Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Origenes PG 11-17
Contra Celsum
Cels 5.37.1
Choose a text More by Origenes
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
5.37.1
Δύο τοίνυν νόμων προκειμένων γενικῶς, καὶ τοῦ μὲν ὄντος τῆς φύσεως νόμου, ὃν θεὸς ἂν νομοθετήσαι, ἑτέρου δὲ τοῦ ἐν ταῖς πόλεσι γραπτοῦ, καλὸν ὅπου μὲν μὴ ἐναντιοῦται ὁ γραπτὸς νόμος τῷ τοῦ θεοῦ μὴ λυπεῖν τοὺς πολίτας προφάσει ξένων νόμων· ἔνθα δὲ τὰ ἐναντία τῷ γραπτῷ νόμῳ προστάσσει ὁ τῆς φύσεως τουτέστι τοῦ θεοῦ, ὅρα εἰ μὴ ὁ λόγος αἱρεῖ μακρὰν μὲν χαίρειν εἰπεῖν τοῖς γεγραμμένοις καὶ τῷ βουλήματι τῶν νομοθετῶν, ἐπιδιδόναι δὲ ἑαυτὸν τῷ θεῷ νομοθέτῃ καὶ κατὰ τὸν τούτου λόγον αἱρεῖσθαι βιοῦν, κἂν μετὰ κινδύνων καὶ μυρίων πόνων καὶ θανάτων καὶ ἀδοξίας τοῦτο δέῃ ποιεῖν. Καὶ γὰρ ἄτοπον, τῶν ἀρεσκόντων τῷ θεῷ ἑτέρων ὄντων παρὰ τὰ ἀρέσκοντά τισι τῶν ἐν ταῖς πόλεσι νόμων, καὶ ἀμηχάνου τυγχάνοντος ἀρέσκειν θεῷ καὶ τοῖς πρεσβεύουσι τοὺς τοιούσδε νόμους, καταφρονεῖν μὲν πράξεων, δι' ὧν ἀρέσει τις τῷ τῶν ὅλων δημιουργῷ, αἱρεῖσθαι δὲ ἐκείνας, ἐξ ὧν ἀπάρεστος μέν τις ἔσται τῷ θεῷ, ἀρεστὸς δὲ τοῖς οὐ νόμοις νόμοις καὶ τοῖς τούτων φίλοις. Εἴπερ δὲ εὔλογον ἐπὶ τῶν ἄλλων τὸν τῆς φύσεως προτιμᾶν νόμον, ὄντα νόμον τοῦ θεοῦ, παρὰ τὸν γεγραμμένον καὶ ὑπὸ τῶν ἀνθρώπων ἐναντίως τῷ νόμῳ τοῦ θεοῦ νενομοθε τημένον, πῶς οὐχὶ τοῦτο μᾶλλον ἐν τοῖς περὶ θεοῦ νόμοις ποιητέον; Καὶ οὔτε ὡς Αἰθίοπες, οἱ τὰ περὶ τὴν Μερόην οἰκοῦντες, Δία καὶ Διόνυσον, ὡς ἐκείνοις ἀρέσκει, μόνους προσκυνήσομεν, ἀλλ' οὐδ' ὅλως αἰθιοπικοὺς θεοὺς αἰθιο πικῶς τιμήσομεν· οὔθ' ὡς οἱ Ἀράβιοι τὴν Οὐρανίαν καὶ τὸν Διόνυσον μόνους ἡγησόμεθα θεούς, ἀλλ' οὐδ' ὅλως θεούς, ἐν οἷς τὸ θῆλυ καὶ τὸ ἄρρεν δεδόξασται– ὡς θήλειαν γὰρ Ἀράβιοι τὴν Οὐρανίαν προσκυνοῦσι καὶ ὡς ἄρρενα τὸν Διόνυσον–· ἀλλ' οὐδ' ὡς πάντες Αἰγύπτιοι θεοὺς νομίσομεν Ὄσιριν καὶ Ἶσιν, οὐδὲ τούτοις συγκατατάξομεν κατὰ τὰ τοῖς Σαΐταις τὴν Ἀθηνᾶν. Εἰ δὲ καὶ Ναυκρα τίταις ἄλλα μὲν ἔδοξε σέβειν τοῖς πρεσβυτέροις, τὸν Σάραπιν δὲ τοῖς χθὲς καὶ πρώην ἀρξαμένοις, τὸν οὐ πώποτε γενόμενον θεόν, προσκυνεῖν· οὐ παρὰ τοῦτο καὶ ἡμεῖς νέον τὸν οὐ πρότερον ὄντα θεὸν οὐδὲ γνωσθέντα τοῖς ἀνθρώποις φήσομεν εἶναι. Ὁ δὲ τοῦ θεοῦ υἱός, ὁ" πρωτότοκος πάσης κτί σεως", εἰ καὶ νεωστὶ ἐνηνθρωπηκέναι ἔδοξεν, ἀλλ' οὔτι γε διὰ τοῦτο νέος ἐστί. Πρεσβύτατον γὰρ αὐτὸν πάντων τῶν δημιουργημάτων ἴσασιν οἱ θεῖοι λόγοι, καὶ αὐτῷ τὸν θεὸν περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας εἰρηκέναι·" Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν."

Intertext edge

Open linked passage

Note