Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Origenes PG 11-17
De oratione
Orat 10.2.1
Choose a text More by Origenes
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
10.2.1
ὁ τοίνυν οὕτως εὐχόμενος τοσαῦτα προωφεληθεὶς ἐπιτηδει ότερος γίνεται ἀνακραθῆναι τῷ πεπληρωκότι τὴν πᾶσαν οἰκουμένην τοῦ κυρίου πνεύματι καὶ τῷ πᾶσαν τὴν γῆν καὶ τὸν οὐρανὸν πε πληρωκότι, διὰ τοῦ προφήτου λέγοντι οὕτως· «οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος»· ἔτι δὲ διά τε τῆς προει ρημένης καθαρεύσεως καὶ τῆς εὐχῆς τοῦ μέσον καὶ τῶν μὴ γινω σκόντων αὐτὸν ἑστηκότος λόγου θεοῦ, οὐδενὸς ἀπολειπομένου τῆς εὐχῆς, μεθέξει, συνευχομένου πρὸς τὸν πατέρα τῷ ὑπ' αὐτοῦ μεσι τευομένῳ. «ἀρχιερεὺς» γὰρ τῶν προσφορῶν ἡμῶν καὶ πρὸς τὸν πατέρα «παράκλητός» ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, εὐχόμενος ὑπὲρ τῶν εὐχομένων καὶ συμπαρακαλῶν τοῖς παρακαλοῦσιν, οὐκ ἂν ὡς ὑπὲρ οἰκείων εὐξόμενος τῶν μὴ δι' αὐτοῦ συνεχέστερον εὐχομένων οὐδ' ἂν ὡς ὑπὲρ ἤδη ἰδίων «παράκλητος» ἐσόμενος πρὸς τὸν θεὸν τῶν μὴ πειθομένων ταῖς εἰς «τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκα κεῖν» διδασκαλίαις. «ἔλεγε γὰρ,» φησὶ, «παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν· κριτής τις ἦν ἔν τινι πόλει» καὶ τὰ ἑξῆς· καὶ ἐν τοῖς πρὸ τούτων· «καὶ εἶπε πρὸς αὐτούς· τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονύκτιον καὶ εἴπῃ αὐτῷ· φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μου παρε γένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ»· καὶ μετ' ὀλίγα· «λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει.» τίς δὲ μὴ προτραπῇ τῶν τῷ ἀψευδεῖ στόματι πιστευόντων Ἰησοῦ ἀόκνως εὔχεσθαι, λέγοντος· «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν»· «πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει»; ἐπεὶ ὁ χρηστὸς πατὴρ τὸν ζῶντα ἄρτον αἰτούντων ἡμῶν αὐτὸν (οὐχ ὃν βούλεται λίθον τροφὴν γε νέσθαι τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ ὁ ἀντικείμενος) δίδωσι τοῖς τὸ «πνεῦμα τῆς υἱοθεσίας» εἰληφόσιν ἀπὸ τοῦ πατρός· καὶ δίδωσιν «ὁ πατὴρ» «τὸ ἀγαθὸν δόμα» ὕων «ἐξ οὐρανοῦ» «τοῖς αἰτοῦσιν αὐτόν.» 11. 1 Οὐ μόνος δὲ ὁ ἀρχιερεὺς τοῖς γνησίως εὐχομένοις συνεύ χεται ἀλλὰ καὶ οἱ «ἐν οὐρανῷ» χαίροντες ἄγγελοι «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἳ οὐ χρείαν ἔχουσι μετανοίας,» αἵ τε τῶν προκεκοιμημένων ἁγίων ψυχαί. ἅτινα δηλοῦ ται, Ῥαφαὴλ μὲν προσφέροντος περὶ Τωβὴτ καὶ Σάῤῥας λογικὴν ἱερουργίαν τῷ θεῷ (μετὰ γὰρ τὴν εὐχὴν ἀμφοτέρων «εἰσηκούσθη,» φησὶν ἡ γραφὴ, «προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ με γάλου Ῥαφαὴλ, καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο»· καὶ αὐτὸς δὲ ὁ Ῥαφαὴλ, φανερῶν ἑαυτοῦ ὡς ἀγγέλου τὴν κατὰ πρόσταγμα τοῦ θεοῦ πρὸς ἀμφοτέρους οἰκονομίαν, φησί· «καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάῤῥα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου,» καὶ μετ' ὀλίγα· «ἐγώ εἰμι Ῥαφαὴλ, εἷς τῶν ἑπτὰ ἀγγέλων, οἳ προσαναφέρουσι καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου»· κατὰ τὸν λόγον γοῦν τοῦ Ῥαφαὴλ «ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης») Ἱερεμίου δὲ, ὡς ἐν τοῖς Μακκαβαϊκοῖς ἐπιφαινομένου, «πολιᾷ καὶ δόξῃ» διαφέροντος, ὡς «θαυμαστήν τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχὴν, καὶ προ τείνοντος «τὴν δεξιὰν» παραδιδόντος τε «τῷ Ἰούδᾳ ῥομφαίαν χρυ σῆν,» ᾧ ἐμαρτύρει ἄλλος ἅγιος προκεκοιμημένος λέγων· «οὗτός ἐστιν ὁ προσευχόμενος πολλὰ περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως, Ἱερεμίας ὁ τοῦ θεοῦ προφήτης.» 11. 2 καὶ γὰρ ἄτοπον, τῆς γνώσεως «δι' ἐσόπτρου» καὶ «ἐν αἰνίγματι» ἐπὶ τοῦ παρόντος τοῖς ἀξίοις φανερουμένης «τότε δὲ πρόσωπον πρὸς πρόσωπον» ἀποκαλυπτομένης, μὴ τὸ ἀνάλογον καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν νοεῖν, τε κυρίως τῶν προπαρεσκευασμένων ἐν τῷ βίῳ τούτῳ τελειουμένων. μία δὲ κυριωτάτη τῶν ἀρετῶν κατὰ τὸν θεῖον λόγον ἐστὶν ἡ πρὸς τὸν πλησίον ἀγάπη· ἣν πολλῷ μᾶλλον προσεῖναι τοῖς προκεκοιμημένοις ἁγίοις πρὸς τοὺς ἐν βίῳ ἀγωνιζομένους ἀναγκαῖον νοεῖν παρὰ τοὺς ἐν τῇ ἀνθρωπίνῃ ἀσθε νείᾳ τυγχάνοντας καὶ συναγωνιζομένους τοῖς ὑποδεεστέροις, οὐ μόνον ἐνταῦθα τοῦ «εἰ πάσχει μέλος ἓν, συμπάσχει πάντα τὰ μέλη· καὶ εἰ δοξάζεται μέλος ἓν, συγχαίρει πάντα τὰ μέλη» τοῖς φιλαδέλφοις ἐγγινομένου· πρέπον γάρ ἐστι καὶ τῇ τῶν ἔξω τῆς παρούσης ζωῆς ἀγάπῃ λέγειν· «ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» καὶ ταῦτα τοῦ Χριστοῦ ὁμολογοῦντος καθ' ἕκαστον τῶν ἀσθενούντων ἁγίων ἀσθενεῖν ὁμοίως καὶ «ἐν φυλακῇ» εἶναι καὶ γυμνιτεύειν ξενιτεύειν τε καὶ πεινᾶν καὶ διψᾶν· τίς γὰρ ἀγνοεῖ τῶν ἐντυγχανόντων τῷ εὐαγγελίῳ τῇ ἐφ' ἑαυτὸν ἀναφορᾷ τῶν συμβαινόντων τοῖς πιστεύ ουσι λογιζόμενον τὸν Χριστὸν ἴδια εἶναι παθήματα;

Intertext edge

Open linked passage

Note