀλλὰ νόμον ἱστάνομεν». Tome VI [Rom. 4, 1– 8] «Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπά τορα ἡμῶν κατὰ σάρκα;» δύο προειπὼν εἶναι νόμους, ὧν τὸν μὲν ἕτερον νόμον ἔργων ὠνόμασεν, τὸν δὲ ἕτερον νόμον πίστεως, καὶ φήσας ἐκκεκλεῖσθαι τὴν καύχησιν οὐ διὰ τοῦ νόμου τῶν ἔργων ἀλλὰ διὰ τοῦ νό| μου τῆς πίστεως καὶ τούτοις ἐπαγαγὼν ὡς ἄρα δύνασθαι δὲ πίστει δικαιοῦσθαι τὸν ἄνθρωπον χωρὶς ἔργων νόμου*** δεύτερον δὲ περὶ τοῦ Ἀβραὰμ παριστὰς ὅτι ἐκ πίστεως μᾶλλον ἐδικαιώθη ἤπερ ἐξ ἔργων*** οὐδὲν ἧττόν φησιν αὐτὸν κατορθῶσαι τὰ ἔργα ὡς φιλοῦντα παρακολουθεῖν τῇ ἀξίᾳ δικαιώσεως πί [σ] τει*** καθ' ὅλον δὲ τοῦτον| τὸν τόπον δύο ἔοικεν ὑποβάλλειν δικαιώσεις τὴν μὲν ἑτέραν ἐξ ἔργων ὠνόμασεν, τὴν δὲ λοιπὴν ἐκ πίστεως········ θαι ἀπὸ νόμου
q.10
Θεοῦ*** ἡμεῖς δέ φαμεν ὅτι· η·· [············]· ς ἀνθρώπους ἔχει καύ χημα ὁ ἐξ ἔργων δικαιούμενος [··········] πᾶσαν λογικὴν φύσιν τὴν ἔξω 180 τοιούτων σωμάτων [··········] αν εἴη ὁ τελεί| ως προνοῶν καλὰ τοῦ Θεοῦ μὲν ἐνώπιον ἐν πίστ [ει ἣν λο] γίζεται ὁ Θεὸς εἰς δικαιοσύνην, ἀνθρώπων δὲ ἐνώπιον καὶ τῶν λοιπῶν λ [ο] γικῶν φύσεων ἐξ ἔργων ἀφ' ὧν δίκαιον ἀποφαίνουσιν τὸν ποιητὴν καὶ μόνοι ἄλλοθεν μὴ δυνάμενοι δικαιοῦν τινα*** δικαιοσύνην οὖν ἀσκητέον συνέντας ὅτι ἡ ζωὴ δικαίῳ καὶ οὐκ ἄλλῳ τινὶ γίνεται προσπα| ραλαμβάνοντι τῇ δικαιοσύνῃ τὴν εἰς Θεὸν πίστιν τὴν ε···· ραφην τῆς ζωῆς ἐν αὐτῇ† μελλον ἔχουσαν† η τῇ δικαιοσύνῃ*** Ἐπεὶ τοίνυν δύο εἰσὶν δικαιώσεις, ἡ μὲν παρὰ Θεῷ δικαιοῦσα, ἡ ἐκ πίσ τεώς ἐστιν, ἡ δὲ παρὰ τοῖς λοιποῖς λογικοῖς, ἡ ἐξ ἔργων, οὕτω πληρουμένου τοῦ «Ἐκ πίστεώς μου ὁ δίκαιός μου ζήσεται», ἐφαρ| μόσεις ταῖς δύο δικαιώσεσιν καὶ τὸ «Τὰ κρυπτὰ Κυριῷ τῷ Θεῷ σου, τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν», λέξεις δὲ τὰ μὲν Κυρίῳ τῷ Θεῷ βλεπόμενα κρυπτὰ κατὰ τὴν παρὰ Θεῷ δικαιοῦσαν πίστν, τὰ δὲ τοῖς ἀνθρώποις φανερὰ καὶ τοῖς λοιποῖς λογικοῖς κατὰ τὴν ἐξ ἔργων δικαίωσιν. Καὶ μὴ νομί σῃς δύνασθαι μὲν πίστιν εἶναι| ἔν τινι ἣν λογίζεται ὁ Θεὸς εἰς δικαιοσύνην, συνυπάρχειν δὲ ταύτῃ οἷόν τε εἶναι τῇ τοιαύτῃ πίστει ἀδικίαν, ἤ τινα κακίαν. Εἰ γὰρ ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν ἐκ τοῦ Θεοῦ γεγέννηται, ὁ δὲ ἐκ τοῦ Θεοῦ γεγεννημένος οὐχ ἁμαρτάνει, δηλονότι ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν οὐχ ἁμαρτάνει, ὁ δὲ ἁμαρτάνων οὐ πιστεύει***| Πατέρα δὲ ἑαυτοῦ καὶ τῶν ἐκ περιτομῆς λέγων εἶναι τὸν Ἀβραὰμ ὁ Παῦ‖ λος προστίθεται ὡς ἄρα πατὴρ ἦν κατὰ σάρκα, ὅπερ οὐχ ἡγοῦμαί τινα τῶν ἀπὸ τῶν ἐθνῶν ὑγιῶς ἂν λέξειν, ἐὰν ἄρα τις ἐκ σπέρματος τυγχάνῃ 182 Ἰσμαὴλ ἢ ἀπό τινος τῶν ἐξ Ἠσαῦ γενομένων ἢ καὶ ἀπὸ τῶν Χεττούρας υἱῶν· οὐδεὶς γὰρ τῶν ἔξω τοῦ ἀπὸ τούτων γένους| καὶ τοῦ ἀπὸ Ἰακὼβ ὑγιῶς ἂν λέγοι κατὰ σάρκα ἑαυτοῦ πατέρα εἶναι τὸν Ἀβραάμ, εἰ καὶ πατέρα πολλῶν ἐθνῶν ἔθηκεν αὐτὸν ὁ Θεὸς καὶ εὐλογοῦνται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς*** Μόνος γὰρ [·] ν ἐκεῖνος υἱὸς ἂν εἴη τινὸς κατὰ σάρκα ὃς γεγέννηται ἐκ σπέρματός τινος κατὰ σάρκα, ὥσπερ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν εἴρηται κατὰ| τὴν ἀρχὴν τῆς ἐξεταζομένης ἐπιστολῆς τὸ «Τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα»*** ὅτε καὶ ἀποσκηνώσας Ἀβραὰμ ἐλθὼν κατῴ [κησε παρὰ τὴ] ν δρῦν τὴν ἐν Μαμβρῇ, ἣ ἦν ἐν Χεβρών, καὶ ᾠκ [οδόμησεν ἐκ] εῖ θυσιαστήριον Κυρίῳ*** Ὑπερβολικῶς μὲν οὖν [········· κ] ἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθις| τάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι, καὶ ὥσπερ ὑποθέσεως ἕνεκεν τοῦτο παρείλημπται. Οὐ γὰρ δυνατὸν ἔχειν τὴν τηλικαύτην πίστιν, λέγω δὲ τὴν πᾶσαν ὥστε ὄρη μεθιστάναι, καὶ μὴ ἔχειν ἀγάπην*** Χρὴ δὲ ἀκριβῶς εἰδέναι ὅτι τὸ ἔχειν πᾶσαν τὴν πίστιν ἀπὸ ἀγάπης ἔρχεται, περὶ ἧς γέγραπται· «Ἡ ἀγάπη πάντα| πιστεύει»*** Ἐπὶ τίνι ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ οὐ πάνυ σαφῶς διηγήσατο ἡ γραφή· ἔοικεν δὲ ὁ ἀπόστολος καθόλου αὐτὸν ἐκλαμβάνειν πεπιστευκέναι. Καὶ γὰρ ἀληθῶς, εἰ μὲν τὸ καθόλου, πάντως καὶ τὸ κατὰ μέρος· εἰ δ' ἐπὶ τοῖς εἰρημένοις ἐπίστευσεν τῷ Θεῷ, οὐκ ἀκολουθεῖ ὅτι καθόλου ἐπίστευσεν*** ἔστιν διάφορα μέτρα τοῦ πιστεύειν Θεῷ· διὸ Ἀβραὰμ μὲν ἐπίστευσεν καὶ ἐλογίσθη αὐτῷ εἰς 184 δικαιοσύνην, οὐδὲν δὲ τοιοῦτον γέγραπται, ἡνίκα ἐπεῖδεν Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησεν Κύριος τοῖς Αἰγυπτίοις καὶ ἐφο βήθη ὁ λαὸς τὸν Κύριον καὶ ἐπίστευσαν τῷ Κυρίῳ καὶ Μωσεῖ τῷ θεράποντι αὐτοῦ, οὐ| πρόσκειται δὲ ὡς ἐπὶ τοῦ Ἀβραὰμ τὸ «Ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». Οὐ παντὶ οὖν τῷ πιστεύοντι Θεῷ λογίζεται ἡ πίστις εἰς δικαιοσύνην ἀλλὰ τῷ πᾶσαν τὴν πίστιν ἔχοντι, ἥντινα πίστιν οὖσαν δικαιοσύνην λογίζεται εἰς δικαιοσύνην ὁ Θεός*** οὐχ ὡς χάρις ἀλλ' ὡς ὀφείλημα· οὐδὲν δὲ κατορθοῦσθαι δύ| ναται τηλι κοῦτον τῇ τῶν ἀνθρώπων ἤ τινος τῶν γενητῶν φύσει, ὥστε ἐπὶ τοῖς κατορ θώμασιν τὸ διδόμενον ὑπὸ τοῦ Θεοῦ ἆθλον μὴ χάριν εἶναι ἀλλ' ὀφείλημα· καὶ εἴποιμι γὰρ οὐδὲν ὧν δίδωσιν ὁ Θεὸς τῇ γενητῇ φύσει ὡς ὀφείλων δίδωσιν ἀλλὰ πάντα ὡς χάριν δωρεῖται·
q.11
καὶ πάντα τὰ εὐεργετούμενα οὐκ ὀφειλο μένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τῷ βούλεσθαι τὸν Θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν οὓς ἂν εὐεργετῇ*** Πᾶς μὲν‖······· ν ὁμολογήσαι ἂν φέρ' εἰπεῖν ἐπὶ τῆς··· α τὸ δηνάριον παραβολῆς ὅτι χάριτι, οὐκ ὀφειλήσει, τῇ ἕκτ [ῃ καὶ] ἐνάτῃ καὶ ἑνδεκάτῃ ἐληλυθότες ἐπὶ τὸ ἔργον γενομένης ἑσπέρας λαμβάνουσι τὸ ἀνὰ δηνάριον· ἡμεῖς δὲ εἴποιμεν ἂν ὅτι καὶ οἱ πρωῒ μισθω| θέντες καὶ νομί σαντες πλεῖον λήμψεσθαι τὸ ἀνὰ δηνάριον εἰληφότες καὶ αὐτοὶ χάριν εἰλήφασιν*** Νῦν οὖν νομιστέον αὐτὸ ἁπλούστερον καὶ καθόλου εἰρῆσθαι καὶ ἄλλως κοινότερον νοού μενον ἐπὶ τῶν οἱστισινοῦν ἐργαζομένων καὶ τὸν μισθὸν ἀπ' ἐκείνων λαμβανόντων, οὐ κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα. Ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάϊν ἐργαζομένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά· τούτοις γὰρ ὡς ὀφειλόμενα νομίζω καὶ ὡς μισθὸν τῶν ἡμαρτημένων ἀποδίδοσθαι τὰς κολάσεις. Διὸ καὶ 186 ὁ ἀπόστολος ὀψώνια μὲν τῆς ἁμαρτίας ἔφησεν εἶναι τὸν θάνατον, οὐκέτι δὲ ὀψώνια καὶ ὡσπερεὶ ὀφειλόμενα ἀπὸ Θεοῦ τὴν αἰώνιον ζωήν, ἀλλὰ χάρισμα αὐτοῦ· φησὶ γὰρ τὸ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν*** οὐ νομιστέον ἐπὶ τῶν κρειττόνων ἔρ| γων λέγεσθαι ἐν τῷ εὐαγγελίῳ τὸ «Ὧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν»· εἰ γὰρ ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρηθήσεται ἡμῖν, οὐ χάριτι Θεοῦ ἔσται ἡμῖν ἡ σω̣ τηρία οὐδ' ἡ αἰώνιος ζωὴ ἔσται χάρισμα Θεοῦ*** χάριτι γάρ ἐσμεν σεσωσμένοι· καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυ χήσηται. Πρὸς δὲ μέτρον τῶν ἡμαρτημένων ἡμῖν δίδοσθαι τὰς κολάσεις ὑποληπτέον*** Δικαιοῖ οὖν τὸν ἀσεβῆ διὰ τῆς πίστεως μεταθέμενον ἀπὸ τῆς ἀσεβείας ὥστε λογίζεσθαι τὴν| μεταθεῖσαν αὐτὸν ἀπὸ τῆς ἀσεβείας πίστιν εἰς δικαιοσύνην*** Καὶ ἐνόμισέν γε ἀκολουθεῖν τῷ ἄφεσιν ἀνομιῶν εἰληφότι καὶ παντὶ οὗ ἐπεκαλύφθησαν αἱ ἀνομίαι καὶ τῷ ἀνδρὶ οὗ οὐ λογίζεται Κύριος ἁμαρτίαν τὸ δικαιοσύνην αὐτῷ λογίζεσθαι χωρὶς ἔργων. Οὐ γὰρ ἐξ ἔργων ῥιζοῦται ἡ δικαιοσύνη ἀλλ' ἐκ τοῦ ἐρριζῶσθαι αὐτὴν| λογισαμένου τοῦ Θεοῦ τὴν πίστιν εἰς δικαιοσύνην*** μακάριοι ὧν ἀφέθησαν αἱ ἀνο μίαι οὐχὶ μηδαμοῦ μηδαμῶς μηδὲν ποιησάντων ἄξιον ἀφέσεως ἀνομιῶν καὶ τῆς ἐπ' αὐτῇ μακαριότητος ἀλλ' ἔτυχον ταύτης τῆς ἀφέσεως καὶ τοῦ μακα ρισμοῦ, πιστεύσαντες ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ*** ἐπιστῆσαι δὲ| εἰ ἔχει τινὰ τάξιν πρῶτον μὲν λεγόμενον τὸ «Ὧν ἀφέθησαναἱ ἀνομίαι», 188 δεύτερον δὲ τὸ «Ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·» μηκέτι μὲν γὰρ πραττομένου τοῦ χείρονος, ἄφεσις δύναται γενέσθαι ἀνομιῶν, ἀγαθοῦ δὲ ἐπιτελουμένου ἐπ̣ ι`̣ τ̣ ο̣ σ̣ ο̣ υ῀̣ τ̣ ο̣ ν̣ ὡς τὰ γινόμενα καλύμματα γενέσθαι τῶν προημαρτημέ| νων ἐξαφανίζοντα αὐτῶν τὴν φύσιν, ἐπικαλύπτονται αἱ ἁμαρτίαι· ὧν προαγόντων οὐδὲ λογίζεται ἔτι Κύριός τινι τὸ ἡμαρτηκέναι*** [Rom. 4, 9– 12] «Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν;»*** ὁ ἐπ̣ ι`̣ τῷ Δαυὶδ μακαρισμὸς οὐκ ἐπὶ τὴν περιτομὴν ἀλλ' ἐπὶ τὴν ἀκροβυσ τίαν*** ἀλλὰ καὶ εἴπερ λογίζεται ἡ| πίστις εἰς δικαιοσύνην, ἆρα δικαίῳ λογίζεται ἢ οὐ δικαίῳ; Φανερὸν δὴ ὅτι οὐ δικαίῳ. Πο̣ ία̣ γὰρ χάρις δικαίῳ λογισθῆναι εἰς δι‖ καιοσύνην; Εἰ δὲ μὴ δικαίῳ, δηλονότι γενομένῳ πρὸ τῆς πίστεως ἀδίκῳ. Εἰ δὲ λογίζεται τῷ τοιούτῳ ἡ πίστις εἰς δικαιοσύνην, μακά ριος ἀνὴρ γίνεται, οὐ λογιζομένου οὕτω τοῦ Κυρίου τὴν ἁμαρτίαν ἀλλὰ καὶ ἀφιέντος τὰς πρὸ τῆς πίστεως ἀνομίας*** πότερόν ποτε ἔτι ἀκρόβυστος ἦν ὁ Ἀβραὰμ ἡνί| κα ἐλογίσθη αὐτῷ ἡ πίστις εἰς δικαιοσύνην ἢ ἤδη γεγένητο ἐν περιτομῇ. Λέγει γοῦν· «Πῶς οὖν ἐλογίσθη;»*** ἀποφαίνεται ὅτι μετὰ τὴν ἐκ πίστεως δικαίωσιν λαβὼν τὴν περιτομὴν σημεῖον καὶ σφραγῖδα εἴληφεν τῆς ἐν ἀκρ] οβυστίᾳ πίστεως, ἵνα εἰ καὶ ἀμφοτέρων (λέγω δὲ τῶν ἐκ περιτομῆς καὶ τῶν ἐν ἀκροβυστίᾳ) πατὴρ χρηματίζειν ἔμελλεν καθὸ μὲν| ἐλογίσθη ἡ πίστ̣ ι̣ ς̣ α̣ υ᾿̣ τω῀̣ ει᾿̣ ς̣ δ̣ ι̣ κα̣ ι̣ ο̣ σ̣ υ´̣ ν̣ ην ἔτι̣ ὄντι ἐν ἀκροβυστίᾳ [········ πατὴρ τῶν πιστευόντων ἐν ἀκροβυστίᾳ, καθὸ δὲ περιτετμημ̣ [ένος 190 ἐγέννησε τὸν Ἰσαὰκ ἵνα γένηται πατὴρ τῶν ἐκ περιτομῆς κα̣ τ̣ α`̣ σάρκα··
q.12
ὀκταη̣ μέρου ἀρξαμένης ἀπὸ τοῦ Ἰσαάκ*** Λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλείουσαν, δίκην τῶν ἐσφραγισμένων, τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων, ἵν' οἱ μετὰ τὴν πίσ τιν ἐκεῖνοι γενόμενοι ἐκ περιτομῆς τοῦ Ἀβραάμ, ἕτεροι ὄντες τῶν| ἐκ πίστεως δικαιωθησομένων τέκνων αὐτοῦ, ἢ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτερος ὦσι λαὸς παρὰ τὸν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησόμενον*** καὶ κατὰ τὸν Παῦλον δὲ ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται*** Ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ πίστεως καὶ ἐν ἀκροβυστίᾳ· ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ| ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφ [ρ] αγὶς καὶ τὸ σημεῖον ἐκεῖνο λυθήσεται, ἐνστάντος τοῦ πληρώματος τοῦ χρόνου μέχρις ὅτου τὴν σφραγῖδα τηρεῖσθαι ἐχρῆν, ὥστ' ἂν λεχθῆναι τῷ νῦν βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν ὅτι «Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει». Οἶμαι δὲ ὅτι ὥσπερ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς| 192 κατάρας γενόμενος ὑπὲρ ἡμῶν κατάρα, οὕτως ἠλευθέρωσεν ἡμᾶς πρὸς τὸ μὴ περιτέμνεσθαι ἀναλαβὼν εἰς ἑαυτὸν τὴν περιτομήν, καὶ ὁ νόμος μὲν καὶ οἱ προφῆται ἕως Ἰωάννου*** Καὶ ἡμεῖς δ' ἂν πυθοίμεθα πῶς λογίσθη καὶ πότε, ἤδη πατρὶ γενομένῳ ἢ ἔτι ἀτέκνῳ τυγχάνοντι. Φανερὸν δὴ ὅτι ἔτι ἀτέκνῳ ὄντι· οὐ| δὲ γὰρ ὁ Ἰσμαὴλ ἤδη πω γεγέννητο, καὶ ὥσπερ ἐπεὶ οὐκ ἐν περιτομῇ ἦν ἀλλ' ἐν ἀκροβυστίᾳ διὰ τοῦτο ἔμελλεν εἶναι πατὴρ τῶν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιουμένων, οὕτως [καὶ] ἐπεὶ μ··········· ἔμελ̣‖ λεν ἔσεσ θαι πατὴρ τῶν δικαιουμένων ἐκ πίστεως, οὐκ ἐκ σπέρματος αὐτ̣ οῦ τυγχανόντων· οὐ γὰρ ἐκ σπέρματος Ἀβραὰμ οἱ ἐν ἀκροβυστίᾳ καὶ ἐκ πίστεως δικαιούμενοι*** Ὅτε οὖν ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, οὐδέπω ἦν Ἀβραὰμ ἀλλ' ἔτι ἦν Ἀβρὰμ καὶ Ἀβρὰμ ἔτι| ἀτέκνῳ τυγχάνοντι ἔτεκενἡ Ἀγὰρ υἱὸν οὗ ἐκάλεσεν τὸ ὄνομα ὁ πατὴρ Ἰσμαήλ, Ἀβραὰμ δὲ γενομένῳἔτεκεν ἡ Σάρρα υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρὸν καθὰ ἐλάλησεν αὐτῷ ὁ Κύριος· καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομέν [ου] αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάρρα υἱόν, Ἰσαάκ*** Σα̣ φῶς δὲ ἡ γραφὴ λέγει· «Ἐπ [ίστευσ] εν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ| εἰς δικαιοσύνην» και· [·····] τῶν ἄλλων ἐκδόσεων [·········] τα ἐν τῇ Γενέσει τὸ Ἀβ [····] α̣ ὠβελίσαμεν ἐπείπερ π [········]······ καὶ ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ [εἰς δικαιο σύνην]*** Νομίζω δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν μὴ ἐπιστήσαντας τῇ ἀκριβείᾳ τῆς γραφῆς ἐκθέσθαι τὸ ἀπὸ τῆς Γενέσεως ῥητὸν οὐχ ὡς Παῦλος αὐτὸ ἔθηκεν ἐν τῇ ἀρχῇ· οὐκ ἂν γὰρ 194 ὁ οὕτως ἀκριβὴς ἐξέθετο τὸ «Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην», ἀλλὰ «Ἐπίστευσεν δὲ Ἀβρὰμ τῷ Θεῷ». Οὕτω δὲ εἰκὸς καὶ ἐν τοῖς ἑξῆς γεγράφθαι ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὅτι «Ἐλογίσθη ἡ πίστις τῷ Ἀβρὰμ εἰς δικαιοσύνην». Νυνὶ δὲ ἔχομεν ἡμεῖς Ἀβραάμ*** [τὸ] «ἘπίστευσενἈβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰ [ς δικαιοσύνην» γ] εγραμμένον ἐπὶ τῇ τοῦ ἐκ σπέρματος ἐπαγγελίᾳ εὐλόγως ἐπιφε´̣| ρο̣ ις ἂν ἐπὶ τοὺς ἐν ἀκροβυστίᾳ πιστεύοντας ὡς γεγραμμένου τοῦ προειρημένου διὰ τὸ εἶναι τὸν Ἀβραὰμ πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην*** τὰ δὲ φαῦλα καὶ τὸν αὐχοῦντα εἶναι ἀπὸ τοῦ Ἀβραὰμ ἐκείνου μὲν ἀποκηρύττει, ποιεῖ δὲ χρηματίζειν φαύλου τινὸς καὶ χείρονος· διὸ καὶ ὁ Δανιήλ φη| σιν πρὸς τὸν ἕτερον τῶν ἀκολάσ των πρεσβυτέρων· «Σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξη πάτησέν σε καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου». Εἴπερ οὖν ὁ μὴ γεννώμενος σωματικῶς ἀπὸ τοῦ Χαναὰν σπέρμα Χαναάν ἐστιν διὰ τὴν ἀκολασίαν, κἂν δόξῃ ἐξ Ἰούδα χρηματίζειν, πῶς οὐκ ἂν εὐλογώτερον σπέρμα τοῦ Ἀβραὰμ ὁ μὴ δοκῶν ἐξ ἐ| κείνου γεγενῆσθαι λέγοιτο, μιμησάμενος δὲ τὴν λογισθεῖσαν τῷ Ἀβραὰμ πίστιν εἰς δικαιοσύνην;*** πατὴρ οὖν ὁ Ἀβραὰμ καὶ τῶν ἐν ἀκροβυστίᾳ πιστευόντων εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην καὶ τῶν ἐκ περιτομῆς εἰς τὸ καὶ αὐτοῖς διὰ τὴν εἰς
q.13
Χριστὸν πίστιν λογισθῆναι τὴν δικαιοσύνην*** [Rom. 4, 13] Εἰ μὲν γὰρ μηδεμία ἐπαγγελία πρὸς αὐτὸν ἢ τὸ σπέρμα| αὐτοῦ εἴρητο πρὸ τοῦ «Ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς 196 δικαιοσύνην» οὐκ ἂν ἐπηπορήσαμεν πῶς τὸ ἀποστολικὸν εἴρηται ὅτι «οὐ διὰ νόμου ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κλη ρονόμον αὐτ̣ ὸν εἶναι κόσμ] ου ἀλλὰ διὰ δικαιοσύνης πίστεως». Νυνὶ δὲ εὑρίσκομεν··········· ως μαρτυρια̣ ἐπαγγελίαν αὐτῷ εἰρημένην ἣν νο‖ μίζω λελέχθαι περὶ τοῦ κληρονόμον αὐτὸν εἶναι κόσμου*** οὐ διὰ νόμου δὲ ἡ Μελχισέδεκ ἐπαγγελία δέδοται αὐτῷ ὅτε ηὐλόγησεν αὐτὸν καὶ εἶπεν· «Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκεν τοὺς ἐχθρούς| σου ὑποχειρίους σοι»*** τάχα τὰ μὲν πρὸ τοῦ «Ἐπίσ τευσεν Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην» δύνα ται ἐφαρμόζειν τῷ «Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου», τὰ δὲ μετὰ τὸ «Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην» τῷ «Ἀλλὰ διὰ δικαιοσύνης πίστεως», ὁ| ποῖόν ἐστιν···· ε̣ ος ἐπιφερόμενον τῷ «Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην»*** [Rom. 4, 14– 15] τὸ εὔλογον τῆς ἐκ πίστεως μᾶλλον ἢ ἐκ ν̣ όμου δικαιοσύνης καὶ παρίστησιν φάσκων· Εἰ οἱ κληρονόμοι κληρονόμοι γίγνον ται οὐκ ἐκ πίστεως ἀλλ' ἐκ νόμου, δηλονότι κενὴ ἔσται ἡ πίστις, μηδενὸς δι' αὐτῆς πληρουμένου τῷ πεπιστευκότι, καὶ ἡ| διὰ πίστεως ἐπαγγελία γενο μένη ἔσται καταργουμένη τῷ τὴν κληρονομίαν μὴ ἀκολούθως τῇ ἐκ πίστεως ἐπαγγελίᾳ δίδοσθαι τῷ πεπιστευκότι ἀλλὰ τῷ τὸν νόμον πεπληρωκότι*** ὥσπερ δὲ ὁ πιστεύων εἰς Ἰησοῦν Χριστὸν πιστεύει εἰς τὸν πέμψαντα αὐτὸν 198 Θεόν, οὕτως ὁ πιστεύων Μωσεῖ πιστεύει εἰς τὸν Χριστόν, ὡς δῆλον ἐκ τοῦ «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐ| πιστεύετε ἂν ἐμοί»· εἰ δὲ ὁ πιστεύων Χριστῷ πιστεύει τῷ Πατρί, δηλονότι καὶ ὁ πιστεύων Μωσεῖ πιστεύει τῷ Θεῷ*** Οἱ γοῦν πρὸ τοῦ Μωσέως νόμου δικαιωθέντες, ὥσπερ Ἑνὼχ ὁ εὐαρεστήσας τῷ Θεῷ καὶ Νῶε ὁ μαρτυρηθεὶς εἶναι δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ καὶ οἱ καταξιωθέντες τῆς τοῦ Θεοῦ ἐπικλήσεως Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ οὐτῷ Μωσέως ἐντυχόν| τες νόμῳ τοιοῦτοι παρὰ Θεῷ ἐχρηματίσαν, ὁποίους αὐτοὺς ὁ τὸν νόμον γραψὰς Μωσῆς εἶναι ἐμαρτύρησεν· καὶ γὰρ ἀληθῶς δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρ τωλοῖς*** ἢ λεγέτωσαν ἡμῖν οἱ μηδαμόθεν δικαιοῦσθαι θέλοντες τὸν ἄνθρωπον ἢ ἐκ τοῦ Μωσέως κατὰ τὸ γράμμα τοῦ νό| μου, πότερόν ποτε οὐδεὶς πρὸ Μωσέως ἐδικαιώθη, ἢ ἐδικαιώθη μὲν καὶ χωρὶς τοῦ Μωσέως νόμου, ὡσπερεὶ δὲ μετενόησεν ὁ Θεὸς ἀπὸ τοῦ τρόπου τῆς δικαιώσεως τούτου ὡς χείρονος καὶ δέδωκε διὰ Μωσέως βελτίονα τρόπον δικαιώσεως***‖ Ὥρα οὖν πρὸς ταῦτα λέγειν ὅτι δεδέηνται οἱ μὴ τηλικοῦτοι ὥστε δικαιωθῆναι ὁμοίως τοῖς πατράσιν χωρὶς τῆς διὰ γραμμάτων νομοθεσίας τοῦ διὰ Μωσέως νόμου ὑπὲρ τοῦ τὴν χύσιν τῆς κακίας αὐτῶν παύσασθαι καὶ ὑπὲρ τοῦ περισπω μένους αὐτοὺς περὶ τύπους καὶ σύμβολα καὶ εἰκόνας| πραγμάτων θειοτέρων μὴ καταπέσειν εἰς τὴν εἰδωλολατρίαν· καὶ ἡ θεῖά γε καὶ σοφωτάτη πρόνοια 200 διὰ τῶν κατὰ νόμον θυσιῶν καὶ πάσης τῆς λατρείας πολλοὺς μὲν ἀσθενεσ τέρους ἀπέστησεν εἰδωλολατρίας*** οἱονεί τινι ὁμοιώματι περισπάσαι αὐτοὺς δυνάμενα ἀπὸ τῶν ἐθνικῶν*** ἐπεὶ μηδὲ παράβασις ᾗ ὁ νόμος προσφέρων τὴν| κόλασιν σύστασιν ἔχει, ἔνθα μὴ ἔστιν οὗτος ὁ νόμος***· [·] ι π··· τούτων λέγων καταλείπων τὸν Ἀδὰμ καὶ τὴν Εὔαν····· οὗ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις, οὐκ ἦν δὲ νόμος ἐπὶ Ἀδὰμ καὶ Εὔας ὁ Μωσέως, οὐδὲ παράβασις ἦν ἐπ' Ἀδὰμ καὶ Εὔας [·····]· τολμῶν κατὰ τοῦ ἀποστόλου προσθείη ἂν ὅτι οὐδὲ αὐτὸς ὁ ὄφις| παραβατικόν τι πεποίηκεν· εἰ γὰρ οὗ οὐκ ἔστιν νόμος οὐδὲ παρά βασις, οὐδὲ ἐν τούτῳ τῷ πρὸ νόμου αὐτὸν ἠπατηκέναι τὴν γυναῖκα παρά βασις ἦν*** ἀσυκοφαντήτως ἀκούειν χρὴ τοῦ ἀποστόλου ἐν τούτοις καὶ συνιέναι τοῦ βουλήματος αὐτοῦ. Φασὶ γάρ τινες· εἰ ἔνθα οὐκ ἔστι νόμος οὐδὲ παράβασις, δηλονότι
q.14
οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μωσέως· εἰ δὲ μὴ γέγονέ τις, οὐδὲ ψεκτός· οὔτε οὖν Κάϊν οὔτε πάντες οἱ διὰ τὰς ἑαυτῶν ἁμαρτίας τὸν κατακλυσμὸν παθόντες ἢ οἱ ἐν Σοδόμοις ἐν 220 παραβάσει γεγόνασιν· καὶ πρό γε τούτων Ἀδὰμ καὶ ἡ Εὔα. Λεκτέον οὖν πρὸς τούτους ὅτι ὁ Μωσέως νόμος οὐ τὴν ἐν τῇ κρίσει ὀργὴν κατεργάζεται ἀλλὰ τὴν κατ' αὐτόν, τοὺς μὲν λιθολεύστους ποιῶν, ἑτέρους δὲ ἐπὶ πυρὸς κατακαίων, ἢ ἑτέρᾳ ὑποβάλλων τιμωρίᾳ· ἀλλὰ καὶ εἴπερ οὗ οὐκ ἔστι νόμος οὐδὲ παράβασις, ὅτε ὅσα ὁ νόμος λαλεῖ τοῖς ἐν τῷ νόμῳ λαλεῖ,† ὅρα δὲ αὐτοὺς καὶ τὸν παρ' αὐτῷ Παύλῳ νόμον πίστεως ὀνομαζόμενον Θεοῦ ὀργὴν κατεργάζεσθαι καὶ παράβασιν εἶναι ἔνθα ἔστιν ὁ τῆς πίστεως νόμος καὶ ὁ τοῦ Θεοῦ. Σαφῶς δὲ αὐτὸς ἕτερον μὲν εἶναι νόμον τὸν τοῦ Θεοῦ, ᾧ μόνῳ καὶ αὐτὸς συνήδεται κατὰ τὸν ἔσω ἄνθρωπον, ἕτερον δὲ νόμον παρὰ τοῦτόν φησιν εἶναι ἐν τοῖς μέλεσιν ἑαυτοῦ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου· καὶ ὅρα μήποτε οὗτος ἀληθῶς ἐστιν ὀργὴν κατεργα| ζόμενος καὶ οὗ οὐκ ἔστιν οὗτος ὁ νόμος, ἐκεῖ οὐδὲ παράβασις ἔστιν· καὶ οἱ ἐκ τούτου τοῦ νόμου οὐδαμῶς εἰσιν κληρονόμοι δι' ὃν λέγεται· «Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις»*** τοῖς ἐκ περιτομῆς ἐπαιρομένοις κατὰ τῶν πισ τευόντων ἐν ἀκροβυστίᾳ μεγάλα περὶ αὑτῶν φρονοῦσιν ταῦτα γράφει ὁ Παῦλος,| ἀπατηθεῖσιν διά τινων προφητικῶν ῥητῶν ἃ μὴ νενοήκασιν, ὁποῖόν ἐστιν καὶ τὸ ἐν τῷ Ἰερεμίᾳ οὕτως ἔχον· «Ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον καὶ ἡ γῆ ταπεινωθῇ κάτω, κἀγὼ οὐκ ἀποδοκιμάσω τὸ γένος Ἰσραὴλ περὶ πάντων ὧν ἐποίησαν»*** ἀλλὰ τοῦτο μᾶλλον τὸ 204 μὴ ὑφεστηκέναι τὴν παράβασιν ἔνθα| οὐκ ἔστιν νόμος*** οὕτως οὐδὲ κατη γορητέον τοῦ νόμου ὀργὴν κατεργαζομένου τοῖς παρανόμοις, οὐδὲ αἰτιατέον αὐτὸν εἰ συνυπέστη αὐτῷ ἡ τῆς παραβάσεως ἔννοια φθάνουσα ἐπὶ τοὺς μὴ τηρήσαντας αὐτόν*** Φήσει γὰρ ὅτι οὗτος ὁ φυσικῶς ἡμῖν ἐγγεγραμμένος νόμος καὶ ἐν πλαξὶν καρδί‖ αις σαρκίναις ὑπὸ τοῦ Θεοῦ ἐντετυπωμένος ὀργὴν κατήργαστο τῷ Κάϊν καὶ τοῖς ἀπολωλόσιν ἐν τῷ κατακλυσμῷ καὶ τῷ· [··] καὶ τοῖς Σοδομίταις, καὶ ἐπείπερ οὗ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις, παράβασις δὲ ἦν ἐν τούτοις, νόμος ἄρα ἦν ἐν αὐτοῖς ἀλλ' οὐ| χ ὁ Μωσέως ἀλλ' ὁ πρεσβύτερος τοῦ Μωσέως καὶ ἐγγεγραμμένος οὐκ ἐν πλαξὶν λιθί ναις ἀλλ' ἐν πλαξὶν καρδίαις σαρκίναις*** [Rom. 4, 16– 17] Τὰ δὲ περὶ τοῦ Ἀβραὰμ φερόμενα ἐξ ἀποκρύφων ὡς ἄρα ἀπὸ φυσικῶν ἐννοιῶν κινηθεὶς ἐπίστευσεν τῷ Θεῷ ἀντιλέγεται καὶ μάλιστα ὑπὸ τῶν μ̣ α̣ ρτυρουμένων τὰς τοιαύτας βίβλους ὡς πεπλανημένας|*** Οἶμαι δὲ ὅτι [ὥσπερ] τὸ εἶναι οὐδὲ ἐπινοεῖται κατὰ μισθὸν ἡμῖν δεδόσθαι ὑπὸ Θεοῦ (ὅλον γάρ ἐστιν σαφῶς χάρις τοῦ ἡμᾶς οὐσιώσαντος καὶ μάλιστα λογικοὺς ποιήσαντος), οὕτως καὶ τὸ καλῶς ε̣ ἰ῀̣ ν̣ α̣ ι̣ καὶ τυγχάνειν κληρονομίας Θεοῦ καὶ ἐπαγγελίας οὐδαμῶς ἐστιν μισθὸς καὶ αὐτὸ δὲ ὅλον χαρίς, ἐν ἐκείνῳ ἀπο| λειπομένου τοῦ ἐκεῖ μὲν μηδὲν αἴτιον γεγονέναι τοῦ ἡμᾶς ὑφεστάναι ἐνταῦθα δὲ τῷ πιστεύειν Θεῷ μόνον*** ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τῶν διδομένων κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, κατείλεκται καὶ ἡ πίστις· 206 φησὶ γὰρ ὁ Παῦλος μεθ' ἕτερα· «Ἄλλῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι». Ὁ δ' αὐτός φησι καὶ ἀλλαχοῦ ὅτι «ἀπὸ Θεοῦ ὑμῖν ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πισ τεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν». Οἶμαι δὲ ὅτι καὶ οἱ ἀπόστολοι ἐλλιπῆ πεισθέντες εἶναι τὴν ἐκ τοῦ ἐφ' ἡμῖν πίστιν καὶ ταύτην ὁμολογοῦντες ἤδη ἔχειν δεόμενοι δὲ τῆς κατὰ χάριν Θεοῦ φασιν τῷ Σωτῆρι· «Πρόσθες ἡμῖν πίστιν»*** εἰ καὶ ἐκ πίστεως οὖν οἱ κληρονόμοι καὶ ἡ ἐπαγγελία ἵνα κατὰ χάριν, οὐδ' αὐτὴ ἡ πίστις ἡ πρὸ τῆς χάριτος, καθ' ἣν λέγεται διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, χωρὶς χάριτος ὑφεστάναι οὐ δύναται*** διὸ πάντα τὰ περὶ τὸν| σῳζόμενον τὴν κυρίαν ἔχει ἐν χάριτι ἥντινα τρόπον θησαυροῦ εὑρίσκεσθαι νομίζω ὑπὸ τῶν, ἵν' οὕτως ὀνομάσω, εὐτυχησάντων περιπεσεῖν αὐτῷ*** ἕτερον τοῦ εὑρεῖν χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ καὶ τοῦ εὑρεῖν χάριν ἐνώπιον ἀνθρώπων τὸ λαβεῖν ἐνώπιόν τινος ἀπὸ Θεοῦ χάριν καθὸ λέγεται· «Καὶ ἦν Κύριος μετὰ Ἰωσὴφ| καὶ κατέχεεν αὐτοῦ ἔλεος καὶ
q.15
ἔδωκεν αὐτῷ χάριν ἐνώπιον τοῦ ἀρχιδεσμοφύλακος». Οὐ γὰρ ταὐτὸν τῷ «Εὗρεν Ἰωσὴφ χάριν ἐνώπιον τοῦ Κυρίου αὐτοῦ» τὸ «Καὶ ἔδωκεν αὐτῷ Κύριος χάριν ἐνώπιον τοῦ ἀρχιδεσμοφύλακος». Πλεῖον δ' ἔτι παρὰ τὰ περὶ τοῦ Ἰωσὴφ εὑρόντος χάριν ἐνώπιον τοῦ Κυρίου αὐτοῦ ἀναγέγραπται περὶ τῆς| Αἰσθήρ· φησὶν γὰρ περὶ αὐτῆς ἡ γραφὴ ὡς «Ἦν Αἰσθὴρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν», καὶ μετ' ὀλίγα «Εὗρεν, φησίν, χάριν Αἰσθὴρ παρὰ πάσας τὰς παρ θένους καὶ ἐπέθη‖ [κεν τὸ] διάδημα τὸ γυναικεῖον ὁ βασιλεύς»*** Ἀναγκαῖον δὲ ἐξετάσαι φαίνεται πῶς ἀκολουθεῖ τῷ ἐκ πίστεως καὶ τῷ κατὰ χάριν τὸ βεβαίαν εἶναι τὴν ἐπαγγελίαν· ἆρα γὰρ εἰ ἦν ἐκ νόμου, οὐχ οἷόν τε ἦν βεβαίαν τυγχάνειν τὴν ἐπαγγελίαν; Πρόσχες οὖν μήποτε δευσοποιός τις βαφὴ γίνεται ἐκ πίστεως περὶ τὴν ψυχὴν καὶ μάλιστα τῆς λελογισμένης εἰς δικαιοσύνην, ὥστε δι' αὐτῆς τὴν χάριν καὶ τὴν ἐπαγγελίαν ἴσχειν διὰ τὸ ἀνέκπλυτον αὐτῆς ἢ 208 ἀμετάβολον τήν γε βεβα| ιότητα, ἥτις οὐκ ἐμφαίνεται περὶ τὰ ἐκ νόμου ἔργα. Ἀποστρέφειν γοῦν ποτε δίκαιος ἐκ τῆς δικαιοσύνης αὐτοῦ λέγεται καὶ ποιεῖν ἀδικίαν· οὐκ οἶδα δὲ εἰ καὶ περὶ τῆς πίστεως γέγραπται ὅτι ἀπέστρεψέν τις ἀπὸ τῆς πίστεως, ἅπαξ μαρτυρηθεὶς πεπιστευκέναι καὶ δικαιωθεὶς διὰ τὴν πίστιν.>*** Οὐ δύναται γὰρ ἡ δικαιουμένη πίστις· [····]··| ἔργα τοῦ νόμου ποιεῖν, νόμον δὲ νῦν λέγομεν καθο· [·····] ὅταν δὲ ἔθνη τὰ μὴ νόμον ἔχοντα*** παντὶ δὲ τῷ σπέρματι, ἤτοι τῷ ἐκ τοῦ νόμου ἢ τῷ ἐκ τῆς πίστεως αὐτοῦ, καὶ οὐ μόνον τῷ ἐκ τοῦ νόμου ἀλλ' εἰ ἔχοι πρὸς τῷ ἐκ τοῦ νόμου τὸ ἐκ τῆς πίστεως. Εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἔσται ἡ ἐπαγγελία τοῖς ἐξ Ἰσμαὴλ καὶ τοῖς ἐκ Χεττούρας· ἅπερ οὐκ ἀρέσκει*** πατὴρ δὲ πάντων ἡμῶν τουτ̣ έστιν τῶν οὐκ ἐκ νόμου μόνον ἀλλὰ καὶ ἐκ πίστεως ὄντων καὶ πίστει τοῦ Ἀβραὰμ δικαιουμένων*** ὁποῖα τὰ πολλὰ ἔθνη ἦν ὧν τέθεικεν αὐτὸν πατέρα ὁ τὰς ἐπαγγελίας αὐτῷ διδοὺς Θεός*** Περὶ γὰρ τῶν διὰ τὴν ἁμαρτίαν νενεκρωμένων, ὧν ἡ ψυχὴ νεκρὰ γεγένητο ἐν ζῶντι σώματι οἴομαι νῦν αὐτὸν λέγειν· ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· καὶ εἴ| περ ὁ νεκρὸς τῶν αἰσθήσεων ἐστερημένος ἐστὶν νεκρὸς 210 καὶ μηδεμίαν ἔχων τῶν πέντε, διὰ τί οὐκ ἂν λέγοις ψυχὴν νεκρὰν τὴν ἐστε ρημένην τῶν λεγομένων θείων αἰσθήσεων;*** Εἴπερ δὲ ὅμοιοι τοῖς ἑαυτῶν τοιούτοις λεγομένοις θεοῖς γίνονται οἱ πεποιθότες ἐπ' αὐτοῖς, μήποτε ὅμοιοι γίνονται τῷ Θεῷ καὶ οἱ πεποιθότες| ἐπ' αὐτῷ, ἀπολαμβάνοντες διὰ τῆς τοιαύτης πεποιθήσεως τὸ λεῖπον τῷ «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν», ὅπερ ἐστὶν τὸ καθ' ὁμοίωσιν*** Τίνα δὲ τὰ μὴ ὄντα ἢ οἱ ἐστερημένοι τοῦ ὄντος καὶ μὴ μετέχοντες αὐτοῦ, οὕτω καλού μενοι πρὸς ἀντιδιαστολὴν τῶν μετεχόντων τοῦ εἰπόντος· «Ἐγώ εἰμι ὁ ὤν»;*** Εὕρομεν δὲ καὶ ἐν τῇ Αἰσθὴρ τοιαύτην τινὰ εὐχήν· «Μὴ παραδῷς, Κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν» ἀντὶ τοῦ «τοῖς μὴ μετέχουσίν σου καθὸ ὢν τυγχάνεις»*** Καλεῖ δὲ τὰ μὴ ὄντα ἵνα ὑπακούσασιν αὐτοῖς χαρίσηται τὸ εἶναι. Ἀλλ' ἴσως τις πρὸς ταῦτα ἐρεῖ πῶς ὁ ἀπόστολος ἑτέρωθί φησι· «Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου| ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ;» Ἀλλ' εὔδηλον ὡς ἕτερόν ἐστι τοῦτο σημαινόμενον τοῦ ὄντος καὶ μὴ ὄντος ὅσον ἀπὸ πάσης τῆς ἐκεῖσε συμφράσεως· ὄντες μὲν γὰρ ἐνθάδε οἱ κατὰ σάρκα σοφοὶ καὶ δυνατοὶ καὶ εὐγενεῖς, μὴ ὄντες δὲ οἱ ἄλλως παρὰ τούτους διακείμενοι ὡς πρὸς τὴν ἐκείνων ὑπόληψιν μωροὶ κόσμου καὶ ἀσθενεῖς| αὐτῷ καὶ ἀγενεῖς*** ἕτερος δὲ μωρὸν μὲν κατὰ σάρκα προφάσει σωματικῆς κατασκευῆς ἐμποδιζόμενον τοῦ νοεῖν ὁποῖοί εἰσιν οἱ πάνυ μικροκέφαλοι ἢ καὶ τερατώδεις*** 212 [Rom. 4, 18– 22] ὁριζόμενος ἢ ὑπογράφων ὁ λόγος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ τὴν πίστιν φησίν· «Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμά‖ των ἔλεγχος οὐ βλεπομένων»· καὶ ἐν τοῖς ἑξῆς δὲ τῆς πρὸς Ῥωμαίους ταῦτά
q.16
φησιν ὁ Παῦλος· «Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη [οὐκ] ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα»*** Ὅρα μήποτε ὡς Ἀβραὰμ παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, οὕτως καὶ πάντες οἱ τῆς| πίστεως Ἀβραὰμ υἱοὶ παρ' ἐλπίδα ἐπ' ἐλπίδι περὶ πάντων ὧν πιστεύουσιν, εἴτε περὶ ἀναστάσεως νεκρῶν εἴτε περὶ τοῦ κληρο νομήσειν βασιλείαν οὐρανῶν ἢ βασιλείαν Θεοῦ. Ταῦτα γὰρ ὅσον ἐπὶ τῇ ἀνθρω πίνῃ φύσει παρ' ἐλπίδα ἐστίν, ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ Θεοῦ καὶ ταῖς ἀψευδέσιν ἐπαγγελίαις αὐτοῦ ἐπ' ἐλπίδι τῶν ἐκ τοῦ πιστεύειν ἐλπιζόντων τυγχάνει. Καὶ ἐπείπερ ὁ πιστεύων ἐπ' ἐλπίδι πιστεύει, διὰ τοῦτο «μένει πίστις, ἐλπίς, ἀγάπη». Καὶ νομίζω στοιχειώσεως μὲν ἔχειν λόγον τὴν πίστιν, προκοπῆς δὲ τὴν ἐλπίδα, 214 τελειότητος δὲ τὴν ἀγάπην*** οὕτω δὲ καὶ| ἀσθενῶν ἄν τις εἴη καὶ τῷ ἐλεεῖν, ἐλεῶν μὲν οὐκ ἱλαρότητι δέ, ἀλλ' ὡς ἐκ λύπης ἢ ἐξ ἀνάγκης*** διὸ νομίζω λέγεσθαι περὶ τῆς ἀγάπης ὅτι καὶ «πάντα πιστεύει», ὅπερ ἴσον ἐστὶν τῷ «ποιεῖ πᾶσαν τὴν πίστιν πιστεύειν καὶ ἔχειν τινὰ πᾶσαν τὴν πίστιν», καὶ ὅπου ἡ τελεία ἀγάπη, ἐκεῖ πᾶσα ἡ πίστις*** καίτοι γε τῆς τοῦ σώματος νεκρό| τητος καὶ τῆς νεκρώσεως ἧς εἶχεν ἡ μήτρα Σάρρας ὅσον ἐφ' ἑαυτοῖς ἀσθενεῖν τῇ πίστει αὐτὸν προκαλουμένων*** τὸ νενεκρωμένον τοῦ Ἀβραὰμ σῶμα καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· τούτοις ἑπόμενος φήσεις τὴν μὲν τῶν λοιπῶν γένεσιν ἀπὸ πυρώσεως ἐσχηκέναι τὴν ἀρχήν, τὴν δὲ τοῦ Ἰσαὰκ οὐδαμῶς μὲν ἀπὸ πυρώσεως, διὰ| δὲ τὴν ἐπαινετὴν νεκρότητα τοῦ σώματος Ἀβραὰμ καὶ τῆς μήτρας Σάρρας τῇ ἐπαγγελίᾳ τοῦ Θεοῦ*** ὥστε ἐν ἐπαίνῳ λέγεται ἡ τοιαύτη νέκρωσις τοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νεκρώσαντος· ὅτε γάρ τις πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῖ, τότε σβέννυσι πᾶσαν τὴν πεφυκυῖαν ἀνάπτεσθαι ἐν αὐτῷ πύρωσιν· ὥστε τὴν τοῦ Ἰσαὰκ γένεσιν μὴ εἶναι ἀπὸ πυρώσεως ἀλλ' ἐξ ἐπαγ γελίας Θεοῦ· ἄξιοι γὰρ γεγόνασιν τηλικούτου πατριάρχου ἐπιγραφῆναι γονεῖς πνεύματι τὰς πράξεις τοῦ σώματος θανατώσαντες*** Ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἀβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τίνα τρόπον προσθέμενος| Ἀβραὰμ ἔλαβεν γυ ναῖκα ᾗ ὄνομα Χεττούρα, καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβρὰν καὶ τὸν Ἰεκτὰν καὶ τὸν Μαδὰν καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβὸκ καὶ τὸν Σωύε, καὶ ἔλαβεν ταύτην μετὰ τὴν τελευτὴν Σάρρας ἥτις ἔζησεν ἔτη ˉρˉκˉζ, πρεσβύτερος δὲ τῆς Σάρρας δέκα ἔτεσιν εὑρίσκεται σαφῶς ὁ Ἀβραάμ· οὐκοῦν παρὰ τὸν καιρὸν τοῦ θανά| του Σάρρας ˉρˉλˉζ ἐτῶν ἦν ὁ Ἀβραάμ. Ἐὰν δέ τις δοκῇ καὶ μετὰ ταῦτα θέλειν τὴν νέκρωσιν τοῦ σώματος Ἀβραὰμ διὰ τὸ 216 γῆρας λέγειν‖ γενέσθαι, λεκτέον αὐτῷ ὅτι ἔστω χάριτος αὐτὸν τῆς ἐν ἐπαγ [γε] λίᾳ δεδεῆσθαι ἑκατονταέτη που ὑπάρχοντα ἵνα γένηται τοῦ Ισαὰκ πατήρ, πῶς οὖν χωρὶς ἐπαγγελίας μετὰ τὸ γενέσθαι ˉρˉλˉζ ἐτῶν ἐγεν νήθησαν αὐτῷ ἄλλοι ἓξ υἱοί; Καὶ ἄλλως δὲ λογισάμενος τὸν χρό| νον τῆς ζωῆς Ἀβραὰμ ἔτη πάντα γενόμενον ˉρˉοˉε, ἀνάλογον τῷ τοσούτῳ χρόνῳ, τὴν εὐτο νίαν καὶ τὴν σύστασιν τοῦ σώματος αὐτοῦ φήσεις μηδέπω ἠμβλύνθαι ἡνίκα ἑκατονταέτης που ὑπῆρχεν ἔτι*** πρὸς δὲ πεισθῆναι ὅτι οὐ διὰ γῆρας νενεκρωμένον εἶναι λέγεται τὸ τοῦ Ἀβραὰμ σ̣ ω῀̣ μ̣ α̣, τήρει ὅτι πρότερον μὲν εἰσῆλθεν Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ| Σάρρας καὶ ἔλαβεν τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτῷ γυνή, καὶ ἠγάπησεν αὐτήν, καὶ παρεκλήθη Ἰσαὰκ περὶ τῆς μητρὸς αὐτοῦ· καὶ ἦν Ἰσαὰκ ἐτῶν ˉμ ὅτε ἔλαβεν τὴν Ῥεβέκκαν· ὕστερον δὲ προσθέμενος Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττούρα· οὐκοῦν ὅτε προσθέμενος Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττούρα, ἐτῶν ἐγεγό| νει ˉρˉμ*** καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ πάντοτε ἐν τῷ σώματι περιφέροντες, οὐδαμῶς μὲν ἔτι φοροῦντες τὴν εἰκόνα τοῦ χοϊκοῦ, ἀεὶ δὲ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου*** ζητήσαι δ' ἄν τις εἰς ταῦτα ἐπιτηρῶν πότε εἴρηται τὸ «Οὕτως ἔσται τὸ σπέρμα σου» καὶ ὅτι οὐδέπω γεγεννημένου τοῦ Ἰσμαὴλ ὅτε Ἀβραὰμ περὶ τὰ ˉπˉζ ἔτη| γεγόνει, πῶς ὁ ἀπόστολός φησιν μετὰ τὸ «Οὕτως ἔσται τὸ σπέρμα σου» τὸ «Καὶ μὴ ἀσθενήσας
q.17
τῇ ἑαυτοῦ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων», καὶ φήσει ὅτι οὐκ ἦν ἑκατονταέτης που Ἀβραὰμ τότε*** [Rom. 4, 23– 25] «Οὐκ ἐγράφη δὲ διὰ αὐτὸν μόνον ἀλλὰ καὶ δι' ἡμᾶς» 218 ἀλλὰ ταῦτα γέ| γραπται, ὡς μὲν ἐσχημάτισεν τὴν λέξιν Παῦλος, «δι' αὐτόν», ἅτε ἰδιώτης τῷ λόγῳ τυγχάνων, ὡς δὲ νενόηκεν ἀντὶ τοῦ «περὶ αὐτοῦ»*** Οὐκ εὐχερὲς γὰρ ἐκλαβεῖν τὸ βούλημα αὐτοῦ ἢ καὶ ἄλλων γραφῶν, ἐπὰν διὰ μὲν τὴν ἐν τῷ φράζειν ἰδιωτείαν ἕτερον τοῦ νενοημένου τὸ γεγραμμένον ἢ διὰ τὸ κατὰ τὴν λέ| ξιν δυσθήρατον ἐγχωρῇ πλείονας ἐκδοχὰς γίνεσθαι τοῦ γεγραμμένου, ὧν ἑκάστην πρὸς τὸ νομιζόμενον ἑαυτῷ χρήσιμον ἕκαστος τῶν διαφόρως νοούντων παραδεξάμενος δόξει τοῖς μὴ ὁμοίως νενοηκόσιν παρέχειν πράγματα*** Τί μᾶλλον ἀντὶ μωρολογίας καὶ εὐτραπελίας οὐκ ἀνηκόν‖ των πα ραλαμβάνει τὴν εὐχαριστίαν φέρε εἰπεῖν τὴν· [·······] ἢ τὴν σοφίαν ἢ τὴν ἀλήθειαν; Οὐ γὰρ ἐδόκει μοι συνηρτῆσθαι τὸ «εὐχαριστίας» κατὰ τὴν συνήθειαν λαμβανόμενον ὄνομα πρὸς τὴν μωρολογίαν καὶ εὐτραπελίαν. Ἔδοξεν οὖν μοι τὴν εὐχαριστίαν ἀν| τὶ τῆς οἱονεὶ εὐχαριτίας παρειληφέναι, μὴ ἀποκλείων μέν ποτε ἐν ταῖς ἀνέσεσι τὸ ἐν ὁμιλίαις εὔχαριν ἢ χαρίεν καὶ φαῖδρον ἀπαγορεύων δὲ ὡς βωμολοχίαν τὴν μωρολογίαν καὶ εὐτρα πελίαν· καὶ πάνυ τε ἠρτημένως παρέθηκεν*** εἶτ' ἐζήτουν εἴ που ἡ ἱερὰ 220 γραφὴ τῇ «εὐχάριστος» ὀνομασίᾳ ἀντὶ τῆς «εὐχαριτίας» ἐχρήσα| το· εὗρον γοῦν ἐν ταῖς Παροιμίαις «Γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν», ἐν δὲ ταῖς λοιπαῖς ἐκδόσεσιν ἀντὶ τοῦ «Γυνὴ εὐχάριστος» «Γυνὴ χ [···]· ν οἶμαι† η χάρις γέγραπτο*** εἰπόντος τοῦ Παύλου· «Ἐνώπιον τοῦ Θεοῦ καὶ ἐναντίον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν», καὶ χρησαμένου τῇ «ἐναντίον», ὡς καὶ πολλαχοῦ ἡ παλαιὰ διαθήκη περιέχει, λέξει ἁ| πλούστερον οἱονεὶ «ἐν ὀφθαλμοῖς» τοῦ Θεοῦ, οἱ ἀπὸ Μαρκίωνος κακουργότερον ἤκουσαν τοῦ «Κατεναντίον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν» οἱονεὶ ἐναντίως τῷ βουλήματι τοῦ Θεοῦ οὗ λέγουσιν ἑτέρου παρ' αὐτὸν δημιουργοῦ, ἐν Χριστῷ δέ φασιν λαλεῖν τὸν Παῦλον ἀμφότερα τό τε ἐνώπιον τοῦ ὡς λέγουσιν ἀγαθοῦ καὶ τὸ ἐναντίον ὥς φασιν τοῦ δημιουργοῦ|*** Τὸ γὰρ πιστεύειν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, ἐκεῖνοι μὲν ἀκούσονται ὡς ἕτερον τοῦ Θεοῦ ᾧ ἐπίστευσεν Ἀβραὰμ καί φασιν ὅτι Ἰουδαῖοι πιστεύουσιν μὲν τῷ Θεῷ ὡς ἐπίστευσεν Ἀβραάμ, οὐ μὴν πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν*** καὶ Ἰουδαῖοι δὲ μὴ πιστεύοντες| ὅτι ἠγέρθη Ἰησοῦς ὁ Κύριος ἡμῶν ἐκ νεκρῶν οὐ πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν· τούτῳ δὲ μὴ πιστεύοντες οὐ πιστεύουσιν τῷ Θεῷ· διὸ οὐκ ἔστιν ἐν αὐτοῖς πίστις ὁποίαν πιστεύων τῷ Θεῷ Ἀβραὰμ εἶχεν πίστιν λελογισμένην εἰς δικαιοσύνην*** 222 νῦν τὸ δι' αὐτὸν μόνον εἴληπται ἀντὶ τοῦ περὶ αὐτοῦ μόνου· ἀλλὰ καὶ τὸ δι' ἡμᾶς ἀντὶ τοῦ περὶ ἡμῶν· οὐ γὰρ ἵνα Ἀβραὰμ ἐντυχὼν ὁ Μωϋσέως προγενέστερος τῷ μεταγε νεστέρῳ αὐτοῦ γράμματι ὠφεληθῇ. Εἰ δὲ οὐ περὶ τοῦ Ἀβραὰμ μόνου γέγραπται τὸ «Ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην» ἀλλὰ καὶ περὶ ἡμῶν, οἱονεὶ προαναφωνοῦντος τοῦ λόγου τὴν λογισθησομένην ἐκ πίστεως δικαιοσύνην τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, πρόσχες ἐπιμελέστερον μήποτε μόνος καὶ πᾶς πιστεύει ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν ὁ συνεγερθεὶς Χριστῷ, ὥστ' ἂν εἰπεῖν «Καὶ συνήγειρεν καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χρισ τῷ·» συνηγέρθη δὲ Χριστῷ ὁ σύμμορφος γενόμενος τῇ ἀναστάσει αὐτοῦ καὶ διὰ τὸ συναποτεθνηκέναι συζῶν αὐτῷ· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· συναπέθανεν δὲ Χριστῷ, ἐπεὶ καὶ Χριστὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· καὶ αὐτὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ συζῇ Χριστῷ· ζῇ δὲ Χριστῷ ὁ ἐν καινότητι ζωῆς περιπα τῶν*** Ἠγέρθη γὰρ διὰ τὴν δικαίωσιν ἡμῶν τῇ ἀναστά| σει ἑαυτοῦ, δικαιῶν ἡμᾶς συμμόρφους γενομένους τῇ ἀναστάσει αὑτοῦ*** ὃς παρεδόθη διὰ τὰ αὐτοῦ 224 ἐκείνου ἁμαρτήματα τοῦ πιστεύοντος καὶ ἀνέστη διὰ τὴν τούτου δι‖ καίω σιν··
q.18
ἐδικαιώθη ἀρξαμένης εἶναι ἐν αὐτῷ δικαιοσύνης ἀπὸ τῆς····· πίστεως λογιζομένης αὐτῷ εἰς δικαιοσύνην*** πῶς χρὴ ἕκαστον τ̣ ὰ τοῦ Ἀβραὰμ ποιεῖν τὸ ἐξελθεῖν τινα ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ εἰς τὴν γῆν ἣν| δείξει τῷ ἐξελθόντι ἀπὸ τούτων ὁ Κύριος, καὶ εἴ τίς γ' ἐξέρχεται ἀπὸ τούτων, ἐπιτεύξασθαι τῶν ἐπὶ τούτοις ὡσπερεὶ ἄθλων εἰρημένων πρὸς τὸν Ἀβραάμ*** [Rom. 5, 1– 2] οὐ γὰρ δυνατόν ἐστιν εἰρήνην ἔχειν πρὸς τὸν Θεὸν τὰ ἐναντία ἔργα τῇ ἀρετῇ πράττοντα ἅπερ ἐχθροποιεῖ Θεῷ τὸν κατεργαζόμενον, καθὸ λέγεται τὸ «Ἐχθροὶ ὄντες τῷ Θεῷ» ᾧ ἐπιφέρεται τὸ «Κατηλλάγη| μεν»*** Ὁ Θεὸς μὲν···· τὸν ἥλι̣ ο̣ ν αὐτοῦ ἀνατέλ λων ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδί κους τὰ τῆς πρὸς ἡμᾶς εἰρήνης ἐπιτελεῖ, ἡμεῖς δὲ ἁμαρτάνοντες ἑαυτοὺς ἐχθροὺς Θεῷ κατασκευάζομεν, κατορθοῦντες δὲ φίλ̣ ο̣ υ̣ ς, ὁ´̣ τ̣ ε καὶ εἰρήνην ἔχομεν πρὸς τὸν Θεόν· καὶ ἵνα τὸ κυριώτερον τὸ| ἐναντίον τῇ εἰρήνῃ ἐπὶ τῶν ἁμαρτανόντων λάβω, εἴποιμι δ' ἂν ὅτι ὁ μὲν κατορθῶν εἰρήνην ἔχει πρὸς τὸν Θεόν, ὁ δὲ τὰ ἐναντία τῷ κατορθοῦντι πράττων, τουτέστιν ἁμαρτάνων, πόλεμον αἱρεῖται καὶ ἔχει πρὸς τὸν Θεόν, καὶ δι' αὐτοῦ τοῦ ποιεῖν κακῶς πολεμεῖ τῷ Θεῷ*** Καὶ τὴν προσαγωγὴν δὲ ἐσχήκαμεν δι' οὐδενὸς ἢ διὰ Ἰησοῦ Χριστοῦ| τοῦ Κυρίου ἡμῶν· λόγος γὰρ καὶ ἀλήθεια καὶ σοφία καὶ δικαιοσύνη καὶ τὰ ἄλλα πάντα, ὅσα ἐστὶν ὁ Σωτὴρ ἡμῶν ὁ πρωτοτόκος πάσης κτίσεως, προσάγει τῷ ἐπὶ πᾶσιν Θεῷ καὶ Πατρὶ τὸν ἑαυτὸν τούτοις ἐπιδεδωκότα*** Καὶ ὅρα πηλίκον ἐστὶν τὸ κατὰ τὴν χάριν ὡς περὶ ὀλίγων ἀναγεγράφθαι τὸ «Εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ». Ἐν ἐπαίνῳ γὰρ εἴ| ρηται τὸ «Νῶε 226 δὲ εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ» καὶ Μωσῆς δὲ παρρησιαζόμενος «Εἰ εὗρον χάριν, φησίν, ἐνώπιόν σου»*** «Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ», ὅπερ ἴσον νομίζω τυγχάνειν τῷ «καυχώμεθα ἐπὶ τῇ ἐλπίδι τοῦ ὄψεσθαι τὴν δόξαν τοῦ Θεοῦ καὶ τοῦ μεταλήμψεσθαι αὐτῆς»· ἧς δόξης Θεοῦ ἀπαύγασμα ὁ Σωτὴρ ἡμῶν ἐν τῇ| πρὸς Ἑβραίους εἶναι λέγεται*** δόξαν μὲν ἐπὶ τοῦ προσώπου Μωσέως τοῦ νοῦ αὐτοῦ τὴν καθαρότητα καὶ πρὸς τὴν θεότητα τοῦ Πατρὸς τῶν ὅλων κοινωνίαν, ἀφ' ἧς ἐλλαμπόμενον φωτιζόμενον πάντων μᾶλλον τῶν ἐπὶ γῆς ἐνεώρα ἥτις ποτ' ἐστὶν ἡ ἀγένητος καὶ ὑπὲρ πάντα τοῦ Θεοῦ φύσις· καλύμμα δὲ ἐπὶ τοῦ προσώπου| Μωσέως ἡ ἀπόκρυψίς ἐστιν τῶν νενοημένων αὐτῷ καὶ τεθε‖ ωρημένων, ἐπεὶ μηδὲ ἐδύναντο οἱ πολλοὶ τοῖς τηλικούτο̣ ις ἐν Μωσεῖ θεωρήμασιν μαθητεύεσθαι· ἀλλὰ καὶ ὅτε συνετέλεσεν Μωσῆς τὰ ἔργα καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ οὐ δυνήθη Μωσῆς| εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου εἰσελθεῖν ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή*** οἶκος ἀληθινὸς ἡ ἐκκλησία ἐστὶν ζῶντος Θεοῦ λεγομένη ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, νεφέλη δὲ ὁ Σωτὴρ ἡμῶν ἐπὶ τ] ο`̣ ν οἶκον τοῦτον ὡς μηδὲ τοὺς ἱερεῖς στῆναι δύνασθαι λει| τουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης ταύτης ὅτι ἔπλησεν δ̣ [όξα Κυρίου τὸν οἶκο̣ ν*** ὅσον μὲν γὰρ ἐπὶ τοῦ ἀπὸ τῆς πρὸς Κορινθίους········· ἔοικεν ἔχειν ἤδη τὴν δόξαν τοῦ Θεοῦ ἐπ̣ ι`̣ τοῦ ἑαυτοῦ προσώπο̣ υ· ὅσον δὲ ἐπὶ τῇ προκειμένῃ λέξει ὡς οὐκ ἔχων αὐτήν̣ φησιν [··] «Καυχώμεθα ἐπ' ἐλπίδι τῆς 228 δόξης τοῦ Θεοῦ». Ὅρα τοίνυν εἰ δυ| νάμεθα οὕτω λῦσαι τὸ ἐπαπορηθέν· ὁ αὐτός φησιν Παῦλος· «Εἴ τις ἔγνω, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι» καὶ «βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον» καὶ «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν»*** [Rom. 5, 3– 5] «Οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν εἰδότες ὅτι ἡ| θλῖψις ὑπομονὴν κατεργάζεται» τῶν γὰρ πολλῶν ἐνδιδόντων πρὸς τὰς θλίψεις καὶ λυπουμένων ἐπ' αὐταῖς ὡς δυσαρεστεῖσθαι, ἡμεῖς τοσοῦτον διὰ Ἰησοῦ Χριστοῦ ὑπὸ Θεοῦ ὠφελήθημεν ὥστε καυχᾶσθαι διὰ τὴν ἐκ Θεοῦ ἐν θλίψεσιν πολλὴν ὑπομονὴν ἐπὶ ταῖς θλίψεσιν ὡς ἐπὶ ὕλῃ ἀγαθῶν. Διὸ καὶ ἐπιστήμην τινὰ καινὴν ἀνειλήφαμεν·|
q.19
γινώσκομεν γὰρ ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ὡς παρὰ πᾶσιν ἂν ὁμολογηθείη ὅτι ἡ ὑπομονὴ δοκίμιον ἐμποιεῖ τῷ ὑπομείναντι*** Διὰ τοῦτο δὲ καὶ ἡ θεία γραφὴ ἀπαγορεύει μὲν τὴν ἐπὶ ἀδιαφόροις καύχησιν, προτρέπει δὲ ἐπὶ τὸ νοεῖν διὰ τὸ καλὸν κατὰ τὸ εὔλογον γινομένην ἐν τῷ Ἱερεμίᾳ φάσκουσα· «| Τάδε λέγει Κύριος· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν με, ὅτι ἐγώ εἰμι κύριος ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος»***‖ 230 παρα [··]· τινα τρόπον ἀπαγορεύει καυχᾶσθαι τὸν σοφὸν οὐχ ἁπλῶς [····]······ τῇ ἑαυτοῦ [····] σοφοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὑτῶν ἐπιστήμονες*** καὶ διὰ τοῦτό γε οὐ χρὴ καυχᾶσθαι τὸν σοφὸν ἐν τῇ σοφίᾳ ἑαυτοῦ, ἐπεὶ κἂν τέλειος ᾖ ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ| [τοῦ] Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν λογισθήσεται*** ἀδιάφορος μὲν ἡ ἀνθρωπίνη σοφία, τῷ δὲ καλῶς αὐτῇ χρωμένῳ καὶ εἰς δεὸν αὐ [τὴ] ν παραλαμβάνοντι χώραν παρέχει τῇ τοῦ Θεοῦ σοφίᾳ ἐπεὶ παντὶ ἔχοντι δοθήσεται καὶ τάχα τοῦτο λέγεται ἐν τῷ Ἐκκλησιαστῇ [··]· «Σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας| ἐν τῇ πόλει». Βοηθεῖ γὰρ ἡ τοῦ Θεοῦ σοφία τῷ ἔχοντι τὴν ἀνθρωίνην σοφίαν καὶ ἑαυτὸν εὐτρεπίσαντι εἰς παραδοχὴν τῆς θε̣ ίας σοφίας· οὐκ̣ ἀδιάφορος ἡ σοφία τῶν τὰ ὑφαντὰ καὶ ῥαφιδευτὰ καὶ ποικιλτικὰ ποιησάντων τῆς σκηνῆς τοῦ μαρτυρίου, οὓς ἐνέπλησεν τὸ πνεῦμα θεῖον συνέσεως καὶ ἐπιστήμης διανοεῖσθαι καὶ ἀρχιτεκτο| νεῖν τὰ κατὰ τὴν σκηνήν*** Τὸ γὰρ κατεργαζόμενον ἀρετὴν οὔτε μέσον οὔτε φαῦλον εἶναι δύναται· μήποτ' οὖν ἀναγκαίας ἀρετῆς ὑπομονῆς ἐστιν ἡ θλῖψις*** σπουδαι῀̣ όν ἐστιν ἡ θλῖψις ὑπομονὴν μίαν τῶν ἀρετῶν κατεργαζομένη*** ἐπὶ μὲν τῶν δικαίων γέγραπται «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων», ἐπὶ δὲ τῶν ἐναντίων «Πολλαὶ| αἱ μάστιγες τῶν ἁμαρτωλῶν», ὡς κατὰ ταῦτα μήτε τὸν δίκαιον μαστιγοῦσθαι, μήτε τὸν ἁμαρτωλὸν θλίβεσθαι*** «εἰσέλθατε διὰ τῆς στενῆς πύλης ὅτι πλατεῖα 232 ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ εἰσπορευόμενοι δι' αὐτῆς*** «ἠκαιρεῖσθε δέ· οὐχ ὅτι καθ' ὑστέρησιν| λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι»*** εἰ μὴ δοκιμώτατός ἐστιν οὐκ ἔλαττον τοῦ πενίαν γενναίως ὑπομένοντος ὁ τὸν πλοῦτον οἰκονομῶν κατὰ τὸν λόγον καὶ οὐχ ἧττον τοῦ ἐγκαρτεροῦντος ἐν πόνοις τοῖς ἐν νόσοις ὁ διὰ τὴν ὑγίειαν τῆς ψυχῆς μηδὲν παραδεχόμενος πάθος κατὰ τὸν| καιρὸν τοῦ ὑγιαίνειν τὸ σῶμα, ὅτε φιλεῖ ἐπιτίθεσθαι ἐκ τούτου ἐπιθυμεῖν κατὰ τοῦ πνεύματος*** ἥτις θλῖψις καύχημά ἐστιν τῶν ἁγίων, καὶ τοιαύτη γε ὥστ' ἂν μὴ ἔλαττον εἰπεῖν ἐπὶ τῇ διὰ τὰς θλίψεις καυχήσει τὸ «Νὴ τὴν ἡμετέραν καύχησιν, ἀδελφοί»*** καὶ εἴπερ ἡ μὲν τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὁ| δὲ φόβος κόλασιν ἔχει καὶ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ***

Intertext edge

Open linked passage

Note